Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ Πάσχα.
Πρώτην τῶν ἀζύμων τὴν πρὸ τῶν ἀζύμων φησίν· εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας ἀεὶ ἀριθμεῖν τὴν ἡμέραν, καὶ ταύτης μνημονεύει [*](d ἑαυτοὺς Cod. corr. e Cod. B.)
Εἶπε ’δε ὅτι ο καιρός μου ἐγγὺς ἐστι, ἄμα μεν καὶ τοὺς μαθητὰς ὑπομιμνήσκων τοῦ πάθους συνεχῶς, ὥστε τῇ πυκνότητι τῆς προρρήσεως ἐγγυμνασθέντες μελετᾷν τὸ συμβησόμενον. ἅμα δὲ δεικνὺς αὐτοῖς ἐκείνοις καὶ τῷ ὑποδεχομένῳ, καὶ πᾶσιν Ἰουδαίοις, ὃ πολλάκις εἶπον, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται. προστίθησι δὲ “μετὰ τῶν μαθητῶν μου,” ὥστε ἀρκοῦσαν γενέσθαι τὴν παρασκευήν. διατί δὲ ἐσθιόντων αὐτῶν, περὶ τῆς προδοσίας διαλέγεται; ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τὴν τοῦ προδότου· καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν, καὶ ἦλθε κοινωνῆσαι καὶ μυστηρίων καὶ ἁλῶν· καὶ ὅτι ἔδει τότε, εἰ καὶ θηρίον ἦν, πραότερον γενέσθαι.
Πρὸ δὲ τοῦ δείπνου καὶ τοὺς πόδας αὐτοῦ ἔνιψεν, οὐκ εἶπε δὲ ὁ δεῖνα με παραδώσει, ἀλλ’ “εἷς ἐξ ὑμῶν,” φειδόμενος καὶ ἐν τούτῳ τοῦ προδότου, ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τὸ λαθεῖν, καὶ αἱρεῖται φοβῆσαι ἅπαντας ὑπὲρ τοῦ διασῶσαι τοῦτον. τῶν δώδεκα δὲ εἶπε, τουτέστι τῶν πανταχοῦ μοι παρόντων, ὧν τοὺς πόδας ἔνιψα, οἷς τοσαῦτα ἐπηγγειλάμην. ποῖον ἄρα πένθος ἀφόρητον τὸν χορὸν τότε τῶν ἁγίων κατέλαβεν ἐκεῖνον, ὅθεν καὶ ἕκαστος μετὰ λύπης ἔλεγε· “μήτι ἐγώ εἰμι, Κύριε;” διὸ καὶ τῆς ταραχῆς αὐτοὺς ἀπαλλάξαι βουλόμενος, καὶ γὰρ
Πῶς ὁ μὲν Ματθαῖος φησὶ, καὶ οἱ ἄλλοι, ὅτι ὅτε συνετάξατο περὶ τῆς προδοσίας ὁ Ἰούδας, τότε αὐτὸν ὁ διάβολος εἷλεν· ὁ δὲ
Περὶ τοῦ τύπου τοῦ μυστικοῦ.
Τίνος ἕνεκε κατὰ τὸν καιρὸν τοῦ Πάσχα, καὶ οὐκ ἐν ἄλλη ἡμέρᾳ, λαβὼν ἄρτον ἔκλασε καὶ τὰ μυστήρια ἐπετέλεσεν; ἵνα μάθωμεν πάντοθεν καὶ τῆς παλαιᾶς αὐτὸν ὄντα νομοθέτην, καὶ τὰ ἐν ἐκείνῃ διὰ ταῦτα προσκιογραφηθέντα. διά τοι τοῦτο ἔνθα ὁ τύπος τὴν ἀλήθειαν ἐπιτίθησιν, ἡ δὲ ἑσπέρα τοῦ πληρώματος τὸν καιρὸν, τεκμήριον ἢν, καὶ τοῦ πρὸς αὐτὸν λοιπὸν ἥκειν τὸ τέλος τὰ πράγματα· εὐχαριστεῖ δὲ, διδάσκων ἡμᾶς, ὅπως δεῖ τὸ μυστήριον τοῦτο ἐπιτελεῖν, καὶ δεικνὺς ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, καὶ παιδεύων ἡμᾶς ὅπερ ἃν πάσχωμεν εὐχαρίστως φέρειν. μετὰ δὲ τὸ φαγεῖν τὸ νομικὸν Πάσχα, παραδίδωσι τὸ μυστήριον λέγων, “λάβετε, φάγετε,” καὶ τὰ ἑξῆς. ἐπειδὴ λοιπὸν παύσασθαι ἔδει τὰ νομικὰ, καὶ τὸ κεφάλαιον τῶν παλαιῶν ἑορτῶν, καὶ ἐφ’ ἑτέραν μεταβαίνει τράπεζαν φρικωδεστάτην τῆς καινῆς. οὐκ ἐθορύβησαν ἀκούοντες λέγοντος αὐτοῦ, “τοῦτο ἐστὶ τὸ σῶμα “μου.” ἐπειδὴ πολλὰ καὶ μεγάλα ἔμπροσθεν αὐτοῖς ἦν προδιαλεχθεὶς, καθὼς ἐν διαφόροις τόποις ὁ Ἰωάννης φησὶ, λέγει δὲ τὴν αἰτίαν τοῦ πάθους, τῶν ἁμαρτημάτων εἶναι τὴν ἄφεσιν. “αἷμα δὲ καινῆς διαθήκης” καλεῖ, ὡς τὴν καινὴν διαθήκην συνέχων. ὥσπερ γὰρ ἡ παλαιὰ, πρόβατα καὶ μόσχους εἶχεν, οὕτως καὶ αὕτη τὸ αἷμα τὸ δεσποτικόν. δείκνυσι δὲ κἀντεῦθεν ὅτι μέλλῃ ἀποθνήσκειν, διὸ καὶ διαθήκης μέμνηται· ἀναμιμνήσκει δὲ καὶ τῆς παλαιᾶς, ἐπειδὴ καὶ ἐκείνη δι’ αἵματος ἐγκαίνιστο. καὶ πάλιν δὲ λέγει τοῦ θανάτου τὴν αἰτίαν, “ὑπὲρ πολλῶν ἐκχυνόμενον “εἰς ἄφεσιν ἁμαρτιῶν.” τί διδάσκων ἔλεγε τοῦτο “ποιεῖτε εἰς “τὴν ἐμὴν ἀνάμνησιν;” καθάπερ φησὶν, ἐκεῖνο ἐποιεῖτε εἰς ἀνάμνησιν τῶν ἐν Αἰγύπτῳ θαυμάτων, οὕτω καὶ τοῦτο εἰς ἐμήν. ἐκεῖνο τὸ αἷμα ἐξεχύθη εἰς σωτηρίαν τῶν πρωτοτόκων, τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ καθάπερ Μωϋσῆς, φησὶ, τοῦτο μνημόσυνον ὑμῖν αἰώνιον παραδέδωκεν, οὕτω καὶ αὐτὸς εἰς ἐμὴν ἀνάμνησιν, ἕως ἃν παραγένωμαι· Πάσχα γὰρ παραδίδωμι, δι’ οὗ μέλλω
Τὸ “οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης” καὶ τὰ ἑξῆς, δηλοῖ βασιλείαν μὲν τοῦ Πατρὸς, τὴν ἑαυτοῦ ἀνάστασιν, γενήματα δὲ τῆς ἀμπέλου τὸν οἶνον. τοῦτο οὖν φησὶν, ὅτι “οὐ μὴ “πίω ἐκ τοῦ οἴνου τούτου ἀπάρτι,” καὶ τὰ ἑξῆς. ἕνεκεν δὲ τούτου μετὰ τὴν ἀνάστασιν ἔπιεν, ἵνα μὴ νομίσωσιν οἱ παχύτεροι, φαντασίαν εἶναι τὴν ἀνάστασιν· ὅθεν καὶ οἱ Ἀπόστολοι τοὺς τοιούτους πεῖσαι βουλόμενοι, τοῦτο ἔλεγον· “οἵτινες συνεφάγομεν καὶ συνε- “πίομεν αὐτῷ.” τὸ δὲ μεθ’ ὑμῶν εἶπεν, ὥστε ὑμᾶς μαρτυρῆσαι περὶ τούτου, δι’ ὄψεως καὶ διὰ πραγμάτων τὴν πληροφορίαν δεξάμενοι· καινὸν δὲ, τουτέστι ξένως· οὐδὲ γὰρ σῶμα παθητὸν ἔχων φησὶ, μέλλω αὐτὸ πίνειν, ἀλλὰ ἀθάνατον λοιπὸν καὶ ἀδιάφθαρτον, καὶ οὐ δεόμενον τροφῆς. διατί ὕδωρ οὐκ ἔπιεν, ἀλλ’ οἶνον; αἵρεσιν τινὰ πονηρὰν πρόρριζον ἀνασπάσαι βουλόμενος. ἐπειδὴ γὰρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, διὰ τοῦτο καὶ ἡνίκα τὰ μυστήρια παρέδωκε, καὶ ἡνίκα ἀνέστη, χωρὶς μυστηρίων τράπεζαν ψιλὴν παρατιθέμενος, οἴνῳ ἐχρῆτο, καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου· ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ.
Τὸ “ὑμνήσαντες ἐξῆλθον,” πρὸς νουθεσίαν ἡμῶν εἴρηται. ἀκουέτωσαν τοίνυν ὅσοι καθάπερ χοῖροι ἐσθίοντες, ἁπλῶς ἐκ τῆς τραπέζης ἀνίστανται τῆς αἰσθητῆς, οὐ μετ’ εὐχαριστίας καὶ ὕμνων. ἀκουέτωσαν καὶ ὅσοι τὴν τελευταίαν πάλιν εὐχὴν οὐκ ἀναμένουσι τῶν μυστηρίων. αὕτη γὰρ ἐκείνης σύμβολόν ἐστιν· εὐχαρίστησεν οὖν πρὸ τοῦ δοῦναι τοῖς μαθηταῖς, ἵνα καὶ ἡμεῖς πρὸ τῆς βρώσεως εὐχαριστήσωμεν πρότερον. εὐχαρίστησε καὶ ὕμνησε μετὰ τὸ δοῦναι, ἵνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. διὰ τοῦτο δὲ εἰς τὸ ὄρος ἐξέρχεται, φανερὸν ἑαυτὸν ποιῶν πρὸς τὸ συλληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτεσθαι· ἔσπευδε γὰρ ἐπὶ τὸν
Δέον ἀκούσαντα τὸν Πέτρον “πάντες ὑμεῖς σκανδαλισθήσεσθε “ἐν ἐμοὶ” δεηθῆναι καὶ εἰπεῖν βοήθησον ἡμῖν, ὥστε μὴ ἀποσχισθῆναι, μᾶλλον ἑαυτῷ θαρρεῖ καὶ φησὶν, “ὅτι εἰ καὶ οὗτοι “πάντες σκανδαλισθήσονται, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.” ἐπεὶ οὖν ἔμελλεν ἐκ τούτου κατὰ μικρὸν εἰς αὐθάδειαν χωρεῖν, ἔδει γὰρ αὐτοὺς καὶ τῷ προφήτῃ καὶ τῷ Χριστῷ πείθεσθαι, διὰ τοῦτο ἀφίησιν αὐτὸν πεσεῖν, παιδεύων αὐτὸν ἐντεῦθεν, τῆς ὠκείας συνειδήσεως πιστοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ· καὶ οἱ λοιποὶ δὲ οὐ μικρὸν ἐκαρπώσαντο ὄφελος ἀπὸ τῆς ἀρνήσεως αὐτοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν κατανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν. ὅτι δὲ χαλεπὸν ἦν ἐν αὐτῷ τὸ πάθος τῆς αὐθαδείας, δῆλον. οὐκ ἠρκέσθη γὰρ τοῖς προτέροις, καὶ τῷ προφήτῃ καὶ τῷ Χριστῷ ἀντειπὼν, ἀλλὰ καὶ μετὰ ταῦτα εἰπόντος “τρὶς ἀπαρ- “νήσει με,” λέγει· “κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε “ἀπαρνήσομαι.” εἰ γὰρ καὶ ἀπὸ πολλῆς ἀγάπης τῆς πρὸς τὸν Χριστὸν ταῦτα ἔλεγε, ἀλλ’ οὐκ ἄνευ προπετείας τοῦτο ἐποίει, καὶ ὡς θαρρῶν ἑαυτῷ. διὸ καὶ τῆς ἑαυτοῦ ῥοπῆς ὁ Θεὸς αὐτὸν ἀπεγύμνωσε, τὴν φύσιν ἐλέγχων τὴν ἀνθρωπίνην. διὸ χρὴ γινώσκειν, ὅτι οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύει ῥοπῆς, ὡς ἔγνωμεν ἐκ τοῦ Πέτρου, οὔτε πάλιν κερδανοῦμεν τί ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης. ἐπειδὴ ἔθος ἦν αὐτῷ χωρὶς τῶν μαθητῶν εὔχεσθαι· ἐποίει δὲ, παιδεύων ἡμᾶς ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευάζειν ἑαυτοῖς καὶ ἠρεμίαν πολλὴν, τούτου χάριν φησὶ πρὸς αὐτοὺς “μείνατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν [*](e ἔστι Cod.)
Ἕνεκεν τίνος εὔχεται; ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα· ἐπιρρέουσι δὲ καὶ ἱδρῶτες διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτὴν, ἵνα μὴ εἴπωσιν αἱρετικοὶ ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν, διὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵματος, καὶ Ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ, τὰ ῥήματα πεπλασμένα εἶναι. τὸ μὲν οὖν εἰπεῖν, “εἰ δυνατὸν παρελθέτω,” ἔδειξε τὸ ἀνθρώπινον, τὸ δὲ εἰπεῖν πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σὺ, ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον· παιδεύων καὶ τῆς φύσεως ἀνθελκούσης ἕπεσθαι τῷ Θεῷ. ἐπειδὴ γὰρ οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον, καὶ ῥήματα προστίθησι πάλιν· καὶ ἐπειδὴ ῥήματα οὐκ ἤρκει, ἀλλὰ καὶ πραγμάτων ἔδει, καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονεικοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε, καὶ ἀπέθανεν· εἰ γὰρ καὶ τούτων ὄντων ἀπιστεῖται περὶ τίνων ἐπὶ τούτῳ, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν· τούτου χάριν διὰ τοσούτων δείκνυσι τῆς οἰκονομίας τὴν ἀλήθειαν, δι’ ὧν φθέγγεται, καὶ δι’ ὧν πάσχει. οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ “μετ’ ἐμοῦ γρηγορῆσαι, ὡσανεὶ ἔλεγε γρηγορῆσαι οὐκ ἰσχύσατε μετ’ ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσειν· καὶ νῦν μὲν πρὸς Πέτρον ἀποτείνεται, νῦν δὲ πρὸς πάντας.
Τί ἐστι “προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν;” παιδεύει μὴ ἀπαυθαδιάζεσθαι, ἀλλὰ συντετρῖφθαι τὴν διάνοιαν καὶ ταπεινοφρονεῖν, καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατίθεσθαι· εἰ γὰρ καὶ βούλεσθε, φησὶν, ὑπεριδεῖν θανάτου, ἀλλ’ οὐ δυνήσησθε, ἕως οὗ ὁ Θεὸς ὀρέξει χεῖρα· καθέλκει γὰρ τὸ φρόνημα τὸ σαρκικόν. ἐν δὲ τῇ τρίτῃ εὐχῇ “γενηθήτω τὸ θέλημά σου” φησὶ, δεικνὺς ὅτι σφόδρα συνᾴδει, καὶ τοῦτο ἐπιζητεῖ· προσηύξατο δὲ τὸ τρίτον, βεβαιῶν
Περὶ τῆς ποραδόσεως τοῦ Ἰησοῦ.
Tί διδάσκων ἐκ τούτου ἔλεγεν, “ ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν ;” ὅτι ᾔδει προήξοντα τὸν προδότην· καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ μᾶλλον προσέτρεχεν, ὅπως διὰ πάντων τούτων αὐτοὺς παιδεύσῃ, οὐκ ἀνάγκης τὸ πρᾶγμα ὑπάρχειν οὐδὲ ἀσθενείας, ἀλλ’ οἰκονομίας τινος ἀπορρήτου·
Τοῦ Μακαρίου Ἰσιδώρου τοῦ Πηλουσιώτου. τῆς κατασχούσης τὸ ἀνθρώπινον γένος προλήψεως τὴν τυραννίδα διακόπτων ὁ Σωτῆρ, καὶ ἀπὸ τῶν χαμαιζήλων πραγμάτων εἰς τὴν ὑπερκόσμιον αὐτοὺς λῆξιν ἀναγαγεῖν σπουδάζων ἐβόα, “ ἐγείρεσθε “ ἄγωμεν ἐντεῦθεν,” ὅτι ᾔδει προήξοντα τὸν προδότην· τῇ γὰρ φωνῇ τὴν οἰκείαν κεράσας δύναμιν τῶν θελόντων ἀναστῆναι εἰς οὐρανὸν ἀνέρρωσε τὰς δυνάμεις, ὥστε πολλὰ χαίρειν τῇ προλήψει φράσαντας τῆς ἄνω πορείας ἔχεσθαι.
To “ μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ” φησὶ, στηλιτεύων αὐτῶν τὴν πονηρίαν, ὅτι τοιαῦτα ἦν αὐτῶν τὰ σκεύη. τὸ δὲ σημεῖον δέδωκεν αὐτοῖς ὁ προδότης, ὅτι πολλάκις κατασχεθεὶς ὑπ’ αὐτῶν ὁ Χριστὸς διῆλθεν ἐκ μέσου αὐτῶν οὐκ ἐπεγνωκότων αὐτόν· φίλημα δὲ θαρρῶν τῇ ἐπιεικείᾳ τοῦ διδασκάλου, ὅπερ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν ἀποστερῆσαι
Διαλεχθεὶς πρὸς τοὺς μαθητὰς, λοιπὸν πρὸς τοὺς ἐπελθόντας αὐτῷ τρέπει τὸν λόγον, καὶ φησὶ, τί τῶν μαχαιρῶν καὶ τῶν ξύλων ἐδέησεν ὑμῖν εἰς τὸ μετὰ τοιούτων ὅπλων ἐπελθεῖν ἐπὶ τὸν μεθ’ ὑμῶν ὄντα ἀεὶ; μὴ γὰρ λῃστής εἰμι; οὐχὶ καθημένων ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με; ἀπὸ τούτων δεικνὺς αὐτοῖς, ὅτι εἰ μὴ ἑκὼν ἔδωκεν, οὐκ ἃν ἴσχυσαν οὐδὲ νῦν κατασχεῖν αὐτόν. καὶ γὰρ οἱ τὸν ἀεὶ ὄντα ἐν χερσὶ μὴ δυνηθέντες κρατῆσαι, καὶ μέσον αὐτῶν λαβόντες καὶ μὴ περιγενόμενοι, πῶς εἰ μὴ ἠθέλησε περιεγένοντο ἃν αὐτοῦ; οὐ λέγει δὲ τὰ θαύματα ἅπερ εἰς αὐτοὺς εἰργάσατο, ἀλλὰ τὴν διδασκαλίαν, ἵνα μὴ δόξῃ κομπάζειν. τὸ δὲ “ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν,” καὶ πρὸς τούτους εἶπε, μέχρις ἐσχάτης ὥρας ἀναιρῶν αὐτῶν πᾶσαν ἀπολογίαν· ὁ γὰρ ἑαυτὸν παραδοὺς ἵνα πεισθῇ τοῖς προφήταις, πῶς ἐναντίως τούτων ἐδίδασκε, καθὼς ἐνεκάλουν οἱ Ἰουδαῖοι. “τότε,” πότε ἔφυγον οἱ μαθηταὶ ἀφέντες αὐτόν; ὅτε εἶδον ὅτι οὐκ ἔτι διαφυγεῖν αὐτὸν ἔνι, ἑκόντος ἑαυτὸν παραδιδόντος αὐτοῖς, καὶ λέγοντος κατὰ τὰς γραφὰς τοῦτο γενέσθαι. ὅτε μὲν γὰρ κατεσχέθη, ἔμενον προσδοκῶντες ὅτι ἐκφεύξεται αὐτούς· ὅτε δὲ ἐφθέγξατο ταῦτα πρὸς τοὺς ὄχλους, τότε ἔφυγον· πρὸς Καϊάφαν δὲ αὐτὸν ἀπήγαγον, ἐπειδὴ ἐκεῖνος ἦν τότε ἀρχιερεὺς, καὶ πάντες συνηγμένοι ἦσαν ἐκεῖ, ἵνα μετὰ γνώμης πάντα ποιήσωσι τῶν ἀρχιερέων, οὕτω διενυκτέρευον καὶ ἠγρύπνουν ἐπὶ τοῦτο· οὐδὲ γὰρ ἔφαγον τότε τὸ Πάσχα, ἀλλ’ ἐν ἑτέρᾳ ἡμέρᾳ, ὥστε καὶ ἐν τούτῳ τὸν νόμον ἔλυσαν, διὰ τὴν ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν ταύτην. εἰπὼν γὰρ ὁ Ἰωάννης, ὅτι πρωία ἦν, ἐπήγαγεν, οὐκ εἰσῆλθον εἰς τὸ Πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα· φαγὼν αὐτὸ τῇ ἑσπέρᾳ ὁ Χριστός. ἀλλ’ ἐκεῖνοι οἱ πάντα τολμῶντες, καὶ μυρίους καταπατοῦντες νόμους· ἐπειδὴ γὰρ σφόδρα ἔζεον τῷ θυμῷ, καὶ πολλάκις ἐπιχειρίσαντες ἀνελεῖν, οὐκ ἴσχυσαν,
Πόθεν ἀποδείκνυνται ψευδομάρτυρες οἱ κατὰ τοῦ Χριστοῦ λέγοντες ἀπὸ τοῦ εἰπεῖν αὐτοὺς ὅτι “οὗτος ἔφη, δύναμαι κατα- “λῦσαι τὸν ναὸν τοῦ Θεοῦ;” οὐ γὰρ εἶπεν οὕτως, ἀλλὰ “λύσατε “τὸν ναὸν τοῦτον,” τοῦ σώματος τοῦ ἰδίου· ἐσιώπα δὲ ὑπὸ τοῦ ἀρχιερέως ἐρωτώμενος, ὅτι ἀνόνητα ἦν τὰ τῆς ἀπολογίας, οὐδενὸς ἀκούοντος· καὶ γὰρ τὸ μὲν σχῆμα δικαστηρίου ἦν μόνον, τὸ δὲ ἀληθὲς λῃστῶν ἔφοδος. μετὰ δὲ τὸ ἐξορκισθῆναι αὐτὸν, διὰ τοῦτο εἶπε “σὺ εἶπας” καὶ τὰ ἑξῆς, πᾶσαν αὐτῶν ἀναιρῶν ἀπολογίαν, ὅτι μέχρις ἐσχάτης ἡμέρας ἐδίδαξεν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, καὶ ὅτι ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ ὅτι ἥξει πάλιν, κρίνων τὴν οἰκουμένην· διέρρηξε δὲ τὰ ἱμάτια αὐτοῦ ὁ ἀρχιερεὺς, λέγων ὅτι ἐβλασφήμησε· σφοδροτέραν τὴν κατηγορίαν ποιῶν, καὶ τὸ λεχθὲν παρὰ τοῦ Χριστοῦ, ὡς μέγα κακὸν δεῖξαι βουλόμενος· ὅθεν καὶ ὡς ἐπὶ ὡμολογημένων ἁμαρτημάτων, καὶ βλασφημίας φανερᾶς, ἐγκαλεῖται τὴν ψῆφον λέγων· “τί ὑμῖν δοκεῖ,” ἐπειδὴ τοίνυν ᾔδεσαν, ὅτι εἰ τὸ πρᾶγμα εἰς ἐξέτασιν ἔλθοι, καὶ διάγνωσιν ἀκριβῆ, ἀπαλλάττοι πάσης αὐτὸν αἰτίας· δείκνυσι γὰρ αὐτὸν Υἱὸν Θεοῦ, παρ’ ἑαυτοῖς αὐτὸν καταδικάζουσι, καὶ προκαταλαμβάνουσι τοὺς ἀκροατὰς λέγοντες· “ὑμεῖς ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ,” ὡσανεὶ καταναγκάζοντες καὶ βιαζόμενοι αὐτοὺς, ὡς κατὰ βλασφήμου τὴν ψῆφον ἐξενεγκεῖν· διὸ καὶ ἀπεφήναντο ἐκεῖνοι, ὅτι ἔνοχος θανάτου ἐστίν. ὅθεν οὐ μόνον αὐτοὶ ὡς καταδίκῳ αὐτῷ ἐχρήσαντο, ἀλλὰ καὶ τὸν Πιλάτον, ὡς κατὰ τοιούτου ἀποφήνασθαι παρεσκεύασαν· αὐτοὶ κατηγοροῦντες, αὐτοὶ καταδικάζοντες, αὐτοὶ ψηφιζόμενοι, πάντα αὐτοὶ γινόμενοι τότε.
Τίνος ἕνεκεν οὐκ ἤνεγκαν τὰ σάββατα εἰς μέσον; ὅτι πολλάκις αὐτοὺς ἐπεστόμισε περὶ τούτου· ἄλλως δὲ, καὶ ἐκ τῶν τότε λεγομένων ἐβούλοντο αὐτὸν καταδικάσαι· λάθρα δὲ οὐκ ἀνεῖλον αὐτὸν, ἐπειδὴ ἐβούλοντο καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν· καὶ γὰρ ἦσαν πολλοὶ ἤδη θαυμάζοντες αὐτὸν καὶ ἐκπληττόμενοι· διὰ τοῦτο ἐσπούδασαν δημοσίᾳ καὶ ἐπὶ πάντων σφραγῆναι· τοὐναντίον δὲ ἐξέβη ἤπερ ἐβούλοντο. μᾶλλον γὰρ, τοῦτο ποιησάντων αὐτῶν,
Περὶ τῆς ἀρνήσεως Πέτρου.
Πῶς ὁ μὲν Ματθαῖος φησὶν, ὅτι εἶπεν ὁ Χριστὸς τῷ Πέτρῳ, “πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσει με,” ὁ δὲ Μάρκος λέγει ὅτι ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρίτον, τότε δεύτερον; πῶς οὖν εὑρεθήσονται ἀληθῆ ἀμφότερα; ἐπειδήπερ καθ’ ἑκάστην ἀγωγὴν, καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρυών· δηλῶν ὁ Μάρκος ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε, καὶ εἰς μνήμην ἤγαγε, τοῦτο φησὶν, ὥστε ἀμφότερα ἀληθῆ εἰσι. πρινὴ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο· ἀλλ’ οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἕως ὅτου τὸ
Τίνος ἕνεκεν ἄγουσιν αὐτὸν ἐπὶ τὸν Πιλᾶτον; ὥστε ἐκεῖνον ἀνελεῖν αὐτόν. αὐτοὶ γὰρ καὶ διὰ τὸ φαγεῖν αὐτοὺς τὴν ἑορτὴν, εἰ καὶ παρανόμως ὡς εἴρηται, ἔτι δὲ καὶ διὰ τὰς ἄλλας τὰς προειρημένας αἰτίας, τοῦτο οὐκ ἐποίησαν. χρὴ δὲ σκοπῆσαι πῶς συνηλάθη τὸ πρᾶγμα, ὥστε ἐν ἑορτῇ γενέσθαι, οὕτω γὰρ καὶ ἄνωθεν προδιετύπωτο.
Περὶ τῆς Ἰούδα μεταμελείας.
Ἀπέστρεψε δὲ τὰ ἀργύρια ὁ Ἰούδας μεταμεληθεὶς, ἐπειδὴ οὐκ ἔφερε τὸ συνειδὸς μαστίζον αὐτὸν, ἀλλ’ ἔδει τοῦτο ποιῆσαι πρὸ τοῦ τὴν ἁμαρτίαν ἀπαρτίσαι αὐτόν· καὶ γὰρ ἐπεπλήρωτο, προδοσία γὰρ ἦν. ὅμως οὐδὲ τότε χρησίμως· τὸ μὲν γὰρ καταγνῶναι καὶ τὸ ῥίψαι τὰ ἀργύρια, καὶ τὸ μὴ αἰδεσθῆναι τὸν Ἰουδαϊκὸν δῆμον, πάντα ταῦτα ἀποδεκτά· τὸ δὲ ἀπάγξασθαι, τοῦτο πάλιν ἀσύγγνωστον, καὶ πονηροῦ δαίμονος ἔργον· προεξήγαγε γὰρ αὐτὸν τῆς μετανοίας, ἵνα μηδὲν ἐντεῦθεν καρπώσηται, καὶ θανάτῳ αἰσχίστῳ καὶ καταδήλῳ πᾶσιν ἀναιρεῖν πείσας ἀπάγξασθαι. ἀκούσατε οἱ φιλάργυροι, ἀκούσατε καὶ ἐννοήσατε τί ἔπαθεν ἐκεῖνος, πῶς καὶ τῶν χρημάτων ἐξέπεσε, καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τὴν ψυχὴν ἀπώλεσε τὴν ἑαυτοῦ· τοιαῦτα γὰρ τῆς φιλαργυρίας τὰ κέρδη· τοὺς μὲν γὰρ καθολικῶς καὶ μερικῶς καὶ ἐνταῦθα ἀπόλλυσι, καὶ ἐκεῖ ὥσπερ τὸν Ἰούδαν, τοὺς δὲ ἐκεῖ μόνον παραδίδωσι τοῖς αἰωνίοις καὶ ἀφορήτοις κολάσεσιν.
Τὸ εἰπεῖν τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους “σὺ ὄψει,” μέγιστον αὐτοῖς ἔγκλημα ἐστίν· καὶ τοῦτο φαίνονται γὰρ μαρτυροῦντες τῇ τόλμῃ καὶ τῇ παρανομίᾳ, ὅθεν καὶ κρίνουσι μὲν αὐτὸν, ὑπὸ δὲ τοῦ πάθους μεθύοντες οὐκ ἠθέλησαν ἀποσχέσθαι τῆς Σατανικῆς ἐγχειρήσεως· κύριοι γὰρ ὑπῆρχον ἀφεῖναι τῆς καταδίκης εἴπερ ἤθελον τὸν Χριστόν. οὐκ ἐκ τούτου δὲ μόνον κατακρίνονται, ἀλλὰ καὶ
Ἀπολιναρίου. Ἰστέον ὅτι ὁ Ἰούδας οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ, ἀλλ’ ἐπεβίωκε κατενεχθεὶς πρὸ τοῦ ἀποπνιγῆναι, καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων Πραξεῖς, “ὅτι πρηνὴς γενόμενος, ἐλάκισε,” καὶ τὰ ἑξῆς· τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας, ὁ Ἰωάννου τοῦ Ἀποστόλου μαθητὴς, λέγων· “μέγα ἀσεβείας ὑπόδειγμα ἐν “τούτῳ τῷ κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς γὰρ ἐπὶ “τοσοῦτον τὴν σάρκα, ὥστε μὴ δύνασθαι διελθεῖν ἁμάξης ῥαδίως “διερχομένης, ὑπὸ τῆς ἁμάξης πταισθέντα τὰ ἔγκατα ἐγκενω- “θῆναι.”
Τοῦ Αὐτοῦ. Πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρκα ὥστε οὐδὲ ὁπόθεν ἅμαξαν ῥαδίως διέρχεσθαι, ἐκεῖνον δύνασθαι διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον· τὰ μὲν γὰρ βλέφαρα αὐτοῦ τῶν ὀφθαλμῶν φασὶ τοσοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατρικῆς διόπτρας ὀφθῆναι δύνασθαι, τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας· τὸ δὲ αἰδοῖον αὐτοῦ, πάσης μὲν αἰσχύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι, φέρεσθαι δὲ δι’ αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέοντας ἰχῶρας, καὶ σκώληκας, εἰς ὕβριν δι’ αὐτῶν μόνον τῶν ἀναγκαίων. μετὰ δὲ πολλὰς βασάνους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ χωρίῳ τελευτήσαντος, ἀπὸ τῆς ὀσμῆς ἔρημόν τε καὶ ἄοικον τοῦτο τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ’ οὐδὲ μέχρι σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ.
Ἐπειδή περ ἐγίνωσκον οἱ Ἰουδαῖοι τὸν Πιλᾶτον οὐδένα ποιούμενον λόγον τῶν νομίμων, ἐπὶ τὰ δημόσια ἐγκλήματα τὴν κατηγορίαν
Τίνος δὲ ἕνεκεν οὐχὶ ταῦτα προσήνεγκεν εἰς μέσον· οἷον ὅτι καὶ φόρον κατεβάλομεν, καὶ ἑτέρους καταβαλέσθαι ἐκέλευσα· καὶ ἡνίκα ἠθέλησάν με ποιῆσαι βασιλέα ἔφυγον; ὅτι διεφθαρμένον ἦν αὐτῶν τὸ δικαστήριον, καὶ ἑκόντες ἐτύφλωττον, καὶ ἐκακούργουν. διὰ δὴ τοῦτο καὶ βραχέα ἀποκρίνεται καὶ σιγᾷ· βραχέα μὲν, ἵνα μὴ ἀπὸ τῆς διηνεκοῦς σιγῆς, αὐθαδίας δόξαν λάβῃ, σιγᾷ δὲ, ὅτι οὐδαμῶς ἐκ τοῦ πολλὰ λέγειν πείσειν αὐτοὺς ἤμελλεν· ἀξίως δὲ ἐθαύμαζεν ὁ ἡγεμὼν, σιωπῶντος αὐτοῦ, διότι τοσαύτην ἐπιείκειαν ἐπεδείκνυτο, καὶ ὅτι μυρία ἔχων εἰπεῖν, μᾶλλον ἐσιώπα. ἐπειδὴ δὲ ἐβούλετο αὐτὸν ἀπολογούμενον ἀπαλλαγῆναι, διὰ τοῦτο εἶπεν, “οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;” ὡς δὲ οὐδὲ οὕτως ἀπεκρίνατο, καὶ ἕτερον μηχανᾶται, ὥστε αὐτὸν ἐξελέσθαι καὶ ἐκ τούτου· εἰ γὰρ μὴ βούλεσθε, φησὶν, ὦ Ἰουδαῖοι, ὡς ἀθῷον ἄφησαι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ· καὶ γὰρ ἔθος εἶχον καθ’ ἑκάστην ἑορτὴν, ἕνα τινὰ κακοῦργον ἐξαιτούμενοι λαμβάνειν, καὶ ἀπολύειν· καὶ ἦν ἰδεῖν τάξιν ἀντεστραμμένην· μᾶλλον ὁ ἄρχων αἰτεῖ τὸν δῆμον τοῦ λαβεῖν καὶ ἀπολύσαι, καὶ ὅμως οὐδὲ οὕτως γίνονται ἥμεροι, ἀλλὰ θηριοῦνται μειζόνως, ὑπὸ τοῦ πάθους τῆς βασκανίας ἐκβακχευόμενοι.
Τίνος ἕνεκεν οὐχ ὁ Πιλᾶτος ὁρᾷ, ἀλλ’ ἡ τούτου γυνή; ἣ ὅτι ἀξία ἦν ἐκείνη μᾶλλον, ἢ ὅτι αὐτὸς εἰ εἶδεν οὐκ ἂν ἐπιστεύθη ὁμοίως, ἢ οὐδ’ ἂν ἐξεῖπεν. διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσιν. οὐχ ἁπλῶς δὲ ὁρᾷ, ἀλλὰ καὶ πάσχει πολλὰ δεινὰ, ἵνα καὶ ἀπὸ τῆς συμπαθείας τῆς πρὸς τὴν γυναῖκα, ὀκνηρότερος γένηται ὁ ἀνὴρ περὶ τὸν φόνον· καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν συνετέλει· κατὰ γὰρ αὐτὴν τὴν νύκτα εἶδε. διατὶ οὐκ εἶπεν ἁπλῶς ὅτι εἶχον λῃστὴν, ἀλλ’ ἐπίσημον; ὥστε μηδὲ σκιὰν αὐτοῖς καταλιπεῖν ἀπολογίας, ὅτι τὸν περιβόητον ἐν κακίᾳ, τὸν μυρίους ἐργασάμενον φόνους, τοῦ τῆς οἰκουμένης Σωτῆρος
Θεοδώρου Ἡρακλείασ. Διατὶ ἐφραγέλλωσεν; ἣ ὡς κατάδικον, νόμου κελεύοντος τοὺς σταυρωμένους πρῶτον μαστίζεσθαι, καὶ οὕτω τῇ τιμωρίᾳ ἀποδοθῆναι, ἣ σχῆμα καὶ σκῆψιν περιτιθέναι τῇ ἀδίκῳ κρίσει βουλόμενος.
Ἀπολιναρίου. Αἱ μάστιγες ἀντὶ τῶν ἁμαρτιῶν τοῦ κόσμου, ὅτι πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, καὶ κατὰ τὴν προφητείαν τὴν λέγουσαν “τὸν νῶτον μου δέδωκα εἰς μάστιγας·” καὶ πεπλήρωται μὲν τὸν δίκαιον ὑπὲρ τῶν ἁμαρτωλῶν, πεπλήρωται δὲ τὸ τῆς ἀγαθότητος ἄκρον, ὁπότε δίκαιος ὑπὲρ ἀδίκων πέπονθεν, ἵνα τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν, ὡς Ἡσαΐας φησιν.
Εἰς τὰς χεῖρας ὁ Πιλᾶτος ἀπενίψατο, καὶ ἀθῷον ἑαυτὸν ἔλεγεν εἶναι, ἀλλ’ ὅμως μαλακίας εἶναι ἡ συγχώρησις, καὶ ἀνάνδρως σφόδρα τοῦτο διεπράττετο· ἔδει γὰρ μὴ παραδοῦναι ταύτην, ἀλλὰ μᾶλλον ἐξαρπάσαι· καθάπερ μετὰ ταῦτα ὁ ἑκατόνταρχος τὸν Παῦλον. καὶ γὰρ καὶ τότε στάσις ἐγένετο καὶ θόρυβος, ἀλλ’ ὅμως ἐκεῖνος ἔστη πρὸς πάντα, οὗτος δὲ ἁπλῶς παρασύρεται. διὰ τοῦτο οὐδὲ αὐτὸν ἀφίησιν ὁ Χριστὸς τῶν ἐγκλημάτων λέγων, “ὅτι μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδοὺς με σοί.” κατηράσαντο δὲ οὐ μόνον ἑαυτοῖς οἱ Ἰουδαῖοι, ἀλλὰ καὶ ἐπὶ τὰ τέκνα εἵλκυσαν τὴν ἀρὰν εἰπόντες, “τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα “ἡμῶν,” διὰ τὴν πολλὴν αὐτῶν παραπληξίαν, ἀλλ’ ὅμως ὁ φιλανθρωπος, τοσαύτῃ μανίᾳ χρησαμένων καθ’ ἑαυτοῦ καὶ κατὰ τῶν παίδων, οὐ μόνον οὐκ ἐπὶ τῶν παίδων, ἀλλ’ οὐδὲ ἐπ’ αὐτῶν τὴν ψῆφον ἐκύρωσεν, ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας καὶ πιστεύσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν· καὶ γὰρ καὶ Παῦλος ἒξ αὐτῶν ἢν, καὶ αἱ μυριάδες τῶν πεπιστευκό-
Οἱ στρατιῶται δὲ ὕβριζον καὶ ἐνήλλοντο εἰς αὐτὸν, ἣ τοῖς Ιουδαίοις χαριζόμενοι, ἢ καὶ κατὰ οἰκείαν δυστροπίαν. ἐποιοῦντο δὲ καὶ τὰς ὕβρεις ποικίλας καὶ διαφόρους· τὴν γὰρ θείαν κεφαλὴν ἐκείνην, ποτὲ μὲν ἐκολάφιζον, ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκανθῶν ὕβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον, ἄνδρες μιαροὶ καὶ ἐναγεῖς· καὶ οὐ μόνον ἡ κεφαλὴ, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα ὅλον δι’ ὅλου ὑβρίζετο, τὸ πρόσωπον ἐμπτυόμενον, αἱ σιαγόνες ῥαπιζόμεναι, τὸ σῶμα ὅλον διὰ τῶν μαστίγων, διὰ τῆς περιβολῆς τῆς χλανίδος, καὶ τῆς προσποιητῆς προσκυνήσεως, ἡ χεὶρ διὰ τοῦ καλάμου, ὃν ἔδωκαν ἀντὶ σκήπτρου κατέχειν αὐτόν· τὸ στόμα πάλιν διὰ τῆς τοῦ ὄξους προσκομιδῆς· καὶ καθάπερ δεδοικότες μὴ δόξωσι καταλιμπάνειν τι τοῦ τολμήματος· οὕτως ἅπαντα πράττουσιν. μετὰ τὸ τοιαῦτα παθεῖν τοίνυν τὸν Χριστὸν δι’ ἡμᾶς, τίς ἡμῖν λόγος ἔσται λοιπὸν, ἐπὶ ὕβρεσι κινουμένοις; διανέμονται δὲ μετὰ τὸ σταυρῶσαι τὰ ἱμάτια αὐτοῦ, τοῦτο διαπραττόμενοι, ὅπερ ἐπὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀπερριμμένων γίνεται καταδίκων, καὶ οὐδένα ἐχόντων, ἀλλ’ οὐδὲ γὰρ εἰς τοὺς λῃστὰς τοιοῦτόν τι εἰργάσαντο, ἀλλ’ εἰς τὸν Χριστὸν πάντα ἐτόλμων.
ΕΞ ἀνεπιγράφου. Οὐχ ὅτι ἐκεῖνοι ᾔσχυνον, ἀλλ’ ὅτι Θεῷ ἐδόκει ταῦτα γενέσθαι, πρὸς τὴν τῶν ἀνθρώπων ἐκλύτρωσιν· ἀτιμασθέντος ὑπὲρ ἡμῶν τοῦ Κυρίου τῆς δόξης, διὰ τὴν ἡμῖν ἐπιβάλλουσαν ἀτιμίαν, καὶ δοξάζοντος τὴν ἡμέραν τῶν δικαίων τὴν ἀεὶ διαπαιζομένην ὑπὸ τῶν ἀπαιδεύτων. ἐπεὶ a δὲ χρώματι αἵματι ἡ χλαμὺς ἐκέχρηστο b, διὰ τοῦτο οἱ φονῶντες κατ’ αὐτοῦ, ἐνέδυσαν αὐτὸν, μὴ νοοῦντες, ὃ ἐποίουν, μᾶλλον δὲ τοῦ ἐν Ἰησοῦ τοῦ Ναυῒ, κοκκίνου ῥάματος, καὶ τὸ ἐνδήσαντος τὴν χεῖρα ἑνὸς τῶν ἐκ τῆς Θάμαρ Ἰούδα υἱῶν σύμβολον, ἣ χλαμὺς αὕτη, τὸ τὰ αἵματα τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ ἀνθρώπων εἰληφέναι ὑπὲρ σωτηρίας [*](a ἐπὶ Cod. b Leg. vid ἐκέχριστο.)
Σευήρου Ἀντιοχείασ ἐξ ὑπακοῆσ. Καὶ ἐν αὐτοῖς τοῖς ταπεινοτάτοις καὶ ἑκουσίοις πάθεσι, Χριστὲ ὁ Θεὸς, ἔδειξας ὡς τοῦδε τοῦ παντὸς κτίστη, ὑπάρχεις, καὶ ἀνακαινιστής· τῷ γὰρ τῶν ἀκανθῶν στεφάνῳ στεφανωθῆναι κατεδέξω Χριστὲ, δηλῶν ὡς τοῦ κύκλου τοῦ κόσμου τὰς ἁμαρτίας περιλαβὼν, καὶ ἐφ’ ἑαυτὸν ἄρας, ἐπὶ τὸν σταυρὸν ἀνήγαγες, ἐφ’ ᾧ καὶ ἔρρηξας τὸ τῆς καθ’ ἡμῶν ἀνομίας χειρόγραφον, καὶ τὸν κάλαμον τῇ χειρὶ κατέσχες, ἵν. τὸ ἀσθενὲς ἀνεπιρρώσῃς σκῆπτρον τῆς ἡμετέρας ἀρχῆς, δι’ οὗ πάντων τῶν ἐπὶ τῆς γῆς ἄρχειν ἐτάχθημεν.
Τοῦ Αὐτοῦ. Ὑποφέρει τὸ μὲν τοῦ στεφάνου σχῆμα περιφερὲς τὸν τοῦ κόσμου κύκλον, ὑπὲρ οὗ παθεῖν σαρκὶ κατεδέξατο· τὸ δὲ ἀκανθῶν ὀξὺ καὶ ἄκαρπον τὸ τῶν ἁμαρτιῶν ὑπογράφει πληκτικὸν καὶ ἀνωφελές.
Τοῦ Αὐτοῦ. Ἔσω μὲν ἐκ τοῦ πραιτωρίου αὐτὸς ἐβάσταζε τὸν σταυρὸν αὐτοῦ, ὡς ὁ Ἰωάννης φησὶν, ἐν δὲ τῇ ὁδῷ γεγονότες, εὗρον Σίμωνα, καὶ μετέβαλον εἰς ἐκεῖνον τὸν σταυρὸν, ἕως οὗ ἦλθον εἰς τὸν Γολγοθαν, ἔνθα ὄξος προσέφερον αὐτῷ, ἐνυβρίζοντες αὐτὸν, ὁ δὲ οὐκ ἠθέλησεν· ἕτερος δὲ Εὐαγγελιστὴς, φησὶν, ὅτι “γευσά- “μένος εἶπε, τετέλεσται·” φησὶν ἡ προφετεία ἡ λέγουσα, “ἔδω- “κὰν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν “με ὄξος·” πλὴν οὔτε οὗτος, οὔτε ἐκεῖνος εἶπεν ὅτι ἔπιεν, ταὐτὸν γὰρ ἐστὶ μὴ πιεῖν, τὸ μόνον γεύσασθαι.
Κυρίλλου. Ὠριγένουσ. Περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἡμᾶς ὅτι Ἑβραῖοι παραδίδωσι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τεθάφθαι· καὶ ἐπεὶ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, ἀνέστη καὶ ὁ Ἀδὰμ, “καὶ ἐν Χριστῷ πάντες ζωοποιηθήσονται.”
Διατί μέσον αὐτὸν ἐσταύρωσαν τῶν λῃστῶν; ἵνα τῆς δόξης τῆς ἐκείνων κοινωνήσῃ· ὄξος δὲ πιεῖν ἔδωκαν αὐτῷ, καὶ ἐν τούτω ἐνυβρίζοντες, καὶ ἐπὶ τοῦ σταυροῦ δὲ βλέποντες ἀνασκωλωπισμένον ὀνειδίζουσιν, ἵνα δημοσίᾳ πάντων ὁρατῶν ἐκπομπεύσωσιν εἰς αὐτὸν,
Τὸ δὲ “Ἡλὶ Ἡλὶ, λαμὰ σαβαχθανὶ,” Ἑβραική ἐστι φωνή· ταύτῃ δὲ τῇ φωνῇ ἐχρήσατο, ὡς ἑαυτοῖς γενέσθαι γνώριμον καὶ κατάδηλον· καὶ ὅτι μέχρις ἐσχάτης ἀναπνοῆς, δι’ ὧν φθέγγεται τιμᾷ τὸν Πατέρα, καὶ διὰ πάντων δείκνυσι τὴν ὁμόνοιαν αὐτοῦ τὴν πρὸς τὸν γεγεννηκότα· ἀλλὰ σκοπήσωμεν αὐτῶν καὶ ἐντεῦθεν τὴν ἀσέλγειαν, καὶ τὴν ἀκολασίαν, καὶ τὴν ἄνοιαν. ἐνόμισαν Ἡλίαν εἶναι, φησὶν, ὑπ’ αὐτοῦ καλούμενον, καὶ εὐθέως ἐπότισαν αὐτὸν ὄξος.
Διατί κράξας φωνῇ μεγάλῃ, οὕτως ἀφῆκε τὸ πνεῦμα; ἵνα δειχθῇ ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται, καθὼς καὶ ἔλεγεν· “ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω “λαβεῖν αὐτήν.” καὶ ὁ Μάρκος δὲ φησὶν, “ὅτι ἐθαύμασεν ὁ “Πιλᾶτος εἰ ἤδη τέθνηκεν.” καὶ ὅτι ὁ κεντυρίων διὰ τοῦτο μάλιστα ἐπίστευσεν, ὅτι μετ’ ἐξουσίας ἀπέθανε· τινὲς δὲ φασὶν, ὅτι καὶ μαρτύριον ὅτι τοῦ κεντουρίωνος τούτου ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῆ πίστει, αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἠνέῳξεν. ἐσχίσθη δὲ τὸ καταπέτασμα· ἐπειδὴ προφητεία τῆς μελλούσης ἐρημώσεως τοῦ ναοῦ ἦν τὸ συμβὰν, καὶ τῆς ἐπὶ τὰ μείζω καὶ ὑψηλότερα μεταθέσεως· ἔτι δὲ καὶ ἔνδειξις τῆς ἰσχύος αὐτοῦ ἢν ἡ φωνή· ὅτι τοῦ σώματος αὐτοῦ ἄνω ὄντος ἐπὶ τοῦ σταυροῦ, αὕτη τοὺς νεκροὺς ἤγειρε. χρὴ δὲ γινώσκειν ὅτι
Τίνος ἕνεκεν πέτραι ῥήγνυνται, καὶ γῆ σείεται; ὅπως διὰ τοῦτο μάθωσιν ὅτι καὶ αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ διαρρῆξαι· ὁ γὰρ πέτρας διατεμὼν, καὶ τὴν οἰκουμένην σείσας, πολλῷ μᾶλλον εἰς ἐκείνους ταῦτα ἐποίησεν ἂν, εἴγε ἐβούλετο· ἀλλ’ οὐκ ἠθέλησεν, ἀλλ’ εἰς τὰ στοιχεῖα τὴν ὀργὴν ἀφεὶς, ἐκείνους ἐξ ἐπιεικείας σῶσαι ἐβούλετο. χρὴ δὲ σκοπῆσαι ἡλίκα σημεῖα πεποίηκε, τὰ μὲν ἐξ οὐρανοῦ, τὰ δὲ ἐπὶ γῆς, τὰ δὲ ἐν αὐτῷ τῳ ναῷ τί δαὶ δηλῶν ἐκ τούτου ταῦτα εἰργάσατο; ὁμοῦ μὲν τὴν ἀγανάκτησιν ἐνδεικνύμενος, ὁμοῦ δὲ, ὅτι τὰ ἄβατα λοιπὸν ἔσται βατὰ, καὶ ὁ οὐρανὸς ἀνοιγήσεται, καὶ πρὸς τὰ ἀληθινὰ ἅγια τῶν ἁγίων τὰ πράγματα μεταστήσεται· “εἰσῆλθον δὲ εἰς τὴν ἁγίαν πόλιν ἐκ “τῶν ἐγερθέντων ἁγίων, καὶ ἐνεφανίσθησαν πολλοῖς,” ἵνα μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον.
Διατὶ μέμνηται τῶν γυναικῶν τῶν ἀκολουθησάντων αὐτῷ; ὅπως δείξῃ τὴν πολλὴν αὐτῶν προσεδρίαν, καὶ ὅτι μέχρι τῶν κινδύνων παρῆσαν, καὶ ὅτι πολλὴν ἐπεδείξαντο τὴν ἀνδρίαν· ὅτε γὰρ οἱ μαθηταὶ ἔφυγον, αὗται προσεκαρτέρουν. Μαρία δὲ ἡ τοῦ Ἰακώβου, ἡ μήτηρ αὐτοῦ ἢν.