Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ αἰτήσεως τοῦ σώματος τοῦ κυρίου Ἰησοῦ.

Τίς δὲ ἦν οὗτος ὁ Ἰωσὴφ ὁ κρυπτόμενος πρώην, νῦν δὲ ἀποτολμήσας μετὰ τὸν θάνατον τοῦ Χριστοῦ; οὐ γὰρ ἄσημος ἦν, οὐδὲ τῶν λανθανόντων, ἀλλὰ τῆς βουλῆς εἷς, καὶ σφόδρα ἐπίσημος· ὅθεν μάλιστα τὴν ἀνδρίαν αὐτοῦ κατιδεῖν ἔνι. εἰς γὰρ θάνατον ἑαυτὸν ἐξέδωκε, τὴν πρὸς πάντας ἀπέχθειαν ἀναδεξάμενος, τῇ περὶ τὸν Ἰησοῦν εὐνοίᾳ, καὶ τολμήσας αἰτῆσαι τὸ σῶμα, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ἐπέτυχεν. οὐ τὸ λαμβάνειν δὲ μόνον, οὐδὲ τὸ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τὸ ἐν τῷ μνημείῳ αὐτοῦ τῷ καινῷ, δείκνυσι τὸ φίλτρον καὶ τὴν ἀνδρίαν· οὐχ ἁπλῶς δὲ ᾠκονομεῖτο τὸ εἰς καινὸν αὐτὸν μνημεῖον ταφῆναι· ἄλλως τε δὲ, μηδὲ τὴν ὑποψίαν τινὰ ψιλὴν γενέσθαι, ὅτι ἕτερος ἀνθ’ ἑτέρου ἀνέστη.

Ἕνεκε δὲ τίνος Μαρία ἡ Μαγδαλινὴ καὶ ἡ ἄλλη Μαρία ἐπὶ πλεῖον προσεδρεύουσιν; ἐπειδὴ οὐδέπω οὐδὲν μέγα, ὡς χρὴ, καὶ ὑψηλον ᾔδεσαν περὶ αὐτοῦ· διὸ καὶ μῦρα ἐκόμισαν, καὶ τῷ τάφῳ προσεκαρτέρουν· ὥστε, εἰ λωφήσειεν ἡ μανία τῶν Ἰουδαίων, καὶ ἀπελθεῖν περιχυθῆναι αὐτῷ· ὅπερ καὶ αὐτῷ φιλοστοργίας τεκμήριον ἦν, καὶ ἀνδρίας, καὶ μεγαλοψυχίας τοῖς ἐν τοῖς χρήμασι τῆς μέχρι θανάτου· μιμησώμεθα καὶ ἡμεῖς τὰς γυναῖκας οἱ ἄνδρες, καὶ μὴ ἐγκαταλείψωμεν ἐν πειρασμοῖς ὄντες τὸν Ἰησοῦν· ἐκεῖναι μὲν γὰρ, καὶ εἰς τελευτήσαντα τοσαῦτα ἀνήλωσαν, καὶ τὰς ψυχὰς ἐξέδωκαν· ἡμεῖς δὲ, πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ, οὐδὲ πεινῶντα τρέφομεν, ὡς δεῖ· οὐδὲ γυμνὸν περιβάλλομεν· καίτοιγε εἰς αὐτὸν ἐκεῖνον δίδοται τὰ ὑπάρχοντα, ἃ ἕκαστος ἐκένωσεν· ἀλλὰ καὶ νῦν ο αὐτὸς ἐστιν· αὐτὸς γὰρ εἶπε ὅτι “ ἐγὼ εἰμι.”

Ἐπειδήπερ ἔδει πιστευθῆναι, ὅτι ἀπέθανε, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη, διὰ τῶν ἐχθρῶν ταῦτα πάντα γίνεται· καὶ πανταχοῦ ἡ πλάνη ἑαυτὴν περιπείρει, καὶ τῇ ἀληθεία ἄκουσα συνηγορεῖ· ἰδοὺ γὰρ διὰ τοῦ αἰτῆσαι τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους τὸν Πιλᾶτον σφραγισθῆναι τὸν τάφον, ἀναντίρρητος λοιπὸν ἡ ἀπόδειξις τῆς ἀναστάσεως πᾶσι πεφανέρωται· πλάνον δὲ καλοῦσιν,

240
ἀπὸ πολλῆς ἄγαν ὠμότητος· ὅτι περ οὐδὲ τῷ θανάτῳ τὴν ὀργὴν ἀφῆκαν, ἀλλ’ ἔτι τῇ προτέρᾳ μανίᾳ κατέχονται. οὐκ ἀφίησι δὲ τοὺς στρατιώτας μόνους ὁ Πιλᾶτος σφραγίσαι· ἐπειδὴ μαθὼν τὰ περὶ αὐτοῦ, οὐκ ἔτι συμπράττειν αὐτοῖς ἤθελεν· ἀλλ’ ὑπὲρ ἀπαλλαγῆς αὐτῶν καὶ τοῦτο ἀνέχεται, καὶ φησίν· ὑμεῖς, ὡς βούλεσθε, σφραγίσατε· ἵνα μὴ ἑτέρους ἔχητε αἰτιᾶσθαι· καὶ γὰρ εἰ μόνοι οἱ στρατιῶται ἐσφραγίσαντο, ἐδύναντο λέγειν, εἰ καὶ ἀπίθανα καὶ ψευδῆ, οἱ Ἰουδαῖοι, ὅτι οἱ στρατιῶται τὸ σῶμα δόντες κλαπῆναι παρέσχον τοῖς μαθηταῖς τὸν περὶ τῆς ἀναστάσεως λόγον πλάσαι βουλομένοις· νῦν δὲ αὐτοὶ ἀσφαλισάμενοι, οὐδὲ τοῦτο λέγειν δύνανται. χρὴ δὲ γινώσκειν ὅτι τάχιον ἀνέστη ὁ Κύριος ἡμῶν καὶ Θεός· τούτου δὲ ἕνεκεν ἵνα μὴ λέγωσιν ὅτι ἐψεύσατο καὶ οὐκ ἀνέστη, ἀλλ’ ἐκλάπη· τὸ μὲν γὰρ θᾶττον ἀναστῆναι, οὐχ εἶχεν ἔγκλημα· τὸ δὲ βράδιον, ὑποψίας ἔγεμε· καὶ γὰρ εἰ μὴ τότε ἀνέστη καθημένων αὐτῶν ἔτι καὶ φυλαττόντων, ἀλλὰ ἀναχωρησάντων μετὰ τὴν τριήμερον, εἶχον ἃν λέγειν τί καὶ ἀντιλέγειν, εἰ καὶ ἀνοήτως· διὰ τοῦτο οὖν προέφθασε καὶ ἀνέστη, καθημένων αὐτῶν καὶ φυλαττόντων, ὅπως μὴ δὲ μίαν πρόφασιν ἀπολογίας ἔχωσιν.

Πότε ὁ Ἄγγελος παραγέγονεν; πρὸ τῆς ἀναστάσεως ἣ μετὰ τὴν ἀνάστασιν· καὶ τίνος ἕνεκεν ἦλθε καὶ τὸν λίθον ἦρε; διὰ τὰς γυναῖκας· ἐπειδὴ γὰρ αὗται εἶδον πῶς ἐν τῷ τάφῳ τίθεται· ὁρῶσιν αὐτὸν πάλιν κενὸν τοῦ σώματος, ἵνα πιστεύσωσιν ὅτι ἀνέστη· ὁ σεισμὸς δὲ γίνεται, καὶ διὰ τοὺς στρατιώτας μὲν, ὥστε αὐτοὺς ἐκπλῆξαι, καὶ παρ’ αὐτῷ γενέσθαι τὴν μαρτυρίαν· ἔτι δὲ ἵνα καὶ γυναῖκες διαναστῶσι καὶ ἀφυπνισθῶσιν· καὶ γὰρ ἦσαν παραγενόμεναι, ὥστε ἔλαιον βαλεῖν· καὶ ἐν νυκτὶ ταῦτα ἐγένετο· καὶ εἰκὸς καὶ ἀποκαθευδῆσαι συνέβη· τὸ δὲ “μὴ φοβεῖσθε” εἶπεν, ἵνα πρότερον αὐτὰς ἀπαλλάξας τοῦ δέους, τότε διαλέξηται περὶ τῆς ἀναστάσεως· διὰ δὲ τοῦ “ὑμεῖς” πολλὴν ἐνδείκνυται εἰς αὐτὰς τὴν τιμήν· οὐ γὰρ ὑμῶν ἐστι τὸ δεδοικέναι, ἀλλ’ ἐκείνων τῶν σταυρωσάντων· καὶ γὰρ τὰ ἔσχατα αὐτοὺς μένει κακὰ, ἃν μὴ μετανοήσωσιν· σχῆμα δὲ φαιδρὸν ἔδειξεν, ὡς εὐαγγέλια φέρων ἀγαθά. οὐκ ἐπαισχύνεται δὲ ἐσταυρωμένον καλῶν· ἐπειδὴ τοῦτό ἐστι τὸ κεφάλαιον τῶν ἀγαθῶν· προσέθηκε δὲ, τὸ “καθὼς εἶπεν,” ἵνα

241
ἐὰν, φησὶν, ἐμοὶ διαπιστεῖτε, τῶν ἐκείνου μνησθεῖσαι ῥημάτων, μὴ δὲ ἐμοὶ διαπιστήσητε· καὶ ἄλλη, δὲ ἀπόδειξιν περὶ τούτου ποιεῖται λέγων, “δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο·” ὥστε διὰ τοῦτο ἐπῆρε τὸν λίθον, ὅπως καὶ ἐντεῦθεν λάβωσι τὴν ἀπόδειξιν· παρασκεύαζει δὲ καὶ τοῖς Ἀποστόλοις εὐαγγελίσασθαι ὃ μάλιστα αὐτὰς ἐποίει πιστεῦσαι· καλῶς δὲ εἶπεν “εἰς τὴν Γαλιλαίαν,” ἀπαλλάττων πραγμάτων καὶ κινδύνων, ὥστε μὴ τὸν φόβον διενοχλεῖν τῇ πίστει.

τίνος ἕνεκεν μετὰ φόβου καὶ χαρᾶς ἐξῆλθον ἐκ τοῦ μνημείου; ἐπειδὴ ἔκπληκτον πρᾶγμα εἶδον καὶ παράδοξον· τάφον κενὸν, ἔνθα πρῶτον τεθέντα ἐθεάσαντο· διὸ καὶ ἤγαγεν αὐτὰς εἰς θεωρίαν· ἵνα ἀμφοτέρων γένωνται μάρτυρες, καὶ τοῦ τάφου καὶ τῆς ἀναστάσεως· καὶ γὰρ ἐνενόουν, ὅτι οὐδεὶς αὐτὸν ἦρε, στρατιωτῶν τοσούτων παρακαθημένων, εἰ μὴ ἑαυτὸν ἀνέστησε· καὶ τοῦτο καὶ χαίρουσι καὶ θαυμάζουσιν, καὶ τῆς τοσαύτης παραμονῆς ταύτην λαμβάνουσι τὴν ἀμοιβὴν, τὸ πρῶτον ἰδεῖν καὶ εὐαγγελίσασθαι, οὐ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ ὁραθέντα· καὶ γὰρ καὶ αὐτὸς ἀπήντησεν αὐτοῖς λέγων, “χαίρετε·” ἐκράτησαν γὰρ αὐτοῦ τὰς πόδας προδραμοῦσαι, ἐξ ὑπερβαλλούσης εὐφροσύνης καὶ χαρᾶς· συνεχωρήθη δὲ αὐταῖς τοῦτο ποιῆσαι, ὅπως καὶ διὰ τῆς ἁφῆς λάβωσι τελείαν πληροφορίαν τῆς ἀναστάσεως· ἐκβάλλει δὲ καὶ αὐτὸς τὸ δέος ἐξ αὐτῶν, προοδοποιῶν ἐπὶ πλεῖον τῇ πίστει, καὶ δι’ αὐτῶν, ὥσπερ καὶ ὁ Ἄγγελος, τοὺς μαθητὰς εὐαγγελίζεται.

Τοῦ σεισμοῦ γεγονότος, καὶ τοὺς στρατιώτας ἐκπλήξαντος, καὶ διὰ τούτων ἐλθόντων καὶ ἀπαγγειλάντων, ἡ ἀλήθεια πάλιν διαλάμπει, καὶ ἀνακηρύττεται παρὰ τῶν ἐναντίων ὁμολογουμένων· καὶ γὰρ οἱ πάντων ἀνόητοι, ἔδωκαν ἀργύρια ἱκανὰ, ἵνα εἴπωσιν ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς, ἔκλεψαν αὐτόν· δείκνυνται καταγέλαστα πράττοντες πλάσματα· καὶ γὰρ σφόδρα ἀπίθανον ἦν τὸ λεγόμενον· πῶς γὰρ οἱ μαθηταὶ, ἄνθρωποι πτωχοὶ καὶ ἰδιῶται, καὶ οὐδὲ φανῆναι τολμῶντες, ἆρα τοῦτο εἶχον ποιῆσαι; μὴ γὰρ οὐκ ἦν σφραγὶς ἐπικειμένη; μὴ γὰρ οὐκ ἐπαρεκάθηντο τοσοῦτοι φύλακες στρατιῶται καὶ Ἰουδαῖοι; μὴ γὰρ οὐχ ὑπόπτευον τοῦτο αὐτὸ καὶ ἐμερίμνων καὶ ἀγρύπνουν καὶ ἐφρόντιζον; καὶ τὶ χρὴ λέγειν, πάντα μυρία ὄντες τὰ δυνάμενα παραστῆσαι καὶ

242
ἐν τούτῳ τὴν ἀφροσύνην αὐτῶν· ἅπερ ὁ ἅγιος οὗτος Ἰωάννης ὁ Χρυσόστομος, λεπτομερῶς διέρχεται· ἡμεῖς δὲ διὰ τὸ πλῆθος παρεδράμομεν· διὰ δὲ τὸ εἰπεῖν αὐτοὺς, “ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ “τοῦ ἡγεμόνος,” καὶ τὰ ἑξῆς, δείκνυσι πάντας διεφθαρμένους, καὶ τὸν Πιλᾶτον· καὶ γὰρ ἐπείσθη αὐτοῖς τοῖς στρατιώταις· λαβόντες γὰρ τὰ χρήματα, οὕτως διεφήμισαν τὸν δῆμον τὸν Ἰουδαϊκόν· καὶ γὰρ καὶ οὗτοι ἐπείσθησαν· ὅθεν καὶ οὕτως διαφημίζεται παρ’ αὐτοῖς, ἕως τῆς σήμερον ἡμέρας. μὴ θαυμάσωμεν δὲ εἰ χρήματα στρατιωτῶν περιεγένετο· εἰ γὰρ παρὰ τῷ μαθητῇ τοσαύτην ἐπεδείξαντο τὴν ἰσχὺν, πολλῷ μᾶλλον παρὰ τούτοις.

Ἐσχάτην ὄψιν ταύτην εἶναι νομίζω τὴν ἐν τῇ Γαλιλαίᾳ· ὅτε αὐτοὺς ἐξέπεμπεν βαπτίσοντες· εἰ δὲ ἐδίστασαν τινὲς, κἀντεῦθεν χρὴ θαυμάζειν αὐτῶν τὴν ἀλήθειαν· πῶς οὐδὲ τὰ μέχρις ἐσχάτης ἡμέρας ἐλαττώματα αὐτῶν ἀποκρύπτωνται· ἀλλ’ ἀλλ᾿ καὶ οὗτοι διὰ τῆς ὄψεως ἐβεβαιώθησαν· διὰ δὲ τοῦ εἰπεῖν, “ἐδόθη μοι “πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,” πάλιν ἀνθρωπινότερον δείκνυται διαλεγόμενος αὐτοῖς· οὐδέπω γὰρ ἦσαν τὸ Πνεῦμα τὸ Ἅγιον εἰληφότες, τὸ δυνάμενον ὑψηλοὺς αὐτοὺς ποιῆσαι· τὸ δὲ “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,” καὶ τὰ ἑξῆς, δηλοῖ, ὅτι τὸ μὲν περὶ δογμάτων, τὸ δὲ περὶ ἐντολῶν αὐτοῖς παραγγέλλει· καὶ Ἰουδαίων μὲν οὐδὲν μέμνηται· οὐδὲ εἰς μέσον φέρει τὸ γεγενημένον· οὐδὲ ὀνειδίζει Πέτρῳ τὴν ἄρνησιν· οὐδὲ τῶν ἄλλων οὐδενὶ τὴν φυγήν· κελεύει δὲ τὴν οἰκουμένην ἐκχυθῆναι πᾶσαν, σύντομον διδασκαλίαν ἐγχειρίσας, τὴν διὰ τοῦ βαπτίσματος, καὶ ὥστε παραγγέλλειν πᾶσι τηρεῖν, οὐ τὰ μὲν, καὶ τὰ δὲ, ἀλλὰ πάντα ὅσα ἐνετείλατο.

Διὰ δὲ τοῦ εἰπεῖν, ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ὴμε- “ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος,” τὴν ἑαυτοῦ αὐθεντείαν δείκνυσιν· οὐ μετ’ ἐκείνων δὲ μόνον τοῦ εἶναι αὐτὸν τοῦτο δηλοῖ, ἀλλὰ καὶ μετὰ πάντων τῶν μετ’ ἐκείνους πιστευόντων· οὐδὲ γὰρ δὴ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ Ἀπόστολοι μένειν ἔμελλον, ἀλλ’ ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς· μὴ γάρ μοι, φησὶν, τὴν δυσκολίαν εἴπητε τῶν πραγμάτων· ἐγώ εἰμι μεθ᾿ ὑμῶν, ὁ πάντα ποιῶν εὔκολα· ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας· ἵνα μᾶλλον αὐτοὺς ἐφελκύσηται, ὥστε μὴ τὰ παρόντα μόνον ὸρᾷν

243
δεινὰ, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα. τὰ μὲν γὰρ λυπηρὰ φησὶν, ἅπερ ὑποστήσεσθε ἐν τῷ παρόντι βίῳ, καταλύεται· ὅπου γε καὶ αὐτὸς ὁ αἰὼν εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ, ὧν ἀπολαύσεσθε, ἀθάνατα μένει, καθάπερ ἔμπροσθεν πολλάκις εἶπον· οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης ἐξέπεμψεν· καὶ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ καταδίκοις· διὰ τοῦτο οὖν ἀγωνισώμεθα τῶν αἰωνίων ἀπολαῦσαι ἀγαθῶν· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τέλος τῶν ἑρμηνειῶν τοῦ Χρυσοστόμου.

Θεοδώρου Μονάχου. Ὁ διστάσας ἦν ὁ Θωμᾶς· ἀλλὰ πληροφορηθεὶς, ἑδραίως ἐπίστευσεν.

Κυρίλλου Ἀλεξανδρείασ. Ἄλλας λέγει ὁ Ἰωάννης ὀπτασίας, ἣν δὲ λέγει ὧδε ὁ Ματθαῖος, οὐ μόνον εἶδον οἱ ἕνδεκα, ἀλλὰ καὶ οἱ πολλοὶ ὡς εἰκός.

Σευήρου Ἀντιοχείασ. Αὐτοὺς ἀπέστειλε, μᾶλλον τὸ τελευταῖον αὐτὸν εἶδον οἱ μαθηταί· ὅτι εἰ δὲ καὶ τινες ἐδίστασαν, ἀλλὰ καὶ οὗτοι διὰ τῆς ὄψεως ἐβεβαιώθησαν.

Ὠριγένουσ. Προσεκύνησαν, οὐ προσηύξαντο· οἱ δὲ μὴ προσκυνήσαντες καὶ ἐδίστασαν· εἴτε δὲ Θωμᾶς ἐστιν, εἶτε Φίλιππος.

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ. Τὸ δὲ “ὀψὲ σαββά- “των,” οὐ τὴν ἑσπέραν τὴν μετὰ τὴν ἐν σαββάτῳ δύσιν τοῦ ἡλίου δηλοῖ· οὐ γὰρ ἑνικῶς εἶπεν ὀψὲ σαββάτου, ἀλλὰ πληθυντικῶς “ὀψὲ σαββάτων·” σάββατον δὲ, τὴν πᾶσαν ἑβδομάδα καλεῖν Ἑβραίοις ἔθος. αὐτίκα γοῦν οἱ Εὐαγγελισταὶ, “τῇ μία τῶν σαβ- “βάτων” φησί· δέον τῇ πρώτῃ ἡμέρᾳ τῆς ἑβδομάδος εἰπεῖν· οὕτω δὲ καὶ ἐν τῇ συνηθείᾳ κεχρήμεθα, δευτέραν σαββάτων καὶ τρίτην σαββάτων προσαγορεύοντες τὴν δευτέραν καὶ τρίτην τῆς ἑβδομάδος ἡμέραν· οὐκ εἶπεν οὖν ὀψὲ σαββάτου, ἣ ἑσπέρας σαββάτου,

244
ἵνα τὴν ἑσπέραν τῆς ἡμέρας ἐκείνης δηλώσει, ἁλλ’ “ ὀψὲ “σαββάτων·” ἵνα τὸ βράδιον τῆς ἑβδομάδος καὶ πολὺ διεστηκὸς ἐφάνη· καὶ γάρ που καὶ ἡμῖν σύνηθες λέγειν, ὀψὲ τοῦ καιροῦ παραγέγονεν, ὀψὲ τῆς ὥρας, ὀψὲ τῆς χρείας· οὐχὶ τὴν ἑσπέραν καὶ τὸν μετὰ ἡλίου δυσμὰς χρόνον δηλοῦσιν, ἀλλὰ τὸ βράδιον καὶ κατόπιν τῆς ὤρας καὶ τῆς χρείας η του καιροῦ γενέσθαι τοῦτον τὸν τρόπον μηνύουσιν, οὕτω καὶ τὸ “ὀψὲ σαββάτων” τὸ βράδιον καὶ πόρρω τῆς περαιωθείσης ἑβδομάδος δηλοῖ· πληροῦται δὲ ἑβδομὰς ἑκάστη ταῖς μετὰ τὸ σάββατον ἡλίου δυσμαῖς· ἀμέλει καὶ τοῦ πολὺ διεστηκότος καιροῦ πρὸς τὸ τέλος τῆς πληρωθείσης ἑβδομάδος ὁ Ματθαῖος δηλῶν, καὶ ὥσπερ ἑρμηνεύων ἑαυτὸν ἐπήγαγε “τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων·” παρωχήκει, φησὶν, ἡ νὺξ τοσοῦτον, ὡς εἶναι καιρὸν τῆς τῶν ἀλεκτρυόνων βοῆς, ἥτις τὸ φῶς τῆς μελλούσης ἡμέρας προανακρούεται· ταύτῃ τοι καὶ τῷ καιρῷ τούτῳ, καὶ οὕτως μετὰ τὸ σάββατον ἑσπέρᾳ καταλύοντες τὰς νηστείας, τῆς εὐφροσύνης ἀρχόμεθα· τῆς κατὰ πάντων συνηθείας κρατησάσης, συνηγορούσης τῷ πράγματι.

Τοῦ καιροῦ τοίνυν ὄντος τούτου, ἡ Μαγδαλινὴ Μαρία καὶ ἡ ὁμώνυμος, ἐπὶ τὸν τάφον ἦλθον, καὶ τὸν Ἄγγελον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, τὸν προειρημένον ἐθεάσαντο τρόπον, ἀποκυλίσαντα τὸν λίθον καὶ ἐπ’ αὐτὸν καθήμενον, ὑφ’ οὗ καὶ προκληθεῖσαι τὸν τόπον εἶδον ὅπου ἔκειτο ὁ Κύριος, καὶ προσταχθεῖσαι δραμεῖν καὶ ἀπαγγεῖλαι τοῖς μαθηταῖς, ἐξελθοῦσαι ταχὺ τοῦ μνήματος ἔδραμον. καὶ δὴ τρεχούσαις προαπαντήσας ὁ Ἰησοῦς, ἐφώνησε “ χαί- “ρετε·” καὶ γὰρ ἔδει πρῶτον τὸ τῶν γυναικῶν γένος, καὶ τὴν ἀνάστασιν εὐαγγελίσασθαι παρὰ τοῦ Ἀγγέλου, καὶ τὸν Χριστὸν ἰδεῖν, καὶ πρώτην παρ’ αὐτοῦ φωνὴν ἀκοῦσαι τὸ “χαίρετε·” ἐπεὶ καὶ γυνὴ πρώτη τῆς ἀπάτης τοῦ ὄφεως ἤκουσε, καὶ εἶδεν πιαινόμενον τὸν ἀπηγορευμένον τοῦ ξύλου καρπὸν, καὶ λύπῃ κατεδικάζετο. διὸ καὶ προσκυνεῖν ὁ Σωτῆρ’ καὶ κρατεῖν συνεχώρει τοὺς πόδας, ὡς πρώταις ἀποπεσούσαις καὶ ἀλλοτριωθείσαις αὐτοῦ, καὶ τῶν μαθητῶν τὴν χαρὰν διαγγέλλειν ἐκέλευεν· χαρᾶς ἄγγελον ἀνδρᾶσι γυναῖκα γενέσθαι βουλόμενος, τὴν λύπης τῷ Ἀδὰμ γενομένην διάκονον, τὰ ἐναντία διὰ τῶν ἐναντίων ἰώμενος.

245

“ Πορευομένων δὲ αὐτῶν” ἀπαγγεῖλαι τοῖς μαθηταῖς, “ ἰδοὺ τινὲς “ τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν τοῖς ἀρχιε- “ ρεῦσιν ἅπαντα τὰ γινόμενα· καὶ συναχθέντες μετὰ τῶν πρεσβυ- “ τέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρα- “ τιώταις λέγοντες, εἴπατε, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν “ αὐτὸν ἡμῶν κοιμωμένων· καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, “ ἡμεῖς πείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν·” ἡ μὲν οὖν ἄλλη Μαρία, ταύτην δὲ εἶναι τὴν θεοτόκον πιστεύειν ἀκόλουθον, ὅτι μηδὲ ἀπελείφθη τοῦ πάθους, ἀλλ’ ἵστατο παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ, ὡς ὁ Ἰωάννης ἱστόρησεν, ᾗ καὶ ἔπρεπεν ὁ Κύριος τὰ τῆς χαρᾶς εὐαγγέλια ῥίζῃ τῆς χαρᾶς ὑπαρχούσῃ καὶ καλῶς ἀκούσασαν τὸ “χαῖρε κεχαριτωμένη,” τὸ πρόσταγμα τοῦ Κυρίου πληροῦσα τοῖς μαθηταῖς πάντως ἀπήγγελλεν· οὐ γὰρ ἢν μὴ πληρωθῆναι τὸ οὕτως σοφῶς οἰκονομηθὲν τε καὶ προσταχθὲν, εἰ καὶ οὕτως ἠπίστησαν οἱ ἀκούσαντες, ἐπεὶ καὶ ἕπεται τοῦτο πολλάκις τὴν τῶν ἀπαγγελλομένων θαυμάτων ὑπερβολήν· οὐ γὰρ ἃν ἀργοὶ διέμειναν εἰ ἐπίστευσαν.

Ἡ δὲ Μαγδαληνὴ συμπορευομένη τῇ θεοτόκῳ, καὶ πρὸς τὴν ἀγγελίαν ὁμοίως ἐπειγομένη, πέπονθέ τι καὶ ἀνθρώπινον· καὶ ὥσπερ Πέτρος ὑπὸ Ἡρώδου συλληφθεὶς, καὶ διὰ τοῦ Ἀγγέλου τῶν ἁλώσεων λυθεὶς αὐτομάτως, καὶ τῆς φυλακῆς ἔξω γενόμενος, καὶ ἐπὶ πολὺ βαδίσας ὡς καὶ τὴν τῆς πόλεως πύλην διελθεῖν, ἀληθὲς οὐκ ᾤετο τὸ γινόμενον, ἀλλ’ ἐνόμιζεν ὅραμα βλέπειν, οὕτω καὶ αὐτὴ, τὴν ὑπερβολὴν τοῦ θαύματος οἱονεὶ καιρόν τινα λογιζομένη, καὶ ἅμα τῶν φυλάκων ἐπιφθασάντων καὶ ἀρξαμένων μετὰ τῶν ἀρχιερέων τὴν συκοφαντίαν ὑφαίνειν τῆς ἀναστάσεως, αἰσθομένη πάντως τοιούτου τινὸς ὑποψιθυριζομένου, τοὺς τῆς ἀμφιβολίας παρεδέξατο λογισμοὺς, καὶ τῆς ἀπαγγελίας ὀλιγωρήσασα, καὶ τοῦ σωτηρίου προστάγματος πρὸς τὸν τάφον ἐχώρει, πρωὶ σκοτίας οὔσης, ὡς ὁ Ἰωάννης φησίν. ὥσπερ γὰρ συνεχώρησεν ὁ Κύριος τὸν Θωμᾶν ἐξ ἀπιστίας εἰς πίστιν ἐλθεῖν, καὶ εἰπεῖν, “ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν “αὐτοῦ τὸν τύπον τῶν ἥλω καὶ τὰ ἑξῆς· καὶ διὰ τῆς ἐκείνου πολυπράγμονος ἀπιστίας καὶ ψηλαφήσεως, ἡμεῖς εἰς πίστιν ἐβεβαιώθημεν, ἐν ᾧ σώματι πέπονθεν, ἐν αὐτῷ καὶ ἐγηγέρθαι πιστεύσαντες τὸν Ἐμμανουήλ, τοὺς τῆς δοκήσεως μύθους ἀποπεμψάμένοι·

246
τὸν αὐτὸν τρόπον καὶ τὴν Μαγδαλινὴν Μαρίαν πρὸς ἀπιστίαν ὑπονοστήσασαν, καὶ μᾶλλον εὐκαίρως τοῦτο παθοῦσαν· οὐκ ἄδηλον γὰρ τὸ τῆς γυναικείας εὐόλισθον φύσεως. συνεχώρει δὲ διὰ τῆς περιέργου ζητήσεως, πιστότερον ἐργάσασθαι τὸ θαῦμα τῆς ἀναστάσεως, πίστεως ὑπάρχον πέρα καὶ παντὸς λογισμοῦ.

Καὶ μετὰ ταύτης τῆς ἀμφιβόλου διανοίας ἐλθοῦσα, καὶ ἰδοῦσα τὸν λίθον μόνον ἀποκυλισθέντα τῆς θύρας τοῦ μνήματος, οὐ μὴν ἔτι τὸν Ἄγγελον ἐπ’ αὐτοῦ καθάπερ ἤδη καθήμενον, δέδωκε τῇ ἀπιστίᾳ τὸ κράτος, φαντασίαν οἰηθεῖσαν τὴν πρώτην θέαν καὶ ἔκστασιν, καὶ ὡς ψευδῆ, καὶ δραμοῦσα πρὸς τὸν Πέτρον καὶ τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, ἐβόα λέγουσα, ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ὁρᾷς ἐκ τῶν λογοποιηθέντων νύκτωρ παρὰ Ἰουδαίοις μετὰ τὴν τῶν φυλάκων ἐπαγγελίαν, περιηχηθεῖσά τι τοιοῦτον πα τὸν λογισμὸν, καὶ ὠήθη τοὺς ἐναντίους, ἀρθέντος τοῦ λίθου, κλέψαι τὸ σῶμα τοῦ Ἰησοῦ, ἵνα τὴν κλοπὴν τοῖς Ἀποστόλοις ἐπιφημήσωσι· πλὴν ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἑτοίμως διανέστησαν, καὶ ἐπὶ τὸν τάφον ἔδραμον. οὐ γὰρ ἦν παράδοξον τὸ λεγόμενον, ἵνα ὡς ἐπὶ τῆς ἀναστάσεως ἀπειθήσωσι, μᾶλλον δὲ καὶ πιστὸν, καὶ οὐκ ἀπᾷδον τῆς Ἰουδαϊκῆς κακουργίας. ἀφόβως δὲ τοῦτο ἐποίουν, ὡς ἔτι σκότους ὄντος, καὶ ἡσυχίας ὑπαρχούσης, καὶ πρὸς τοῦ Θεοῦ τὸ θαρρεῖν λαβόντες· ἀλλ’ ἐλθόντες εὗρον ἐναργῆ τὰ σημεῖα τῆς ἀναστάσεως. ὁρῶσαι γὰρ ἐν τῷ μνήματι τὰ ὀθόνια κείμενα· τοῦτο δὲ οὐκ ἄν ποτε ἐγεγόνει, κλαπέντος τοῦ σώματος. πρῶτον μὲν γὰρ κλέπταις φίλον, τὸ λωποδυτεῖν, ἔπειτα δὲ τὸ ταχέως ἄγαν ἐνεργεῖν τὴν κλοπὴν, ἵνα μὴ φοραθῶσι, καὶ τὰ πάνδεινα πάθωσι.

Καὶ μετ’ ὀλίγα—Ἀλλ᾿ ὁ μὲν Πέτρος καὶ ὁ Ἰωάννης πιστευθέντες ἐκ τῶν τεθεαμένων, ἀνεχώρουν οἴκαδε, τῇ Μαρίᾳ δὲ εἶπον οὐδέν· ᾠκονόμει γὰρ ὁ μόνος σοφὸς, ὡς ἀπιστήσασαν, ἐκ θέας αὐτὴν προσάγεσθαι μᾶλλον, ἢ ἀκοῆς. εἱστήκει τοίνυν πρὸς τῷ μνήματι κλαίουσα ἔξω, καὶ παρακύψασα, ἔδεν Ἀγγέλους δύο λευκοὺς καὶ φαιδροὺς τῇ στολῇ καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσὶν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. καὶ δέον τὸν ὀδυρμὸν εἰς εὐφροσύνην μεταβαλεῖν τῶν δακρύων οὐκ

247
ἔλεγεν, ὥστε τοὺς Ἀγγέλους οἱονεὶ μετ’ ἐπιτιμήσεως εἰπεῖν, “γύναι “τί κλαίεις;” ὡσανεὶ ἔλεγον, γυναικεῖα ταῦτα δάκρυα, καὶ οὐκ ἔμφρονος νοῦ. ποῦ γὰρ χώραν ἔχει τὸ μετὰ τοιαύτην θέαν ὀδύρεσθαι; κἀκείνη τῆς αὐτῆς ἀπιστίας ἐχομένη, παρετείνετο γὰρ τὸ πάθος, ἵνα τοῖς κατὰ μικρὸν προστιθεμένοις, εἰς πίστωσιν τελείως ἐκκαθαρθείη, πρὸς αὐτοὺς εἶπεν, “ὅτι ἦραν τὸν Κύριόν μου, “καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς “τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς “ἐστιν·” τοῦτο μὲν ὑπὸ τῶν δακρύων ἐπισκοτουμένη καὶ οἱονεὶ ἀχλύϊ βεβαρημένη, τοῦτο δὲ καὶ τοῦ δηλοῦντος τὸ μὴ γνωσθῆναι αὐτῇ· διὸ καὶ εἶπεν, “γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δὲ δοκοῦσα “ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτὸν “εἰπέ μοι ποῦ ἔθηκας αὐτὸν, κἀγὼ αὐτὸν ἀρῶ.” Καὶ μετ’ ὀλίγα— Επιτρεπτικῶς δὲ τοῦ Κυρίου βοήσαντος Μαριὰμ, παραχρῆμα ἐπιστραφεῖσα, “ῥαβουνὶ” προσηγόρευσεν, ὃ λέγεται διδάσκαλος, καὶ τῶν θείων ἐκείνων ποδῶν ἐζήτει λαβέσθαι, καὶ ἤκουε “μή μου “ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου. ταύτης τῆς δωρεᾶς, φησὶν, ἤδη τυχοῦσα, καὶ ἁψαμένη μου μετὰ τῆς ἄλλης Μάριας καὶ προσκυνήσασα, καὶ τοὺς πόδας κρατήσασα, κατεφρόνησας ὡς καὶ ἀπιστῆσαι, καὶ οὐδὲν μέγα διενοήθης περὶ ἐμοῦ, ἀλλ’ ἔτι περὶ τὸ μνῆμα ζητεῖς, τὸν ἄνω θεικῶς πρὸς τὸν Πατέρα ὑπάρχοντα, καὶ νυν μή μου ἅπτου, εἰ μέτα τοιαύτης διανοίας τὸ πρὸς τὸν Πατέρα ἀναβῆναι νομίζεις ἐλλείπειν μοι· οὔπω γὰρ ἀναβέβηκα κατὰ σὲ πρὸς τὸν Πατέρα μου.

Καὶ μετ’ ὀλίγα—Ἔρχεται οὖν ἡ Μαγδαληνὴ Μαρία ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. παραγεναμένη δὲ καὶ ἀπαγγείλασα, πάλιν εὑρίσκει Μαρίαν τὴν Ἰακώβου καὶ Ἰωάνναν, καὶ ἄλλας σὺν αὐταῖς, μετὰ παρασκευῆς καὶ ἀρωμάτων καὶ μύρων πρὸς τὸν τάφον ἐπειγομένας, τοῦ σκότους ὑποχωρήσαντος, καὶ ὄρθρου βαθέος ὄντος, τουτέστιν ἀκριβοῦς. καὶ ἄρτι πρῶτον ἀρξαμένη, καθὼς φησὶν ὁ Λουκᾶς, καὶ ἀναμίξασα ἑαυτὴν σὺν αὐταῖς ἐπορεύετο διὰ τὸ θερμὸν τοῦ πόθου τοῦ περὶ τὸν Ἰησοῦν, ἐξάρχειν αὐτῶν δοκοῦσα, καὶ πρώτη παρὰ τοῖς Εὐαγγελισταῖς ἀριθμουμένη διὰ τὸ ἐντεῦθεν ἐπίσημον· ἐπεθύμει γὰρ καὶ αὐτὰς, οὐκ ἐξ ὧν πη αὐτῆς καὶ τῆς ἄλλης Μάριας

248
ἀκούειν, ἀλλ’ ἐξ αὐτῆς θέας ἡ Ἀγγέλων ἐπιφάνεια πιστωθῆναι πρὸς τὴν ἀνάστασιν, καὶ σὺν αὐταῖς συνετῶς σιωπῶσα, καὶ μηδὲν λέγουσα διαπορουμέναις αὐταῖς, ἀλλὰ τὴν τῶν πραγμάτων ἀναμενουσα μαρτυρίαν, καὶ πιστεύουσα και ἀυταῖς αὐτοῖς ὄμμασιν ἰδίαν πληροφορίαν τινὰ δοθήσεσθαι.

Καὶ δὴ τὸν λίθον ἀποκεκυλισμένον ἰδοῦσαι τοῦ μνήματος, ἔνδον ἐγένοντο, καὶ οὐχ εὑροῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ, ἀπορούμεναι βλέπουσιν ἐπιστάντας αὐταῖς ἄνδρας δύο ταῖς στολαῖς ἐξαστράπτοντας, καὶ ἤκουον αὐτῶν λεγόντων, “τί ζητεῖτε τὸν ζῶντα μετὰ “τῶν νεκρῶν, οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη,” καὶ τὰ ἑξῆς. καὶ ὑποστρέψασαι, φησιν, ἀπὸ τοῦ μνήματος ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς λοιποῖς, ἀλλ’ ὡς πλῆθος ὄντες μᾶλλον ἠπίστησαν, καὶ τὸ ἀπαγγελθὲν ἔσκωψαν καὶ διέπτυσαν. ἐφάνησαν γάρ, φησιν, ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς· ὥστε τὸν Πέτρον πρὸς τὴν ἐκείνων ἀπιστίαν διαναστάντα, καὶ ἠρέμα πῶς καὶ αὐτὸν θορυβηθέντα καὶ σαλευθέντα, πάλιν ἐπὶ τὸ μνῆμα δραμεῖν, καὶ παρακύψαι ἰδεῖν αὖθις τὰ ὀθόνια κείμενα, ἅπερ ἦν εἰσελθὼν ἤδη καὶ θεασάμενος ἀκριβέστερον, ὅθεν καὶ ἀρκεῖσθαι τῷ παρακύψαι μόνον· καὶ μηδὲν ἰδὼν, ἀλλοιώτερον ἀπῆλθε θαυμάζων τὸν ταῦτα οἰκονομήσαντα. καὶ πάλιν ἡ Μαγδαληνὴ Μαρία καθάπερ ταῖς περὶ Ἰωάνναν ὄρθρου βαθέως συνεπορεύθη φερούσαις ἃ ἡτοίμασαν πρὸ τοῦ σαββάτου, μύρα τε καὶ ἀρώματα, τὸν αὐτὸν τρόπον καὶ τῇ Σαλώμῃ, ξένῃ τε γυναικὶ παρὰ τὰς ὠνομασμένας, βραδέως μὲν, ὠνησαμένῃ δὲ ὁμοίως ἀρώματα, ἀλλὰ μετὰ τὸ σάββατον, ἀόκνως μετὰ τῆς αὐτῆς διανοίας συνέτρεχε, παραλαβοῦσα καὶ Μαρίαν τὴν Ἰακώβου μεθ’ ἑαυτῆς, ὥστε καὶ τῇ ἀγορασίᾳ τῶν ἀρωμάτων κεκοινωνηκέναι δοκεῖν, κοινώσασαι γὰρ τῆς ὁδοῦ, τὸ πᾶν κοινῶς ἐπεγράψαντο σπούδασμα.

“Καὶ λίαν πρωὶ· τῇ μία τῶν σαββάτων, ἔρχονται ἐπὶ τὸ μνη- “μεῖον.” οὕτω γὰρ ἐπὶ τοῖς ἀκριβεστέροις ἀντιγράφων ἐμφέρεται, δηλοῦν πρὸς ταῖς ἤδη γεγενημέναις, καὶ αὕτη τῶν γυναικῶν ἡ ἐπὶ τὸ μνῆμα ἄφιξις γέγονεν. τὸ δὲ λίαν πρωὶ· σαφηνίζων ὁ Μάρκος, “ἀνατείλαντος τοῦ ἡλίου” προσέθηκε “καὶ ἔλεγον,” φησὶ, “πρὸς “ἑαυτὰς, τὶς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου; “καὶ ἀναβλέψασαι θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος. ἢν γὰρ

249
“μέγας σφόδρα.” τῆς γὰρ Σαλώμης ἀναγκαίως ἀπορουμένης, ὡς τὸ παράπαν μὴ ἐπιδημησάσης τῷ τάφῳ, καὶ ταῦτα πρὸς τὰς συμβαδιζούσας λεγούσης, ἐκεῖναι σιωπὴν ἄγουσαι κατὰ τὸν προειρημένον ἡμῖν ἀνωτέρω τρόπον, καὶ τοὺς ὀφθαλμοὺς ἄρασαι, τῶν βλεμμάτων τὴν ἀπόκρισιν ἐποιήσαντο. καὶ γὰρ ὁ λίθος ἀποκεκυλισμένος ὑπ᾿ ὄψιν ἐφαίνετο, διὰ δὲ τὴν κοινὴν καὶ μίαν ὁδοιπορίαν πρὸς ἀλλήλας αὐτὰς ἠπορηκέναι καὶ διηλέχθαι γέγραπται τῇ ἀληθείᾳ τῆς ἱστορίας, καὶ τῇ φύσει τῶν πραγμάτων ἡμῶν προσεχόντων καὶ διακρινόντων τίνος ἴδιον ὑπῆρχε τὸ ἀπορεῖν τὰς γυναῖκας. τὰς γὰρ ἤδη πολλάκις ἀποκεκυλισμένον θεασαμένας τὸν λίθον, περὶ τούτου φροντίζειν ἀπίθανον ἦν. ἀλλ’ ἐπειδὴ ταῖς παρὰ τοῦ Μάρκου ταύταις γυναιξὶν ἀγνοοῦν τὸ τῆς Σαλώμης ἐμφέρεται πρόσωπον, ἀμάχως ὁ λόγος ἔχει τὸ πιθανὸν, ἐπεὶ κἀκείνων οὐκ ἀκόλουθον τὸ λέγειν, “τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον;” τῶν Ἰουδαίων σφραγισάντων τὴν εἴσοδον τοῦ τάφου, καὶ τὴν τῶν στρατιωτῶν παρακαταστησάντων φρουρὰν, καὶ τῆς τρίτης ἡμέρας ἐνδαψιλευσαμένης. πρὸς γὰρ τὸν Πιλᾶτον εἶπον οἱ μιαροὶ, “ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.” εἰ μὲν οὖν ᾔδεισαν αἱ γυναῖκες τὸ διὰ τοῦ Ἀγγέλου θαῦμα γενόμενον, τήν τε ἀποκίνησιν τοῦ λίθου, καὶ τὴν τῶν φυλάκων ἐκ τοῦ τάφου νέκρωσίν τε καὶ ἀναχώρησιν, πῶς διηπόρουν περὶ τοῦ ἀποκυλισθῆναι τὸν λίθον; εἰ δὲ ἠγνόουν τὸ θαῦμα, τὴν στρατιωτικὴν φρουρὰν ἐννοεῖν ἔδει, καὶ τὴν ἄνοιξιν τοῦ μνήματος μὴ φαντάζεσθαι, ἀλλ’, ὡς ἔφην, ἡ Σαλώμη καὶ τοῦτο ἠγνόησεν, καὶ αὐτῆς μόνης τὰ ῥήματα ἦν. Μαρία γὰρ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθεσθῆσαι τοῦ μνήματος ἐξ ἐναντίας, ὁ Ματθαῖος ἱστόρησε, καὶ φιλοπόνως προσεδρεύσασαι, καὶ τὰς σφραγίδας τῶν Ἱουδαίων καὶ τὴν τῶν ὁπλιτῶν φυλακὴν ὄψει παρέλαβον. ἡ δὲ Σαλώμη εἰσελθοῦσα σὺν ταῖς Μαρίαις ἀμφοῖν, νεανίσκον ἔιδον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκὴν, καὶ ἐπτοήθησαν πᾶσαι· ἡ μὲν ὡς ἐνδεῶς ἔχουσα πίστεως καὶ ἀνθρωπινώτερον διακειμένη, ὡς ἐπιχωριάζουσαι συχνῶς τῷ μνήματι καὶ πολυπραγμονοῦσαι. λοιπὸν δοκοῦσαι τὴν ἀνάστασιν πέρα τοῦ δεόντος· διὰ τοῦτο γὰρ καὶ νεανίσκος ὤφθη, κατάπληξαι τῷ μεγέθει, καὶ φόβον ἐμποιῆσαι δυνάμενος, καὶ μιγνὺς τῷ φοβερῷ
250
τὸ φαιδρὸν διὰ τοῦ λευκοῦ τῆς στολῆς, καὶ ὡς ἐν ἑορτῇ, καὶ ἵνα μὴ παγῶσι τῷ δέει· καὶ σφοδρότερον δὲ αὐταῖς διαλέγεται, παιδεύων αὐτὰς δι’ ὧν ἔλεγεν, μετὰ τοσαύτας θέας μὴ περιέργως διακεῖσθαι, βεβαίως δὲ μᾶλλον ἐφ’ οἷς εἶδον ἑστάναι· “ὑπάγετε “γάρ, φησιν, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ·” τοῖς μὲν μαθηταῖς ὡς πολλάκις ἠπιστήκασι, τῷ Πέτρῳ δὲ ὡς μετὰ τῆς αὐτῆς πολυπραγμοσύνης δεύτερον ἐπὶ τὸ μνῆμα ἐλθόντι, “ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς “εἶπεν ὑμῖν,” ὑμῖν ταῖς γυναιξίν.

Ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἐπιφανεὶς, ὡς ὁ Ματθαῖος συνέγραψεν· τοῖς γὰρ μαθηταῖς οὐδέποτε φαίνεται φήσας, ὡς μετὰ τὴν ἔγερσιν αὐτοῖς ἐν τῇ Γαλιλαίᾳ φανήσεται, εἰ μήτι γε ἐκεῖνο ἐρεῖ τίς, ὅπερ ὁ Ματθαῖος καὶ Μάρκος ἔγραψαν, μετὰ τὸ δεῖπνον τὸ μυστικὸν ἐξελθόντα αὐτὸν εἰς τὸ ὄρος ὑμνῆσαι τῶν ἐλαιῶν ὑπὸ τῆς σωτηρίας εἰρημένον ὧδέ πὼς· μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ἐξελθοῦσαι δὲ τοῦ μνήματος αἱ Μαρίαι καὶ ἡ Σαλώμη, τρόμῳ καὶ ἐκπλήξει συνεχόμεναι, φυγάδες ἐγένοντο, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ· τοῦτο μὲν διὰ τὸ φοβερὸν τοῦ νεανίσκου, τοῦτο δὲ διὰ τὸ τὴν ἡμέραν ἤδη προελθεῖν, καὶ τοὺς Ἰουδαίους ὡς εἰκὸς φονοῦντας ἄνω κάτω περινοστεῖν. ἐν μὲν οὖν τοῖς ἀκριβεστέροις ἀντιγράφοις τὸ κατὰ Μάρκον Εὐαγγέλιον μέχρι τοῦ ἐφοβοῦντο γὰρ, ἔχει τὸ τέλος· ἐν δὲ τισὶ, πρόσκειται καὶ ταῦτα· “ἀναστὰς δὲ πρω·ὶ “πρώτῃ σαββάτων, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς “ἐκβεβλήκει ἑπτὰ δαιμόνια·” τοῦτο δὲ ἐναντίωσίν τινα δοκεῖ ἔχειν πρὸς τὰ ἔμπροσθεν εἰρημένα· τῆς γὰρ ὥρας τῆς νυκτὸς ἀγνώστου τυγχανούσης, καθ’ ἣν ὁ Σωτῆρ’ ἀνέστη, πῶς ἐνταῦθα ἀναστῆναι πρωὶ γέγραπται; ἀλλ’ οὐδὲν ἐναντίον φανήσεται τὸ ῥητὸν, εἰ μετ’ ἐπιστήμης ἀναγνωσόμεθα· καὶ γὰρ ὑποστίξαι δεῖ συνετῶς· “ἀναστὰς δὲ πρωὶ πρώτῃ σαββάτων, ἐφάνη πρῶτον Μαρίᾳ τῇ “Μαγδαληνῇ·” ἵνα τὸ μὲν “ἀναστὰς” ἔχῃ τὴν ἀναφορὰν συμφώνως τῷ Ματθαίῳ, πρὸς τὸν προλαβόντα καιρὸν, τὸ δὲ “ πρωῒ,” πρὸς τὴν τῆς Μάριας γενομένην ἐπιφάνειαν ἀποδοθείη· ὡς πρώτη σὺν τῇ ἄλλῃ Μαρίᾳ. Καὶ πάλιν—Αὕτη μόνη ἐκ δευτέρου ἔτι σκοτίας οὔσης, θεασαμένη τὸν Κύριον· πρωὶ γάρ ἐστιν ἅπαν τὸ διάστημα,

251
τὸ μετὰ τὴν τῶν ἀλεκτρυόνων βοήν. τεσσάρων τοίνυν ὄντων καιρῶν, καὶ τοσούτων ἀφίξεων, καθὼς αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα ἦλθον, ἕκαστον Εὐαγγελιστὴν ἕνα καιρὸν ᾠκονόμησεν γράψαι τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ ο μὲν Ματθαῖος τὰς ὀψὲ σαββάτων παραγενομένας ἐπὶ τὸ μνῆμα ἱστόρησεν, Ἄγγελον ἕνα τὸν καταβεβηκότα ἐξ οὐρανοῦ, καὶ τὸν λίθον ἀποκυλίσαντα. ὁ δὲ Ἰωάννης, Μαρία γὰρ ἡ Μαγδαλινὴ ἐληλυθέναι μόνη ἐν τῷ σκότῳ πρὸ τῆς ἑῴας ὑπέγραφεν, καὶ δύο Ἀγγέλους ἔνδον τοῦ τάφου θεάσασθαι· Λουκᾶς δὲ ἄλλας κατ’ αὐτὸν τὸν ὄρθρον· Μάρκος δὲ ἑτέραν, ἀνίσχοντος τοῦ ἡλίου· συναναμιγνυμένων δέ τινων καὶ τῶν ἤδη παραγενομένων, καὶ τὰς μὲν δύο ἄνδρας ἐπιστάντας αὐταῖς, τὰς δὲ καθήμενον ἐν τοῖς δεξιοῖς νεανίσκον ἰδεῖν· στολαῖς δὲ ἅπαντας ἠμφιεσμένους λευκαῖς, ὥστε δύνασθαί τινα κατὰ τὴν τῶν καιρῶν τάξιν, τὰ πη ἑκάστῳ γεγραμμένα συνθέσθαι, καὶ μίαν ἁρμονίαν εἰς ἓν σῶμα πάσης τῆς ἱστορίας ἐργάσασθαι, καθάπερ ἑνὸς τὸ πᾶν γεγραφότος καὶ οὐ πολλῶν. εἰ μὲν γὰρ μιᾶς ἀφίξεως τῶν γυναίκων ἐν ἔνι καίρῳ γενομένης οἱ τέσσαρες ἐμνημόνευσαν, κα οὐ τοὺς αὐτοὺς Ἀγγέλους εἶπον ἐπιφανῆναι· εἰ μὴ καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἤτοι ὀπτασίαν ἅπαντες εἰπόντες, τὴν αὐτὴν ἔφασαν ἐν διαφόροις γεγενῆσθαι καιροῖς, οὐχ ἑνὸς μνημονεύσαντες ἕκαστος στος χρόνου, διαφωνίας εἶχε μέμψιν ὁ λόγος. εἰ δὲ καὶ οἱ καιροὶ διάφοροι καὶ τὰ πρόσωπα, καὶ τῶν ἐπιφανέντων ὄψεις οὐχ ἑαυταὶ, τοῦ Θεοῦ βουληθέντος διὰ πολλῶν τρόπων πιστώσασθαι τὸ ἄπιστον θαῦμα τῆς ἀναστάσεως, καὶ τὸ τῶν ἄλλων μὴ λεχθὲν, ἕτερος ἱστόρησεν Εὐαγγελιστής· πῶς οὐκ ἔστιν ἡ διήγησις καθαρὰ καὶ ἐλευθέρα πάσης βλάβης;

τέλος τοῦ Σχολίου.

Εὐσεβίου Τοῦ Παμφίλου. Πῶς παρὰ μὲν τῷ Ματθαίῳ ὀψὲ σαββάτων φαίνεται ἐγηγερμένος ὁ Σωτῆρ’, παρὰ δὲ τῷ Μάρκῳ πρωὶ· τῇ μιᾷ τοῦ σαββάτου; τὸ ὀψὲ σαββάτῳ μὴ τὴν ἑσπερινὴν ὥραν νομίσῃ τις τὴν μετὰ ἡλίου δυσμὰς λέγεσθαι, ἀλλὰ τὸ βραδὺ καὶ ὀψὲ τῆς νυκτός· οὕτω γὰρ καὶ ὀψὲ τῆς ὥρας εἰώθαμεν λέγειν καὶ ὀψὲ τοῦ καιροῦ, καὶ ὀψὲ τῆς χρείας, οὐ τὴν ἑσπέραν δηλοῦντες, ἀλλὰ τὸ σφόδρα βράδιον σημαίνοντες. καὶ γὰρ ὥσπερ διερμηνεύων

252
αὐτὸς ἑαυτὸν ὁ Ματθαῖος, μετὰ τὸ εἰπεῖν ὀψὲ σαββάτων, ἐπήγαγε “ τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων·” δηλῶν τὴν ὥραν καὶ τὸν καιρὸν τῆς μετὰ τὸ σάββατον νυκτὸς τὸν ἀμφὶ τὴν ἕω τῆς μιᾶς τοῦ σαββάτου· “τῇ γὰρ ἐπιφωσκούσῃ” φησὶ, δηλαδὴ ὥρᾳ, τὸ λοιπὸν ἤδη ἐπιφωσκούσῃ καὶ ἐπιφαινούσῃ τὴν κυριακὴν ἡμέραν, ἥτις ἦν ὀψὲ, καὶ πόρρω λοιπὸν ἐλαύνουσα τῶν σαββάτων. ἔθος γὰρ ἦν τὴν ὅλην ἑβδομάδα σάββατον καλεῖν, καὶ πάσας τὰς ἡμέρας σάββατον ὀνομάζειν, οἷον μία σαββάτων, καὶ β΄ καὶ γ΄ καὶ δ΄ σαββάτων, ὅθεν σύμφωνοι εἰσὶν καὶ ἐν τούτῳ οἱ Εὐαγγελισταί.

Ὁ γὰρ Ματθαῖος τὸ ὀψὲ σαββάτων τὸν καιρὸν τὸν ἐπιφώσκοντα εἰς τὴν ἕω τῆς Κυριακῆς ἡμέρας, ὡς εἴρηται, ὠνόμασε ὅν περ ὁ Μάρκος “πρωὶ τῇ μιᾷ τῶν σαββάτων” εἶπεν· εἰ γὰρ μὴ τοῦτο ἦν, ἐχρῆν ἡμᾶς τῇ ἡμέρᾳ τοῦ σαββάτου μετὰ ἡλίου δυσμὰς εὐθέως ἑσπέρας γενομένης ἀπονηστίζεσθαι. ἀλλ’ οὐχ οὕτως ἡ συνήθεια ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ κεκράτηκεν, ἀλλ’ ἢ νυκτὸς ἐπιλαβούσης, ἣ αὐτῷ μεσονυκτίῳ, ἣ περὶ τῶν ἀλεκτόρων βοᾶς, ἄλλως τε δὲ εἰ κατὰ τὴν ἑσπέραν τοῦ σαββάτου ἡ ἀνάστασις γέγονε καὶ ὁ σεισμὸς, πάντων ἐγρηγορότων ἔτι, πῶς οὐκ ἃν ἤσθοντο οἱ πάντες; πῶς δὲ οὐκ ἃν συνδρομὴ ἐγεγόνει ἐπὶ τὸ μνῆμα, Ἀγγέλου ὀφθέντος ἑσπέρας, καὶ τὸν λίθον ἀποκυλίσαντος τῆς θύρας τοῦ μνημείου; καὶ οἱ φρουροὶ δὲ τοῦ τόπου, τὸ τάγμα τὸ στρατιωτικὸν καὶ οἱ Ἰουδαῖοι σὺν αὐτοῖς φυλάττοντες τὸν τάφον, πῶς οὐ παραχρῆμα τοῖς ἀρχιερεῦσι καὶ τοῖς ἄρχουσι τῶν Ἰουδαίων ἀπήγγελον τὰ πραττόμενα· μάλιστα ὅτε αὐτοὶ δι’ ἑαυτῶν τῇ προτεραίᾳ ἐπιστάντες, ἠσφαλίσαντο τὸν τάφον, σφαλίσαντες c τὸν λίθον μετὰ τῆς κουστωδίας; ἀκόλουθον γὰρ ἦν ἀνατραπέντος τοῦ λίθου παραδόξως, παραχρῆμα σπεῦσαι τοὺς φρουροὺς, καὶ τὰ πραχθέντα δηλῶσαι, τῆς ὥρας αὐτοῖς ἐπιτρεπούσης. οἱ δὲ καὶ διδάσκονται τῇ ὑστεραίᾳ ὑπὸ τῶν ἀρχιερέων, διαφημίσαι εἰς ἅπαντας, “ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες, ἔκλεψαν αὐτὸν, “ἡμῶν κοιμωμένων.” ὃ δὴ καὶ χώραν οὐκ ἔχει πλάττεσθαι αὐτοὺς, εἰ τῇ ἑσπέρᾳ ἐγήγερτο· διὸ οὐκ ἃν ἁμάρτοι τίς, τὰ μὲν πρῶτα τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν, ἐπὶ τῶν παρὰ τῷ Ἰωάννῃ σημαίνεσθαι· ἔνθα ἡ Μαγδαληνὴ Μαρία μόνη πρωὶ ἔτι οὔσης [*](c An σφραγίσαντες ?)

253
σκοτίας, καὶ πρῶτον καὶ δεύτερον ἐπιστᾶσα τῷ μνήματι, καὶ μὴ εὑροῦσα τὸ σῶμα τοῦ Σωτῆρος, κλαίει· διὰ τὸ μηδένα τέως γνῶναι, περὶ τῆς ἀναστάσεως αὐτοῦ. τῆς αὐτῆς δὲ ὥρας μέρος εἶναι δεύτερον, τὸν παρὰ τῷ Ματθαίῳ χρόνον, καθ’ ὃν τρίτον ἐπιστᾶσα ἡ αὐτὴ Μαγδαληνὴ ἅμα τῇ ἄλλῃ Μαρίᾳ τοῦ μνήματος, οὐκέτι κλαίει, ὡς ἃν, παρὰ τῷ Ἰωάννῃ, τεθεαμένη τοὺς Ἀγγέλους καὶ αὐτὸν τὸν Σωτῆρα· τὰ δὲ παρὰ τῷ Λουκᾷ καὶ τῷ Μάρκῳ, ἑτέρου καιροῦ ἃν εἴη δηλωτικὰ, παρ’ ὃν πλείους ἀπαντῶσι γυναῖκες ἐπὶ τὴν θέαν· τὴν γὰρ Μαγδαληνὴν Μαρίαν μακρὰν ἀπ’ αὐτῶν διεστῶσαν ἀπηντηκέναι νομίζω. ἐν δὲ τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτὸ παρατυχεῖν, καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον. τὸ μὲν πρῶτον καθ’ ἑαυτὴν μόνην, τὸ δὲ δεύτερον μετὰ τῆς ἄλλης Μάριας. οὕτω δ᾿ ἃν ἡ αὐτὴ Μαρία ἡ Μαγδαληνὴ, καὶ τὰ παρὰ τῷ Ματθαίῳ ἐθεάσατο, καὶ τὰ παρὰ τῷ Ἰωάννῃ. οὐκ ἀπελιμπάνετο γὰρ οὐδὲ ἀπέστη τοῦ τόπου, ὅθεν καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑώρακεν· παρῆν γὰρ καὶ παρέμενε, καταπεπληγμένη τὰ τεθεαμένα, ποθοῦσα δὲ πρὸς τοῖς πρώτοις δευτέρων καὶ τρίτων θεοφανιῶν ἀξιωθῆναι, ὅθεν καὶ ἐτύγχανε μετὰ ταῦτα, διαφόρως μὲν πλειόνων γυναικῶν ἐπὶ τὸ μνῆμα ἀφικνουμένων, καὶ ἄλλῳ τε ἄλλως αὐταῖς ἀγγελικῆς ὄψεως παραφαινομένης, αὐτῆς δὲ ἐφ’ ἑκάστης θέας παρατυγχανούσης. οὕτω γοῦν τῶν παρὰ τοῖς τέσσαρσιν Εὐαγγελισταῖς ἀναγεγραμμένων, θεωρὸς ἐγένετο ἡ Μαγδαληνὴ, διὸ καὶ παρὰ τοῖς πᾶσιν ἐμνημονεύθη.

Τοῦ Αὐτοῦ Εὐσεβίου. Πῶς παρὰ τῷ Ματθαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ὁμωνύμου ἑωρακέναι ἐκτὸς τοῦ μνήματος ἐπικαθήμενον τῷ λίθῳ ἕνα μόνον Ἄγγελον εἴρηται, κατὰ δὲ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος Ἀγγέλους δύο θεωρεῖ καθημένους· κατὰ δὲ τὸν Λουκᾶν, δύο ἄνδρες ἀπήντων ταῖς γυναιξί· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐταῖς ὁ ὁρώμενος; τὰ μὲν παρὰ τῷ Ματθαίῳ προηγοῦνται, ὅθεν καὶ δύο Μαρίαι ἄρτι τὸν Ἄγγελον ἐπιστάντα, καὶ τὸν λίθον ἀποκεκυλικότα κατειλήφασιν· ὕστερον δὲ πέπρακται τὰ παρὰ τῷ Ἰωάννῃ, δύο Ἀγγέλων εἴσω τοῦ μνήματος ὀφθέντων, ἑτέρων ὄντων παρὰ τὸν ἔξω πρὸ τοῦ μνήματος ἐπὶ τῷ λίθῳ καθεζόμενον παρὰ τῷ Ματθαίῳ· οἱ δὲ παρὰ τῷ Λουκᾷ, δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες, διὰ τὰ τῆς ἑορτῆς σύμβολα, καὶ ὁ παρὰ τῷ Μάρκῳ δὲ νεανίσκος λευκὴν περιβέβλημένος,

254
τῷ τὰ φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελίζεσθαι· πάλιν ἕτεροι ἂν εἶεν καὶ αὐτοὶ, ἀλλήλων τὲ, καὶ τῶν παρὰ τοῖς πρώτοις. διὸ οὐδὲ Ἀγγέλους αὐτοὺς οὗτοι ὠνόμασαν, ἐπεὶ μηδὲ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν ἐμνημόνευσαν, τοῖς κρείττοσιν ἣ καθ’ ἑαυτοὺς, Ματθαίῳ καὶ Ἰωάννῃ, ἅτε δὴ Ἁποστόλοις, τὰ κρείττονα γράφειν καὶ ἱστορεῖν παρακεχωρηκότες, αὐτοὶ δὲ τὰ δεύτερα διηγούμενοι, ἀντανεπλήρουν τὰ παρ’ ἐκείνοις σεσιγημένα· ἃ δὴ δεύτερα ἦν καὶ μακρῷ λειπόμενα τῆς τῶν προτέρων ἱστορίας· οὕτω τοῦ Ἁγίου Πνεύματος διανείμαντος τὰς πρεπούσας ἑκάστῳ καὶ καταλλήλους διηγήσεις.

Αἱ γοῦν παρὰ τῷ Λουκᾷ, ὄρθρου βαθέως ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαι γυναῖκες, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ἕτεραι ἃν εἶεν τῶν παρὰ τῷ Ματθαίῳ καὶ Ἰωάννῃ· οὐ γὰρ ἃν ἔχῃ λόγον τὰς τοσαῦτα προτεθεαμένας Μάριας, ἄρτι πρῶτον ἀρώματα φέρειν ὡς μήπω τὴν ἀνάστασιν μεμαθηκυίας· διὸ εἴπομεν ἃν ἑτέρας εἶναι τὰς παρὰ τῷ Λουκᾷ δηλουμένας τῶν πρώτων, τοῦτο δὲ καὶ αὐτὸς ἱστορεῖ ὁ Εὐαγγελιστὴς λέγων, “καὶ ἡμέρα ἦν παρασκευὴ, “καὶ σάββατον ἐπέφωσκε. κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες “ἦσαν συνανεληλυθυίαι αὐτῶ ἐκ τῆς Γαλιλαίας,” καὶ τὰ ἑξῆς. ἰδοὺ δείκνυσιν ὅτι ἕτεραι ἦσαν αὗται, διὸ καὶ οἱ ὀφθέντες ἕτεροι ὑπῆρχον παρὰ τοὺς ἔμπροσθεν δεδηλωμένους· οὔτε γὰρ εἴσω τοῦ μνήματος ὑπῆρχον κατὰ τὸν Ἰωάννην, οὔτε ἐπὶ τὸν λίθον καθεζόμενοι, ὡς ὁ παρὰ τῷ Ματθαίῳ Ἄγγελος. ἄλλως τε δὲ οὐδὲ Ἀγγέλους αὐτοὺς ὠνόμασεν ὁ Λουκᾶς. δύο ἄνδρας, πλὴν ἐν ἐσθῆτι ἀστραπτούσῃ, διὰ τὰ τῆς ἑορτῆς σύμβολα. καὶ οἱ λόγοι δὲ αὐτῶν οἱ πρὸς τὰς γυναῖκας ἰδιάζουσιν· καὶ γυναῖκες δὲ πλείους ἦσαν, ἀλλ’ οὐχ ἡ παρὰ τῷ Ἰωάννῃ μόνη, οὐδὲ αἱ παρὰ τῷ Ματθαίῳ Μαρίαι δύο. περὶ τῆς μιᾶς Μάριας τῆς παρὰ τῷ Ἰωάννῃ περὶ τὸν ὄρθρον, ὅτι σκοτίας οὔσης ἐπιστάσης τῷ μνήματι, καὶ ἰδούσης τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου, ἥν τινα καὶ Μαγδαληνὴν ὁ Εὐαγγελιστὴς ὀνομάζει, ὑπόνοιά τις ὑπεισέρχεται, ἄλλην τινὰ Μαγδαληνὴν εἶναι, μηδὲ τῶν ταῖς δυσὶ Μαρίαις ἑωραμένων, τῶν παρὰ τῷ Ματθαίῳ μνημονευομένων, γινώσκουσαν. εἰ δὲ μία καὶ αὐτή ἐστιν ἡ παρὰ τοῖς Εὐαγγελισταῖς ἀμφοτέροις μνημονευομένη, προηγεῖσθαι ἀνάγκη τὴν παρὰ τῷ Ἰωάννῃ ἱστορίαν τῆς παρὰ τῷ

255
Ματθαίῳ, καὶ τὴν αὐτὴν Μαγδαληνὴν τὸ πρῶτον μόνην ἐλθοῦσαν, τοὺς δύο Ἀγγέλους εἴσω τοῦ μνήματος καθεζομένους ἰδεῖν· μετὰ δὲ ταῦτα δεύτερον ἐπιστᾶσαν τῷ αὐτῷ τόπῳ μετὰ τῆς ἄλλης Μάριας, τὸν ἐπικαθήμενον τῷ λίθῳ Ἄγγελον ἑωρακέναι.

Τούτων δὲ τῶν δυοῖν ἐκδοχῶν, τὴν προτέραν ἀληθεστέραν εἶναι ἡγοῦμαι, ἑτέρας οὔσης τῆς παρὰ Ἰωάννῃ Μάριας, παρὰ τῷ Ματθαίῳ κἂν τὸ ἐπίθετον αὐτῇ τῇ Μαγδαληνῇ ἐπιγράφεται· δύο γεγονυιῶν ὡς εἰκὸς τῶν ἀπὸ τῆς αὐτῆς Μαγδαληνῆς. τούτου γὰρ δοθέντος, πᾶσα ἀμφισβήτησις λυθήσεται· ἑτέρων μὲν παρὰ τῷ Ματθαίῳ μνημονευομένων γυναικῶν, ἑτέρας δὲ παρὰ τῷ Ἰωάννῃ, καὶ ἑτέρου ὄντος τοῦ Ἀγγέλου τοῦ ἐπὶ τὸν λίθον καθεζομένου, καὶ ἑτέρων τῶν δύο Ἀγγέλων τῶν παρὰ τῷ Ἰωάννῃ εἴσω τοῦ μνήματος ὀφθέντων. ἑτέρου δὲ καὶ τοῦ χρόνου, ἑτέρων δὲ καὶ τῶν λόγων, τοῦ τε Ἀγγέλου τοῦ ἐπὶ τοῦ λίθου καθεζομένου, καὶ τῶν Ἀγγέλων τῶν εἴσω τοῦ μνήματος θεωρηθέντων.

Κατὰ δὲ τὸν Μάρκον, λίαν πρω·ὶ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνῆμα ἀνατείλαντος τοῦ ἡλίου. ἰδοὺ πάλιν ἄλλαι αὗται, καὶ ἐν ἑτέρῳ καιρῷ, αἳ καὶ ἔλεγον πρὸς εαυτάς· “τίς ἡμῖν “ἀποκυλίσει τὸν λίθον;” καὶ ὅτι εἶδον νεανίσκον καθήμενον, ὥσπερ ἐπὶ τοῦ Λουκᾶ, ἄνδρες ἀλλ’ οὐκ Ἄγγελοι, οὕτω καὶ νῦν οὐκ Ἄγγελος ὠνόμασται, οὐδὲ ἀνὴρ, ἀλλὰ νεανίσκος, ὥστε καὶ ταύτην ἀφωρισμένην εἶναι τὴν διήγησιν, καὶ τὸν ὀφθέντα ἕτερον, καὶ τὰς ἀφικομένας ἄλλας, καὶ τὸν καιρὸν ὁμοίως ἄλλον, τὸν μετὰ ἡλίου ἀνατολάς. τεσσάρων ὄντων τῶν Εὐαγγελιστῶν, ἰσάριθμοι καὶ αἱ παρ’ αὐτῶν τούτοις ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι, οἱ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ’ ἕκαστον καιρὸν ὀφθέντες ἰδιάζοντες, ὁμοίως δὲ καὶ αἱ θεώμενοι διάφοροι, καὶ οἱ τῶν ὀφθέντων αὐτοῖς λόγοι ἀλλάττοντες.

Πρῶτος μὲν γὰρ ἦν καιρὸς ὁ παρὰ τῷ Ματθαίῳ “ὀψὲ σαβ- “βάτων” λεγόμενος· τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος ἱστορηθεὶς, μέσοι δὲ ὁ τε παρὰ τῷ Ἰωάννῃ, καὶ ὁ παρὰ τῷ Λουκᾷ· καὶ οἱ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες. ἐφάνη μὲν γὰρ ὀψὲ σαββάτων Ἄγγελος εἷς, ἐκτὸς τοῦ μνήματος, καθ’ ὃν καὶ αὐτὸς ὁ Σωτῆρ’. ὄρθρου δὲ βαθέως, ἕτεροι, οἱ κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι, οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες·

256
ὕστερος ἀπάντων ο νεάνισκος, καὶ πρὸ τούτου καὶ ὦν παρὰ τῳ Λουκᾷ οἱ δύο, οἱ εἴσω τοῦ μνήματος.

Ησυχίου πρεσβυτέρου Ἱεροσολύμων. Ἐπειδὴ δὲ πολλῶν Μαριῶν ἐν τοῖς Εὐαγγελίοις φέρεται μνήμη, τρεῖς εἶναι τὰς πάσας γινώσκειν ὀφείλομεν, ἃς Ἰωάννης συλλήβδην ἠρίθμησεν φήσας, “εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ, ἡ μήτηρ “αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, “καὶ Μαρία ἡ Μαγδαληνὴ,” Μαρίαν γὰρ τὴν Ἰακώβου καὶ Ἰωσὴ μητέρα, καὶ ἄλλην Μαρίαν παρὰ τοῖς Εὐαγγελισταῖς ὠνομασμένην, τὴν θεοτόκον εἶναι, καὶ οὐκ ἄλλην πεπιστεύκαμεν.

Ἰσιδώρου Τοῦ Πηλουσιώτου. Πῶς νοητέον τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐπὶ τῆς ταφῆς τοῦ Κυρίου; ὥρᾳ ἕκτῃ τῆς παρασκευῆς ἐσταυρώθη, καὶ γέγονε σκότος ἕως ὥρας ἐνάτης, ἰδοὺ νυχθήμερον· τὸ λοιπὸν τῆς παρασκευῆς, ἡ νὺξ, ἰδοὺ τρίτον νυχθήμερον. Καὶ ἄλλως—Τῇ παρασκευῇ παρέδωκεν ὁ Κύριος τὸ Πνεῦμα, τοῦτο μία ἡμέρα, τὸ σάββατον ὅλον ἐποίησεν ἐν τῷ τάφῳ, ἐπιφωσκούσης κυριακῆς ἀνέστη. Καὶ ἄλλως—Ἀφ’ ἧς ἡμέρας, τουτέστι τῆς ἁγίας πέμπτης, παρεδόθη ὑπὸ Ἰούδα τοῖς θεοκτόνοις Ἰουδαίοις, δυνατὸν ὡς σταυρωθέντος αὐτοῦ ἀριθμεῖν τὴν τριήμερον. Τὰ Λείποντα Απὸ Τῆσ ἐρμηνείασ Τῦν Κεφαλαίων Τοῦ (??) Καὶ Σ Ἰωάννου Τοῦ Χρυσοστόμου. Περὶ ποίας γενεᾶς εἶπεν ὅτι “οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη” καὶ τὰ ἑξῆς; οὐ περὶ τῆς τότε ταῦτα λέγει γενεᾶς, ἀλλὰ περὶ τῶν πιστῶν. τίνος ἕνεκεν περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας εἶπεν ὅτι οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ μόνον ὁ Πατήρ; διὰ μὲν τοῦ εἰπεῖν οὐδὲ οἱ Ἄγγελοι, ἐπεστόμισεν αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν, ὅπερ ἐκεῖνοι ἀγνοοῦσιν· διὰ δὲ τοῦ εἰπεῖν “οὐδὲ ὁ Υἱὸς,” κωλύει οὐδένα ζητῆσαι, ἀλλὰ μηδὲ εἰς ἔννοιαν τοῦτο λαβεῖν. ὅτι γὰρ διὰ τοῦτο εἶπεν οὐδὲ ὁ Υἰὸς, χρὴ σκοπῆσαι ὅτι μετὰ τὴν ἀνάστασιν, μειζόνως αὐτοὺς ἐπεστόμισε περὶ τούτου, ἐπειδὴ περιεργοτέρους εἶδε γενομένους. νῦν μὲν γὰρ καὶ τεκμήρια, καὶ πολλὰ εἴρηκε καὶ ἄπειρα· τότε δὲ οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους κα καιρούς· ἴνα γὰρ μὴ εἴπωσι, διεπτύσθημεν οὐδὲ τοῦτο ἐσμὲν ἄξιοι· σφόδρα γὰρ ἤθελε τιμᾷν αὐτοὺς, καὶ μηδὲν ἀποκρύπτεσθαι· διὰ τοῦτο τῷ Πατρὶ αὐτοῦ

257
μόνῳ τὴν περὶ τούτου γνῶσιν ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, καὶ ἐκείνων ἐπιτειχίζων τῇ ἀποκρίσει τὸ περίεργον.

Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλὰ ἀγνοεῖ, πότε γνώσεται λοιπὸν ἄρα μεθ’ ἡμῶν; καὶ τίς ἃν τοῦτο εἴπῃ, καὶ τὸν μὲν Πατέρα οἶδε σαφῶς, καὶ οὕτω σαφῶς ὡς ἐκεῖνος τὸν Υἱὸν, τὴν δὲ ἡμέραν ἀγνοεῖν; εἶτα τὸ μὲν “Πνεῦμα ἐρευνᾷν καὶ τὰ βάθη τοῦ Θεοῦ,” αὐτὸς δὲ οὐδὲ τὸν καιρὸν οἶδεν, καὶ τὰ ἑκάστου ἀπόρρητα ἐπίσταται· ὃ δὲ πολλῷ τούτου εὐτελέστερον, τοῦτο ἔμελλεν ἀγνοεῖν; πῶς δὲ εἰ “πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο “οὐδὲ ἕν’ τὴν ἡμέραν ἠγνόησεν; ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν. πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; διὰ τοῦτο πάντα εἰπὼν καὶ τοὺς χρόνους καὶ τοὺς καιροὺς, καὶ ἐπ’ αὐτὰς τὰς θύρας ἀγαγὼν, “ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις” φησὶν, ἀπεσίγησε τὴν ἡμέραν. εἰ μὲν γὰρ ἡμέραν ἣ ὥραν ζητεῖς, οὐκ ἀκούσεις παρ’ ἐμοῦ, φησὶν, εἰ δὲ καιροὺς καὶ προοίμια, οὐδὲν ἀποκρυψάμενος ἐρῶ σοι πάντα μετὰ ἀκριβείας. ὅτι μὲν γὰρ οὐκ ἀγνοῶν διὰ πολλῶν ἔδειξα φησὶ, διαστήματα εἰπὼν, καὶ τὰ συμβησόμενα ἅπαντα, καὶ οἷον ἀπὸ ’δε του χρόνου μέχρι τῆς ἡμέρας αὐτῆς. τοῦτο γὰρ τῆς συκῆς ἐδήλωσεν ἡ παραβολὴ, καὶ ἐπὶ τὰ πρόθυρα ἅπαντά σε ἤγαγον. εἰ δὲ μὴ ἀνοίγω τὰς θύρας, καὶ τοῦτο συμφερόντως ποιῶ. εἰπὼν δὲ, “ ὥσπερ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε, τρώγοντες καὶ πίνοντες” καὶ τὰ ἑξῆς, τὴν ἀθρόαν αὐτοῦ καὶ ἀπροσδόκητον παρουσίαν ἐσήμανεν· καὶ γὰρ καὶ Παῦλος τοῦτό φησιν, “ὅταν λέγωσιν εἰρήνην “ καὶ ἀσφάλειαν, τότε αἰφνίδιος ἐπιστήσεται ὄλεθρος.”

Τέλος καὶ τούτου τοῦ Σχολίου.

Ερμηνεία τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου ἐν ἐπιτομῇ.

Εγράφη δὲ τὸ Εὐαγγέλιον ἐκεῖνο εἰς τὸ Πατριαρχεῖον, ἐπὶ Σεργίου τοῦ Πατριάρχου.