Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ Ἰωάννου κοὶ Ἡρώδου.

[*](1)

“Ἐν ἐκείνῳ,” φησὶ, “τῷ καιρῷ, ἤκουσεν Ἡρώδης ὁ τετράρχης “τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, “οὗτος ἐστὶν “Ἰωάννης ὁ βαπτιστὴς, καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς εἰπεν “ ἐκείνῳ “τῷ καιρῷ,” ἀλλ’ ἵνα μάθωμεν τὸν τῦφον τοῦ τυράννου, ὅτι οὐκ ἐν προοιμίοις τοῦ κηρύγματος ἔμαθεν τὰ κατ’ αὐτὸν, ἀλλὰ μετὰ χρόνον πολύν· τοιοῦτον γὰρ οἱ ἐν δυναστείαις, καὶ πολλὴν τὴν ὑπερηφανίαν ἔχοντες, βραδέως ταῦτα μανθάνουσ’ ἱν, διὰ τὸ μὴ πολὺν αὐτῶν ποιεῖσθαι λόγον· τετράρχην δὲ αὐτὸν καλεῖ, ἐπειδὴ ὁ βασιλεὺς Ἡρώδης, ὁ τούτου πατὴρ, ὁ τὰ νήπια ἀνελὼν, τετελευτηκὼς ἦν· χρὴ δὲ σκοπεῖν ἡλίκη ἡ ἀρετή· ὅτι τετελευτηκότα [*](z ατακρίνει Cod.)

113
τὸν Ἰωάννην δέδοικε· καὶ ὑπὸ τοῦ φόβου συνεχόμενος, περὶ ἀναστάσεως φιλοσοφεῖ. διὰ τοῦτο γὰρ ἔλεγεν· “οὗτός ἐστιν Ιωάννης, ὃν ἐγὼ ἀπέκτεινα, καὶ τὰ ἑξῆς καὶ οὐδὲ πρὸς πλῆθος διαλέγεται ἐκ τοῦ φόβου, ἀλλὰ πρὸς τοὺς ἑαυτοῦ οἰκέτας.

Ἕνεκεν δὲ τίνος οὐ προηγουμένως τὴν ἱστορίαν περὶ τοῦ Ἰωαννοῦ διηγεῖται ὁ Εὐαγγελιστὴς, ἀλλ’ ἐπὶ ποῦ παρόντος ; ἐπειδὴ ἡ πᾶσα πραγματεία αὐτοῖς ἦν, τὰ περὶ τοῦ Χριστοῦ εἰπεῖν, καὶ οὐδὲν ἐποιοῦν τοσούτου πάρεργον ἕτερον, πλὴν εἰ μὴ πάλιν εἰς τὸ αὐτὸ συντελεῖν ἔμελλεν· οὐκ οὖν οὐδ’ ἂν ἐμνημόνευσεν τῆς ἱστορίας, εἰ μὴ διὰ τὸν Χριστόν· εἶτα διηγούμενος φησίν· “ὁ γὰρ Ἡρώδης “ κρατήσας τὸν Ἰωάννην,” καὶ τὰ ἑξῆς· οὐ διαλέγεται πρὸς τὴν Ηρωδιάδα, ἀλλὰ πρὸς τὸν Ἡρώδη; ἐπειδὴ κυριώτερος ἦν. χρὴ δὲ σκοπεῖν, πῶς ἀνεπαχθῆ ποιεῖται τὴν κατηγορίαν, ὡς ἱστορίαν διηγούμενος μᾶλλον ἣ κατηγορίαν εἰσάγων· “γενεσίων γάρ,” φησιν, “ἀγομένων τοῦ Ἡρώδου,” καὶ τὰ ἑξῆς. διπλοῦν τὸ ἔγκλημα, καὶ ὅτι ὠρχήσατο, καὶ ὅτι ἤρεσε· καὶ οὕτως ἤρεσεν, ὡς καὶ φόνον λαβεῖν τὸν μισθόν· ὅτε γὰρ αὐτὸν εὐχαριστεῖν ἐχρῆν τῷ Θεῷ, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην εἰς φῶς αὐτὸν ἤγαγεν, τότε τὰ παράνομα ἐκεῖνα ἐτόλμησεν· ὅτε λῦσαι τὸν δεδεμένον ἐχρῆν, τότε σφαγὴν τοῖς δεσμοῖς προτίθησιν· ἀκούσατε, ὅσοι ἐν τοῖς γάμοις τοιαύτην ἀσχημοσύνην καταδέχεσθε, ἁλλομένας καὶ πηδώσας εἰσάγοντες, καὶ τὴν κοινὴν καταισχύνοντες φύσιν. διὰ τι δὲ λυπεῖται Ἡρώδης, αἰτησαμένης τῆς Ἡρωδιάδος τὴν κεφαλὴν Ἰωάννου; ἐπειδὴ τοιοῦτον ἡ ἀρετή· καὶ γὰρ παρὰ τοῖς κακοῖς, θαύματος καὶ ἐπαίνων ἀξία· ἐπὶ πίνακι καὶ τὴν κεφαλὴν αἰτεῖ, ἐπειδήπερ ἰδεῖν ἐπεθύμει τὴν γλῶσσαν· οὐδὲ γὰρ ἀπαλλαγῆναι τῶν ἐλέγχων ἔσπευδε μόνον, ἀλλὰ καὶ ὀνειδίσαι καὶ ἐπιβῆναι κειμένῳ. ἠνέσχετο δὲ τούτων γινομένων ὁ Θεὸς, καὶ οὔτε κεραυνὸν ἄνωθεν κατέφλεξεν, οὔτε τῇ γῇ διαστῆναι ἐκέλευσε, καὶ τὸ πονηρὸν ἐκεῖνο συμπόσιον δέξασθαι· πολλὴν καταλιμπάνων παραμυθίαν τοῖς μετὰ ταῦτα ἀδίκως τι πάσχειν μέλλουσιν.

Ιστέον, ὅτι, ὥς φησιν ὁ Ἰώσηπος, ἕτερος ἦν ὁ βασιλεὺς Ηρώδης καὶ ἕτερος ὁ τετράρχης, υἱὸς ὢν ἐκείνου.

Θεοδώρου Ἡρακλείασ. Οἰηθεὶς ἐκ νεκρῶν ἀνεστηκέναι τὸν βαπτιστὴν, ἤρξατο αὑτὸν δειλιᾷν, ὡς δυνατώτερον γεγονότα· καὶ

114
ἐδεδίει μὴ πλείονι κατ’ αὐτοῦ χρήσοιτο τῇ ἐλεγκτικῇ παρρησίᾳ· ὅπερ ἦν αὐτῷ δεινὸν, ἀποστερηθῆναι τῆς αἰσχρουργίας.

“Ἀκούσας δέ,” φησιν, " ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ, εἰς ἔρημον τόπον κατ’ ἰδίαν διὰ τί δὲ, καὶ ὅτε παρε- δόθη ὁ Ἰωάννης, καὶ ὅτε ἀνῃρέθη, καὶ ὅτε ἤκουσαν οἱ Ιουδαι-οι, ὅτι πλείους μαθητὰς ποιεῖ, ἀναχωρεῖ ; ἐπειδὴ τέως ἐβούλετο τὰ πλείω ἀνθρωπινώτερον διοικεῖν· οὐδέπω τοῦ καιροῦ καλοῦντος ἀπο- γυμνῶσαι τὴν θεότητα σαφῶς· διὸ καὶ τοῖς μαθηταῖς ἔλεγε μηδενὶ εἰπεῖν, ὅτι αὐτός ἐστιν ὁ Χριστός. μετὰ γὰρ τὴν ἀνά- στάσιν, ἐβούλετο τοῦτο γενέσθαι γνωριμώτερον· ὅθεν τοῖς τέως διαπιστήσασιν Ἰουδαίοις οὐ σφόδρα ἦν βαρὺς, ἀλλὰ καὶ συγ- συγγνωμονικὸς.

Εἰδέναι δὲ χρὴ, πῶς οἱ μαθηταὶ Ἰωάννου λοιπὸν ᾠκειώθησαν τῷ Χριστῷ· αὐτοὶ γάρ εἰσιν οἱ ἀπηγγελκότες αὐτῷ τὸ γεγενη- μένον. καὶ γὰρ οἱ πάντες ἐπ’ αὐτὸν καταφεύγουσι λοιπόν· οὕτως οὐ μικρὸν κέρδος μετὰ τοῦ θανάτου τοῦ διδασκάλου αὐτῶν, καὶ τὰ ἤδη παρ’ αὐτοῦ διὰ τῆς ἀποκρίσεως ἐκείνης οἰκονομηθέντες, κατ- όρθωσαν· διὰ τοῦτο δὲ πρὶν ἀπαγγεῖλαι αὐτοὺς τὰ περὶ τοῦ θανάτου τοῦ διδασκάλου τῷ Χριστῷ, αὐτὸς οὐκ ἀνεχώρησεν· καί- τοιγε εἰδὼς καὶ πρὶν ἢ ἀπαγγεῖλαι τὸ γεγενημένον· δεικνὺς διὰ πάντων τῆς οἰκονομίας τὴν ἀλήθειαν· οὐ γὰρ δὴ μόνον τῇ ὄψει, ἀλλὰ καὶ τοῖς ἔργοις τοῦτο πιστεύεσθαι ἐβούλετο· διὰ τὸ γινώ- σκειν αὐτὸν τοῦ διαβόλου τὴν κακουργίαν· καὶ ὅτι πάντα ἔργα. σεται οὗτος ὁ πονηρὸς, ὥστε τῆς οἰκονομίας ἀνελεῖν τὸ μυστήριον.

Περὶ τῶν ε ἄρτων καὶ ρ ἰχθύων.

[*](14)

Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον.

Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀναχωρεῖ· ἀναχωρεῖ δὲ, οὐκ εἰς πόλιν, ἀλλ’ εἰς ἔρημον καὶ ἐν πλοίῳ, ὥστε μηδένα ἀκολουθῆσαι. οἱ δὲ ὄχλοι, οὐδὲ οὕτως ἀφίστανται, ἀλλ’ ἕπονται προσηλωμένοι, καὶ οὐδὲ θάνατος αὐτοὺς ἐφόβησεν τοῦ Ἰωάννου· τοσοῦτόν ἐστι πόθος καὶ ἀγάπη· οὕτως πάντα νικᾷ καὶ διακρούεται τὰ δεινά. διὰ τοῦτο δὲ τὴν ἀμοιβὴν εὐθέως ἐλάμβανον· ἐθεράπευσεν γὰρ τοὺς ἀρρώ-

115
στους αὐτῶν. οὐκ ἀπαιτεῖ δὲ αὐτοὺς πίστιν ἐνταῦθα· ἐπειδὴ τὸ προσελθεῖν, καὶ τὸ τὰς πόλεις ἀφεῖναι, καὶ τὸ μετὰ ἀκριβείας αὐτὸν ζητῆσαι, καὶ τὸ παραμένειν, καίτοι γε τοῦ λιμοῦ καταναγκάζοντος, τὴν πίστιν ἐπιδείκνυται τὴν αὐτῶν· μέλλει δὲ καὶ τρέφειν αὐτοὺς, ἀλλ’ οὐ ποιεῖ τοῦτο ἀφ’ ἑαυτοῦ· ἀναμένει δὲ παραβληθῆναι, ἵνα μὴ δόξῃ πρότερος ἐπιπηδᾷν τοῖς θαύμασιν, ἀλλὰ καλούμενος. οὐδεὶς δὲ ἐκ τῶν τοῦ ὄχλου προσελθὼν ὑπὲρ αὐτῶν διελέχθη· ἐπειδὴ ᾐδοῦντο αὐτὸν μεθ’ ὑπερβολῆς, καὶ οὐδὲ τῆς πείνης ἐλάμβανον αἴσθησιν τῷ πόθῳ τῆς προσεδρίας· ἀλλ’ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ προσελθόντες, λέγουσι, θρέψον αὐτούς· ἐπειδήπερ ἔτι ἀτελέστερον διέκειντο· ἀλλὰ τί εἶπον; “ ἔρημός “ ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, καὶ τὰ ἑξῆς· εἰ γὰρ καὶ μετὰ τὸ θαῦμα τοῦτο, ἐπελάθοντο τούτου γενομένου· καὶ μετὰ τὰς σπυρίδας, ἐνόμιζον περὶ ἄρτων λέγειν, ἡνίκα ζύμην ἐκάλεσε τὴν διδασκαλίαν τῶν Φαρισαίων, πολλᾳ μᾶλλον μηδέπω πείραν τοιούτου σημείου λαβόντες, οὐκ ἃν προσεδόκησαν τί τοιοῦτον ἔσεσθαι.

Διατί οὐκ εἶπεν δίδωμι αὐτοῖς φαγεῖν, ἀλλ’ “ὑμεῖς δότε “αὐτοῖς;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσεῖχον αὐτῷ ἔτι, διὸ καὶ λέγουσιν· “οὐκ ἔχομεν, εἰ μὴ πέντε ἄρτους, καὶ δύο ἰχθύας·” καὶ γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη· ἐπεὶ οὖν ἔτι χαμαὶ ἐσύροντο, τότε λοιπὸν τὰ παρ’ ἑαυτοῦ εἰσάγει καὶ φησίν· “φέρετέ μοι “αὐτοὺς ὧδε·” εἰ γὰρ καὶ ἔρημος ὁ τόπος, ἀλλ’ ὁ τρέφων τὴν οἰκουμένην πάρειμι· “καὶ ἡ ὥρα παρῆλθεν·” ἀλλ’ ὁ μὴ ὑποκείμενος αὐταῖς ὑμῖν διαλέγεται. εἰ δὲ ὁ Ἰωάννης καὶ κριθίνους αὐτοὺς εἶναι λέγει, οὐ παρέργως τοῦτο εἶπεν, ἀλλὰ τὸν τῦφον τῆς πολιτείας παιδεύων ἡμᾶς καταπατεῖν. χάριν δὲ τίνος ἕνεκεν ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εὐλόγησεν ; ἵνα· δείξῃ, ὅτι ἀπὸ τοῦ πνεύματος ἐστίν· ὁμοῦ δὲ καὶ ἡμᾶς παιδεύων, μὴ πρότερον ἅπτεσθαι τραπέζης, ἕως ἃν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν παρέχοντι. οὐ ποιεῖ δὲ ἐκ μὴ ὄντων, ἀλλ’ ἐκ τῶν ὑποκειμένων· ἐμφράττων τὸ Μαρκίωνος καὶ Μανιχαίου στόμα, τῶν τὴν κτίσιν ἀλλοτριούντων αὐτοῦ· ἅμα δὲ καὶ δεικνὺς, ὅτι καὶ τὰ ὁρώμενα αὐτοῦ ἔργα καὶ κτίσματα εἰσί· καὶ ὅτι αὐτός ἐστιν ὁ εἰπών· “ἐξαγαγέτω τὰ ὕδατα ψυχὴν ἑρπετῶν ζωσῶν.”

116

Ποιεῖ δὲ καὶ καθολικὴν εὐεργεσίαν, πλῆθος τοσοῦτον θρέψας, ἵνα μὴ θεωροὶ μόνον οἱ πολλοὶ τῶν ἑτέροις συμβάντων γένωνται διὰ τῶν ἰάσεων ἀγαθῶν, καὶ γὰρ διὰ τοῦτο συνῆλθον, ἀλλ’ ἵνα καὶ αὐτοὶ τῆς δωρεᾶς ἀπολαύσωσιν· ἐν ἐρήμῳ δὲ αὐτοὺς ἄγει· ἵνα μεθ’ ὑπερβολῆς ἀνύποπτον ὑπάρξῃ τὸ θαῦμα· καὶ μηδεὶς νομίσῃ πλησίον κώμην κειμένην εἰσενεγκεῖν τί εἰς τὴν τράπεζαν τοῦ πλήθους· διὰ τοῦτο δὲ καὶ τῆς ὥρας μέμνηται, οὐχὶ τοῦ τόπου μόνον· ἔτι δὲ καὶ τὴν τῶν μαθητῶν αὐτοῦ μανθάνομεν φιλοσοφίαν· ὅτι δώδεκα ὄντες, πέντε ἄρτους εἶχον μόνους, καὶ δύο ἰχθύας· οὕτως ἐν τοῖς ἀναγκαίοις, πάρεργα αὐτοῖς ἦν τὰ σῶμά τικὰ, καὶ τῶν πνευματικῶν εἴχοντο μόνων, καὶ οὐδὲ τῶν ὀλίγων ἀντείχοντο, ἀλλὰ καὶ αὐτοὺς αἰτηθέντες ἔδωκαν· ὅθεν παιδεύεσθαι χρὴ, ὅτι κἂν ὀλίγα ἔχομεν, καὶ αὐτὰ παρέχειν δεῖ τοῖς δεομενοις.

Εδίδου δὲ διὰ τῶν μαθητῶν αὐτοῦ, τιμῶν αὐτοὺς ἐν τούτῳ· οὐ τιμῶν δὲ μόνον, ἀλλ’ ἵνα μὴ παρελθόντος ἐπιλάθωνται τούτου, τῶν χειρῶν αὐτοῖς μαρτυρούντων· ἐκέλευσεν δὲ ἐπὶ στιβάδος τοὺς ὄχλους ἀναπεσεῖν, φιλοσοφεῖν αὐτοὺς παιδεύων· οὐ γὰρ θρέψαι τὰ σώματα μόνον ἐβούλετο, ἀλλὰ καὶ τὴν ψυχὴν παιδεῦσαι, καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τοῦ μηδὲν πλέον ἄρτων δοῦναι καὶ ἰχθύων, καὶ ἀπὸ τοῦ πᾶσιν τὰ αὐτὰ προσθεῖναι καὶ ποιῆσαι κοινὰ, καὶ μηδὲν θατέρῳ θατέρου πλέον παρασχεῖν· καὶ ταπεινοφροσύνην καὶ ἐγκράτειαν καὶ ἀγάπην, καὶ τὸ ὁμοίως πρὸς ἀλλήλους διακεῖσθαι, καὶ τὰ κοινὰ πάντα νομίζειν εἶναι ἐπαίδευεν· περισσεῦσαι δὲ ἐποίησεν, οὐχὶ ἄρτους, ἀλλὰ καὶ κλάσματα· ἵνα δείξῃ ὅτι τῶν πέντε ἄρτων εἰσὶ ταῦτα τὰ κλάσματα, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον· καὶ ἵνα μήτις φαντασίαν εἶναι νομίσῃ τὸ γεγονὸς, δώδεκα κοφίνους εἰς μέσον παρήγαγεν· ἵνα καὶ Ἰούδας βαστάσῃ. ἐδύνατο μὲν γὰρ καὶ σβέσαι τῶν ὄχλων τὴν πεῖναν· ἀλλ’ οὐκ ἃν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν· οὕτω γὰρ οὖν αὐτὸν οἱ ὄχλοι ἐξεπλάγησαν ἐντεῦθεν, ὅτι καὶ βασιλέα ἠθέλησαν ποιῆσαι· καίτοι γε ἐπὶ τῶν ἄλλων θαυμάτων, οὐδαμοῦ τοῦτο ποιήσαντες. γυναικῶν καὶ παιδίων ἐμνημόνευσεν πρὸς μέγιστον αὐτῶν ἐγκώμιον· ὅτι καὶ ἡ ἀσθενεστέρα φύσις, εἰς οὐδὲν τὸν κόπον τῆς ὁδοῦ διὰ τὸν πρὸς αὐτὸν πόθον ἐλογίσατο.

117

Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου.

[*](22)

Διὰ τί ποιήσας τὸ σημεῖον, ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προσάγειν αὐτὸν εἰς τὸ πέραν ; πείθων ἡμᾶς μηδαμοῦ τὴν παρὰ τῶν πολλῶν δόξαν διώκειν, μὴ δὲ ἐπισύρεσθαι τὸ πλῆθος· καὶ γὰρ ὁτ’ ἃν μεγάλα ἐργάζηται, χωρίζεται μετὰ τῶν μαθητῶν ἀπὸ τοῦ πλήθους· τὸ “ ἠνάγκασεν” δὲ ετͅπεν, τὴν πολλὴν προσεδρίαν δεικνὺς τῶν μαθητῶν, καὶ ὅτι δυσαποσπάστως εἶχον αὐτοῦ· ἔπεμπε δὲ τοὺς μαθητὰς, προφάσει μὲν τῶν ὄχλων· αὐτὸς δὲ εἰς τὸ ὄρος βουλόμενος ἀναβῆναι· τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς, μηδὲ ὄχλοις ἀναμίγνυσθαι διηνεκῶς, μηδὲ φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ’ ἑκατέρα χρησίμως, καὶ ἕκαστον ἐναλλάττοντας πρὸς τὸ δέον· καὶ γάρ ἐστιν ot ἃν καλὴ ὑπάρχει ἡ μόνωσις· ὅτ’ ἃν ἐντυγχάνειν δέῃ Θεῷ· καὶ γὰρ ἀταραξίας ἐστὶ μητὴρ, καὶ γαλήνη καὶ λιμὴν, ἁπάντων ἀπαλλάττουσα θορύβων ἡμᾶς.

τίνος ἕνεκεν, ἐν μὲν τῷ πρώτῳ κλύδωνι, συμπαρῆν τοῖς μαθηταῖς, ἄρτι δὲ οὐ ; ἵνα τότε μὲν, ἐξ ἑτοίμου παράσχῃ τὴν παραμυθίαν αὐτοῖς· νυνὶ δὲ, ἵνα ἐπὶ μείζονα αὐτοὺς ἀγάγῃ ὑπομονήν· καὶ ἠρέμα κατὰ μικρὸν ὑψηλοτέρους αὐτοὺς κατεσκεύαζε· διὰ τοῦτο καὶ ἐν μέσῃ τῇ θαλάσσῃ, συγχωρεῖ τὸν χειμῶνα διεγερθῆναι, ὡς μηδὲ προσδοκῆσαι ποθὲν ἐλπίδα σωτηρίας· ἀφίησι δὲ αὐτοὺς κλυδωνίζεσθαι ὅλην τὴν νύκτα, διεγείρων αὐτῶν τὴν κὰμ δίαν, καὶ εἰς ἐπιθυμίαν αὐτοὺς μείζονα ἐμβάλλων τὴν αὐτοῦ· ἅμα δὲ καὶ παιδεύων ἡμᾶς, μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν συνεχόντων κακῶν· ἀλλὰ φέρειν τὰ συμπίπτοντα γενναίως· τετάρτῃ γὰρ φυλακῇ τῆς νυκτὸς ἐπέστη αὐτοῖς, καὶ ὅτε προσεδόκησαν ἀπαλλαγήσεσθαι, τότε ἐπετάθη πάλιν ὁ φόβοζ· ἰδόντες “ γὰρ αὐτόν,” φησι, “ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐτα- “ ράχθησαν· ’ ὥστε καὶ κράξαι· μετὰ γὰρ τοῦ χειμῶνος οὐχ ἧττον, διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν ἐποίησεν εὐθέως· γυμνάζων αὐτοὺς, ὅπερ ἔφην, ἐν τῇ συνεχείᾳ τῶν φόβων τούτων παιδεύων εἶναι καρτερικούζ́ καὶ ὅσῳ δὲ τὰ τῆς ἀγωνίας ἐπετείνετο, τοσούτῳ μᾶλλον ἠσμένιζον αὐτοῦ τὴν παρουσίαν·

118
εἰπόντος δὲ αὐτοῦ “θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε,” τῷ ῥήματι τούτῳ εὐθέως τὸν φόβον αὐτῶν ἔλυσεν, καὶ θαρρῆσαι παρεσκεύασεν.

Ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι.

Κυρίλλου Ἀλεξανδρείασ. Εὔχεται δὲ, οὐχ ὡς δεόμενος, ἀλλ’ ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. Καὶ μετ’ ὀλίγον — Ἕως ἑσπέρας ἴνα δείξῃ, ὅτι οὐ δεῖ ἀψικόρως z ἔχειν περὶ τούτου, ἀλλ’ ὑπομονὴν καὶ προθυμίαν· διδάσκει δὲ καὶ τοῦτο· ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λαλεῖν τοῖς ἐντυγχάνουσιν, καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν, ἐπὶ τὴν προσευχὴν χωρεῖν.

Ωριγένουσ. Ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὸν ἔρημον, καὶ εἰς τὸ ὅρος ἄνεισιν τοῦ προσεύξασθαι, ἡμᾶς διδάσκων τὰς μεταστάσεις τῆς προσευχῆς.

Θεοδώρου Μομψουεστίασ. τετάρτην λέγει φυλακὴν τῆς νυκτὸς, τὴν τριωρίαν τὴν μετὰ τὴν ἐνάτην ὥραν τῆς νυκτός.

Σευήρου Ἐξ Ἐπιστολῆσ Τῆσ Πρὸσ Καισάριον a Ὁ οὖν Εὐαγγελιστὴς τὸν καιρὸν ἐσπούδασεν δηλῶσαι τῆς νυκτὸς, καθ’ ὅν ἐπεφάνη τοῖς μαθηταῖς πλέουσι καὶ χειμαζομένοις, ἐπὶ τῆς θαλάσσης περιπατῶν ὁ Ἰησοῦς.

Τοῦ Αὐτοῦ. Τὸ “ἐγώ εἰμι,” τῆς ἀληθείας ἐστὶ παραστατικὸν, καὶ πᾶσαν φαντασίαν ἀποσκευάζεται.

Κυρίλλου. Εἰπὼν “θαρσεῖτε,” τὴν πίστιν ἀπαιτεῖ· δι’ ἧς ἕκαστος τῶν εἰλικρινῶς εἰς Χριστὸν πιστευόντων σώζεται· ἐπαγαγὼν δὲ, “ ἐγώ εἰμι,” λύει πάντα φόβον· ἐγὼ γάρ, φησιν, εἰμιί.

[*](38)

Διὰ τί οὐκ εἶπεν ὁ Πέτρος, κέλευσόν μοι βαδίσαι ἐπὶ τὰ ὕδατα, ἀλλ’ “ ἐλθεῖν πρὸς σέ·” ἐπειδὴ τὸ μὲν ἐπιδείξεως ἦν· τοῦτο δὲ ἀγάπης νόμος· οὐδεὶς γὰρ οὕτως ἐφίλει τὸν δεσπότην Χριστόν· διὸ καὶ ἐπεθύμει ταχέως ἐγγὺς αὐτοῦ γενέσθαι· ἐπέτρεψε δὲ αὐτῷ πρὸς αὐτὸν ἀπελθεῖν· ἐπειδὴ ᾔδει, ὅτι εἰ εἶπεν αὐτῷ, οὐ δύνασαι· πάλιν θερμὸς ὢν ὁ Πέτρος, ἀντεῖπεν ἄν· διὰ τοῦτο ἀπὸ τῶν πραγμάτων πείθει, ἵνα εἰς τὸ μέλλον σωφρονίσῃ· [*](z Dubiӕ scripturӕ est hӕc vox. a πρκαισάρ Cod.)

119
ὁ γὰρ τοῦ μείζονος περιγενόμενος, τουτέστιν ἀκμάζοντος ἔτι τοῦ φόβου, ἐπιβῆναι τῶν ὑδάτων θαρρήσας, ἀπὸ τοῦ ἐλάττονος ἔμελλε πάσχειν κακῶς, τῆς τοῦ ἀνέμου ῥύμης, οὐ τῆς θαλάσσης· καὶ ταῦτα ἐγγὺς ὣν τοῦ Χριστοῦ· οὕτως οὐδὲν ὠφελεῖ ἐγγὺς εἶναι τοῦ Χριστοῦ, μὴ πιστεύοντας ἐγγύς; οὐκ ἐπέταξε δὲ τοῖς ἀνέμοις παύσασθαι, ἀλλ’ αὐτὸς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ· ὅτι τῆς ἐκείνου πίστεως ἔδει εἰς τοῦτο· ὅτ’ ἃν δὲ τὰ παρ’ ἡμῶν ἐλλιμπάνῃ, καὶ τὰ παρὰ τοῦ Θεοῦ ἵσταται· δεικνὺς τοίνυν ὅτι οὐχὶ ἡ τοῦ ἀνέμου ἐκβολὴ, ἀλλ’ ἡ ἐκείνου ὀλιγοπιστία τὴν περιτροπὴν εἰργάσατο, καὶ φησίν· “ εἰς τί ἐδίστασας ὀλιγόπιστε ;” ὥστε εἰ μὴ ἡ πίστις ἠσθένησεν, καὶ πρὸς τὸν ἄνεμον ἀντέστη ἃν ῥαδίως· διάτοι τοῦτο καὶ ἐπιλαβόμενος αὐτοῦ, τὸν ἄνεμον εἴα πνεῖν· δηλῶν ὅτι ἐκεῖνος οὐδὲν παραβλάπτει, ὅτ’ ἃν ἡ πίστις ᾖ πεπηγυῖα· καὶ πρὸ τούτου μὲν ἔλεγον· “ ποταπός ἐστιν ὁ ἄνθρω- “ πος οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν “ αὐτῷ νυνὶ δὲ οὐχ οὕτως· ἀλλ’ ἀληθῶς Θεοῦ Υἱὸς εἰ.

Ιδοὺ πῶς κατὰ μικρὸν ἐπὶ τὸ ὑψηλότερον ἅπαντας ἦγεν· ὅθεν οὐδὲ ὡς πρότερον προσήεσαν αὐτῷ, εἰς τὰς οἰκίας ἕλκοντες αὐτὸν, καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ πρόσταγμα διὰ ῥημάτων, ἀλλ’ ὑψηλότερον πολλῷ καὶ φιλοσοφώτερον, καὶ μετὰ πλείονος τῆς πίστεως, τὴν θεραπείαν ᾔτουν· παρακαλοῦντες, “ ἵνα μόνον ἅψων- “ τᾶι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· διὸ “ καὶ ὅσοι ἥψαντο, “ ἐσώθησαν·” δείξαι θέλων ὁ Εὐαγγελιστὴς, ὅτι διὰ χρόνου ἐπέβη τῇ γῇ Γεννησαρὲτ, φησὶν, “ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ “ τόπου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωραν ἐκείνην· καὶ προσ- “ ἤνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·” ἀλλ’ ὅμως ὁ χρόνος οὐκ ἐξέλυσεν τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο, καὶ ἀκμάζουσαν διετήρησεν.

Ὠπιγένουσ. Οἱ κακῶς ἔχοντες, μηδέπω αὐτοῦ ἁπτέσθωσαν μηδὲ ὅλου τοῦ ἱματίου αὐτοῦ· ἀρκεῖ γὰρ αὐτοῖς ἅψασθαι τοῦ κρασπέδου, πρὸς τὸ διασωθῆναι· ἡμεῖς δὲ ἐὰν θέλομεν, ὅλον αὐτὸν ἔχομεν κα γὰρ τὸ σῶμα αὐτοῦ πρόκειται νυν ἥμιν· οὐχ ὥστε ἅψασθαι μόνον, ἀλλ’ ὥστε καὶ φαγεῖν καὶ ἐμφορηθῆναι· προσερχέσθω τοίνυν μετὰ πίστεως ἕκαστος ἀσθένειαν ἔχων· εἰ γὰρ οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι, τοσαύτην εἵλκυσαν

120
δύναμιν, πολλῷ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες· τὸ δὲ προσελθεῖν μετὰ πίστεως, οὐ τὸ λαβεῖν ἐστι μόνον τὸ προκείμενον, ἀλλὰ καὶ τὸ μετὰ καθαρᾶς διανοίας ἅψασθαι· τὸ οὕτω διακεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Χριστῷ.

Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ.

[*](1)

“Τότε,” φησὶν, “προσέρχονται πρὸς αὐτὸν οἱ ἀπὸ Ἱεροσο- “λυμῶν γραμματεῖς καὶ Φαρισαῖοι·” τίνος ἕνεκεν τῆς πόλεως ἐμνημόνευσεν; ἐπειδὴ πανταχοῦ τῶν φυλῶν ἦσαν διεσπαρμένοι, ἀλλ’ οἱ τὰ Ἱεροσόλυμα, ἤγουν τὴν μητρόπολιν οἰκοῦντες, πονηρότεροι τῶν ἄλλων ἤσαν, ὡς πλείονος ἀπολαύοντες τιμῆς· ὅθεν καὶ μείζονα τῦφον ἐκέκτηντο· τὸν καιρὸν δὲ ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, εἰπὼν “τότε,” ἵνα δείξῃ τὴν ἄφατον αὐτῶν πονηρίαν· ὅτι ἰδόντες ἐκ μόνης τῆς ἁφῆς τοῦ κρασπέδου τοὺς ἀρρώστους θεραπευθέντας, οὐδὲ οὕτως τῆς πονηρίας ἐπαύσαντο· ἀλλ’ ἐρωτῶντες εἰς μέσον προφέρουσιν, οὐ παράβασιν νόμου Μωϋσέως, ἀλλὰ τὴν τῶν πρεσβυτέρων παράδοσιν, εἰς οἰκείαν αὐτῶν τε κἀκείνων κατάκρισιν· καὶ γὰρ τοῦ Μωϋσέως μετὰ πολλῆς τῆς ἀπειλῆς προστάξαντος, ὥστε μὴ προσθεῖναι μήτε ἀφελεῖν, αὐτοὶ προσετίθουν· οἷον δὴ καὶ τοῦτο ἦν, τὸ μὴ δεῖν ἀνίπτοις χερσὶν ἐσθίειν· τὸ βαπτίζειν ποτήριον καὶ χαλκεῖον, τὸ δὲ αὐτοὺς βάπτ’ ἵζεσθαι· τοῦτο δὲ ἐποίουν, φοβερώτεροι εἶναι βουλόμενοι· ὡς δὴ καὶ αὐτοὶ νομοθέται· εἰς τοσοῦτον δὲ προῆλθον παρανομίας, ὡς τὰς μὲν αὐτῶν φυλάττεσθαι, τὰς δὲ θείας παραγράφεσθαι· διὰ τοῦτο δὲ αὐτῷ περὶ τούτου διαλέγονται, εἰς ὀργὴν αὐτὸν κινῆσαι βουλόμενοι· ἴνα εἴπερ ἐξουδενώσει τοὺς πρεσβυτέρους, κατηγορήσωσιν αὐτοῦ· ἤσθιον δὲ ἀνίπτοις χερσὶν οἱ Ἀπόστολοι· οὐκ ἐπιτηδεύοντες τοῦτο, ἀλλ’ ὑπερορῶντες λοιπὸν τῶν περιττῶν, καὶ τοῖς ἀναγκαίοις προσέχοντες· οὔτε τὸ νίπτεσθαι, οὔτε τὸ μὴ νίπτοντες νόμον ἔχοντες, ἀλλ’ ὡς ἔτυχεν ἑκάτερον ποιοῦντες τροφῆς, πῶς ἔμελλον ταῦτα περισπούδαστα ἔχειν. οὐ λέγει δὲ ὁ Χριστὸς, οὔτε ὅτι καλῶς ποιοῦσι παραβαίνοντες, ἵνα μὴ θρασυτέρους ἐργάσηται, οὔτε πάλιν κακίζει τὸ ὑπὸ τῶν Ἀποστόλων γινόμενον· ἵνα μὴ τὸν τῶν πρεσβυτέρων ὡς παρανόμων· ἵνα μὴ ὡς λοίδορον καὶ ὑβριστὴν

121
αἰτιάσωνται, ἀλλὰ τὸ δοκεῖν ἐπιτιμᾷ τοῖς ἐρωτῶσιν· καθάπτεται δὲ τῶν ταῦτα νομοθετησάντων πρεσβυτέρων, εἰ καὶ μηδαμοῦ τούτων μέμνηται· “ἀποκριθεὶς,” γάρ φησιν, “εἶπεν αὐτοῖς· διατί καὶ “ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ,” καὶ τὰ ἑξῆς.

[*](5)

Τί ἐστιν, ὃς ἃν εἴπῃ τῷ πατρὶ ἣ τῇ μητρὶ δῶρον, ὃ ἐὰν ἐξ “ἐμοῦ ὠφεληθῇς, καὶ οὐ τιμήσῃ τὸν πατέρα ἑαυτοῦ;” ἐπαίδευσαν τοὺς νέους, εὐσεβείας σχήματι, καταφρονεῖν τῶν γονέων· οἷον, εἴτις εἶπεν τῷ ἰδίῳ υἱῷ· δός μοι τὸ πρόβατον, ὃ ἔχεις, ἣ τὸν μόσχον, ἣ ἄλλο τι τοιοῦτον, ἔλεγε πρὸς πατέρα, δῶρόν ἐστι τῷ Θεῶ τοῦτο, ὃ θέλεις ἐξ ἐμοῦ ὠφεληθῆναι, καὶ οὐ δύνασαι λαβεῖν· καὶ διπλοῦν ἐντεῦθεν ἐγίνετο κακόν· οὔτε γὰρ τῷ Θεῷ προσῆγον, καὶ τοὺς γονέας ὀνόματι τῆς προσφορᾶς ἀπεστέρουν· τούς τε γεγενηκότας προφάσει τοῦ Θεοῦ ὑβρίζοντες, καὶ τὸν Θεὸν διὰ τοὺς γεγενηκότας· ὅθεν καὶ τὸν προφήτην εἰς μέσον ἄγει, ἄνωθεν προαναφωνοῦντα αὐτῶν τὴν κακίαν· ὅτι τῶν τοῦ Θεοῦ καταφρόνουσι, “διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.” διὸ ἐντρέψας αὐτοὺς, λοιπὸν πρὸς τὸν ὄχλον τρέπει τὸν λόγον· νομοθετῶν, ὅτι “οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, “ἁλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος.”

Ὡριγένουσ. Τὰ τοῖς γονεῦσιν ἐποφειλόμενα ἐκ τῶν υἱῶν ἐνομοθέτουν οἱ Ἰουδαῖοι, δῶρα τῷ Θεῷ προσάγειν, καὶ ἀδικεῖν τοὺς γονεῖς· οὐκ ἁπλῶς δὲ τοὺς ὄχλους προκαλεῖται, ἀλλὰ προσεκτικωτέρους ποιῶν· “ συνίετε γάρ,” φησι, τουτέστι, νοήσατε, καὶ μᾶλλον ἐμοῦ ἀκούετε ἣ τούτοις, τοῖς νόμον παρὰ καιρὸν λύσασι διὰ τῶν ἰδίων παραδόσεων.

Διὰ τι τῶν Ἀποστόλων εἰπόντων, ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν, αὐτὸς εἶπεν, “ ἄφετε αὐτούς ” καὶ γὰρ ἀλλαχοῦ φαίνεται εἰπών· “ ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς·” ἐπειδὴ οἶδεν ποτὲ μὲν δεῖ καταφρονεῖν σκανδάλων, ποτὲ δὲ μὴ καταφρονεῖν· τὸ δὲ “ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν,” εἶπεν, τὸ πλῆθος ἀποσχίζων αὐτῶν, ὡς μέλλον εἰς βάραθρόν ἐμπίπτειν δι’ αὐτούς· διὸ καὶ ἐπήγαγεν· “ τυφλὸς δὲ τυφλὸν, ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυ- “ νον ἐμπίπτουσιν·” χρὴ δὲ γινώσκειν, ὅτι οὐχ οἱ Φαρισαῖοι μόνον ἐσκανδαλίσθησαν, ἀλλὰ καὶ οἱ Ἀπόστολοι ἐθορυβήθησαν· ἐπειδὴ δὲ οὐκ ἐτόλμων τοῦτο ἐξ οἰκείου προσώπου εἰπεῖν, ἐν τῇ περὶ ἑτέ-

122
ρων διηγήσει μανθάνειν ἐβούλοντο· ὅτι γὰρ τοῦτό ἐστιν, ἀκούσωμεν πῶς μετὰ ταῦτα ὁ θερμὸς καὶ πανταχοῦ προφθάνων Πέτρος, προσελθὼν φησὶν, “φράσον ἡμῖν τὴν παραβολὴν ταύτην·” τὸν ἐν τῇ ψυχῇ θόρυβον ἐκκαλύπτων· διὸ καὶ ἐπιπλήττει αὐτῷ λέγων, “Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε·” ὅμως ἑρμηνεύει αὐτοῖς τὴν παραβολὴν, λέγων, ὅτι “ τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν “κοιλίαν χωρεῖ,” καὶ τὰ ἑξῆς· κατασκευάζει δὲ τὸ εἰρημένον, ἀπὸ τῆς κοινῆς φύσεως κατὰ Ἰουδαϊκὴν ταπεινότητα· καὶ γὰρ ὁ νομοθέτης τοσοῦτον χρόνον ἀφιεῖσιν, ὅσον ἂν ἔνδον ἐν τῇ κοιλίᾳ μένῃ· ὅτ’ ἃν δὲ ἐξέλθῃ, οὐκ ἔτι· ἐν ἑσπέρᾳ γὰρ κελεύει λούεσθαι, καὶ καθαρὸν εἶναι τὸν καιρὸν τῆς πέψεως ἀναμετρῶν· τὰ δὲ τῆς καρδίας φησὶν, ἔνδον μένει, καὶ ἐξελθόντα κοινοῖ οὐ μόνον τὰ ἔνδον· χρὴ δὲ ἡμᾶς καὶ τοῦτο τηρεῖν, καθάπερ ὁ δεσπότης Χριστός· λέγω δὴ, σκανδάλων καιρόν· ὥστε εἶναι ἡμᾶς συνετούς· καὶ σκοπεῖν, πότε μέν τινες εὐλόγως σκανδαλίζονται, καὶ ταχέως αὐτοὺς διορθοῦν· πότε δὲ ἄνευ λόγου, καὶ εἰς οὐδὲν τοῦτο λογίζεσθαι.

Κυρίλλου Ἀλεξανδρείασ. Ὠριγένουσ. Φυτεῖα ἐστὶν εἰ μὴ ἐκ Θεοῦ, πᾶν τὸ ἔξω Θεοῦ· ὅπερ καὶ ἐκριζωθήσεται· ὁ ταύτῃ ποιούμενος τυφλὸς ἢν.

Θεοδώρου Μομψουεστίασ. Μανιχαῖοι δὲ βουλόμενοι δεικνῦναι τὸν νόμον οὐκ εἶναι τοῦ Πατρὸς τοῦ Χριστοῦ, ταύτῃ κέχρηνται τῇ μαρτυρίᾳ· πλεῖστον ὅσον τῆς ἀληθείας ἀποσφαλέντος· οὐ γὰρ περὶ τῆς κατὰ νόμον λέγει διαγωγῆς, ἀλλὰ τῆς τῶν Φαρισαίων αἱρέσεως, οἳ ταῖς οἰκείαις ἐπινοίαις, πλεῖστα ἐναντία τοὺς πειθομένους αὐτοῖς ἐξεπαίδευον· καθὼς καὶ αὐτὸς ὁ Κύριος ἀνωτέρω φαίνεται σαφῶς ἐλέγχων αὐτούς.

Σευήρου Ἀντιοκείασ Ἀπὸ Λόγου Οθ΄. Φυτείαν ἐκάλεσεν ἠγνοημένην Θεῷ, τὰς παραφυάδας τῶν Φαρισαϊκῶν παραδόσεων· τὰς φιλονείκως καὶ ἀκαίρως ἀπομενούσας τῷ γράμματι, καὶ οὐκ αὐτῶν τὸν νόμον τὸν παρὰ Θεοῦ δοθέντα· μὴ γένοιτο· μὴ γὰρ δὴ τοῦτο τῆς a μυσαρᾶς γλώσσας καὶ θεομάχου οἱ Μανιχαῖοι προστεχνάσθωσαν· ἐπεὶ καὶ διὰ τοῦτο τυφλοὺς ἐκάλεσεν, ὡς τῷ γράμματι τὸν ὀφθαλμὸν προσερείσαντας, καὶ μὴ βουλομένους ἐπὶ τὸ πνεῦμα διαβλέψαι καὶ τὸν ἔνδοθεν νοῦν.

[*](a τὰς Cod.)
123

Περὶ τῆς Χαναναίας.

[*](21)

Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.

Διὰ τι ἀπῆλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος; ὅπως, ἐπειδήπερ τῆς τῶν βρωμάτων παρατηρήσεως τοὺς Ἰουδαίους ἀπήλλαξεν, ἀνοίξῃ καὶ τοῖς ἔθνεσι θύραν, λοιπὸν ὁδῷ προβαίνων· καὶ πρὸ τούτου μὲν, τοῖς Ἀποστόλοις ἐπέταξεν· “ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελ- “ θεῖν καὶ κηρύξαι·” αὐτὸς δὲ νῦν ἀπέρχεται, οὐχ ὡς κήρυξ· ὅπερ οὖν καὶ ὁ Μάρκος αἰνιττόμενος ἔλεγεν, ὅτι ἔκρυψεν ἑαυτὸν, καὶ οὐκ ἔλαθεν· ὥσπερ γὰρ τὸ μὴ δραμεῖν ἐπ’ αὐτοὺς πρώτους τῆς ἀκολουθίας τῶν πραγμάτων ἦν, οὕτως τὸ προσερχομένους διώκειν ἀναξιον τῆς αὐτοῦ φιλανθρωπίας ὑπῆρχεν· εἰ γὰρ τοὺς φεύγοντας διώκειν ἐχρῆν, πολλῷ μᾶλλον τοὺς διώκοντας φεύγειν οὐκ ἔδει.

[*](22)

Καὶ ἰδοῦ, γυνὴ Χαναναία.

Χρὴ δὲ σκοπεῖν πῶς ἐστιν εὐεργεσίας ἀξία ἁπάσης ἡ γυνή· ὅτι περ ἀναξίαν ἑαυτὴν νομίζουσα, οὐκ ἐτόλμησεν εἰς τὰ Ἱεροσόλυμα ἐλθεῖν· ὅτι γὰρ εἰ μὴ τοῦτο περὶ ἑαυτῆς ὑπελάμβανεν ἐκεῖ παρεγένετο, εὔδηλον καὶ ἀπὸ τῆς παρούσης σφοδρότητος, καὶ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθεῖν· τινὲς δὲ καὶ ἀλληγοροῦντες φασὶν, ὅτι ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ χριστὸς, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ Ἐκκλησία αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα· “ἐπι- “λάθου γάρ,” φησι, “τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός “ σου.” καὶ γὰρ ὁ Χριστὸς ἐκ τῶν ὁρίων αὐτοῦ ἐξῆλθεν, καὶ ἡ γυνὴ ἐκ τῶν ὁρίων αὐτῆς· καὶ οὕτως ἠδυνήθησαν συντυχεῖν ἀλλήλοις· Χαναναίαν δὲ αὐτὴν ἐκάλεσεν, ἵνα δείξῃ ἐκ ποίων παρανόμων ἐθνῶν οὖσα, ποίαν εἰλικρινῆ πίστιν ἐκτήσατο· καὶ οὐ λέγει, ἐλέησον τὴν θυγατέρα μου, διὰ τὸ ἐκείνην ἀναίσθητον ἐκ τῆς νόσου εἶναι· ἀλλ’ ἐλέησόν με τὴν μυρία πάσχουσαν δεινὰ, καὶ μετὰ αἰσθήσεως οὐκ ἔλαττον τῆς ἐμῆς θυγατρὸς μαινομένην.

Τίνος ἕνεκεν τοσαῦτα κρατούσης, ἐν πρώτοις μὲν οὐκ ἀπεκρίθη αὐτῇ λόγον· ὅτε δὲ ἀπεκρίθη, δυνάμενον ἐξαπορῆσαι αὐτῇ λόγον εἶπεν τὸ “ οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα “ οἴκου Ἰσραήλ·” καὶ πάλιν, “ ὅτι οὐκ ἔστι καλὸν λαβεῖν τὸν

124
“ἄρτον τῶν τέκνων καὶ δοῦναι τοῖς κυναρίοις; δι’ ἅπαντα ἐκεῖνα ἅπερ οὖσαν προῄδει, ἵνα δείξῃ αὐτῆς τὴν φιλοσοφίαν· οὐ γὰρ ἐβούλετο κρυβῆναι τοσαύτην γυναικὸς ἀρετήν· ὥστε οὐ χωρίζοντος ἦν, ἅπερ ἔλεγεν αὐτῇ, ἀλλ’ ἐκκαλουμένου τὸν ἐναποκείμενον θησαυρόν· εἰ γὰρ μὴ δοῦναι ἤθελεν, οὐκ ἃν μετὰ ταῦτα ἔδωκε. χρὴ δὲ σκοπῆσαι μετὰ τῆς πίστεως αὐτῆς καὶ τὴν ταπεινοφροσύνην. αὐτὸς μὲν γὰρ τέκνα τοὺς Ἰουδαίους ἐκάλεσεν, αὐτὴ δὲ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ κυρίους ὠνόμασεν· τοσοῦτον οὐκ ἤλγησε τοῖς ἑτέρων ἐγκωμίοις. καὶ αὐτὴ μὲν οὕτως· ὁ γὰρ Χριστὸς προσμαρτυρήσας αὐτῇ τῇ πίστει, “ γενηθήτω σοι,” φησὶν, ὡς θέλεις καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς, ἀπὸ τῆς ὥρας ἐκείνης. τοσοῦτον ἰσχύει προσεδρία εὐχῆς· ὁ γὰρ οἱ Ἀπόστολοι ἀνύσαι οὐκ ἴσχυσαν, εἰπόντες, “ ἀπόλυσον αὐτὴν,” αὐτὴ ἤνυσεν· καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων, παρ’ ἡμῶν βούλεται μᾶλλον τῶν ὑπευθύνων ἀξιοῦσθαι, ἣ παρ’ ἑτέρων ὑπὲρ ἡμῶν· καίτοι μείζονα παρρησίαν εἰχον οἱ Ἀπόστολοι, ἀλλὰ πολλὴν καρτερίαν ἐπιδείξατο αὕτη.

Περὶ τῶν θεραπευθέντων ὄχλων.

[*](30)

Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ.

Διὰ τί ταύτῃ μὲν τῇ γυναικὶ, μετὰ τοσαύτης βραδυτῆτος ἐπήκουσεν, τοῖς δὲ εἰς τὸ ὄρος προσελθοῦσιν αὐτῷ ἀρρώστοις, εὐθέως τὴν ὑγίειαν ἐδωρήσατο ; οὐκ ἐπειδὴ βελτίους ἐκείνης οὗτοι· καὶ γὰρ πιστοτέρα ἐκείνων αὕτη, ἀλλ’ ἵνα τῶν ἀπίστων Ἰουδαίων ἐμφράξῃ τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἀπολογίας ἐκκύψῃ πρόφασιν· ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετεῖται, τοσοῦτον μᾶλλόν ἐστιν ὑπεύθυνος τῇ κολάσει, ἀγνωμονῶν, καὶ μὴ θελήσας τῇ τιμῇ γενέσθαι βελτίων· διὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες, τῶν πενομένων μᾶλλον κολάζονται, ὄντες κακοί· ὅτι μηδὲ ἐν εὐθηνίαις γεγόνασιν ἥμεροι· μὴ γάρ μοι λέγε, ὅτι δεδώκασιν ἐλεημοσύνην· εἰ γὰρ μὴ κατ’ ἀξίαν δεδώκασιν, οὐδὲ οὕτω διαφεύξονται τὴν κόλασιν· οὐ γὰρ τὸ μέτρον τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης· εἰ δὲ οἱ ἐκ μέρους παρέχοντες δίκην διδόασι μὴ κατ’ ἀξίαν διδόντες, πολλῷ μᾶλλον οἱ φιλαργυρίαν νοσοῦντες·

125
προσέταξε γὰρ ὁ δεσπότης ἡμῶν Χριστὸς, “ περισσεῦσαι τὴν “ δικαιοσύνην ἡμῶν, πλέον τῶν γραμματέων καὶ Φαρισαίων·” τουτέστιν, ὑπὲρ τὰς δεκάτας παρέχειν.

Σευήρου Ἀντιοκείασ. Ἐκ Τῆσ Πρὸσ Ἀναστασίαν Ὑπάτισσαν b Ἐπιστολῆσ. “Κύνα” μὲν λέγων αὐτὴν, ὡς ἐκ τῶν ἀκαθάρτων οὖσαν ἐθνῶν, ἀκάθαρτον γὰρ ὁ κύων τῷ νόμῳ· “τέκνα” δὲ τοὺς ἐξ Ἰσραὴλ καταγομένους Ἰουδαίους ἀποκαλῶν· πρὸς τοῦτο δὲ αὖθις ἡ ὑπὸ τῆς σοφίας δοκιμαζομένη, σοφῶς ὑπήντησεν· ἥρπασε γὰρ τὴν ὕβριν, καὶ τὴν δοκιμάζουσαν αὐτὴν σοφίαν ἐξ αὐτῆς τῆς ὕβρεως συλλογίζεται, καὶ συγκλείει πρὸς ἔλεον· ναί, φησι, κύων εἰμί· καταδέχομαι τὴν ὕβριν· ἐξ ὧν ὕβρισμαι, τροφὴν ἐποφείλομαι· καὶ γὰρ ὡς κυνὶ τῶν τοῦ ἄρτου ψιχίων μοι μέτεστιν.

Κυρίλλου Ἀλεξανδρείασ. Εἰπὼν δὲ “γενηθήτω,” ἐφθέγξατο· οὐ δι’ εὐχῆς τὸ ὅραμα ἀνύσας, ἀλλὰ διὰ τῆς θεοπρεποῦς ἐξουσίας· ῥηθέντος τοῦ λόγου, τὸ ἔργον οὐ χρονίζει· Θεὸς γὰρ ὁ λέγων, καὶ τὸ ῥῆμα ἐνεργοῦν, καὶ ἡ δύναμις πανταχου.

Θεοδώρου Μοναχοῦ. Εἰ μὲν γὰρ εὐθὺς προσελθούσης τοῦτο ἔφη, χαρίζεσθαι μᾶλλον ἐδόκει· νῦν δὲ τῇ ἀναβολῇ, ἀπὸ τῶν ῥημάτων τῆς γυναικὸς τούτου δειχθέντος, καὶ ὁ ἔπαινος ἀκολούθως ἐπείγετο, σύμφωνος ὦν τοῖς λεχθεῖσι, καὶ ἡ θεραπεία προσεβεβαίου c ἀμφότερα· καὶ Ἰουδαίοις μὲν κατηγορίας οὐκ ἀπελιμπάνετο πρόφασις, ὁ δὲ ἔλεγχος μείζων ἐγίνετο.

Περὶ τῶν ἑπτὰ ἄρτων.

[*](32)

Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον.

Τί δήποτε πρώην μὲν εἶπον οἱ Ἀπόστολοι τῷ Χριστῷ, ὅτι ἀπόλυσον τοὺς ὄχλους, νῦν δὲ οὐκ εἶπον, καὶ ταῦτα τριῶν παρελθουσῶν ἡμερῶν; ἐπειδὴ βελτίους λοιπὸν ἐγένοντο· ἢ καὶ διὰ τοῦ ὁρᾷν αὐτοῦ τοὺς ὄχλους οὐ σφόδρα αἰσθανομένους τοῦ λιμοῦ· καὶ γὰρ ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῇ γενομένῃ θαυματουργίᾳ. διὰ τί δὲ [*](b ὑπάτησαν Cod. c πρὸς ἐβεβαίου Cod.)

126
ὁ φιλάνθρωπος οὐκ ἐν τῇ πρώτῃ, οὐδὲ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ, ἀλλ’ ἐν τῇ τρίτῃ τὴν αὐτοῦ εὐσπλαγχνίαν εἰς αὐτοὺς ἐπιδείκνυται; ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἔχειν τινὰ πρὸς τροφήν· καὶ ὅτε ταῦτα ἀνήλωτο, τοῦτο πεποίηκεν· ὅπως πρότερον ἐν χρείᾳ γενόμενοι, μετὰ πλείονος τῆς προθυμίας τὴν χάριν δέξωνται· δεικνὺς δὲ ὅτι καὶ πόρρωθεν ἀφεστήκεισαν, καὶ οὐδὲν αὐτοῖς ὑπολελειμμένον ἦν, φησίν· “ἵνα μὴ ἐκλυθῶσιν ἐν τῆ ὁδῷ.” τίνος δὲ ἕνεκεν, εἴ c οὐκ ἤθελεν ἀπολῦσαι αὐτοὺς νήστεις, οὐ ποιεῖ τὸ σημεῖον, ἀλλ’ ἐρωτᾷ; ἵνα ἐν τῇ ἐρωτήσει ταύτῃ καὶ τῇ ἀποκρίσει, προσεκτικωτέπους ποιήσει τοὺς μαθητὰς, καὶ τὴν αὐτῶν πίστιν ἐπιδείξωνται ἐκ τοῦ προτέρου θαύματος τῶν πέντε ἄρτων, προσερχόμενοι καὶ λέγοντες· Κύριε, ποίησον ἄρτους· ἀλλ’ οὐδὲ οὕτως συνῆκαν τῆς ἐρωτήσεως τὴν αἰτίαν· ἀλλ’ ἔτι χαμαὶ ἕρπουσιν, ἐπιλαθόμενοι τῶν κοφίνων· καίτοιγε πολλὰ ἐποίησεν, ὥστε κατέχειν αὐτοὺς ἐκεῖνο τὸ θαῦμα· πρῶτον μὲν, διὰ τοῦ ποιῆσαι αὐτοὺς τότε διακόνους τοῦ πράγματος, καὶ διὰ τοῦ νεῖμαι, καὶ διὰ τοῦ βαστάσαι τοὺς κοφίνους· καὶ ὥσπερ πρώην, οὕτως καὶ νῦν τῆς ἐρημίας μέμνηται· καὶ οἱ μὲν ἀσθενεῖ λογισμῷ τοῦτο ἔλεγον· τὸ δὲ σημεῖον καὶ ἐντεῦθεν ἀνύποπτον ἐγίνετο, ἵνα μὴ λέγῃ τίς, ὅπερ καὶ ἤδη εἶπον, ὅτι ἀπὸ πλησίον κώμης τινὸς οὔσης τοὺς ἄρτους ἔλαβον.

Διὰ τί καὶ νῦν ἐπὶ τῶν ἑπτὰ ἄρτων, οὐκ εἶπον οἱ Ἀπόστολοι, ὥσπερ ἔμπροσθεν ἐπὶ τῶν πέντε, ὅτι “ καὶ τί ταῦτά ἐστιν εἰς “ τοσούτους;” ἐπειδὴ εἰ καὶ τελείως ὑψηλοὶ οὐ γεγόνασιν, ἀλλ’ ὅμως ἐπὶ τὸ κρεῖττον κατὰ μικρὸν προέκοπτον· χρὴ δὲ καὶ ταύτην αὐτῶν τὴν φιλοσοφίαν εὐνοεῖν, πῶς ἤσαν γαστρὸς κρείττους, πῶς ἐπαιδεύοντο μὴ πολὺν ποιεῖσθαι τραπέζης λόγον· ἐν ἐρημίᾳ γὰρ ὄντες, καὶ τρεῖς ἡμέρας ἐκεῖ διατρίβοντες, ἑπτὰ ἄρτους εἶχον· τι δήποτε ἐπὶ μὲν τῶν πέντε ἄρτων, καίτοιγε πεντακισχιλίων ὄντων, χωρὶς γυναικῶν καὶ παιδίων, δώδεκα κόφινοι περίσσευσαν, ἐνταῦθα δὲ τετρακισχιλίων ὑπαρχόντων, καὶ ἑπτὰ ἄρτων, ἑπτὰ σπυρίδες; ἣ τοίνυν τοῦτό ἐστιν εἰπεῖν, ὅτι αἱ σπυρίδες τῶν κοφίνων μείζους ἤσαν· ἣ εἰ μὴ τοῦτο, ἴνα μὴ πάλιν ἡ ἰσότης τοῦ σημείου εἰς λήθην αὐτοὺς ἐμβάλῃ τοῦ ἑνός· διὰ τοῦτο τῇ διαφορᾷ τὴν μνήμην αὐτῶν διεγείρει· ἵνα ἐκ τοῦ παρηλλαγμένου μνησθῶσι· κἀκείνου καὶ [*](c ἢ Cod.)

127
τούτου· ὅμως καὶ ἐν τούτῳ τὴν ἄφατον αὐτοῦ δύναμιν ἐνδείκνυται, καὶ τὴν εὐκολίαν τῆς ἐξουσίας· ὅτι αὐτῷ δυνατὸν, καὶ οὕτω καὶ ἑτέρως, τὰ τοιαῦτα θαυματουργεῖν· οὐδὲ γὰρ μικρᾶς δυνάμεως ἦν τὸ τὸν ἀριθμὸν διατηρῆσαι, καὶ τότε καὶ νῦν, ὥστε μήτε ἐλάττονα, μήτε πλείονα. διὰ τοῦτο εὐθέως ἀφεὶς τοὺς ὄχλους, ἀνεχώρησεν, τυραννίδος φεύγων ὑποψίαν· οὐ πεζῆ δὲ, ἀλλ’ ἐν πλοίῳ· ἵνα μὴ ἀκολουθήσωσιν αὐτῷ· καὶ γὰρ ἤθελον αὐτὸν ποιῆσαι βασιλέα.

Θεοδώρου Ἡρακλείασ. Οὕτως ἦν αὐτῶν τὴν ψυχὴν διαθεὶς τῷ λόγῳ ἑαυτοῦ, ὡς καὶ εἰς λήθην ἑαυτῶν ἐλθεῖν, καὶ μὴ δὲ μίαν φροντίδα τροφῆς ποιήσασθαι, ἣ ἄλλης ἀναγκαίας χρείας· οὐκ ἀποκάμνοντες ἐν ἐρήμῳ συνεῖναι Χριστῷ. ὁ δὲ Χριστὸς, τὸ τῆς φύσεως ἀσθενὲς εἰδὼς, ὅτι δεόμεθα τροφῆς πρὸς τῇ ὑγιείᾳ τῶν σωμάτων, καὶ τούτου πρόνοιαν τίθεται· ἵνα φανῇ μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων κηδόμενος, ὡς αὐτὸς ὣν καὶ ψυχῆς καὶ σώματος δημιουργός· οὐ μὴν θατέρου, κατὰ τοὺς τῶν Μανιχαίων λήρους, οἳ διαφόρους φάσιν, ἄλλον τὸν τῆς ψυχῆς, ἄλλον τὸν τοῦ σώματος.

[*](34)

Πόσους ἄρτους ἔχετε ;

Θεοδώρου Μομψουεστίασ. Οὕπω τὴν βούλησιν συνῆκαν, ὅτι τὴν ἐπὶ ταῖς τροφαῖς αὖθις θαυματουργίαν ὑπὲρ τῆς πίστεως ὁ Κύριος ἐβούλετο παρασχέσθαι· καίτοι ἡ ἐπερώτησις εἰς τοῦτο αὐτὸ διανίστησιν, ὡς ὁ Ἰωάννης διδάσκει, τὸ “ πόθεν ἀγοράσωμεν “ ἄρτους, ἵνα φάγωσιν οὗτοι.” καὶ μετ’ ὀλίγα—Ἐβούλετο γὰρ διαγυμνάζεσθαι τὴν τῶν μαθητῶν ψυχὴν, εἰς τὸ πιστεύειν τῇ θείᾳ αὐτοῦ δυνάμει· ὅτι μὴ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τοὺς ἀκολουθοῦντας ἐπαίδευεν.

Θεοδώρου Μομψουεστίασ. Οὐκ ἀγνοοῦντος ἡ ἐρώτησις, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν τῆς ἑαυτοῦ δυνάμεως ἐνάγοντος.

Κυρίλλου Ἀλεξανδρείασ. Ἐκ πολλῶν δὲ ὁ Χριστὸς δείκνυσιν ὅτι Θεός ἐστιν· οὐδὲν ἦττον καὶ ἐκ τοῦ τρέφειν ἐν ἐν ἐρήμῳ τὸν ὄχλον τοῦτο παρίστησιν· οἱονεί πὼς καὶ ἄκων διὰ τὴν καὶ τῆς τροφῆς δυσπόριστον ποιῶν τὸ τῶν ἄρτων σημεῖον· ὅπερ οὐκ ἃν ἐποίησεν ἐν πλείονι, ὅπου τῶν ὠνίων d ἡ ἀφθονία· πλὴν δυνάμεως [*](d ὀνίων Cod.)

128
λόγῳ κραταιῶσαι αὐτοὺς, διὰ τὸ ἀφανὲς τοῦτο ποιεῖ· τὸ δὲ τῶν ἄρτων ὡς ἐναργῶς δείκνυσιν, τὴν αὐτοῦ θεοπρεπῆ δόξαν ἐποίησεν. d

Θεοδώρου Ἡρακλείασ. Οὐ μόνον ἅπαξ τοῦτο ποιεῖ, ἀλλὰ καὶ δεύτερον· ὅπως γνῶμεν, ὅτι τῆς θεότητος αὐτοῦ ἐστὶν ἡ ἰσχὺς, ἡ ἀποτρέφουσα ὅτε θέλει πλήθη, καὶ δίχα ἄρτων· τοῦτο δὲ ποιεῖ, πιστοποιῶν τὸν ὄχλον, ὅτι αὐτὸς ἦν, ὁ καὶ πρώην ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τὸν Ἰσραὴλ διαθρέψας, καὶ οὐ μόνον ἐξ ὀλίγων αὐτοὺς ἔθρεψεν ἄρτων, ἀλλὰ καὶ ἐπερίσσευσαν ἑπτὰ σπυρίδες· ἵνα δειχθῇ ἀσυγκρίτως τὸν Ἠλιοῦ ὑπεραίρων· ὃς καὶ αὐτὸς ἐποίησεν πλεονάζειν τὸ ἔλαιον τὸ μικρὸν καὶ τὸ ἄλευρον τῆς χήρας· ὅμως περαιτέρω τῆς χρείας, ἑπτὰ σπυρίδας ἐπλήρωσεν ἀπὸ τῶν ἑπτὰ ἄρτων· ἵνα ἡ διαφορὰ τῶν σημείων, μὴ πάλιν ἐμβάλῃ εἰς λήθην τοὺς μαθητάς.

[*](1)

Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι.

Ποῖον σημεῖον οἱ Φαρισαῖοι καὶ οἱ Σαδδουκαῖοι νῦν ἐπιζητοῦσιν, ἐκ τοῦ οὐρανοῦ ἐπιδειχθῆναι αὐτοῖς; ἣ ἵνα στήσῃ τὸν ἥλιον, ἣ τὴν σελήνην χαλινώσῃ e. ἣ κεραυνοὺς κατενέγκῃ f, ἣ τὸν ἄερα μεταβάλῃ· ἣ ἄλλο τι τοιοῦτον ποιήσῃ. ὅπερ δὲ καὶ αὐτὸς εἶπεν αὐτοῖς· ὅτι “ τὸ πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε· τὰ δὲ σημεῖα “ τῶν καιρῶν, οὐ γινώσκετε,” τοῦτο δηλοῖ, ὅτι ὥσπερ, φησὶν, ἐπὶ τοῦ οὐρανοῦ, ἄλλο μὲν σημεῖον τοῦ χειμῶνος, ἄλλο δὲ τῆς εὐδίας, καὶ οὐκ ἄν τις τὸ σημεῖον ἰδὼν τοῦ χειμῶνος, γαλήνην ζητήσειεν· οὐδὲ ἐν γαλήνῃ χειμῶνα, οὕτως καὶ ἐπ’ ἐμοῦ λογίζεσθαι χρή· ἄλλος γὰρ οὗτος ὁ τῆς ἐμῆς παρουσίας καιρὸς, καὶ ἄλλος ὁ μέλλων· νῦν χρεία τούτων τῶν σημείων τῶν ἐν τῇ γῇ· τὰ δὲ ἐν τῷ οὐρανῷ, ἐκείνῳ τεταμίευται τῷ καιρῷ· νῦν, ὡς ἰατρὸς ἦλθον· τότε, ὡς δικαστὴς ἐλεύσομαι· ὑποκριτὰς δὲ αὐτοὺς καλεῖ καὶ νῦν, ὅτι καὶ ἕτερα μὲν ἔλεγον, ἕτερα δὲ ἐφρόνουν. οὐ γὰρ διὰ τὸ πιστεῦσαι ἐζήτουν τὰ σημεῖα, ἀλλ’ ὥστε ἐπιλαβέσθαι, ἐπεὶ ἔδωκεν ἄν· ὁ γὰρ τῇ γυναικὶ εἰπὼν, οὐκ ἔστι καλὸν δοῦναι, καὶ μετὰ ταῦτα δοὺς, πολλῷ μᾶλλον ἃν τούτοις παρέσχεν· καὶ ὁ τὰ μείζονα δοὺς, τουτέστιν ἁμαρτήματα λύσας, καὶ δαίμονας ἀπελάσας, καὶ τὰ ἄλλα πάντα, καὶ ἐν τούτοις μὴ πείσας, πῶς ἃν ἐν [*](d Totus hic locus mutilus et depravatus esse videtur. e χαλινώσει Cod. f κατενέγκει Cod.)

129
τοῖς μικροτέροις πείθειν ἔμελλεν; μικρότερα γὰρ πρὸς ταῦτα, τὸ τὸν ἥλιον ἀποκρύψαι, καὶ σελήνην χαλινῶσαι, καὶ κεραύνους κατενεγκεῖν· χρὴ δὲ σκοπῆσαι τὴν πώρωσιν αὐτῶν· ὅτι περ εἰπόντος τοῦ δεσπότου Χριστοῦ πρὸς αὐτοὺς, ὅτι “ οὐ δοθήσεται αὐτοῖς “ σημεῖον, εἰ μὴ τοῦ Ἰωνᾶ,” οὐκ ἐρωτῶσι τι ποτε ἦν τὸ λεγόμενον· ἐπειδὴ, ὥσπερ ἔφην, οὐκ ἐπιθυμίᾳ ταῦτα ἐποίουν. διὰ δὴ τοῦτο καὶ αὐτὸς ἀφεὶς αὐτοὺς, ἀπῆλθεν.

[*](4)

Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ ποῦ.

Θεοδωρήτου. “ Σημεῖον Ἰωνᾶ λέγει, τὸ τῆς θαλάσσης, ἐπειδὴ τριημέρευσεν ἐν τῷ κήτει· ὅθεν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ὑπὸ γῆς διέτριψεν, τὴν μὲν παρασκευὴν, ἀπὸ τοῦ τέλους· τὸ δὲ σάββατον, ὅλον· τὴν δὲ κυριακὴν, ἀπὸ τῆς ἀρχῆς, κατὰ τὴν ὑπόληψιν τῶν ἀνθρώπων. ἐπεὶ δὲ ἡμεῖς τὴν τριταίαν τῶν τελευτησάντων ἡμέραν ἐπιτελοῦμεν, οὐκ ἐπεῖδ’ ἃν ἴσον τῷ μέτρῳ πληρωθῆναι συμβαίη τὰς τρεῖς ἡμέρας καὶ τὰς τρεῖς νύκτας, ἀλλ’ ἡμέραν μὲν μόνην καὶ τελείαν λογιζόμενοι ἐκείνην, ἣν ἐν οἱωδήποτε καιρῷ τελεύτηκεν· ἡμέραν δὲ καὶ τὴν ἑτέραν, ἧς ἐν τοῖς προοιμίοις παρὰ τοὺς τάφους τῶν τετελευτηκότων ἄπειμεν· κατὰ τὴν αὐτὴν τοίνυν ἀκολουθίαν, καὶ ὁ Κύριος τρεῖς νύκτας τε καὶ ἡμέρας ποιήσειν ἐπὶ τῆς γῆς· καὶ τούτου δεῖγμα σαφὲς, τὸ καὶ τὰς γυναῖκας κατ’ ἐκεῖνον ἐλθεῖν τὸν καιρὸν, ὥστε δὲ τὰ νενομισμένα τῆς τριταίας ἡμέρας ἐπὶ νεκρῷ πληρῶσαι.

Περὶ τῆς ζύμης τῶν Φαρισαίων.

[*](6)

Διὰ τί εἶπεν ὁ Κύριος τοῖς Ἀποστόλοις, “ προσέχετε ἀπὸ τῆς “ ζύμης τῶν Φαρισαίων,” καὶ οὐκ εἶπεν, ἀπὸ τῆς διδασκαλίας αὐτῶν; ἐπειδὴ ἐβούλετο ἀναμνῆσαι αὐτοὺς τῶν γενομένων σημείων· ἐγίνωσκε γὰρ αὐτοὺς ἐπιλελησμένους· καίπερ διπλοῦ τοῦ θαύματος γενομένου· λέγω δὴ τοῦ πλεονασμοῦ τῶν πέντε ἄρτων καὶ τῶν ἑπτά· καὶ τὸ μὲν ἁπλῶς ἐγκαλέσαι αὐτοῖς, οὐκ ἐδόκει

130
λόγον ἔχειν· τὸ δὲ ἀφορμὴν παρ’ αὐτῶν λαβόντα οὕτως ἐπιτι- μῆσαι, εὐπαράδεκτον ἐποίει τὸ ἔγκλημα, καὶ τὸ εἰς μέσον ἐνεγκεῖν τοὺς διαλογισμοὺς αὐτῶν τι διελογίζοντο, “ὅτι ἄρτους οὐκ ἐλάβομεν. ἔτι γὰρ ἐπὶ τὰ καθάρσια τὰ Ἰουδαικὰ ἦσαν ἐπτοημένοι, καὶ περὶ τὰς τῶν βρωμάτων παρατηρήσεις· διὸ πάντων ἕνεκεν, καὶ σφοδρότερον αὐτοῖς ἐπιτίθεται λέγων· “ τὶ διαλογί- “ ζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε ; οὔπω “ νοεῖτε, οὐδὲ μνημονεύετε,” καὶ τὰ ἑξῆς. εἶδες ἀγανάκτησιν ἐπιτεταμένην, οὐδὲ γὰρ ἀλλαχοῦ φαίνεται αὐτοῖς οὕτως ἐπιτιμήσας· τοῦτο δὲ ὅλον πεποίηκεν, ὥστε πάλιν τὴν τῶν βρωμάτων ὑπόληψιν ἐκβαλεῖν· οὐ γὰρ πανταχοῦ ἡ πραότης καλόν. ὥσπερ γὰρ μετεδίδου παρρησίας αὐτοῖς, οὕτως καὶ ἐπιτιμᾷ· δι’ ἀμφοτέρων τὴν σωτηρίαν αὐτῶν οἰκονομῶν· χρὴ δὲ σκοπῆσαι καὶ τὴν μετὰ τὴν ἐπιτίμησιν πολλὴν αὐτοῦ ἐπιείκειαν. ὡς γὰρ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τῆς ἐπιτιμήσεως, τῶν πέντε ἄρτων καὶ τῶν ἑπτὰ ἀνέμνησεν· διὰ τοῦτο δὲ τὸν ἀριθμὸν τίθησιν, καὶ τῶν τραφέντων, καὶ τῶν λειψάνων τῶν ἄρτων· ὁμοῦ τὲ εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν παρελθόντων, καὶ εἰς τὸ μέλλον προσεκτικωτέρους ποιῶν. τοσοῦτον δὲ ἴσχυσεν ἡ ἐπιτίμησις, καὶ ἤγειρε καθεύδουσαν τὴν αὐτῶν διάνοιαν, ὅτι μετὰ τὴν ἐπιτίμησιν τοῦτο μόνον προσθέντος, ὅτι οὐ περὶ ἄρτων εἰπον ὑμῖν, εὐθέως συνῆκαν, ὅτι περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων εἶπεν· καίτοι τοῦτο αὐτοῦ μὴ ἑρμηνεύσαντος· ὅθεν δέον ἡμᾶς γινώσκειν πόσα ἀγαθὰ ἡ ἐπιτίμησις αὕτη εἰργάσατο· πρῶτον μὲν, τῶν Ἰουδαϊκῶν αὐτοὺς ἀπήγαγε παρατηρήσεως· ἔπειτα ῥαθύμους ὄντας, προσεκτικωτέρους ἐποίησεν, καὶ τῆς ὀλιγοπιστίας ἀπήλλαξεν, ὥστε μὴ φοβεῖσθαι, εἴποτε ἄρτους φαίνοιντο ὀλίγους ἔχοντες· μηδὲ ὑπὲρ λιμοῦ φροντίζειν, ἀλλ’ ὑπερορᾷν τούτων ἁπάντων.

Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως.

[*](13)

Διὰ τι ἀπελθὼν εἰς Καισάρειαν τῆς Φίλιππον; ἔστι γὰρ καὶ ἑτέρα ἡ Στράτωνος, ἐν ἐκείνῃ, καὶ οὐκ ἐν ταύτῃ, ὁ Χριστὸς ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· “ τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου; πόρρω τῶν Ἰουδαίων ἀπάγων αὐτοὺς, ὡς

131
πάσης ἀπαλλαγέντας ἀγωνίας, μετὰ παρρησίας εἰπεῖν τὰ κατὰ διάνοιαν ἅπαντα· διὰ τοῦτο ἐν ἐκείνῃ, καὶ οὐκ ἐν ταύτῃ ἐπηρώτησεν αὐτούς· οὐκ ἐρωτᾷ δὲ τὴν αὐτῶν γνώμην εὐθέως, ἀλλὰ τὴν τῶν πολλῶν· ἵνα περ εἰπόντας τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, εἰς μείζονα ἀναχθώσιν e ἔννοιαν, καὶ μὴ εἰς τὴν αὐτὴν ταπεινότητα τοῖς πολλοῖς συμπέσωσι· διὰ δὴ τοῦτο, οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται· ἀλλ’ ὅτε σημεῖα πολλὰ ἐποίησεν, καὶ περὶ πολλῶν αὐτοῖς διηλέχθη, καὶ ὑψηλῶν δογμάτων, καὶ τῆς αὐτοῦ θεότητος, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμονοίας, πολλὰς παρέσχε τὰς ἀποδείξεις· τότε τὴν πεῦσιν προσάγει ταύτην· καὶ οὐκ εἰπεν τίνα με λέγουσιν οἱ γραμματεῖς, καὶ οἱ Φαρισαῖοι εἶναι· καίτοι γε οὗτοι αὐτῷ πολλάκις προσήεσαν καὶ διελέγοντο· ἀλλὰ “τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι· τὴν τοῦ πλήθους γνώμην τὴν ἀδέκαστόν ἐξετάζων· εἰ γὰρ καὶ πολλῷ ταπεινότερα τοῦ δεόντος ἦν, ἀλλὰ πονηρίας ἀπήλλακτο. ἐκείνη δὲ πολλῆς ἔγεμε τῆς κακίας· “ υἱὸν δὲ ἀνθρώπου” αὐτὸν εἶπεν, σφόδρα βουλόμενος τὴν οἰκονομίαν ὁμολογεῖσθαι, καθὼς καὶ ἀλλαχοῦ πολλαχῶς τοῦτο ποίει.

Μετὰ οὖν τὸ εἰπεῖν αὐτοὺς τὴν πεπλανημένην δόξαν τοῦ πλήθους, τότε καὶ αὐτοὺς ἐρωτᾷ, καὶ εὐθέως πρὸ πάντων ὁ Πέτρος, τὸ στόμα τῶν Ἀποστόλων, ὁ πανταχοῦ θερμὸς, ὁ τοῦ χοροῦ τῶν μαθητῶν κορυφαῖος, προπηδᾷ καὶ προλαμβάνει, καὶ φησὶν, “ σὺ εἰ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος διὰ τοῦτο δὲ αὐτὸν ὁ Χριστὸς μακαρίζει, ὅτι οὐχ ὡς οἱ ἐν τῷ πλοίῳ, οὐδὲ ὡς ὁ Ναθαναὴλ εἶπεν αὐτὸν υἱὸν Θεοῦ, ὡς ἕνα τῶν πολλῶν, ἀλλὰ γνήσιον Υἱὸν ὄντα τοῦ Πατρὸς, κατὰ ἀλήθειαν αὐτὸν ὡμολόγησεν, ὡς ἐκ τῆς αὐτοῦ προσελθόντα οὐσίας. διὰ τοῦτο δὲ καὶ τὸν ἀποκαλύψαντα αὐτῷ Πατέρα δείκνυσιν ὁ Χριστὸς, ἵνα μήτις διὰ τὸ εἶναι τὸν Πέτρον θερμὸν ἐραστὴν αὐτοῦ, φιλίας καὶ κολακείας ὑποπτεύσῃ τυγχάνειν τὰ ῥήματα, ἀλλὰ μᾶλλον δόγμα θεῖον τὰ εἰρημένα εἶναι πιστεύσῃ f.

Τίνος ἕνεκεν οὐκ αὐτὸς ἀποφαίνεται, οὐδὲ λέγει, ἐγώ εἰμι ὁ Χριστὸς, ἀλλὰ διὰ τῆς ἐρωτήσεως τοῦτο κατασκευάζει, καὶ αὐτοὺς εἰσάγει ὁμολογοῦντας; ἐπειδὴ οὕτως καὶ αὐτῷ πρεπω- [*](e ἀνακτῶσιν Cod. f πιστεύσει Cod.)

132
δέστερον ἦν καὶ ἀναγκαῖον, καὶ ἐκείνους μᾶλλον ἐφείλκετο πρὸς τὴν πίστιν τῶν λεγομένων· διὰ τοῦτο καὶ ὁ Χριστὸς φησὶ πρὸς αὐτόν· ἐπειδήπερ ἐκήρυξάς μου τὸν Πατέρα, καὶ ἐγὼ τὸν γεγενηκότα σε ὀνομάζω, καὶ ὥσπερ σὺ τοῦ Ἰωνᾶ παῖς, οὕτως καὶ ἐγὼ τοῦ ἐμοῦ Πατρὸς, καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότα. τὸ δὲ “ ἐπὶ τῇ πέτρᾳ ταύτῃ, τὸν ἐπὶ τῇ πίστει, καὶ τῇ ὁμολογίᾳ δηλοῖ· καὶ ὅτιπερ πολλοὶ μέλλουσι πιστεύειν· ἀνίστησι δὲ αὐτοῦ τὸ φρόνημα, καὶ ποιμένα αὐτὸν ποιεῖ· καὶ “ ὅτι πύλαι ᾅδου οὐ “ κατισχύσουσιν αὐτῆς· εἰ δὲ ἐκείνης οὐ κατισχύσουσί, φησι, πολλῷ μᾶλλον ἐμοῦ. διὰ τί εἶπεν, “ καὶ ἐγὼ δώσω σοι ” ὅτι ὁ μὲν Πατὴρ φησὶν, ἔδωκέ σοι τὸ ἐμὲ γνῶναι, καὶ ἐγὼ δέ σοι τὰς κλεῖς τῶν οὐρανῶν δώσω· καὶ διὰ τούτου δεικνὺς τὸ ὁμότιμον καὶ ὁμοδύναμον τὸ πρὸς τὸν Πατέρα· οὐ γὰρ εἶπεν, ὅτι παρακαλέσω τὸν Πατέρα, ἀλλ’ ἐγὼ δώσω· διὰ τοῦτο δὲ διεστείλατο αὐτοῖς, μηδενὶ εἰπεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστός· ἐπειδὴ ἐγίνωσκεν ὅτι οὔπω βεβαίως ἔμελλε τότε πιστεύειν ὁ ὄχλος· εἰ γὰρ αὐτοὶ οὗτοι οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐσκανδαλίσθησαν, πολλῷ μᾶλλον τὸ πλῆθος τοῦ λαοῦ.

[*](21)

“ Ἀπὸ τότε,” φησὶν, “ ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς, “ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, καὶ τὰ ἑξῆς· “ ἀπὸ “ τότε, ὅτε ἔπηξεν αὐτοῖς τὸ δόγμα· ὅτε τὴν ἀρχὴν τῶν ἐθνῶν εἰσήγαγεν· ἀλλ’ οὐδὲ οὕτως συνίεσαν, καὶ πολλῷ βέλτιον ἐνόμιζον εἶναι τὸ μὴ ἀποθανεῖν αὐτόν· διὰ τοῦτο τῶν ἄλλων θορυβουμένων καὶ ἀπορούντων, πάλιν ὁ Πέτρος θερμὸς ὣν, μόνος τολμᾷ περὶ τούτων διαλεχθῆναι, καὶ οὐδὲ παρρησίᾳ, ἀλλὰ κατ’ ἰδίαν λαβών· τουτέστιν τῶν λοιπῶν ἀποχωρίσας μαθητῶν, καὶ φησίν· “ ἵλεως “ σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο·’ διὰ τί ὁ ἀποκαλύψεως τυχὼν καὶ μακαρισθεὶς, οὕτως ταχέως ἔπεσεν, καὶ ἐσφάλη, ὡς φοβηθῆναι αὐτοῦ τὸ πάθος; ἐπειδὴ οὐκ ἐδέξατο καὶ τὴν περὶ τούτου ἀποκάλυψιν· ὅθεν καὶ ἐκ τούτου μανθανόμενος, ὅτι οὐδὲ ἐκεῖνα οἴκοθεν ἐφθέγξατο, ἀλλ’ ἐκ τῆς τοῦ Πατρὸς ἀποκαλύψεως. τὸ δὲ “ οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων, τοῦτο δηλοῖ ὅτι ἀνθρωπίνῳ λογισμῷ καὶ γηίνῳ τὸ πρᾶγμα ἐξετάζων, ἐνόμιζεν αἰσχρὸν εἶναι αὐτῷ τὸ παθεῖν· καθαπτόμενος δὲ αὐτοῦ ὁ Χριστὸς, δείκνυσιν ὅτι οὐ τὸ παθεῖν τῆς τοῦ διαβόλου γνώμης

133
ὑπάρχει· μετὰ δὲ τὸ ἐπιτιμηθῆναι τὸν Πέτρον, βουλόμενος ὁ Εὐαγγελιστὴς δεῖξαι, τήν τε παρὰ τοῦ Πέτρου εἰρημένην ἀτοπίαν, καὶ τὸ κέρδος τὸ ἀπὸ τοῦ πάθους, οὐχ ἁπλῶς φησιν ὅτι εἶπεν ὁ Ἰησοῦς, ἀλλὰ προσέθηκε τὸ “ τότε, οὕτως λέγων· ὅτι “ τότε ὁ Ἰησοῦς, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· εἴτις θέλει ὀπίσω “ μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει τοιοῦτόν ἐστι· σύ μοι, ὢ Πέτρε, εἴπας, φησὶν, ὅτι “ ἵλεως σοι Κύριε οὐ μὴ ἔσται σοι τοῦτο ἐγὼ δέ σοι λέγω· ὅτι οὐ μόνον τὸ ἐμὲ κωλύειν καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι καὶ ὀλέθριον, ἀλλ’ ὅτι οὐδὲ σὺ αὐτὸς σωθῆναι δυνήσῃ, ἐὰν μὴ πρὸς τὸ ἀποθανεῖν παρεσκευασμένος ὑπάρχεις ἀεί· τὸ δὲ “ εἴτις “ θέλει,” δηλοῖ ὅτι οὐ βιαζόμενος οὐδὲ ἀναγκάζων, ἀλλ’ ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποίω.

Οὐ περὶ τῶν Ἀποστόλων δὲ τοῦτο εἶπε μόνον, ἀλλὰ κοινὸν αὐτὸ δόγμα τῇ οἰκουμένῃ προτίθησι· τοῦτο γὰρ σημαίνει τὸ “ εἴτις θέλει·” κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν ἄρχων, κἂν ἀρχόμενος, ταύτην δεχέσθω τὴν ὁδόν· τί δέ ἐστιν “ ἀπαρνησάσθω ἑαυτόν; ὅμοιον, ἐάν τις ἀπαρνησάμενος ὄν τινα οὖν, κἂν μαστιζόμενον ἴδῃ, κἂν δεσμούμενον καὶ ἐπὶ θάνατον ἀπαγόμενον, οὐ παρίσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τί πρὸς αὐτὸν, ἅτε ἅπαξ ἀπαλλοτριωθείς· οὕτω βούλεται ἡμᾶς τοῦ σώματος τοῦ ἡμετέρου καταφρονεῖν, ὡς κἂν μαστίζωσιν ἱν οἱ ἐχθροὶ τῆς ἀληθείας, κἂν ἐλαύνωσι, καὶ καίωσι, κἂν ὅτι οὖν ποιῶσι, μὴ φειδώμεθα· ζωὴν γὰρ αἰώνιον κληρονομοῦμεν· τὸ δὲ “ ἀράτω τὸν σταυρὸν αὐτοῦ,” δηλοῖ τὸ μέχρι πόσου ἀπαρνήσασθαι χρὴ ἑαυτόν· ἵνα γὰρ μὴ νομίσωμεν, ὅτι μέχρις ὕβρεως καὶ πληγῶν δεῖ ἀπαρνεῖσθαι ἑαυτὸν, λέγει ὅτι μέχρι θανάτου, καὶ θανάτου τοῦ ἐπονειδίστου· τοῦτο γὰρ ὁ σταυρὸς σημαίνει· τὸ δὲ “ ἀκολουθείτω μοι, ἐμφαίνει, ὅτι ἐπειδὴ ἔστι πάσχοντά τινα μὴ ἀκολουθεῖν αὐτῷ, ὅτ᾿ ἂν μὴ δι’ αὐτὸν πάθῃ τίς· καὶ γὰρ λῃσταὶ καὶ λοιποὶ κακοῦργοι πολλὰ χαλεπὰ πάσχουσιν, προστίθησι τὴν ὑπόθεσιν, ἵνα δι’ αὐτὸν ὑπομένωμεν. ἔτι δὲ καὶ τοῦτο δηλοῖ τὸ ἀκολουθεῖν τῷ Χριστῷ, μὴ μόνον τὴν ἐν τοῖς διωγμοῖς ἔχειν ἀνδρίαν, ἀλλὰ καὶ σωφροσύνην καὶ ἐπιείκειαν, καὶ πᾶσαν ἐπιδείκνυσθαι φιλοσοφίαν.

[*](25)

Τί ἐστιν “ ὃς γὰρ ἃν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσῃ

134
“αὐτήν;” περὶ τῆς παρὰ τὸ δέον σωτηρίας λέγει, τὴν ἐκ τῶν κινδύνων διαφυγήν· ταύτην ἀπώλειαν ἐκάλεσεν, ὥσπερ οὖν καὶ τὴν ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις γινομένην ἀπώλειαν σωτηρίαν ὠνόμασεν· “ οὗτος γάρ, φησιν, “ εὑρήσει αὐτὴν, εἰς ζωὴν αἰώνιον· ἐκεῖνος δὲ “ ἀπολέσει αὐτὴν, εἰς κόλασιν αἰώνιον· εἰ γὰρ καὶ τὴν οἰκουμένην ἅπασαν κερδήσει ὁ τοιοῦτος, τι πλέον αὐτῷ ἐντεῦθεν προσγενήσεται ; καθάπερ γὰρ ἐάν τις τοὺς οἰκέτας ἴδοι, τοὺς ἐν τρυφῇ ὄντας, ἑαυτὸν δὲ ἐν ἐσχάτοις κακοῖς, οὐδὲν ἐντεῦθεν κερδαίνει ἐκ τοῦ δεσπότης εἶναι, οὕτως καὶ ἐπὶ τῆς ψυχῆς χρὴ λογίζεσθαι· ὅτ’ ἃν τῆς σαρκὸς τρυφώσης καὶ πλουτώσης, αὐτῇ τὴν μέλλουσαν ἀπώλειαν ἀναμένει· “ τί γὰρ δώσει ἀντάλλαγμα φησὶ, “ τῇ ψυχῇ αὐτοῦ ” χρήματα μὲν γὰρ ἃν ἀπολέσῃ τίς, ἣ ἕτερόν τι τοιοῦτον, δύναται ἴσως δοῦναι τὰ ὁμοία, ψυχὴν δὲ ὁ ἀπολλὺς, ἑτέραν οὐ δυνήσεται ἀποδοῦναι ψυχήν· ἀλλὰ κἂν βασιλεὺς ὑπάρχῃ, κἂν τὸν κόσμον ἔχῃ, κἂν πάντα παρέξῃ, ψυχὴν ἀγορᾶσαι μίαν οὐ δύναται ποτε· διὸ παρακαλῶ, πάντα τὰ ἄλλα ἀφέντες, περὶ ταύτης ἅπασαν ποιησώμεθα τὴν σπουδήν· “ μέλλει “ γάρ,” φησιν, “ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι, ἐν τῇ δόξῃ τοῦ “ Πατρὸς αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ, κατὰ τὰ ἔργα αὐτοῦ.” δόξαν δὲ τοῦ Πατρὸς, τὴν μεταμόρφωσιν ἐκάλεσεν, μεθ’ ἧς μέλλει παραγίνεσθαι· ἣν καὶ δεικνύειν αὐτοῖς ἔμελλεν, ὡς δυνατὸν ἦν αὐτοῖς ἰδεῖν.

Περὶ τῆς μεταμορφώσεως τοῦ κυρίου.

[*](1)

“ Καὶ μεθ’ ἡμέρας ἓξ, φησὶν, “ παραλαμβάνει ὁ Ἰησοῦς τὸν “ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ “ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν· ἄλλος δὲ Εὐαγγελιστὴς, “ μετὰ ὀκτὼ λέγει. οὐκ ἐναντιούμενοι δὲ ἀλλήλοις τοῦτο εἶπον, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες· ὁ μὲν γὰρ, καὶ αὐτὴν τὴν ἡμέραν, καθ’ ἣν ἐφθέγξατο· κἀκείνην καθ’ ἣν ἀνήγαγεν εἶπεν· ὁ δὲ, τὰς μεταξὺ τούτων εἶπεν μόνον. διὰ τί δὲ τούτους τοὺς τρεῖς λαμβάνει; ἐπειδὴ οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες· καὶ ὁ μὲν Πέτρος, ἐκ τοῦ σφόδρα φιλεῖν τὸν Χριστὸν ἐδήλου τὴν ὑπεροχὴν, ὁ δὲ Ἰωάννης, ἐκ τοῦ σφόδρα φιλεῖσθαι· καὶ Ἰάκωβος δὲ, ἀπὸ

135
τῆς ἀποκρίσεως, ἧς ἀπεκρίθη μετὰ τοῦ ἀδελφοῦ λέγων, “ δυνά- “ μέθᾳ πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς φωνῆς δὲ μόνον, ἀλλὰ δὲ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων, καὶ ἀφ’ ὧν ἐπλήρωσαν ἅπερ εἶπεν· οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς τοῖς Ἰουδαίοις, ὡς καὶ τὸν Ηρώδην ἐν τούτῳ νομίσαι χαρίζεσθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι. οὐκ ἀνάγει δὲ αὐτοὺς ὁ Χριστὸς, ἀλλὰ μετὰ ἓξ ἡμέρας· οὐδὲ τὰ ὀνόματα τῶν μελλόντων ἀνέρχεσθαι λέγει, ἀλλὰ μόνον ἀορίστως· ὅτι “ εἰσὶ τινὲς τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ “ γεύσωνται θανάτου, καὶ τὰ ἑξῆς· ἵνα μὴ ἀγανακτήσωσιν οἱ λοιποὶ, ὡς παροφθέντες· διὰ τοῦτο δὲ προλέγει, ἵνα ἐν τῷ ἀριθμῷ τῶν ἡμέρων τῆς ἐπιθυμίας ἐμπλησθέντες, οὕτως νηφούσῃ καὶ μεμεριμνημένῃ διανοίᾳ παραγένωνται.

τινος ἕνεκεν Μωϋσῆν καὶ Ἡλίαν εἰς μέσον ἄγει; πρῶτον μὲν, ἐπειδὴ ἔλεγον οἱ ὄχλοι, οἱ μὲν Ἡλίαν, οἱ δὲ, Ἱερεμίαν, οἱ δὲ, ἕνα τῶν προφητῶν αὐτὸν εἶναι· διὰ τοῦτο τοὺς κορυφαίους τῶν Ἀποστόλων ἄγει, ἵνα τὸ μέσον καὶ ἐντεῦθεν ἴδωσι τῶν δούλων καὶ τοῦ δεσπότου· δεύτερον δὲ, ἐπειδὴ συνεχῶς ἐνεκάλουν τῷ Χριστῷ, ὡς παραβαίνοντι τὸν νόμον· ἵνα δείξῃ, εἴπερ ἤθελον λογίσασθαι οἱ Ἰουδαῖοι, ὅτι, οὐδ’ ἃν Μούσης μὲν, ὁ τὸν νόμον δεδωκὼς, περιεῖδε πατούμενον αὐτὸν ὑπ’ αὐτοῦ, ὡς ἐνόμιζον ἐκεῖνον· καὶ οὐδ’ ἃν παρέστη αὐτῷ, ἣ ὑπήκουσεν· καὶ Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσεν· καὶ οὐκ ἃν, εἰ ἦν ἀντίθεος, Θεὸν σαυτὸν λέγων, μὴ ὣν ὅπερ ἔλεγεν, ἐθεράπευσεν ἃν αὐτὸν παραγενόμενος· τρίτην δὲ, ἵνα μάθωσιν, ὅτι καὶ θανάτου καὶ ζωῆς τὴν ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω καὶ κάτω κρατεῖ· διὰ τοῦτο καὶ τὸν τετελευτηκότα καὶ τὸν οὐδέπω παθόντα, εἰς μέσον ἄγει τέταρτον δὲ, ἰνα δείξῃ τοῦ σταυροῦ τὴν δόξαν, καὶ παραμυθήσηται τὸν Πέτρον καὶ ἐκείνους, δεδοικότας τὸ πάθος, καὶ ἀναστήσει αὐτῶν τὰ φρονήματα· καὶ γὰρ “ ἐλάλουν” φησὶ, “ Μωϋσῆς καὶ Ἡλίας τὴν δόξαν ἣν ἔμελλε “ πληροῦν εἰς Ἱερουσαλήμ.” τουτέστι τὸ πάθος καὶ τὸν σταυρόν· οὕτω γὰρ αὐτὰ καλοῦσιν, τουτέστι δόξαν ἀεί· οὐ μόνον δὲ τὰς προειρημένας αἰτίας εἰς μέσον αὐτοὺς ἄγει, ἀλλ’ ἐπειδὴ εἶπεν· “ εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ “ ἀκολουθείτω μοι·” τοὺς μυριάκις ἀποθανόντας, ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων, παρίστησι· καὶ γὰρ τούτων ἕκαστος, τὴν ψυχὴν

136
αὐτοῦ ἀπολέσας εὗρεν αὐτήν· πρὸς τυράννους ἕκαστος παρρησιασάμενος, ὁ μὲν πρὸς τὸν Αἰγύπτιον, ὁ δὲ, πρὸς τὸν Ἀχαάβ· καὶ δι’ ἕτερα δὲ τούτων πλείονα, ἅπερ διὰ τὸ μῆκος παρῆλθον· ἐὰν δέ τις φιλόπονος ᾐ, γνώσεται κἀκεῖνα.

[*](4)

Διὰ τι εἶπεν ὁ Πέτρος, “ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι;” ἐπειδήπερ ἤκουσεν, ὅτι δεῖ εἰς τὰ Ἱεροσόλυμα αὐτὸν ἀπελθεῖν καὶ παθεῖν· φοβούμενός τι g καὶ τρέμων ὑπὲρ αὐτοῦ· εἶδεν δὲ ὄρος, καὶ πολλὴν τὴν ἀναχώρησιν καὶ τὴν ἐρημίαν· διὰ τοῦτο βούλεται αὐτὸν ἐκεῖ εἶναι διηνεκῶς· διὸ, καὶ σκηνῶν μέμνηται· ἔτι δὲ καὶ τοῦτο λογισάμενος, ὅτι Μωϋσῆς πάρεστι καὶ Ἡλίας· Μωϋσῆς ὁ εἰς τὸν γνόφον ἐλθὼν, καὶ τῷ Θεῷ διαλεχθείς· ἡμῖν h δὲ ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκὼν, καὶ διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐνταῦθα ὄντες· τοῦτο δὲ ἔλεγεν, ὡς θερμὸς ἐραστὴς τοῦ Χριστοῦ· εἰ γὰρ καὶ μὴ ἐξητασμένος ὁ τρόπος ἦν τῶν ῥημάτων, ἀλλ’ ὅμως πολλῆς θερμότητος γέμοντος· οὕτως καὶ περιεκαίετο τοῦ Χριστοῦ· εἰ δὲ “ μὴ ᾔδει τί ἐλάλει,” καθὼς ὁ Λουκᾶς φησί. τὸ δὲ “ βεβα- “ ρημένοι ἦσαν ὕπνῳ, τοῦτο δηλοῖ, ὅτι πολλῷ κατείχοντο κάρῳ τῷ ἀπὸ τῆς ὄψεως αὐτοῖς ἐκείνοις γεγενημένῳ· καθάπερ γὰρ ὀφθαλμοὶ ἐξ ὑπερβαλλούσης σκοτοῦνται λαμπηδόνος, οὕτως καὶ οὗτοι τότε ἔπαθον· οὐ γὰρ δὴ νὺξ, ἀλλ’ ἡμέρα καὶ τὸ τῆς αὐγῆς τῆς θεικῆς ὑπέρογκον, ἐβάρει τὴν τῶν ὀφθαλμῶν ἀσθένειαν.

Τίνος ἕνεκεν ἐκ τῆς νεφέλης φωνὴν ἀφίησιν ὁ Πατήρ; ἐπειδὴ οὕτως ἀεὶ φαίνεται ὁ Θεός. “ νεφέλη γάρ,” φησι, “ καὶ γνόφος, “ κύκλῳ αὐτοῦ.” καὶ πάλιν· ὅτι “ θεὶς νέφη i τὴν ἐπίβασιν αὐτοῦ· καὶ “ νεφέλη ὑπέλαβεν αὐτὸν, ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν,” καὶ “ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν.” ἵνα οὖν πιστεύσωσιν, ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται· διὰ τοῦτο ἀπὸ τῆς νεφέλης ἠνέχθη· νεφέλη δὲ φωτεινὴ, ἐπειδὴ φοβῆσαι οὐκ ἐβούλετο, ἀλλὰ διδάξαι· ὅπου γὰρ ἀπειλὴν, σκοτεινὴν δείκνυσιν, ὥσπερ ἐν τῷ Σινᾶ· διὰ τοῦτο δὲ ἡ φωνὴ ἠνέχθη, μετὰ τὸ ἀφανεῖς γενέσθαι Μωϋσῆν καὶ Ἠλίαν, ἵνα δειχθῇ ὅτι οὐ περὶ ἑνὸς τῶν δύο ἐλέχθη, ἀλλὰ περὶ τοῦ Χριστοῦ μόνον· οὐ τὸν Χριστὸν δὲ μόνον ὑπέλαβεν ἡ νεφέλη, ἀλλὰ πάντας· ἵνα μὴ νομισθῇ ὅτι [*](g εἴ τι Cod. h ἡμᾶς Cod. i νέφει Cod.)

137
ὁ Χριστὸς ἀφῆκε τὴν φωνὴν ἐκείνην ἀγαπητὸν δὲ υἱὸν αὐτὸν εἶπεν, διὰ τὸν Πέτρον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὅτι κἂν μυριάκις αὐτὸν φιλεῖς, οὐ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος ἴσον· εἰ οὖν φιλεῖται παρ’ ἐμοῦ, φησὶν, μὴ φοβοῦ τὸ πάθος· καὶ γὰρ ἴσος μου ἐστὶ κατὰ πάντα, καὶ ἰσογνώμων· τὸ δὲ “ ἐν ᾧ εὐδό0- “ κησα,” δηλοῖ, ἐφ’ ᾧ ἀναπαυόμενος, ᾧ ἀρέσκομαι, διὰ τὸ κατὰ πάντα ἐξισῶσθαι αὐτὸν πρός με μετὰ ἀκριβείας· τὸ δὲ “ αὐτοῦ “ ἀκούετε,” σημαίνει, ὅτι κἂν σταυρωθῆναι βουληθῇ, μὴ ἀντιπεσῃς.

Διὰ τί εἰς μὲν τὸν Ἰορδάνην ἐνεχθείσης τῆς φωνῆς, καὶ ὄχλου τοσούτου παρόντος, καὶ μετὰ ταῦτα πάλιν, ὅτε βροντὴν ἔλεγον γεγονέναι, οὐδεὶς κατέπεσεν ἐπὶ πρόσωπον· νῦν δὲ ἐν τῷ ὄρει καταπλαγέντες, τοῦτο ἔπαθον; ἐπειδὴ καὶ ἔρημος καὶ ὑψηλὸς, καὶ ἡσυχία ἦν πολλὴ, καὶ μεταμόρφωσις φρίκης γέμουσα, καὶ φῶς ὁρατὸν, καὶ νεφέλη ἐκτεταμένη· ἅπερ ἅπαντα, εἰς πολλὴν αὐτοὺς ἀγωνίαν ἐνέβαλεν, ὥστε καταπεσόντας, προσκυνῆσαι· διὰ τοῦτο δὲ ἐνετείλατο αὐτοῖς, μὴ εἰπεῖν τοῦτο τινὶ, ἕως οὗ ἐκ νεκρῶν ἀναστῇ· ἐπειδὴ ὅσῳ μείζονα διελέγετο περὶ αὐτοῦ, τοσούτῳ δυσπαραδεκτοτέρα ἦν τοῖς πολλοῖς τότε· οὐκ ἐκέλευσε δὲ διὰ παντὸς μηδενὶ εἰπεῖν, ἀλλ’ ἕως ἃν ἀναστῇ ἐκ νεκρῶν· ἐπειδὴ ὡς προγνώστης ᾔδει, οὔτε οἱ Ἀπόστολοι, οὔτε οἱ πολλοὶ τοῦ ὄχλου· οἱ μὲν, Πνεύματος Ἁγίου καταξιωθέντες, οἱ δὲ, τὰ σημεῖα βλέποντες, τὰ διὰ τῶν Ἀποστόλων γινόμενα.

[*](10)

“ Καὶ ἐπηρώτησαν αὐτὸν,” φήσι, “ λέγοντες· τι οὖν οἱ γραμμα- “ τεῖς λέγουσιν, ὅτι Ἠλίας δεῖ ἐλθεῖν πρῶτον; καὶ πόθεν τοῦτο ἔλεγον οἱ γραμματεῖς; ἐκράτει μὲν ὁ λόγος οὗτος καὶ περιεφέρετο· ὡσαύτως δὲ, καὶ περὶ τοῦ Χριστοῦ· οὐχ ὡς ἐχρῆν δὲ πη ἐκείνων ἑρμηνευόμενος. αἱ μὲν γὰρ γραφαὶ, δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας· ταύτην τὴν γεγενημένην καὶ τὴν μέλλουσαν· καὶ ταύτας δηλῶν ὁ Παῦλος, ἔ λέγεν, “ ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ “ ἡ σωτήριος.” καὶ πάλιν· “ προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα “ καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν “ Ἰησοῦ Χριστοῦ.” καὶ οἱ προφῆται δὲ, ἑκατέρας μέμνηνται· τῆς μέντοι δευτέρας πρόδρομον λέγουσι τὸν Ἠλίαν ἔσεσθαι· τῆς δὲ

138
προτέρας, Ἰωάννης ἐγένετο· ὃν καὶ Ἠλίαν ὁ Χριστὸς καλεῖ· οὐκ ἐπειδὴ Ἠλίας ἦν, ἀλλ’ ἐπειδὴ τὴν διακονίαν ἐπλήρωσεν τοῦ Ἠλία· οἱ γραμματεῖς οὖν ταύτας συγχέοντες καὶ διαστρέφοντες, τῆς δευτέρας ἐμνημόνευον μόνον πρὸς τὸν δῆμον, καὶ ἔλεγον, εἰ οὗτός ἐστιν ὁ Χριστὸς, ἔδει τὸν Ἠλίαν προλαβεῖν· αὐτὸς δέ φησι πρὸς τοὺς μαθητάς· “ Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει “ πάντα.” ποῖα πάντα; ἅπερ ὁ προφήτης λέγει Μαλαχίας· “ ἀποστελῶ γὰρ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην· ὃς ἀποκαταστήσει “ καρδίαν πατρὸς πρὸς υἱόν· ἐπειδὴ γὰρ πατέρες τῶν Ἀποστόλων ἦσαν οἱ Ἰουδαῖοι, λέγει ὅτι ἀποκαταστήσει τοῖς δόγμασι τῶν υἱῶν αὐτῶν, τουτέστι τῶν Ἀποστόλων, τὰς καρδίας τῶν πατέρων, τουτέστι τοῦ γένους τῶν Ἰουδαίων· τὴν διάνοιαν δὲ, εἰς τὸ πιστεῦσαι τῷ Χριστῷ, ἵνα μὴ πάντες ἄρδην ἀπόλωνται, παραγενομένου εἰς τὴν δευτέραν αὐτοῦ παρουσίαν· “ λέγω δὲ ὑμῖν,” φησὶν ὁ Χριστὸς, “ ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν· ἀλλ’ “ ἐποίησαν ἐν αὐτῷ, ὅσα ἠθέλησαν· τότε συνῆκαν οἱ μαθηταὶ, ὅτι “ περὶ Ἰωάννου τοῦ βαπτιστοῦ, εἶπεν αὐτοῖς· καὶ γὰρ λοιπὸν ὀξύτεροι εἰς τὸ νοεῖν ἐγένοντο, καὶ προσεκτικώτεροι πρὸς τὰ λεγόμενα.

Πόθεν δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταὶ; ἐκ τοῦ ἤδη προειρηκέναι αὐτοῖς, ὅτι αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· ἀλλὰ μηδεὶς θορυβηθῇ, μὴ δὲ πεπλανῆσθαι νομίσῃ τὸν λόγον· εἰ ποτὲ μὲν αὐτὸν ἥξειν, ποτὲ δὲ ἐληλυθέναι ἔφη· πάντα γὰρ ἀληθῆ εἶπεν· ὅτε μὲν γάρ φησιν ὅτι Ἠλίας ἔρχεται, καὶ ἀποκαταστήσει πάντα· αὐτὸν τὸν Ἠλίαν λέγει, καὶ τὴν τῶν Ἰουδαίων τότε ἐπιστροφὴν ἐσομένην· ὅτ’ ἃν δὲ εἴπῃ ὁ μέλλων ἔρχεσθαι, τὰ κατὰ τὸν τρόπον τῆς διακονίας, τὸν Ἰωάννην Ἠλίαν καλεῖ· διὸ καὶ ἐπήγαγεν· “ ὅτι “ ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν, ἀλλ’ ἐποίησαν εἰς αὐτὸν, πάντα “ ὅσα ἠθέλησαν. ποῖα ταῦτα; ὅτι ἐνέβαλον εἰς δεσμωτήριον· ὅτι ὕβρισαν· ὅτι ἀπέκτειναν· ὅτι ἤνεγκαν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακος. εὐκαίρως δὲ αὐτοὺς ἀναμιμνήσκει λοιπὸν, καὶ περὶ τοῦ ἰδίου πάθους ἀπὸ τοῦ πάθους Ἰωάννου, πολλὴν αὐτοῖς προξενῶν τὴν παραμυθίαν· φησὶ γὰρ αὐτοῖς, “ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει “ πάσχειν ὑπ’ αὐτῶν· οὐκ ἐκ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐκ τοῦ

139
θαύματα εὐθέως ἐργάσασθαι μέγαλα. καὶ γὰρ πολλαχοῦ παρατηρήσαντες τοῦτό ἐστι εὑρεῖν, ὅτι καὶ πρὸ τοῦ εἰπεῖν περὶ τοῦ πάθους, καὶ μετὰ τὸ εἰπεῖν, εὐθέως θαυματουργεῖ τούτου ἕνεκεν.

Περὶ τοῦ σεληνιαζομένου.

[*](14)

“ Προσῆλθε δὲ τῷ Χριστῷ, ἄνθρωπος,” φησὶ, “ γονυπετῶν αὐτὸν, “ καὶ λέγων· ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ κακῶς “ ἔχει,” καὶ τὰ ἑξῆς· σφόδρα φαίνεται κατὰ πίστιν ἀσθενῶν ὁ τοῦ σεληνιαζομένου πατήρ· πρῶτον μὲν, ἐκ τοῦ εἰπεῖν τὸν Χριστὸν, ὅτι τῶ πιστεύοντι πάντα δυνατά· ἔπειτα, καὶ ἐκ τοῦ εἰπεῖν αὐτὸν προσελθόντα, “ βοήθει μοι τῇ ἀπιστίᾳ, καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τῷ κυρίῳ· “ εἰ δύνασαι βοήθησον. ἀλλ’ ἴσως ἐρεῖ τις, καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία τοῦ ἀνθρώπου τοῦ μὴ ἐξελαθῆναι τὸν δαίμονα, διὰ τί τοῖς μαθηταῖς ἐγκαλεῖ; δεικνὺς, ὅτι δυνατὸν αὐτοῖς καὶ χωρὶς τῶν προσαγόντων, μετὰ πίστεως θεραπεῦσαι πολλάκις· ὥσπερ γὰρ τῷ προσερχομένῳ ἡ πίστις ἴσχυσεν πολλάκις τὴν ἴασιν τῶν παθῶν καὶ παρὰ τῶν ἐλαττόνων λαβεῖν, ὡς ἐπὶ τοῦ Κορνηλίου· οὕτω τῶν τοιούτων πολλάκις σημείων ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων θαυματουργῆσαι· ὡς ἐπὶ τοῦ Ἐλισσαίου· ὅτι οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη· χρὴ δὲ γινώσκειν, ὅτι οὐ πάντες οἱ μαθηταὶ ἠσθένησαν τῇ πίστει δὲ νῦν· καὶ γὰρ οἱ στῦλοι οὐκ ἦσαν ἐκεῖ.

[*](17)

Διὰ τί εἶπεν, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη;” ἐπειδὴ ὁ ἄπιστος ἀνὴρ οὕτως ἐντυγχάνει ἐπὶ τοῦ ὄχλου αὐτῷ κατὰ τῶν μαθητῶν, ὡς μὴ ἰσχυσάντων τὸν υἱὸν αὐτοῦ θεραπεῦσαι· βουλόμενος αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήματος, καὶ εἰς πρόσωπον μὲν ἐκείνου μόνου, ἵνα μὴ αὐτὸν ἐξαπορήσῃ, οὐ προφέρει τὴν ἀπιστίαν, εἰς πάντας δὲ Ἰουδαίους· καὶ γὰρ εἰκὸς ἦν πολλοὺς τούτων σκανδαλισθῆναι· εἰπὼν δὲ, “ ἕως πότε μεθ’ ὑμῶν ἔσομαι ” δείκνυσι πάλιν καὶ ἐκ τούτου ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ὅτι οὐ τὸ k σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ’ αὐτῶν βάρος ἐλογίζετο· ἐρωτᾷ δὲ αὐτὸν, “ πόσον χρόνον ἔχει; ” εἰς χρηστὰς ἐλπίδας [*](k τῷ Cod.)

140
αὐτὸν ἄγων· ἀφίησι δὲ αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν· καὶ γὰρ ἰδὼν τὸν ὄχλον συναγόμενον, εὐθέως ἐπετίμησεν αὐτῷ, ἀλλὰ καὶ τοῦτο διὰ τὸν πατέρα ποίει, ἵνα ἰδὼν θορυβούμενον τὸ δαιμόνιον ἀπὸ τοῦ βληθῆναι μόνον, κἂν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ μέλλοντος γίνεσθαι θαύματος· εἶπε δὲ αὐτῷ· “ εἰ “ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι·” πάλιν εἰς αὐτὸν περιτρέπων τὸ ἔγκλημα· ὅτι περ, φησὶ, τοσαύτη παρ’ ἐμοὶ δυνάμεως ἐστὶ περιουσία, ὥστε ἐὰν πιστεύσῃ ὡς δεῖ, καὶ αὐτὸς δύνασαι αὐτὸν θεραπεῦσαι, καὶ τοῦτον, καὶ ἑτέρους πολλούς. χρὴ τοίνυν σκοπεῖν ἡμᾶς, οὐ μόνον ὅτι τοῦ δαίμονος ἀπήλλαξαι τὸν πάσχοντα, ἀλλὰ καὶ ὅσην εἰς αὐτὸν πρόνοιαν ὡς φιλάνθρωπος ἐπεδείκνυτο ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ’ οὗ εἰς αὐτὸν τὸ δαιμόνιον εἰσελήλυθεν· καὶ γὰρ εἰ μὴ ἔκτοτε προνοίας αὐτοῦ ὁ πάσχων ἀπήλαυνεν, πάλαι ἃν ἀπολώλει· “ καὶ γὰρ εἰς πῦρ αὐτὸν ἐνέβαλε,” φησί· “ καὶ εἰς ὕδωρ· ὁ δὲ ταῦτα ποιῶν δαίμων, καὶ ἀνεῖλεν ἂν παντελῶς, εἰ μὴ ἐν τῇ τοσαύτῃ μανίᾳ, πολὺν k ἐπέθηκεν ὁ Θεὸς αὐτῷ τὸν χαλινόν· ὥσπερ καὶ ἐπ’ ἐκείνων τῶν ἐν ταῖς ἐρημίαις τρεχόντων γυμνῶν, καὶ λίθοις ἑαυτοὺς κατακοπτόντων. οὐ δεῖ δὲ ὑμᾶς θορυβεῖσθαι, εἰ σεληνιαζόμενον αὐτὸν καλεῖ· τοῦ γὰρ πατρὸς τοῦ δαιμονῶντος ἐστὶν ἡ φωνή· εἰ δὲ καὶ ὁ Εὐαγγελιστής φησιν, ὅτι σεληνιαζομένους πολλοὺς ἐθεράπευσεν· ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας τοῦτο λέγει· οἱ γὰρ δαίμονες, ἐπὶ διαβολῇ τοῦ στοιχείου τούτου, ποτὲ μὲν ἐπιτιθέντες τοῖς ὑπ’ αὐτῷ κεκρατημένοις ἀνθρώποις, ποτὲ δὲ ἀνιᾶσιν αὐτοὺς κατὰ τοὺς τῆς ἐκείνης δρόμους· οὐχ ὡς ἐκείνης ἐνεργούσης, ἄπαγε, ἀλλ’ αὐτῶν τοῦτο κακουργούντων εἰς τὴν τοῦ στοιχείου διαβολήν· διὸ καὶ πεπλανημένη παρὰ τοῖς ἀνοήτοις ἐκράτησεν δόξα, καὶ οὕτως τοὺς τοιούτους καλοῦσι δαίμονας ἀπατώμενοι· οὐδὲ γὰρ ἦν τοῦτο ἀληθές.

κατ’ ἰδίαν δὲ τὸν Χριστὸν ἐπηρώτησαν οἱ Ἀπόστολοι, διὰ τί οὐκ ἠδυνήθησαν τὸν δαίμονα ἐκβαλεῖν; ἀγωνιῶντες καὶ φοβούμενοι, μήποτε τὴν χάριν ἣν ἐπιστεύθησαν, ἀπώλεσαν. καὶ γὰρ ἦσαν λαβόντες ἐξουσίαν τῶν δαιμόνων ἀκαθάρτων· αὐτὸς δὲ εἰπὼν αὐτοῖς, “ ἐὰν ἔχετε πίστιν ὡς κόκκον σινάπεως,” καὶ τὰ ἑξῆς, καὶ περὶ τῆς τῶν σημείων πίστεως εἶπεν· σινάπεως δὲ μέμνηται, [*](k πολλὴν Cod.)

141
τὸν ἄφατον αὐτοῦ δηλῶν δύναμιν· εἰ γὰρ τῶν ὄγκων μικρὸν εἶναι δοκεῖ, ἀλλὰ τῇ δυνάμει πάντων τῶν σπερμάτων ἐστὶ σφοδρότερον· δεικνὺς τοίνυν, ὅτι τὸ ἐλάχιστον τῆς γνησίας πίστεως, μέγαλα δύναται· διὰ τοῦτο ἐμνήσθη τῆς σινάπεως, καὶ οὐδὲ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ ὄρος προσέθηκε· καὶ περαιτέρω προέβη· οὐδὲν γάρ, φησιν, ἀδυνατήσει ὑμῖν. εἰ δὲ λέγοι τίς, ποῦ ὄρος μετέθηκαν; ἐκεῖνο 1 μανθανέτω, ὅτι τῷ πολλῷ μεῖζον ἐποίησαν· νεκροὺς γὰρ ἀνέστησαν μυρίους· οὐκ ἔστι δὲ ὅμοιον ὄρος μεταστῆσαι, καὶ θάνατον ἀπὸ σώματος κινῆσαι· λέγονται δὲ μετ’ ἐκείνους, ἅγιοι τινὲς ἐκείνων ἐλάττους πολλῷ, καὶ ὄρη, χρείας καλεσάσης, μεταθεῖναι· εἰκὸς δὲ καὶ τοῦτο γενέσθαι ὑπὸ τῶν Ἀποστόλων, καὶ μὴ γέγραφθαι· οὐδὲ γὰρ πάντα, ἃ ἐθαυματούργησαν, ἐγράφη. εἰπὼν δὲ “ ὅτι τοῦτο τὸ γένος οὐκ ἐκπο- “ ρεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ,” περὶ πάντων τῶν δαιμόνων λέγει· οὐ περὶ τῶν νομιζομένων σεληνιάζεσθαι μόνον· καὶ γὰρ ἀδύνατον, τρυφὴ συζῶντα τινὰ ποτὲ, ἀπαλλαγῆναι τῆς μανιάς ταύτης· χρήζει γὰρ μάλιστα τῆς νηστείας, ὁ τὰ τοιαῦτα νοσῶν· διόπερ ἡ νηστεία φιλοσοφίαν πολλὴν ἐντίθησι, καὶ ἀγγέλους ἐξ ἀνθρώπων κατασκευάζει, καὶ ταῖς ἀσωμάτοις δυνάμεσι, τοῖς δαίμοσι λέγω, πυκτεύειν ποιεῖ· ἀλλ’ οὐ καθ’ ἑαυτὴν οὖσα· δεῖ γὰρ καὶ εὐχῆς, καὶ ἐπιτεταμένης εὐχῆς καὶ ἐλεημοσύνης· ἵνα δὲ μὴ λέγωσιν οἱ Ἀπόστολοι τῷ Χριστῷ, τίνος ἕνεκεν ἐν τῇ Γαλιλαίᾳ διατριβόμενος διηνεκῶς; διὰ τοῦτο ἀναστρεφομένων αὐτῶν ἐκεῖ, εἶπεν αὐτοῖς· “ ὅτι μέλλει ὁ υἱὸς “ τοῦ ἀνθρώπου παραδίδοσθαι, καὶ τὰ ἑξῆς· καὶ γὰρ περὶ τοῦ πάθους ἀκούοντες, οὐδὲ ἰδεῖν τὰ Ἱεροσόλυμα ἐβούλοντο· ὅθεν καὶ “ ἐλυπήθησαν· καὶ οὐδὲ ἁπλῶς ἐλυπήθησαν, ἀλλὰ καὶ “ σφόδρα.” ἐγένετο δὲ τοῦτο, διὰ τὸ ἀγνοεῖν τῶν λεγομένων τὴν δύναμιν, καθὼς ὁ Μάρκος φησίν· οὐδὲ γὰρ ᾔδεσαν τί ποτε ἦν οὗτος ὁ θάνατος, καὶ ὅτι μυρία ἐργάσεται ἀγαθά· οὐδὲ τί ποτέ ἐστιν ἡ ἀνάστασις αὕτη, ἀλλ’ ἠγνόουν· διὸ ἤλγουν, καὶ σφόδρα ἀντείχονται τοῦ διδασκάλου.

[*](1 ἐκείνῳ Cod.)
142