Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ Ματθαίου.

[*](9)

Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, ἴδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον.

τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ τῶν ἄλλων ἐκάλεσε τὸν Ματθαῖον; ἐπειδήπερ τὰς καρδίας ἐπιστάμενος, καὶ τὰ ἀπόρρητα τῆς ἑκάστου διανοίας εἰδὼς, τότε τοῦτο ἐποίησεν, ὅτε ἠπίστατο ἥξοντα· διὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. οὐκ ἀποκρύπτεται δὲ τὸν ἑαυτοῦ βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι, τῶν ἄλλων Εὐαγγελιστῶν κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ· καὶ ὅτι ἐπὶ τὸ τελωνεῖον ἐκάθητο, ἵνα δείξη τοῦ καλέσαντος τὴν δύναμιν καὶ τὴν ἀγαθότητα· ὅτι οὐκ ἀποστάντα αὐτὸν πρότερον τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ’ ἐπιτήδευμα ἔχοντα ἀναισχυντίας γέμον καὶ ἰταμότητος καὶ κέρδεος y οὐκ ἔχον πρόφασιν εὔλογον· καὶ ἁρπαγὴν σχῆμα ἔχουσαν ἔννομον, ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· ἀλλ’ ὥσπερ εἴδομεν τοῦ καλέσαντος τὴν ἀγαθότητα, οὕτω καταμάθωμεν καὶ τοῦ κληθέντος τὴν ὑπακοήν· οὔτε γὰρ ἀντέτεινεν, οὔτε ἀμφισβητήτως εἶπεν· ἄρα μὴ ἀπατηλῇ z κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖ; καὶ γὰρ ἀκαιρίας αὕτη πάλιν ὑπῆρχεν ἡ ταπεινοφροσύνη· καλέσας τοίνυν αὐτὸν καὶ τιμῇ μεγίστῃ τετιμηκὼς, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ἐν τούτῳ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὐέλπιδα ποιῶν, καὶ εἰς πλείονα παρρησίαν ἐνάγων· οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλὰ ἀθρόον ἐξιάσατο τὴν κακίαν· καὶ οὐκ αὐτῷ συνανάκειται μόνον, ἀλλὰ καὶ ἑτέροις πολλοῖς τοιούτοις· διὰ τί δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνδιαβάλλουσι τὸν Κύριον οἱ Φαρισαῖοι, ὡς μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίοντα; κακούργῳ σκέψει βουλόμενοι ἀποχωρῆσαι αὐτοὺς τοῦ [*](y κέρδιος Cod. z ἀπατειλῆ Cod.)

68
διδασκάλου· αὐτὸς δὲ οὐ μόνον οὐκ a ἔγκλημα εἶναι, ἀλλὰ καὶ πολλῆς φιλανθρωπίας ὑπερβολὴν, τὸ μετὰ τοιούτων ἐσθίειν δείκνυσι· διὸ καὶ φησίν· “ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ” καὶ τὰ ἑξῆς.

Τὸ δὲ, “ πορευθέντες μάθετε τι ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν σημαίνει ὅτι οὐ κεκωλυμένον ἔργον ἐστὶ τὸ ἁμαρτωλοὺς διορθοῦσθαι, ἀλλὰ καὶ νομοθετημένον, καὶ μᾶλλον τῆς θυσίας κρεῖττον· ὅθεν καὶ τὴν παλαιὰν εἰσάγει συνῳδὰ αὐτῷ φθεγγομένην καὶ νομοθετοῦσαν· ἅμα δὲ καὶ τὴν τῶν γραφῶν ἄγνοιαν αὐτοῖς ὀνειδίζων ταῦτα ἔλεγεν· καὶ ὅτι πάσης τῆς λοιπῆς ἀμελοῦντες ἀρετῆς, ἐν ταῖς θυσίαις τὸ πᾶν ἐτίθεντο· ἐγὼ γάρ, φησι, τοσοῦτον ἀπέχω τοῦ βδελύξασθαι τοὺς ἁμαρτωλοὺς, ὅτι καὶ δι’ αὐτοὺς παραγέγονα μόνους· τοῦτο γὰρ δηλοῖ τὸ “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ “ἁμαρτωλοὺς εἰς μετάνοιαν.” τίνος ἕνεκεν τῶν μαθητῶν Ἰωάννου ἐγκαλεσάντων, ὅτι “ ἡμεῖς μὲν καὶ οἱ Φαρισαῖοι νηστεύομεν “ πολλὰ” καὶ τὰ ἑξῆς· καὶ ἐν τούτῳ τὴν ἐπιείκειαν αὐτοῦ καὶ πολλὴν μακροθυμίαν ἐνδεικνύμενος, οὐκ ἐπιτιμᾷ· ἀναμιμνήσκει δὲ αὐτοὺς τῶν Ἰωάννου ῥημάτων, δι’ ὧν ἔλεγεν· “ὁ ἔχων τὴν “ νύμφην,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ παρὼν καιρὸς τῆς ἐμῆς σὺν αὐτοῖς διαγωγῆς χαρᾶς καὶ εὐφροσύνης ἐστίν· “ ἐλεύσονται δὲ ἡμέραι” καὶ τὰ ἑξῆς. τὸν τοῦ πάθους διὰ τούτου μηνύων καιρόν· ἣ μᾶλλον τὸν τοῦ κηρύγματος, ὅτι τοῦ πάθους τριήμερος ἦν.

Εἰπὼν “ὅτι οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκκους,” ἐδήλωσε διὰ τούτου, ὅτι οὔπω γεγόνασιν ἰσχυροὶ οἱ μαθηταὶ αὐτοῦ, ἀλλ’ ἔτι πολλῆς δέονται συγκαταβάσεως· διὰ τὸ μήπω ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀνακαινισθῆναι αὐτούς· οὕτω δὲ διακειμένοις οὐ χρὴ βάρος ἐπιτιθέναι αὐτοῖς ἐπιταγμάτων· ταῦτα δὲ ἔλεγεν νόμους τιθεὶς καὶ κανόνας τοῖς ἑαυτοῦ μαθηταῖς· ἵνα ὅτ’ ἃν μέλλωσι μαθητὰς λαμβάνειν, μετὰ πολλῆς αὐτοῖς προσφέρωνται b τῆς ἡμερότητος.

[*](17)

Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς.

Ἀσκῶν δὲ μέμνηται καὶ οἴνου· ἐπειδὴ περὶ γαστριμαργίας ἦν ὁ λόγος καὶ τραπέζης· διὰ τοῦτο ἀπὸ τῶν αὐτῶν λαμβάνει τὰ ὑποδείγματα, καὶ ὅτι οὐδὲν αὐστηρὸν ἐπιτάττειν χρὴ καὶ βάρος [*](a οὐκ suppl. b προσφέρονται Cod.)

69
ἔχον τοῖς ἀρχομένοις, ἀλλ’ ὅσα δυνατὸν ποιεῖν, καὶ ταχέως καὶ ἐπ’ ἐκεῖνα ἥξουσιν· ὁ γὰρ πρὸ καιροῦ, φησι, ζητῶν τοῦ προσήκοντος τὰ ὑψηλὰ ἐντιθέναι δόγματα, οὐδὲ τοῦ καιροῦ καλοῦντος λοιπὸν ἐπιτηδείους εὑρήσει, ἀχρήστους ἐργασάμενος ἅπαξ.

Ωριφένουσ. Ἀσκοὶ παλαιοὶ εἰσιν οἱ τῇ νομικῇ πολιτείᾳ πεποιωμένοι c. οἶνος δὲ νέος ἡ διὰ Χριστοῦ χάρις.

Ἱσιλώρου. τοὺς σαπέντας τῇ παλαιότητι καὶ τὴν νέαν χάριν ἀθετήσαντας ἀσκοὺς παλαιοὺς ὁ κύριος προσηγόρευσεν, ὡς διαρρηγνυμένους καὶ τὸν καινὸν λόγον τῆς βασιλείας οὐκ ἔχοντας.

Κυρίλλου. Οἱ Φαρισαῖοι ἐοικότες ἱματίῳ κατερρωγότι ἣ ἀσκοῖς παλαιοῖς, οὐ δύνανται δέξασθαι τὴν νεάζουσαν διδασκαλίαν.

Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου.

ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων ἐλθὼν προσεκύνει αὐτῷ λέγων, ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν.

Τὸν ἄρχοντα ὃν λέγει ἐληλυθέναι, ἀρχισυνάγωγος ἦν· χρὴ δὲ σκοπεῖν αὐτοῦ καὶ τὴν παχύτητα· δύο γὰρ ἀπαιτεῖ παρὰ τοῦ Χριστοῦ, καὶ παραγενέσθαι αὐτὸν καὶ τὴν χεῖρα ἐπιθεῖναι· ἠκολούθουν δὲ οἱ ὄχλοι ὡς ἐπὶ θαύματι μεγάλῳ· τοὺς μαθητὰς δὲ μόνους εἴασεν εἰς τὴν οἰκίαν εἰσελθεῖν, παιδεύων ἡμᾶς καὶ διὰ τοῦτο τὴν ἀνθρωπίνην διακρούεσθαι δόξαν.

Περὶ τῆς αἱμορροούσης.

[*](20)

Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη.

τίνος ἕνεκεν οὐ μετὰ παρρησίας προσῆλθεν αὐτῷ ἡ τὴν ῥύσιν τοῦ αἵματος ἔχουσα; ἐπειδὴ ᾐσχύνετο διὰ τὸ πάθος, ἀκάθαρτος εἰναι νομιζομένη. εἰ γὰρ ἡ καταμηνίοις οὖσα, οὐκ ἐδόκει εἰναι καθαρὰ, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἃν ἐνόμισεν· ὅμως μὲν οὖν μετὰ πίστεως τῶν ἱματίων ἥψατο· οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲ εἰπεν ἐν ἑαυτῇ, ἆρα ἀπαλλαγήσομαι τοῦ [*](c An πεπωρωμένοι ?)

70
νοσήματος· ἄρα οὐκ ἀπαλλαγήσομαι; εἶπε δὲ αὐτῇ, θάρσει, ἐπειδὴ περίφοβος ἢν· θυγατέρα δὲ αὐτὴν καλεῖ, ἐπειδὴ ἡ πίστις αὐτῆς θυγατέρα αὐτὴν ἐποίησεν. καὶ τὸ ἐγκώμιον μέγα, ὅτι περ ὑπὸ τοῦ πάντων δεσπότου ἤκουσεν, “ἡ πίστις σου σέσωκέ σε.”

Τίνος δὲ ἕνεκεν τῶν αὐλητῶν ἐμνημόνευσεν; ἵνα καὶ ἐν τούτῳ θριαμβεύσῃ τῶν ἀρχισυναγώγων τὴν ἄνοιαν· διὰ τί δὲ εἶπεν, ὅτι οὐ τέθνηκεν τὸ κοράσιον, ἀλλὰ καθεύδει; παιδεύων μὴ φοβεῖσθαι θάνατον· διὰ τὸ μὴ εἶναι αὐτὸν θάνατον, ἀλλ’ ὕπνον γεγενῆσθαι· τοῖς δὲ καταγελῶσιν αὐτοῦ οὐκ ἐπιτιμᾷ, ἵνα καὶ αὐτοὶ καὶ οἱ αὐλοὶ καὶ τὰ κύμβαλα, ἀπόδειξις γένηται τοῦ θανάτου· παρόντων δὲ τῶν γονέων θαυματουργεῖ πρὸς τὸ αὐτοὺς πληροφορηθῆναι· κατασχὼν δὲ, ἀνίστησιν, δεῖξαι θέλων ὅτι πάντα αὐτῷ ἕτοιμα· κελεύει δὲ δοθῆναι αὐτῇ τροφὴν, ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ γεγενημένον. οὐκ αὐτὸς δὲ δίδωσιν, ἀλλ’ ἐκείνοις κελεύει δοῦναι, ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· “λύσατε αὐτὸν, καὶ ἄφετε “ ὑπάγειν·” τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας πάσης τὴν ἀπόδειξιν ποιούμενος· τοὺς δὲ θρηνοῦντας καὶ τοὺς αὐλοῦντας ἔξω τῆς οἰκίας ἐξέβαλεν, ἀναξίους τῆς τοιαύτης θεωρίας κρίνας αὐτούς· παρήγγειλε δὲ μηδενὶ εἰπεῖν διὰ τὸ ἄτυφον καὶ ἀκενόδοξον.

Προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.

Κυρίλλου. Δείκνυσιν ὅτι παρὰ θεῷ οὐδεὶς ἔχων ἀκούσιον νόσον ἀκάθαρτος· διὸ καὶ προσκαλεῖται τὴν αἱμορροοῦσαν ὁ Κύριος, ἵνα τὸν τυπικὸν νόμον εἰς πνευματικὴν μεταγάγῃ θεωρίαν.

[*](23)

Καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον.

Κυρίλλου Ἀλεξανδρείασ. Ἔθος τοῖς ἀνθρώποις τὰς ἀγάμους κόρας, ἡνίκα εἰσὶν πρὸς ὥραν γάμου τελευτώσας θρηνεῖν, διὰ τῶν συμβολικῶν γάμων· διὸ καὶ αὐληταὶ ἦσαν ἔσω, εἰ καὶ παρὰ τὸ πρόσταγμα τὸ Ἰουδαϊκὸν τότε ἐποίουν τοῦτο οἱ Ἰουδαῖοι.

Ὠριφένουσ. Οἱ ἐλπίδα ἔχοντες τῆς ἐν Χριστῷ ἀναστάσεως οὐκ ἀπέθανον, ἀλλὰ καθεύδουσι· διὸ φησὶν ὁ Ἀπόστολος· “οὐ “ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων· ἵνα μὴ “ λυπεῖσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·” ἅμα δὲ καὶ

71
σμικρύνων τὸ ἔργον, ὃ ἤμελλε ποιεῖν, μᾶλλον δὲ κρύπτων· αὐτὸ, ἔλεγεν ὅτι καθεύδει· διὸ καὶ ἑξῆς παρῄνει μηδενὶ λέγειν.

Περὶ τῶν δύο τυφλῶν.

[*](27)

Ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ, κράζοντες καὶ λέγοντες.

Διὰ τί τοὺς τυφλοὺς παρέλκει κράζοντας; ἡμᾶς παιδεύων τὴν παρὰ τῶν πολλῶν διωθεῖσθαι δόξαν· ἐπειδὴ γὰρ πλησίον ἦν ἡ οἰκία, ἄγει αὐτοὺς ἐκεῖ κατ’ ἰδίαν θεραπεύσων· καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ παρήγγειλε μηδενὶ εἰπεῖν· οὐ μικρὰ δὲ αὕτη τῶν Ἰουδαίων κατηγορία· ὅτ' ἂν οὗτοι τυφλοὶ ὄντες, ἐξ ἀκοῆς μόνης τὴν πίστιν δέχονται· ἐκεῖνοι δὲ θεωροῦντες τὰ θαύματα πάντα τὰ ἐναντία ποιοῦσιν· υἱὸν δὲ Δαβὶδ ἐκάλουν, ἐπειδὴ τὸ ὄνομα τιμῆς εἶναι ἐδόκει· δευτέραν δὲ ἐρώτησιν προσάγει, σπουδάζων ἱκετεύεσθαι πολλάκις, καὶ τότε τὴν ἴασιν παρέχειν, ἵνα μή τις νομίσῃ διὰ φιλοτιμίαν αὐτὸν τοῖς θαύμασιν ἐπιπηδᾷν· ὁμολογησάντων οὖν αὐτὸν, οὐκ ἔτι υἱὸν Δαβὶδ, ἀλλὰ τὸ ὑψηλότερον προσειπόντων Κύριον· τότε λοιπὸν καὶ αὐτὸς ἐπιτίθησι τὴν χεῖρα, λέγων, “κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. διὰ δὲ τὴν προειρημένην αἰτίαν, λέγω δὴ διὰ τὸ ἀκόμπαστον, κελεύει μετὰ πολλῆς τῆς σφοδρότητος μηδενὶ εἰπεῖν· “ἐνεβριμήσατο γάρ,” φησιν, “αὐτοῖς ὁ Κύριος λέγων, καὶ τὰ ἑξῆς· ἐκεῖνοι δὲ οὐκ ἠνέσχοντο, ἀλλ’ ἐγένοντο κήρυκες καὶ εὐαγγελισταί· εἰ δὲ ἀλλαχοῦ φαίνεται λέγων, ἄπελθε καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ· οὐκ ἔστιν ἐναντίον ἐκείνου τοῦτο, ἀλλὰ καὶ σφόδρα συμβαῖνον· ὅπου μὲν γὰρ εἰς τὸν Θεὸν ἡ δόξα ἀναφέρεται, οὐ μόνον οὐ κωλύει, ἀλλὰ καὶ ἐπιτάττει τοῦτο ποιεῖν· ὅπου δὲ παιδεύει ἡμᾶς ταπεινοφρονεῖν, ἐκεῖ καὶ κελεύει μηδενὶ λέγειν, ἀλλὰ καὶ τοὺς βουλομένους ἡμᾶς ἐγκωμιάζειν κωλύει.

Ωριγένουσ. Ἰησοῦς παραγγέλλων τοῖς ἰωμένοις μηδενὶ λέγειν τὰς εὐεργεσίας αὐτοῦ, ἡμᾶς διδάσκει φεύγειν τὸ ἐπιδεικτικὸν ὡς αἴτιον τῶν κάκων.

[*](a κρύπτον Cod.)
72

Περὶ τοῦ δαιμονιζομένου κωφοῦ.

[*](32)

Ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον.

Χρὴ γινώσκειν ὅτι ἡ κώφωσις ἣν εἶχεν ὁ δαιμονιζόμενος οὗτος, οὐ φύσεως ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἦν ἡ ἐπιβουλή· διὸ καὶ ἑτέρων b ἐδεήθη τῶν προσαγόντων· οὔτε γὰρ δι’ ἑαυτοῦ προσκαλέσαι ἠδύνατο ἄφωνος ὢν, οὔτε ἑτέρους ἱκετεῦσαι, τοῦ δαίμονος δήσαντος τὴν γλῶτταν, καὶ τὴν ψυχὴν μετὰ τῆς γλώττης πεδήσαντος· διὰ τοῦτο οὐδὲ ἀπαιτεῖ αὐτὸν, ἀλλ’ εὐθέως διορθοῦται τὸ νόσημα. “ἐκβληθέντος” γάρ, φησι, “τοῦ δαιμονίου, ἐλάλησεν “ὁ κωφός· οἱ δὲ ὄχλοι ἐθαύμαζον,” καὶ τὰ ἑξῆς· ὃ δὴ μάλιστα ἠνία τοὺς Φαρισαίους, ὅτι πάντων αὐτὸν προὐτίθεσαν, οὐ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων· προὐτίθεσαν δὲ οὐχ ὅτι ἐθεράπευσεν, ἀλλ’ ὅτι ῥάως c καὶ ταχέως· καὶ ὅτι ἄπειρα νοσήματα, καὶ ἀνιάτως ἔχοντα. καὶ ὁ μὲν ὄχλος οὕτως· οἱ δὲ Φαρισαῖοι τοὐναντίον ἅπαν· τοιοῦτον γὰρ ἡ πονηρία· τί γάρ φησιν; “ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια·” οὗ τι ἃν γένοιτο ἀνοητότερον; μάλιστα μὲν γὰρ, ὃ καὶ προιὼν φησὶν, ἀμήχανον δαίμονα ἐκβάλλειν δαίμονα· τὰ γὰρ ἑαυτοῦ συγκροτεῖν εἴωθεν, οὐ καταλύειν ἐκεῖνος· αὐτὸς δὲ οὐχὶ δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρεν, καὶ νεκροὺς ἤγειρεν, καὶ θάλατταν ἐχαλίνου, καὶ ἁμαρτήματα ἔλυεν, καὶ βασιλείαν ἐκήρυττεν, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ οὗτ’ ἃν ἕλοιτο ποτε, οὔτ’ ἃν δυνηθείη ποτὲ ἐργάσασθαι· αὐτὸς δὲ μετὰ τὰς ὕβρεις καὶ τὰς κατηγορίας· “περιῆγε” φησι, “τὰς πόλεις ἁπάσας καὶ “τὰς κώμας καὶ τὰ ἑξῆς· ἡμῖν τύπος γενόμενος, ἵνα καὶ ἡμεῖς ὅτ’ ἂν εὐεργετῶμεν τινὰς, καὶ ὑπ’ αὐτῶν κατηγορούμεθα, μὴ ἀποστῶμεν τοὺς ὁμοδούλους εὐεργετεῖν, ὡς ὅγε μετὰ τὴν κατηγορίαν ἀφιστάμενος τῆς εὐεργεσίας δείκνυσιν, ὅτι δι’ ἀνθρώπων ἔπαινον, ἀλλ’ οὐ διὰ τὸν Θεὸν τὴν ἀρετὴν εἰργάζετο.

Τί ἐστιν ὅπερ περὶ τῶν ὄχλων φησὶν, “ὅτι ἦσαν ἐσκυλμένοι [*](b ἑτέρῳ Cod. c ῥᾷος Cod.)

73
“καὶ ἐρριμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα·” οὐκ αἰσθητὴν σκύλησιν καὶ ἀπορριφὴν λέγει, ἀλλὰ νοητήν. τοῦτο δὲ κατηγορία τῶν ἀρχόντων ὑπῆρχε τῶν Ἰουδαίων, ὅτι ποίμενες ὄντες, τὰ τῶν λύκων ἐπεδείκνυντο· οὐ γὰρ μόνον διώρθουν τὸ πλῆθος, ἀλλὰ καὶ ἐλυμαίνοντο αὐτῶν τὴν προκοπὴν διὰ τοῦ λέγειν, “ἐν τῷ ἄρχοντι “τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.”

[*](34)

Οἱ δὲ Φαρισαῖοι ἔλεγον ἐν τῷ ἄρχοντι τῶν δαιμονιων.

Θεοδώρου Ἠρακλείασ. Ἄκρας ἀσεβείας δεῖγμα τὸ τὰς θείας δυνάμεις λέγειν δαιμόνων εἶναι· οὐδεὶς γάρ ποτε δαιμόνων δαίμονα ἐκβάλλει, οὐδὲ τὰ ἑαυτοῦ καταλύει. οὐ μόνους δὲ δαίμονας ἐξέβαλεν, ἀλλὰ καὶ μυρία πάθη c ἐθεράπευσεν. ὁ δαίμων πρὸς τὰ εἴδωλα σύρει· ὁ Χριστὸς τῷ Πατρὶ προσῆγεν· ὁ δαίμων ὑβριζόμενος οὐκ εὐεργετεῖ· ὁ δὲ Χριστὸς τοὺς ὑβρίζοντας φέρων ἀνεξικάκως περιείη θεραπεύων πάντας. [*](37) Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

Ωριγένουσ. Θερισμὸν λέγει τῶν ὄχλων τῶν ἐπιτηδείως ἐχόντων πρὸς θεοσέβειαν· ἐργάται θερισμοῦ εἰσιν οἱ κατὰ τὸ Εὐαγγέλιον διδάσκαλοι. ἔστι δὲ καὶ ἕτερος θερισμὸς, ἡ συντέλεια τοῦ αἰῶνος, κατὰ τὸ “ἄφετε τὰ ζιζάνια, καὶ ἐν καιρῷ τοῦ “θερισμοῦ, ἐρῶ τοῖς θερισταῖς.”

Τοῦ αὐτοῦ. Εἰ οἱ “θερισταὶ Ἄγγελοι εἰσὶ,” καὶ νῦν τοῖς ἀγγέλοις τῶν Ἀποστόλων λέγεταο d ταῦτα· “θερισμὸν” δὲ τῶν ἐπὶ τὴν καλὴν γῆν ἑαυτῶν λαβόντων σπόρον τὸν λόγον. θερισταὶ δὲ ὀλίγοι, οὐ γὰρ πολλοὶ οἱ ἀνεπαισθήτως ὀρθοτομοῦντες τὸν λόγον τῆς ἀληθείας.

Θεοδώρου Ἠρακλείασ. Θερισμὸν λέγει, τοὺς δεομένους διδασκαλίας.

Κύριλλοσ. τοὺς μαθητὰς λέγει ἐργάτας, οὓς ὀλίγους ὄντας, ἔπεμψεν εἰς πᾶσαν τὴν υπουρανόν.

Τοῦ Χρυσοστόμου. Ἐργάτας δὲ ἐνταῦθα τοὺς δώδεκα μαθητάς φησιν. εἰπὼν δὲ αὐτοὺς ὀλίγους, εἰς μὲν τὸν ἀριθμὸν οὐ προσέθηκεν, ἐξουσίαν δ' αὐτοῖς κατὰ πνευμάτων ἀκαθάρτων καὶ κατὰ πάσης νόσου δέδωκεν.

[*](c πάθει Cod. d λέγετε Cod.)
74

Περὶ τῆς τῶν ἁγίων Λποστόλων διαταγῆς.

[*](2)

Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματα ἔστι ταῦτα.

Διὰ τοῦτο λέγει αὐτῶν τὰ ὀνόματα, ἐπειδήπερ δύο μόνας συζυγίας μνημονεύσας ἐν τοῖς ἔμπροσθεν κληθείσας ὑπὸ Χριστοῦ, Πέτρον καὶ Ἀνδρέαν, Ἰάκωβον καὶ Ἰωάννην, ἔτι δὲ καὶ ἑαυτὸν, ἀναγκαῖος νῦν τὸν κατάλογον αὐτῶν καὶ τὸν ἀριθμὸν ποιεῖται. Εἰπὼν δὲ “ Σίμων, ἀναγκαίως προσέθηκεν “ ὁ λεγόμενος “ Πέτρος·” καὶ γὰρ καὶ ἕτερος Σίμων ἦν ὁ Κανανίτης. χρὴ δὲ σκοπεῖν, ὅτι οὐ κατὰ τὴν ἀξίαν τίθησιν αὐτούς· ὁ γὰρ Ἰωάννης μείζων ἦν τοῦ ἀδελφοῦ. εἶτα εἰπὼν “ Φίλιππος καὶ Bαρθολομαῖος,” ἐπήγαγε, “ Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης· εἶτα “ Ἰάκωβος ὁ τοῦ “ Ἀλφαίου·” ἦν οὖν, ὡς προγέγραπται, καὶ ὁ τοῦ Εεβεδαίου· εἶτα εἰπὼν “ Αεββαῖον τὸν ἐπικληθέντα Θαδδαῖον, καὶ Σίμωνα τὸν “ ζηλωτὴν,” ὃν καὶ Κανανίτην καλεῖ, ἐπὶ τὸν προδότην ἔρχεται· ἀπὸ τῆς πόλεως αὐτὸν καλῶν, Ἰούδας ὁ Ἰσκαριώτης· ἦν γὰρ καὶ ἕτερος Ἰούδας ὁ Λεββαῖος, ὁ ἐπικληθεὶς Θαδδαῖος, ὃν Ἰάκωβον φησὶν ὁ Λουκᾶς· εἰς δὲ τὸν Ἰούδαν τὸν Ἰσκαριώτην προσέθηκεν, “ ὁ παραδιδοὺς αὐτόν·” οὐδὲν τῶν δοκούντων ἐπονειδίστων εἶναι ἀποκρυπτόμενος. “ τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς· ποίους τούτους ; τοὺς ἁλιεῖς· καὶ δύο τελῶναι, Ματθαῖος καὶ Θαδδαῖος· καὶ εἶς προδότης· ἀπέστειλε δὲ αὐτοὺς λέγων· “ εἰς ὁδὸν ἐθνῶν " μὴ ἀπέλθετε,” καὶ τὰ ἑξῆς· κἂν γάρ με ὕβρισαν, φησὶ, καὶ δαιμονῶντα καλῶσιν, οὐκ ἀποστρέφομαι αὐτοὺς, ἀλλ’ αὐτοὺς πρώτους διορθῶσαι ἐσπούδακα· καὶ πάντων ὑμᾶς ἀπάγων τῶν ἄλλων, πρὸς τούτους πέμπω διδασκάλους καὶ ἰατρούς· καίπερ τῶν ἐθνῶν καὶ τῶν Σαμαρειτῶν ἐπιτηδειοτέρως ἐκείνων πρὸς τὴν πίστιν ἐχόντων· κηρύττειν δὲ αὐτοὺς οὐδὲν αἰσθητὸν κελεύει, ὥσπερ Μωυσῆς καὶ οἱ λοιποὶ προφῆται, γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθά· ἀλλὰ βασιλείαν οὐρανῶν καὶ τὰ ἐκεῖ ἅπαντα.

[*](6)

Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

Tοῦ άγίου Κυρίλλου. Ὅτι δεῖ πρῶτον τοῖς Ἰουδαίοις κηρύττειν·

75
πρὸς αὐτοὺς γὰρ ἦσαν γεγονυῖαι αἱ ἐπαγγελίαι, ὅτι ἐξ αὐτῶν ἤμελλεν ὁ Χριστὸς, τὸ κατὰ σάρκα ὀφθῆναι· καὶ ὅταν ἐπείσθησαν, τότε εἰς τὰ ἔθνη χωρῆσαι. Σαμαρείτας δὲ συνάπτει τοῖς ἐξ ἐθνῶν· ἐπειδὴ καὶ ἐξ ἐθνῶν ἦσαν, κατὰ γένος Βαβυλώνιοι ὄντες, καὶ οἰκήσαντες τὴν Ἰουδαίαν. βασιλείαν δὲ οὐρανῶν λέγει τὴν διὰ πίστεως χάριν, τὴν διὰ πνεύματος υἱοθεσίαν, τὴν ἑνοῦσαν Θεῷ τὸν ἄνθρωπον.

[*](7)

Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.

Θεοδώρου Μονάκου. Διὰ τῆς σαρκώσεως ἦν e ἐγγίσασα f. καὶ ἀεὶ μὲν ἦν ἐγγὺς Χριστὸς ὁ Θεός.

[*](8)

Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Ἵνα δὲ μὴ ἐπαρθῶσιν ἀπὸ τῶν γινομένων σημείων, φησὶ, “δωρεὰν ἐλάβετε·” οὐ γὰρ μισθοῦ ταῦτα ἔχετε, οὐδὲ πονήσαντες· ἐμὴ γὰρ ἡ χάρις, οὕτως οὑν καὶ ἐκείνοις δωρεὰν δότε.”

[*](9)

Μῆ κτήσησθε χρυσὸν, μὴ ἄργυρον.

Οὐκ εἶπεν δὲ μὴ λάβητε μεθ’ ἑαυτῶν χρυσὸν, ἀλλὰ “μὴ “κτήσησθε·” ἵνα διὰ τούτου πολλὰ κατώρθουν, ἀνύποπτοι μένοντες, καὶ πάσης ἀπαλλαττόμενοι φροντίδος, καὶ τῷ λόγῳ τῆς διδασκαλίας προσέχοντες, καὶ τὴν τοῦ Θεοῦ δύναμιν διδασκόμενοι, ἑξῆς ἀνενδεεῖς τῶν πρὸς τὴν χρείαν ἐγίνοντο, ἐκ τῶν μαθητῶν αὐτῶν ἀποτρεφόμενοι· τοῦτο γὰρ δηλοῖ, “ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.

Τὸ δὲ τοὺς ἀξίους ἐπιζητεῖν εἰς ἑκάστην πόλιν, σημαίνει τοῦ μὴ τὰς ἁπάντων θύρας περιιέναι· εἰ γὰρ ἄξιός ἐστι, καὶ πάντως δώσει τροφὰς, καὶ μάλιστα ὅταν μηδὲν πλέον τῶν ἀναγκαίων ἀπαιτεῖται· οὐ μόνον δὲ ἀξίους κελεύει ζητεῖν, ἀλλὰ μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν, ὥστε μηδὲ τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δοξὰν λαμβάνειν γαστριμαργίας. τὸ δὲ πρώτους ἀσπάζεσθαι, μετριάζειν αὐτοὺς παρασκευάζει καὶ ἐν τούτῳ· μὴ γὰρ, ἐπειδὴ διδάσκετέ, φησι, διὰ τοῦτο περιμένετε παρ’ ἑτέρων ἀσπάζεσθαι g. μᾶλλον μὲν οὖν ὑμεῖς προηγεῖσθε h τῇ τιμῇ. δεικνὺς δὲ ὅτι οὐκ ἀσπασμός ἐστι τοῦτο ψιλὸς, ἀλλ’ ἀλογία, ἐπάγει λέγων, “ἐὰν [*](e ἣν Cod. f ἐγγύσασα Cod. g ἀσπάζεσθε Cod. h προηγεῖσθαι Cod.)

76
“ ᾗ ἀξία ἡ οἰκία, ἥξει ἐπ’ αὐτήν· ἂν δὲ ὑβρίζῃ, οὐ μόνον οὐδὲν ἐκ τῆς εἰρήνης νομίσητε, ἀλλὰ καὶ τὰ τῶν Σοδόμων ὑπομενεῖ. τὸ δὲ ἐκτινάξαι τὸν κονιορτὸν τῶν ποδῶν, τοῦτό ἐστιν, ἢ ὥστε δεῖξαι ὅτι οὐδὲν ἔλαβον παρ’ αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἢν ἐβάδισαν δι’ αὐτούς.

Θεοδώρου Ἡρακαείασ. τὰς τοῦ Χριστοῦ δωρεὰς μὴ πω, λήσητε.

Τοῦ αὐτοῦ. τίς χρεία πήρας τοῖς μὴ ἐπαγομένοις τί ἐφόδιον;

Τοῦ αὐτοῦ. Ὄρα πῶς τὴν ἀκτημοσύνην, διὰ τοῦ εἰπεῖν, “ μηδὲ δύο χιτῶνας,” διδάσκει. ἐκ τούτου δὲ δῆλόν ἐστιν ὅτι ἑνὶ χιτῶνι ἐκέκτητο ὁ Κύριος.

Θεοδωρήτου Ε᾿πισκόπου Κύρρου. ταῦτα φησὶν, ὥστε μὴ εὐκόλου καὶ προχείρου γνώμης ἀποφέρεσθαι δόξαν παρὰ τοῖς τὴν πόλιν οἰκοῦσιν.

Ὠριγένουσ. Διὰ τὸ βέβαιον καὶ ἀμετάστατον· τοῖς μὲν γὰρ ἐμπορευομένοις μετιέναι ἐξ ἑτέρων εἰς ἑτέρους ἁρμόσει· τοῖς δὲ δωροδοκήτοις οὐκέτι· δικαίαν δὲ ἔδειξεν εἶναι τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν παρὰ τῶν διδασκομένων, τῶν ἐργαζομένων οὖσαν μισθόν· τροφὴν δὲ εἰπὼν, τὴν τρυφὴν ἀπεκώλυσεν.

[*](14)

Ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.

Θεοδωρήτου. Tὸ ἐκτινάσσειν τὸν κονιορτὸν τῶν ποδῶν, κατὰ τῶν μὴ ὑποδεχομένων αὐτοὺς, σύμβολον τῆς ὁδοιπορίας, ἣν ὑπέμειναν ὕπερ ἀυτῶν.

[*](16)

Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι αἱ περιστεραί.

Καήμεντοσ. Ἐκεῖνος φρονίμως πονηρεύεται· ἡμεῖς φρονίμως ἀγαθουργήσωμεν.

Θεοδώρου Ἡραεαείασ. Φρονίμους αὐτοὺς θέλει εἶναι, πρὸς τὸ μὴ ἀγνοεῖν τὴν τῶν φαύλων κακουργίαν· ἀκεραίους δὲ φέρειν τοὺς ἀδικοῦντας καὶ μὴ ἀμύνασθαι.

Ἰσιδώρου Πηαοτσιώρου. Φρονίμους εἶναι ἡμᾶς κατὰ τὸν ὄφιν κελεύει, ἐν παντὶ πειρασμῷ συντηροῦντας τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ἡ πίστις ἡμῶν· ὅσαις γὰρ ἂν πληγαῖς ὁ ὄφις συνἔχεται,

77
τὴν ἑαυτοῦ φυλάττει κεφαλὴν ἀβλαβῆ· καὶ πάλιν σοφισμῷ τὴν παλαίωσιν ἀποτίθεται ἐν στενωπῇ τινὶ παρεισδύσει θλιβόμενος, καὶ τὸ γῆρας ἀποτιθέμενος· βούλεται τοίνυν καὶ ἡμᾶς διὰ τῆς στενῆς ὁδοῦ καὶ κακώσεως τὸν παλαιὸν ἀπεκδύσασθαι ἄνθρωπον, καὶ τὸν νέον ἀνταμφιέννυσθαι.

Εἰπῶν δὲ ὅτι εγω ἀποστέλλω ὑμᾶς ὡς πρόβατα, ἀντὶ του ἐγὼ ὁ κραταιός, φησι, καὶ δυνατὸς, ὅπερ ἀρκεῖ εἰς παραμυθίαν, ἀρκεῖ εἰς τὸ θαρρεῖν καὶ μηδὲν δεδοικέναι τῶν ἐπιόντων· ἀχείρωτοι γάρ, φησιν, ἔσεσθε· τὸ δὲ “ὡς πρόβατα,” δηλοῖ, ἵνα τὴν τῶν προβάτων ἡμερότητα ἐπιδεικνύηται· καὶ ταῦτα πρὸς λύκους ἀπερχόμενοι, καὶ οὐχ ἁπλῶς λύκους, ἀλλὰ καὶ “ἐν μέσῳ λύκων· καὶ οὐ προβάτων ἡμερότητα μόνον ἔχειν κελεύει, ἀλλὰ καὶ τῆς περιστερᾶς τὸ ἀκέραιον· τουτέστι, τὴν ἁπλότητα καὶ ἀκακίαν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ ἐκέρασεν ταῦτα ἀμφότερα, ὥστε γενέσθαι αὐτὰ ἀρετήν· ἵνα τὴν μὲν φρόνησιν τοῦ ὄφεως ἔχωσιν εἰς τὸ τηρεῖν τὴν κεφαλήν· τουτέστι τὴν πίστιν· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, τὴν ἀκακίαν εἰς τὸ μὴ ἀμύνασθαι τοὺς ἀδικοῦντας ὅπως πάντοθεν ἠκριβωμένοι ὦσιν, ὥστε μήτε ὑπὸ κινδύνων ταπεινοῦσθαι, μήτε ὑπὸ θυμοῦ παροξύνεσθαι· ταῦτα δὲ ἔλεγεν, περὶ τῶν οὐ μετὰ μικρὸν ἐσομένων χρόνων ἄνωθεν πρὸ πολλοῦ τῷ πρὸς τὸν διάβολον προπαρασκευάζειν αὐτοὺς πολέμῳ· διὸ καὶ ἔλεγεν, “προσέχετε ἀπὸ τῶν ἀνθρώπων,” καὶ τὰ ἑξῆς.

Τοῦ Χρυσοστόμου. ταῦτα δὲ αὐτοῖς ἔλεγεν, ἵνα θαρρεῖν ἔχωσι, καὶ πανταχοῦ αὐτὸν ἕξουσι συμπαρόντα· χρὴ δὲ ἡμᾶς σκοπῆσαι, πῶς τὰ μὲν αὐτοῦ, τὰ δὲ τῶν μαθητῶν γίνεται· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, αὐτοῦ· τὸ δὲ μὴ κτήσασθαι μηδὲν, ἐκείνων. πάλιν τὸ τὰς οἰκίας ἀνοῖξαι πάσας, τῆς ἄνωθεν χάριτος· τὸ δὲ μηδὲν τῆς αὐτῶν χρείας ἀπαιτῆσαι, τῆς αὐτῶν φιλοσοφίας· τὸ τὴν εἰρήνην χαρίσασθαι, τῆς τοῦ Θεοῦ δωρεᾶς· τὸ τοὺς ἀξίους ἐπιζητεῖν, καὶ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι, τῆς αὐτῶν φιλοσοφίας καὶ ἐγκρατείας· πάλιν τὸ κολάζειν τοὺς μὴ δεχομένους αὐτοὺς, αὐτοῦ· τὸ δὲ μετ’ ἐπιεικείας ἀναχωρεῖν ἐκ τούτων μὴ λοιδορουμένους καὶ ὑβρίζοντας, τῆς τῶν Ἀποστόλων πραότητος· τὸ δὲ δοῦναι Πνεῦμα, καὶ μὴ μεριμνᾶν ποιῆσαι τὸ τι λαλῆσαι, τοῦ πέμποντος ἢν· τὸ ὡς πρόβατα γενέσθαι, καὶ ὡς περιστερὰς,

78
καὶ φέρειν πάντα γενναίως, τῆς τούτων εὐτονίας καὶ συνέσεως ὑπῆρχεν· τὸ ὑπομείνοντας σῶσαι, τοῦ πέμποντος· τὸ δὲ μέχρις ἐσχάτης ἀναπνοῆς ἀθλεῖν ὑπὲρ αὐτοῦ, τῆς τῶν Ἀποστόλων σπουδῆς καὶ ὑπομονῆς καὶ καρτερίας· διὸ καὶ ἔλεγεν, “ὁ δὲ ὑπομείνας “εἰς τέλος, οὗτος σωθήσεται·” ἐπειδὴ γὰρ εἰώθασι πολλοὶ, ἐν μὲν τοῖς προοιμίοις εἶναι σφοδροὶ εἰς τὴν ἀρετὴν, μετὰ δὲ ταῦτα, ἐκλύεσθαι, διὰ τοῦτό φησιν, τὸ τέλος ἐπιζητῶν· τι γὰρ ὄφελος σπερμάτων, παρὰ μὲν τὴν ἀρχὴν ἀνθούντων, μικρὸν δὲ ὕστερον μαραινομένων; διὰ τοῦτο διαρκῆ i τὴν ὑπομονὴν ἀπαιτεῖ.

Τὸ “οὐ μὴ τελέσητε” καὶ τὰ ἑξῆς, τουτέστιν ἕως οὗ ὑμᾶς καταλήψομαι· καὶ γὰρ ἤρκει εἰς παραμυθίαν, τὸ ἰδεῖν αὐτὸν μόνον.

[*](23)

Ἕως ἃν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.

Ὠριγένουσ. Παρουσίαν λέγει οὐ τὴν ἐπιφανῆ καὶ ἐπίδοξον, τὴν καθόλου συντέλειαν, ἀλλὰ τὴν κατὰ διαφόρους καιροὺς ἐπιφοίτησιν, δι’ ἧς ὀπτανόμενος, τὴν παρ’ αὐτοῦ βοήθειαν παρέξει· εὐθαρσεῖς αὐτοὺς ποιῶν, διὰ τὸ διώκεσθαι, καὶ πάλιν εἰς τὸ αὐτὸ ὡς ἐπηγγείλατο, ὅτι “ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου πρὸς “αὐτὸν, καὶ μονὴν παρ’ αὐτῶν ποιησόμεθα.

Κυρίλλου. Τὸ δὲ δίδοταί, φησι, τισὶ λόγος, ὅτε συμφέρει ἀπολογεῖσθαι, ἵνα διὰ τῆς ὁμολογίας ὠφελοῦνται τινες, καὶ ἰσχυροποιηθῇ ἡ Ἐκκλησία.

Κλήμεντοσ. Φειδοῖ τῶν ἀδίκως φονευόντων ἐπιτάττει τοῖς ἁγίοις φεύγειν· διὸ ὁ μὴ φεύγων, ὡς ῥιψοκίνδυνος παρακούων τῆς κυριακῆς φωνῆς μεμπταῖος.

Θεοδώρου k Ἡρακλείασ. Οὐ τὴν δευτέραν αὐτοῦ λέγει ἄφιξιν, ἀλλὰ τὴν κατὰ καιρὸν ἐσομένην δι’ αὐτοῦ τοῖς ἁγίοις ψυχαγωγίαν.

Θεοδώρου Μονάκου. τοῦτο εἶπε, πρὸς τὸ μὴ δάκνεσθαι αὐτοὺς λοιδορουμένους.

[*](24)

Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.

Τοῦ Χρυσοστόμου. Ὅτι ἕως ἂν ἦ μαθητὴς καὶ δοῦλος, οὐκ ἔστι κατὰ τὴν τῆς τιμῆς φύσιν μείζων· μὴ γὰρ τὸ σπανίζον τίς [*](i διαρκεῖ Cod. k Cod. om. nom. Θεοδ.)

79
λεγέτω νῦν, ἀλλ’ ἀπὸ τῶν πλειόνων δεχέσθω τὸν λόγον. καὶ οὐκ εἶπεν, εἰ τὸν οἰκοδεσπότην ὕβρισαν, ἀλλ’ ὅτι “Βεελζεβοὺλ ἐκά- “λεσαν·” εἰ ἐμέ, φησιν, οὕτως ἐλοιδόρησαν, καὶ ὑμᾶς γόητας καὶ πλάνους καλέσουσιν· ἀναμείνατε δὲ μικρὸν, καὶ σωτῆρας ὑμᾶς καὶ εὐεργέτας τῆς οἰκουμένης ἅπαντας προσαγορεύσουσιν. τοῦτο γὰρ σημαίνει τὸ “οὐδέν ἐστι κεκαλυμμένον,” καὶ τὰ ἑξῆς· σκοτίαν δὲ καὶ οὖς εἶπεν, οὐχ ὅτι σκότος ἦν, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ’ οὐδὲ εἰς τὸ οὖς αὐτοῖς διελέγετο, ἀλλὰ πρὸς τὴν μετὰ ταῦτα παρρησίαν ἐσομένην, ἀντιδιαστέλλων τὸν λόγον ταῦτα φησίν· ἐπειδὴ γὰρ μόνοις αὐτοῖς διελέγετο καὶ ἐν μικρᾷ γωνίᾳ, διὰ τοῦτο εἶπεν “ἐν τῆ σκοτία καὶ εἰς τὸ οὑς.

Θεοδώρου Μονάκου. ταύτης τῆς λοιδορίας οὐκ ἔστι μείζων· εἴγε ἄρχοντά με τῶν δαιμόνων εἰπον, ὃ οὐδὲν χεῖρον· Βεελζεβοὺλ δὲ “καταπίνοντα μυίας·” οἱ περὶ Ἀκύλαν ἐξέδωκαν· ἣ “ἄρχοντες “νεκρῶν,” ὡς ἐν ταῖς Βασιλείοις εὕρομεν.

Κυρίλλου. Διδάσκει ἀνεξικάκως πᾶν εἶδος φέρειν λοιδορίας, καὶ μὴ ὑπὲρ τὸν δεσπότην φρονεῖν.

Θεοδώρου Ἡρακλείασ. Καὶ ἡ ὑμετέρα ἀρετὴ, καὶ τῶν Ἰουδαίων, πᾶσι δῆλος γενήσεται.

Κυρίλλου. Ἐν καιρῷ κρίσεως πάντα φανεροῦνται· οὐ γὰρ λοιδορίαις προσέχω, ἀλλὰ ταῖς καρδίαις.

Τοὺ Χρυσοστόμου. Τὸ δὲ “ἐπὶ τῶν δωμάτων, καὶ ἐν τῷ “φωτὶ,” δηλοῖ, τὸ χωρὶς ὑποστολῆς καὶ μετὰ ἐλευθερίας τῇ οἰκουμένῃ κηρύξαι πάσῃ· προστάσσει 1 δὲ “μὴ φοβεῖσθε τοὺς “ἀποκτείνοντας τὸ σῶμα” καὶ τὰ ἑξῆς· πείθων αὐτοὺς καὶ ἐν τούτοις m καταφρονεῖν θανάτου· καὶ οὐδὲ ἁπλῶς θανάτου, ἀλλὰ καὶ βιαίου. διὰ τοῦ εἰπεῖν, “οὐχὶ δύο σρουθία,” καὶ τὰ ἑξῆς, τοῦ περὶ προνοίας τοῦ Θεοῦ εἰσάγει λόγον· τί γὰρ ἐκείνων, φησὶν, εὐτελέστερον; ἀλλ’ ὅμως, οὐδὲ ἐκεῖνα κρατηθήσονται, ἀγνοοῦντος τοῦ Θεοῦ· οὐ γὰρ τοῦτο, φησὶν, ὅτι ἐνεργοῦντος αὐτοῦ πίπτουσιν εἰς παγίδα· τοῦτο γὰρ ἀνάξιον Θεοῦ, ἀλλ’ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν γινομένων. εἰ οὖν ἀγνοεῖ οὐδὲν τῶν συμβαινόντων, ὑμᾶς δὲ φιλεῖ, παντὸς πατρὸς γνησιώτερον, καὶ οὕτως φιλεῖ, ὡς καὶ [*](l προστάσαι Cod. m τούτων Cod.)

80
τὰς τρίχας ἠριθμηκέναι, οὐ χρὴ λοιπὸν δεδοικέναι. τοῦτο δὲ ἔλεγεν, οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ’ ἵνα τὴν ἀκριβῆ n γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν, τὴν περὶ αὐτοὺς, ἐνδείξηται· εἰ τοίνυν καὶ οἶδε πάντα τὰ γενόμενα, καὶ δύναται σώζειν ὑμᾶς καὶ βούλεται· “μὴ φοβεῖσθε,” φησὶν, “πολλῶν στρουθίων διαφέρετε “ ὑμεῖς.” ταῦτα δὲ ἔλεγεν, ἐκβάλλων τὸν φόβον καὶ τὴν ἀγωνίαν, τὴν κατασείουσαν αὐτῶν τὴν ψυχήν. ἀσσάριόν ἐστιν, ὀγκίας τὸ τέταρτον.

Ἄλλοσ. Τὸ αὐτό ἐστιν ἀσσάριον καὶ λεπτόν· νοεῖται δὲ ἐξακισχιλιοστὸν ταλάντου, ὅπερ γίνεται ἓν ἥμισυ νόμισμα. τοῦ ταλάντου o ἑκατὸν εἰκοσιπέντε λίτρας σταθμίζοντος· οὐδὲν δὲ ἄπιστον, εἰ δύο στρουθία πωλεῖσθαι λέγει ὁ Κύριος, ἑνὸς ἡμίσεος νομίσματος· εὑρίσκονται γὰρ δὲ πολύτιμα, ὡς ψιττακὸς, ἣ μελαγκόρυφος, καὶ ἕτερά τινα.

[*](32)

Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων.

Κυρίλλου. Ὁ ὁμολογῶν ὅτι Θεὸς ἐστὶν ὁ Χριστὸς, ταπεινώσας ἑαυτὸν, μέλλει σχεῖν τὸν Χριστὸν ὁμολογοῦντα περὶ αὐτοῦ τῷ Πατρὶ, ὅτι γνήσιός ἐστι δοῦλος.

Ὠριγένουσ. Αὐτόθεν μὲν, εἰς μαρτύριον προτρέπει τὰ ῥήματα, καὶ ἀποτρέπει ἀρνήσεως· ὅρα δὲ, εἰ μὴ τὸ πλεονέκτημα τοῦ ἐν αὐτῷ ὁμολογοῦντος, ἤδη ὄντως ἐν Χριστῷ δηλοῦται, ἐκ τοῦ, “κἀγὼ ἐν αὐτῷ” ὁμολογεῖν· τὸ δὲ κακὸν τοῦ ἀρνουμένου, ἐκ τοῦ μὴ συνῆφθαι τῇ ἀρνήσει τὸ ἐν ἐμοὶ ἣ τὸ ἐν αὐτῷ.

Τοῦ Χρυσοστόμου. Οὐκ εἶπε δὲ ὁμολογήσει ἐμὲ, ἀλλὰ “πᾶς “οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ, δεικνὺς ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἄνωθεν βοηθούμενος χάριτι ὁμολογεῖ ὁ ὁμολογῶν· περὶ δὲ τοῦ ἀρνουμένου, οὐκ εἶπεν ἐν ἐμοὶ, ἀλλ’ ἐμέ· ἔρημος γὰρ γενόμενος τῆς τοῦ Θεοῦ δωρεᾶς, οὕτως ἀρνεῖται· ἀλλ’ ἴσως ἐρεῖ τὶς, τίνος οὖν ἕνεκεν ἐγκαλεῖται, εἰ ἐγκαταλειφθεὶς ἀρνεῖται; ὅτι τὸ ἐγκαταλειφθῆναι, παρ’ αὐτὸν γίνεται τὸ ἐγκαταλιμπανόμενον· διὰ τί δὲ οὐκ ἀρκεῖται ὁ Θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; εἰς παρρησίαν [*](n ἀκριβεῖ Cod. ο τάλαντος Cod.)

81
ἡμᾶς ἀλείφων, καὶ εἰς πλείονα ἀγάπην καὶ διάθεσιν, καὶ ὑψηλοὺς ἐργαζόμενος.

Κυρίλλου. Πρὸς τοὺς ἐχθροὺς τοῦ Θεοῦ, καὶ φίλους τοῦ Σατανᾶ, οὐ δεῖ ἔχειν φιλίαν.

[*](34)

Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.

Εύσεβίου Καισαρείασ. τὴν τμητικὴν εἰς τὸ διαιρεῖν τοὺς ἀξίους τοῦ Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων.

Ωριγένουσ. Κατὰ μὲν τὸ αἰσθητὸν, μάχαιραν εἶπεν· οὐ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ τὴν προαίρεσιν τῶν ἀνθρώπων.

Τοῦ Θεολόγου. Μαχαιρᾶ ἐστιν, ἡ διαιροῦσα τὸν πιστὸν καὶ τον ἄπιστον.

Τοῦ Χρυσοστόμου. Ἴνα τὸ νενοσηκὸς ἀπὸ τοῦ ὑγιαίνοντος ἀποτέμνητον, καὶ τὸ στασιάζον ἀπὸ τοῦ εἰρηνεύοντος· οὕτω καὶ ἰατρὸς λοιπὸν διασώζει σῶμα, ὅτ’ ἃν τὸ ἀνιάτως ἔχον ἐκτέμῃ· οὕτω καὶ ἐπὶ τοῦ πύργου γέγονεν ἐκείνου· τὴν γὰρ κακὴν εἰρήνην ἡ καλὴ διαφωνία ἔλυσεν, καὶ ἐποίησεν εἰρήνην· οὐ γὰρ πανταχοῦ ὁμόνοια καλόν.

[*](37)

Ὁ φιλῶν πατέρα ἣ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.

Κλήμεντοσ. Ὁ Λουκᾶς οὐ μόνον μὴ φιλεῖν τούτους, ἀλλὰ καὶ μισεῖν λέγει καὶ γαμετάς· ὁ ἐστι, μὴ ἀπάγου, φησὶν, ἀλόγοις ὁρμαῖς, μηδὲ τοῖς σωματικοῖς ἔθεσιν.

Τοῦ Χρυσοστόμου. Τουτέστιν ἕως μὲν οὐ παραβλάπτουσιν εἰς τὴν εὐσέβειαν, ὅσιον πᾶσαν αὐτοῖς ἀποδιδόναι τιμήν. ὅταν δὲ πλέον τῆς ἀγάπης τοῦ Θεοῦ ἀπαιτοῦσιν, οὐ δεῖ πείθεσθαι· τὸ δὲ αὐτὸ “πατηρ πρὸς υἱὸν, καὶ μήτηρ πρὸς θυγατέρα.” Τὸ δὲ, “ὅστις “οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ,” καὶ τὰ ἑξῆς, σημαίνει ὥστε εἰς πόλεμον καὶ μάχην ἐκδιδόναι τὴν ἑαυτοῦ ψυχὴν, καὶ σφαγὰς καὶ αἵματα, καὶ θάνατον βίαιον καὶ ἐπονείδιστον.

Θεοδώρου Ἡρακλείασ. Ὁ μὴ ἀποτασσόμενος τῇ παρούσῃ ζωῇ, οὐκ ἔστι μου ἄξιος.

Τοῦ Χρυσοστόμου. Ὅπερ δὲ ὁ Λουκᾶς λέγει, ὅτι “ εἴ τις “ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν “μητέρα” καὶ τὰ ἑξῆς, οὕτω χρὴ νοεῖ; ὅτι οὐχ ἁπλῶς μισῆσαι

82
κελεύει, ἐπεὶ τοῦτο καὶ σφόδρα παράνομον, ἀλλ’ ὅτε βούλεται πλέον ἐμοῦ τίς αὐτῶν φιλεῖσθαι, φησὶ, μίσησον αὐτὸν κατὰ τοῦτο· τοῦτο γὰρ καὶ αὐτὸν τὸν φιλούμενον καὶ τὸν φιλοῦντα ἀπόλλυσιν. ἵνα δὲ μὴ ἀγανακτῶσιν οἱ γονεῖς ταῦτα ἀκούοντες, ἐπήγαγεν· “ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν. τι γάρ, φησι, λέγεις μοι τοὺς γεγεννηκότας, καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ γυναῖκας; ψυχῆς οὐδὲν οἰκειότερον οὐδενί· ἀλλ’ ὅμως ἐὰν μὴ καὶ ταύτην μισήσῃς, οὐ δύνασαι μου εἶναι μαθητής.

Τί ἐστιν “ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, καὶ τὰ ἑξῆς; ὁ φιλῶν αὐτὴν, φησὶν, ἐν ἡδοναῖς καὶ ἀνέσεσιν, καὶ μὴ ἐκδιδοὺς εἰς ἀγῶνας πνευματικοὺς, οὕτως ἀπολέσει αὐτὴν, τῆς αἰωνίου δόξης ἀποστερῶν· ὁ δὲ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἕνεκεν ἐμοῦ, τουτέστιν ἢ διὰ θανάτου, ἢ ἐν στενοχωρίᾳ καὶ θλίψει πολιτευόμενος, οὗτος εὑρήσει αὐτὴν εἰς ζωὴν αἰώνιον.

Διὰ τοῦ εἰπεῖν “ὁ δεχόμενος ὑμᾶς,” καὶ τὰ ἑξῆς, ἔδειξε μισθὸν μέγαν ἀποκεῖσθαι τοῖς ξενοδοχοῦσιν εἰλικρινῶς· τὸ δὲ “εἰς “ὄνομα προφήτου” καὶ “δικαίου,” ἵνα μὴ διὰ βιωτικὴν προστασίαν, μηδὲ ἄλλο τι τῶν ἐπικήρων δέξηται, ἀλλ’ ἢ μόνον ὅτι προφήτης ἐστὶ καὶ δίκαιος· τὸ δὲ “μισθὸν δικαίου λήψεται, ἢ οἷον εἰκὸς τὸν δεξάμενον προφήτην ἢ δίκαιον, λαβεῖν, ἣ οἷον ἐκεῖνος μέλλει λαμβάνειν. ἵνα δὲ μή τις πενίαν προβάληται, φησὶ, κἂν ποτήριον ψυχροῦν δῷς, ἔνθα οὐδέν ἐστι δαπανῆσαι, καὶ τούτου κεῖται μισθός.

Θεοδώρου Ἡρακλείασ. Οὐ πρὸς τὰ διδόμενα, ἀλλὰ πρὸς τὰς διαθέσεις τῶν παρεχόντων, ὁρίζει τὰς ἀντιμισθίας ὁ Θεός. Τοῦ ἀγίου Κυρίλλου. Ἵνα μή τις πενίαν προβάλληται, εἶπε τοῦτο, θέλων δοῦναι μισθὸν τοῖς ὑποδεχομένοις.

Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου.

[*](3)

Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν.

Κυρίλλου. Οὐκ ἀγνοῶν εἶναι αὐτὸν τὸν Χριστὸν ἐρωτᾷ, ἣ ὅτι ἤμελλεν εἰς ᾅδου κατελθεῖν, ὥς τινές φασιν· ᾔδει γὰρ τὸ πάθος αὐτοῦ, διὸ καὶ ἀμνὸν αὐτὸν ὠνόμασεν· ἀλλ’ ἵνα ἔτι ζῶν

83
πείσῃ αὐτοὺς, καὶ μὴ μετὰ θάνατον αὐτοῦ προστεθῶσιν ἑτέρῳ διδασκάλω.

Ὠριγένουσ. Ἡ τοῦ Ἰωάννου ἐρώτησις, οὐκ αὐτοῦ μόνου ἦν χάριν, ἀλλὰ καὶ τῶν ἀποσταλέντων. οἱ μὲν γὰρ ἀποσταλέντες ἔχρηζον μαθεῖν, εἰ αὐτὸς ἦν ὁ ἐλθών· τοῦτο δὲ ὁ Ἰωάννης ἐγίνωσκε, καὶ διδάσκων τοὺς ἰδίους μαθητὰς ἴσως οὐκ ἔπειθεν. ἐδόκουν δὲ ταπεινοφρονεῖν αὐτόν. περὶ δὲ τοῦ, εἰ αὐτὸς μέλλει ἔρχεσθαι, ἔχρηζεν ὁ Ἰωάννης μαθεῖν· ἔρχεσθαι δὲ ἐν τοῖς κάτω, ἔνθα ηὐτρέπιστο πορεύεσθαι ὁ Ἰωάννης.

Τοῦ Χρυσοστόμου. Ὅτι οὐδὲ τοῦτο ἠγνόει Ἰωάννης, ὥς τινες φασὶν, ὅτι ὑπὲρ ἀνθρώπων ὁ Κύριος ἔμελλε τελευτᾷν, καὶ διὰ τοῦτο εἶπεν, “σὺ εἶ ὁ ἐρχόμενος;” τουτέστιν εἰς τὸν ᾅδην. γινωσκέτωσαν οἱ τοιοῦτοι ὅτι οὐκ ἔχει λόγον τοῦτο· ὁ γὰρ Ἰωάννης, οὐδὲ τοῦτο ἠγνόει. εἰπὼν γὰρ ἀμνὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸν σταυρὸν ἀνεκήρυξεν, καὶ πάλιν “ὅτι ἐν πνεύματι “βαπτίσει ὑμᾶς,” τὰ μετὰ τὴν ἀνάστασιν προεφήτευσε· πῶς δὲ καὶ “μείζων προφήτου,” ὡς αὐτὸς ὁ δεσπότης ἡμῶν Χριστὸς ἀπεφήνατο, ὁ μηδὲ τὰ τῶν προφητῶν ἐπιστάμενος; ὅτι δὲ οἱ προφῆται τὸ πάθος ᾔδεσαν, παντί που δῆλόν ἐστιν. τίνος δὲ χάριν, εἰ τοῦτο ἦν, οὐκ ἔλεγεν· σὺ εἶ ὁ ἐρχόμενος; ἐπειδὴ τὰ κατὰ τοὺς μαθητὰς Ἰωάννου ᾠκονομήθη καλῶς, καὶ βεβαιωθέντες ἐκ τῶν γενομένων σημείων, ἐνώπιον αὐτῶν ἀπῆλθον. λοιπὸν τὸν περιεστῶτα ὄχλον διορθούμενος· εἰκὸς γὰρ ἦν αὐτοὺς σκανδαλισθῆναι. ὅτι ἄρα μὴ στασιάζων ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν, ταῦτα ἐδήλωσεν αὐτῷ διὰ τῶν μαθητῶν αὐτοῦ, ὁ τοσαῦτα μαρτυρήσας αὐτῷ καὶ μεταπεισθεὶς ταῦτα νῦν λέγει, εἴτε οὗτος, εἴτε ἕτερος εἴη ὁ ἐρχόμενος. ἐπεὶ οὖν πολλὰ τοιαῦτα εἰκὸς ἦν ὑποπτεύειν τὸν ὄχλον, φησὶ περὶ Ἰωάννου· “τί ἐξήλθετε εἰς τὴν “ ἔρημον θεάσασθαι” καὶ τὰ ἑξῆς.

“ Κάλαμον δὲ ὑπὸ ἀνέμου σαλευόμενον” φησὶ, τὸν εὐκόλως καὶ ῥᾳδίως περιφερόμενον, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντα, καὶ ἐπὶ μηδενὸς ἑστῶτα. τὸ δὲ “μαλακοῖς ἱματίοις δηλοῖ τοὺς ἐν τρυφῇ ζῶντας· ἀλλ’ ὁ Ἰωάννης, οὔτε πρώην ὑπῆρχε, φησὶν, ὥσπερ κάλαμος περιφερόμενος, ἢ ἐν τρυφῇ ζῶν, ἀλλ’ οὐδὲ μετὰ ταῦτα τοιοῦτος γέγονε. δείκνυσι γὰρ τοῦτο ἡ στολὴ καὶ

84
ἡ ἐρημία καὶ τὸ δεσμωτήριον· εἰ γὰρ ἠβούλετο μαλακὰ φορεῖν, ἢ τρυφᾷν, ἣ ὥσπερ κάλαμος περιφέρεσθαι, οὐκ ἂν τὴν ἔρημον ᾤκησεν, οὐκ ἃν τῷ δεσμωτηρίῳ συνεκλείετο. οὐ τοίνυν τοιοῦτός ἐστιν, ἀλλὰ προφήτης, καὶ περισσότερον προφήτου. διατί περισσότερον προφήτου; διὰ τὸ ἐγγὺς εἶναι τοῦ παραγενομένου· “ἀπο- “στελῶ γάρ,” φησι, “τὸν ἄγγελόν μου πρὸ προσώπου σου,” τουτέστιν ἐγγύς σου. καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οἱ ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες, οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι, οὕτω δὴ καὶ ὁ Ἰωάννης ἐγγὺς αὐτῆς φανεὶς τῆς παρουσίας, δείκνυται καὶ ἐκ τούτου τὴν ὑπόσχεσιν ἔχων·

Θεοδώρου Ἡρακγείασ. Ἵνα μὴ νομίσωσι τινὲς ὅτι εὐμετάφορος ἦν Ἰωάννης, ὃν πρώην ἐκήρυξε Χριστὸν, νῦν ἀγνοῶν εἶπε τοῦτο.

Ωριγένουσ. Πρότερον τὴν τῶν Ἰουδαίων μαρτυρίαν θεὶς ὁ Κύριος, τότε τὴν τῶν προφητῶν ἐφαρμόζει· μᾶλλον δὲ μετὰ τὴν Ιουδαϊκὴν μαρτυρίαν, τὸν βίον τὸν τοῦ ἀνδρός· τρίτον, τὴν θανάτου κρίσιν, τέταρτον, τὸν προφήτην· πανταχόθεν αὐτοὺς ἐπιστομίζων.

Ιστεον ὅτι οὐκ ἔστιν ὁ λόγος τοῦ Χρυσοστόμου ὅπου γέγραπται, “σὺ εἰ ὁ ἐρχόμενος, εἰς τὸν ᾅδην δηλονότι, ἢ ἕτερον ἄγγελον “ἀποστέλλεις λυτρωτὴν τῶν ἐκεῖσε κατεχομένων ”

[*](11)

Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.

Κυρίγγου. Ὅρκῳ πιστοῦται τὰ περὶ Ἰωάννου· τὸ δὲ “ἐγή- “γερται” εἶπε διὰ τὸ τῆς ἀξίας αὐτοῦ μέγα καὶ ἐπηρμένον, ὡς ἐπὶ βασιλέως περιφανοῦς, ἢ φυτοῦ εὐαυξοῦς o. ὅτι γὰρ καὶ τὸν προφητευόμενον εἰδε, καὶ πᾶσιν ἐγνώρισε.

Τοῦ Χρυσοστόμου. Ἀντὶ τοῦ οὐκ ἔτεκε γυνὴ τούτου μείζων· εἰ δὲ καὶ ἐπαινεῖ τὸν Ἰωάννην, ἀλλ’ ἑαυτὸν ὑφεξαίρει ὡς μείζονα αὐτοῦ. εἰ γὰρ καὶ ἀμφότεροι ἐκ γυναικὸς ἐτέχθησαν, ἀλλ’ ὁ μὲν ψιλὸς, ὁ δὲ Θεὸς, καὶ οὐδὲ ὁμοίως αὐτῷ ἐτέχθη Ἰωάννῃ, ἀλλὰ ξένον τινὰ καὶ παράδοξον ἐκ παρθένου τόκον ἔσχεν.

Τὸ δὲ “ὁ μικρότερος” ἑαυτὸν, φησὶ, τὸν μεταγενέστερον τὸ κατὰ σάρκα. οἰκονομικῶς δὲ μείζονα αὐτοῦ ὠνόμασεν ἑαυτὸν, ἐπείπερ πολλοὶ ὡς μέγαν τινὰ εἶχον τὸν Ἰωάννην.

[*](o εὐαξοῦς Cod.)
85

Τοῦ αὐτοῦ. Μικρότερον δὲ αὐτὸν λέγει κατὰ τὴν ἡλικίαν, κατὰ τὴν τῶν πολλῶν δόξαν. καὶ γὰρ ἔλεγον αὐτὸν φάγον καὶ οἰνοπότην. τοῦτο δὲ εἶπεν, οὐχ ὅτι κατὰ σύγκρισιν τοῦ Ἰωάννου μείζων ἦν· ἄπαγε, καὶ γὰρ ἐκ περισσοῦ τούτου μείζων ἦν, ἀλλ’ οἰκονομικῶς διὰ τὴν τῶν πολλῶν ἀσθένειαν συγκαταβαίνει τοῖς ῥήμασι.

Ἰσιδώρου. Κυρίλλου. Θεοδώρου Ἡρακγείασ. Δευτέρα γέννησις ἡ τῆς ἀναστάσεως, δι’ ἧς ἀναγεννώμεθα, καὶ δι’ Ἁγίου Πνεύματος τυγχάνομεν ἀθανασίας, οἱ μέλλοντες ἀπολαύειν τῶν ἀγαθῶν· καὶ ὁ πάνυ ἐλάχιστος ἐκεῖ, ὑπεραναβαίνει τὸν Ἰωάννην, εἰ καὶ ἐκ μήτρας ἐτύγχανεν Ἁγίου Πνεύματος.

Κυρίλλου. Μείζονα λέγει Ἰωάννου τὸν πιστὸν, τὸν διὰ τοῦ λουτροῦ ἀναγεννηθέντα· ἣν κατάστασιν καλεῖ βασιλείαν τῶν οὐρανῶν, ὡς τοῖς πιστοῖς διδομένης βασιλείας, ἧς οὔπω ἦν τυχὼν ὁ βαπτιστής. ὁ δὲ μόνον βαπτισθεὶς, εἰ καὶ μήπω ἔσχεν ἐνάρετον βίον, ὑπὲρ τὸν Ἰωάννην ἐστίν. ὁ οὑν λόγος ἔπαινον ἔχει τοῦ ἁγίου βαπτίσματος.

[*](12)

Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται.

βασίλειαν δὲ οὐρανῶν καλεῖ, τὰ πνευματικὰ, ἢ εἰς Χριστὸν πίστις διὰ τοῦ βαπτίσματος, ἡ τοῦ Θεοῦ βασιλεία ἐστὶν, ἥτις ἤρξατο ἀπὸ τοῦ κηρύγματος Ἰωάννου τοῦ ὑποδεικνύντος τὸν Χριστόν· αὕτη ἐστίν. οἱ δὲ βιαζόμενοι εἰσὶν οἱ τῇ εἰδωλολατρείᾳ ἀποταττόμενοι, καὶ τῷ παλαιῷ ἔθει.

Σευήρου. Τὸ δὲ “ἔχων ὦτα,” ἀντὶ τοῦ ὁ ἔχων διάνοιαν λογικὴν νοείτω τὰ τῆς διανοίας ὠσὶν ἀκούων.

Τοῦ Χρυσοστόμου. Διὰ τοῦ εἰπεῖν “ἀπὸ τῶν ἡμερῶν,” ὠθεῖ καὶ ἐπάγει λοιπὸν αὐτοὺς, καὶ ἐντεῦθεν εἰς τὴν πίστιν ἑαυτοῦ· οὐδὲ γὰρ ἔστησαν οἱ προφῆται φησὶν, εἰ μὴ ἦλθον ἐγὼ, ὅτι γὰρ ἐγώ εἰμι, δῆλον ἐξ ὧν μέχοις Ἰωάννου τοὺς προφήτας γενέσθαι· ἔτι δὲ καὶ ἐκ τῶν καθ’ ἑκάστην ἡμέραν ἁρπαζόντων τὴν πίστιν τὴν εἰς ἐμέ. τὸ δὲ “ αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι δηλοῖ, ἐπειδήπερ ἀμφότεροι τούτου ἕνεκεν, λέγω δὴ τῆς τοῦ Χριστοῦ παρουσίας, κήρυκες ἐγένοντο, διὰ τοῦτο παρίσωσεν

86
αὐτούς· καὶ γὰρ ὥσπερ ὁ Ἰωάννης πρόδρομος γέγονε τῆς πρώτης αὐτοῦ παρουσίας, οὕτως ὁ Ἠλίας τῆς δευτέρας ἔσται. οὐκ εἶπε δὲ ἁπλῶς, ὅτι οὗτος ἐστιν Ἠλίας, ἀλλ’ “εἰ θέλετε δέξασθαι·” τουτέστιν εἰ μετὰ εὐγνώμονος διανοίας προσέχετε τοῖς γινομενοις.

Eἰπῶν “ τινι δὲ ὁμοιώσω τὴν γενεὰν Ταύτην,” καὶ τὰ ἑξῆς, ἐδήλωσε διὰ τούτων ὅτι ἐναντίαν ἑκάτερος αὐτός τε καὶ Ἰωάννης ἦλθον ὁδόν· οἷον, εἰ τὴν νηστείαν καλὸν εἶναι νομίζωσιν Ἰουδαῖοι, ἔδει πείθεσθαι Ἰωάννῃ, καὶ ἀποδέχεσθαι αὐτὸν, καὶ πιστεύειν τοῖς ὑπ’ αὐτοῦ λεγομένοις· εἰ δὲ φορτικὸν ἡ νηστεία καὶ ἐπαχθὲς, οὐκοῦν ἔδει πείθεσθαι τῷ Κυρίῳ, καὶ πιστεύειν αὐτῷ τὴν ἐναντίαν ἐλθόντι, ὡς ἐκεῖνοι ἔλεγον αὐτὸν, φάγον καὶ οἰνοπότην. ὅμως οὖν καὶ ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς, τὸν σκληρὸν καὶ φιλόπονον βίον μετήρχετο, νηστεύων (??) ἡμέρας, οὐκ ἔχων ποῦ κεφαλὴν κλίνειν. πρὸς τούτοις δὲ ὁ μὲν Ἰωάννης οὐδὲν πλέον ἐπεδείξατο, πλὴν τοῦ βίου καὶ τῆς πολιτείας· σημεῖον δὲ οὐδὲ ἓν ἐποίησεν· ὁ δὲ δεσπότης ἡμῶν Χριστὸς, καὶ τὴν ἀπὸ τῶν σημείων καὶ τῶν θαυμάτων μαρτυρίαν εἶχε.

[*](19)

Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.

Θεοδώρου Ἡρακγείασ. Ἡ ὑφεστῶσα σοφία ἐκρίθη ὑπὸ τῶν εἰς αὐτὸν πιστευόντων, ἣ ὅτι τέκνα καλῶν τοὺς ὑβρίζοντας αὐτὸν, οὐκ ἐπαύσατο αὐτοῖς φιλοφρόνως λαλῶν.

[*](20)

Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις.

Διατὶ ὠνείδιζε “τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται “δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν;” ἵνα μάθωμεν, ὅτι οὐκ ἀπὸ φύσεως ἦσαν τοιοῦτοι πονηροὶ καὶ ἀπειθεῖς, ἀλλὰ ἀπὸ κακῆς προαιρέσεως. καὶ γὰρ ἀπὸ τῆς Βηθσαϊδᾶς πέντε προῆλθον ἀπόστολοι, ὅτε Φίλιππος καὶ αἱ δύω ξυνωρίδες ἐκεῖναι τῶν κορυφαίων· καὶ τὰ Σόδομα δὲ αυτοῖς προστίθησι, τὴν κατηγορίαν αὐτοῖς ἐπαύξων. διότι μεγίστη κακίας ἀπόδειξις, ὅταν μὴ τῶν τότε ὄντων, ἄλλα καὶ τῶν πώποτε γεγονότων πονήρων, φαίνονται χείρους ὄντες. καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἵστησιν, ἀλλὰ καὶ πλειόνως τὸν φόβον ἐπιτείνει, πανταχόθεν αὐτοὺς ἐπιστρέψαι βουλόμενος, ἀπό τε τοῦ ταλανίζειν καὶ φοβεῖν.

87

Κυρίγγου. Ὥσπερ παίδων ὀρχουμένων, ἑτέρως δὲ θρηνούντων, οὐχ ἵσταται εἰς ἓν βούλῃ μὰ· ἀμφότερα γὰρ μέμφονται τοῖς ἑταίροις, μὴ συμφωνοῦσιν αὐτοῖς· τοιοῦτον τι πεπόνθασιν Ἰουδαῖοι, οὔτε τὸ στυγνὸν τοῦ Ἰωάννου, οὔτε τὸ ἀνειμένον τοῦ Χριστοῦ ἀποδεξάμενοι, οὐδὲ δι’ ἑνὸς τρόπου ὠφεληθέντες. ὁ μὲν γὰρ Ἰωάννης δι’ ἀσκητικοῦ βίου τὰ τῆς σαρκὸς ἐνέκρου, οὐ μὴν δι’ ἀσκητικῶν πόνων βοηθούμενος. καὶ ὁ μὲν Ἰωάννης κηρύσσων βάπτισμα μετανοίας, τύπος ἦν κατηφείας τοῖς ὀφείλουσιν ἐπὶ τοῦτο πενθεῖν· ὁ δὲ Κύριος βασιλείαν οὐρανῶν κηρύσσων, τὸ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι’ οὗ νοῦ τοῖς πιστοῖς ὑπογράφει τὴν ἐσομένην ζωὴν καὶ τὴν ἄπονον χαράν.

Ὠριγένουσ. Τουτέστιν εὐφροσύνης καὶ βασιλείας οὐρανῶν μαθήματα παραδεδώκαμεν, καὶ οὐ μετὰ χαρᾶς προσεδέξασθε, καὶ πάλιν ἠπειλήσαμεν ὑμῖν τὰ σκυθρωπὰ καὶ τὴν κόλασιν, καὶ ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις οὐκ ἐμετανοήσατε.

[*](33)

Καὶ σὺ Καπερναοὺμ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα.

Χρυσοστόμου. Θεοδώρου Ἡρακλείασ. Ἐπειδὴ πολλὰ σημεῖα ἐποίησεν ὁ Χριστὸς ἐν Καπερναοὺμ, ἐδόκει ἕως οὐρανοῦ ὑψοῦσθαι, ἥτις διὰ τὴν ἀπιστίαν πτῶμα πεσοῦσα ἐξαίσιον, ἕως ᾅδου ἔφθασεν. εἰ δέ τις εἴποι καὶ διατί οὐ γέγονε τὰ σημεῖα ἐν Σοδόμοις; ἐροῦμεν, ὅτι ἑκάστῳ καιρῷ, πρόσφορον ὁ Χριστὸς ᾠκονόμησεν· ὅτε ἔδει, ἐσαρκώθη ὁ Λόγος, καὶ ἐποίησε τὰ σημεῖα, πλὴν ἑκάστῃ γενέᾳ κατὰ ἀναλογίαν δίδωσι τὰς εὐθύνας.

[*](25)

Ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν.

Θεοδώρου Ἡρακλείασ. Σοφοὺς ὧδε, τοὺς Ἰουδαίους καλεῖ, ἣ ὅτι ἐμπιστευθέντες ἦσαν τὰ τοῦ θεοῦ λόγια, ἣ ὅτι κακοῦργοι ἦσαν, καὶ σοφοὶ κακοποιῆσαι. νηπίους δὲ τοὺς Ἀποστόλους λέγει· ἣ σοφοὺς μὲν τοὺς γραμματεῖς καὶ Φαρισαίους, οὐ τὴν ὄντως σοφίαν ἔχοντας, ἀλλὰ τὴν δοκοῦσαν ἀπὸ δεινότητος λόγων.

Ὠριγένουσ. Ἐκ σοφῶν κρύπτεται, τῶν τὴν δευτέραν σοφίαν ἐχόντων· “ ναὶ ὁ πατήρ·” ἀντὶ τοῦ καλῶς ὁ πατήρ.

Θεοδώρου Ἡρακλείασ. Θεοδώρου Μονάκου. Σοφοὺς μεγίστους Ἰουδαίους, ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ, ἣ ὅτι σοφοὶ ἦσαν τοῦ κακοποιῆσαι, νηπίους δὲ τοὺς Ἀποστόλους.

88

Τὸ “ ἐξομολογοῦμαι σοι” ἐνταῦθα, ἀντὶ τοῦ εὐχαριστῶ σοι τέθεικεν. τίνος ἕνεκεν; διότι φησὶν, ἃ σοφοὶ οὐκ ἔγνωσαν, ταῦτα ἔγνωσαν νήπιοι. νηπίους δὲ, τοὺς Ἀποστόλους καλεῖ· τὸ δὲ “ἐγένετο εὐδοκία, ὅτι ἤρεσέ σοι.

[*](27)

Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.

Πάντων ἐστὶ δεσπότης, μεμπταῖοι οἱ μὴ ὑπακούσαντες καὶ ἐπεγνωκότες τὸν πάντων Κύριον.

Θεοδώρου Μονάκου. Πάντων εἶπεν, ἵνα μὴ δύο Θέους ἀγεννήτους νοήσῃς.

Μηδὲν ἀνθρώπινον ὑποπτεύσωμεν· ἵνα γὰρ μὴ δύο Θέους ἀγεννήτους νομίσωμεν, ταύτην τὴν λέξιν τέθεικεν· ἐπεὶ ὅτι ὁ μὲν ἐγεννήθη, καὶ πάντων δεσπότης ἐστὶ, πολλαχόθεν δῆλον, καὶ ἐξ ὣν ἐπάγει, ὅτι “ οὐδεὶς γινώσκει τὸν Υιον,” καὶ τὰ ἑξῆς ὃ δὲ λέγει τοιοῦτον ἐστίν. ὅτι οὐ μόνον πάντων εἰμὶ δεσπότης, ἀλλὰ καὶ τὸ τούτου μεῖζον ἔχω, τὸ εἰδέναι τὸν Πατέρα, καὶ τῆς αὐτοῦ οὐσίας εἶναι. καὶ οὐχ ᾡ ἃν ἐπιτάττομαι, οὐδὲ ᾡ ἂν κελεύομαι, ἀλλ’ ᾧ ἐὰν βούλομαι, ὡς Υἱὸς ἀποκαλύπτω.

[*](28)

Δεῦτε πρός με πάντες οἱ κοπιῶντες.

Θεοδώρου Ἡρακλείασ. Κοπιῶντας λέγει τοὺς τὸ ἄχθος τῶν ἁμαρτημάτων ἔχοντας ἐν τῇ ψυχῇ· ζυγὸν δὲ, τὸν ἐνάρετον λέγει βίον, δι’ οὗ τίς μιμεῖται Χριστὸν, ἐν πραότητι καὶ ταπεινοφροσύνῃ.

Χρυσοστόμου. Πάντας παρακαλεῖ Χριστὸς ὁ Κύριος, καὶ οὐ τὸν δεῖνα καὶ τὸν δεῖνα, ἀλλὰ πάντας τοὺς ἐν φροντίσει, τοὺς ἐν λύπαις, τοὺς ἐν ἁμαρτίαις. οὗτοι γάρ εἰσιν οἱ κοπιῶντες καὶ πεφορτισμένοι, οὐχ ἵνα, φησὶν, ἀπαιτήσω εὐθύνας, ἀλλ’ ἵνα λύσω τὰ ἁμαρτήματα. καὶ οὐκ εἶπεν, ἴνα σώσω μόνον, ἀλλὰ καὶ ὃ πολλῶ πλεῖον ἦν, ἵνα ἐν ἀδείᾳ καταστήσω πάσῃ, καὶ μὴ φοβηθῆτε, φησὶ, ζυγὸν ἀκούοντες· χρηστὸς γάρ ἐστιν· μηδὲ δείσητε, ἐπειδὴ φορτίον εἶπεν· ἐλαφρὸν γάρ ἐστι. κἂν γὰρ εἰπεν ἔμπροσθεν, “ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς, πρὸς τοὺς ῥαθύμους καὶ ἀναπεπτωκότας εἶπεν. ἐπειδὴ ἐὰν κατορθώσῃ τις τὰ εἰρημένα, ἐλαφρόν ἐστι τὸ φορτίον. κατορθοῖ δὲ ἐὰν ταπεινὸς γένηται, καὶ πρᾶος, καὶ ἐπιεικής· αὕτη ἐστὶ μήτηρ φιλοσοφίας.

89

Ὠριγένουσ. Κόπος p καὶ μέγιστον φορτίον ἡ ἁμαρτία, ὅτι καὶ παρὰ φύσιν ἐλαφρὸς ὁ ὑπὲρ εὐσεβείας ἀγὼν, μεγίστην ἔχων ἀντίληψιν.

Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα.

[*](1)

Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σόββασιν διὰ τῶν σπορίμων.

Ὠριγένουσ. Εἰδὼς ὁ δεσπότης Χριστὸς ὡς προγνώστης, τὸ τί ἔμελλον ποιεῖν οἱ μαθηταὶ, τούτου χάριν ἤγαγεν αὐτοὺς διὰ τῶν σπορίμων, καὶ ἐπειδὴ ἐβούλετο λυθῆναι τὸ σάββατον, δι’ αἰτίας τοῦτο ποιεῖ. καὶ οὐδέποτε χωρὶς αἰτίας αὐτὸ λύει, ἀλλὰ διδοὺς προφάσεις εὐλόγους, ἴνα καὶ τὸν νόμον ἀναπαύσῃ, καὶ τοὺς Ἰουδαίους μὴ πλήξῃ, εἴγε συνιέναι ἤθελον· ὃ δὴ καὶ ἐνταῦθα κατασκευάζει, τὴν τῆς φύσεως ἀνάγκην προβαλλόμενος τὴν πεῖναν. χρὴ δὲ θαυμάζειν καὶ τῶν μαθητῶν τὴν ὑπομονὴν, μηδένα τῶν σωματικῶν ποιουμένους λόγον, ἀλλὰ πάρεργον τιθεμένους τὴν τῆς σαρκὸς τράπεζαν, καὶ λιμῷ μαχομένους διηνεκεῖ, καὶ οὐδὲ οὕτως ἀφισταμένους. εἰ μὴ γὰρ ἠνάγκαζεν αὐτοὺς σφόδρα τὸ πεινᾶν, οὐδὲ τοῦτο ἐποίουν· διατί; ὅτε μὲν ἔτιλλον τοὺς στάχυας οἱ Ἀπόστολοι, οὐ πάνυ σφοδρῶς οἱ Φαρισαῖοι ἐπαρωξύνθησαν· καίτοι μᾶλλον πρὸς τὴν γνώμην αὐτῶν τὴν σκληρὰν ἀκόλουθον ἦν· ὅτε δὲ τὴν χεῖρα τὴν ξηρὰν ἰάσατο, τότε οὕτως ἐξεθηριώθησαν, ὥστε καὶ ἐπὶ σφαγῆς αὐτοὺς βουλεύεσθαι καὶ ἀναιρέσεως· ἐπειδὴ ἐκεῖ μὲν οὐδὲν γέγονε μέγα καὶ γενναῖον, καὶ διὰ τοῦτο σφοδρῶς ἐταράχθησαν· ἐνταῦθα δὲ ἐπειδὴ εἶδον τινὰς διὰ τὸ θαῦμα σωζομένους, διὰ τοῦτο ἀγριαίνονται καὶ ταράττονται. παράγει δὲ τὸν Δαβὶδ εἰς τὸ μέσον, ἐπειδὴ πολλὴ τοῦ προφήτου ἦν ἡ δόξα.

[*](6)

Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστὶν ὧδε.Ωριγένουσ. Εἰ ὑπὲρ τὴν ἐντολὴν ἐδείκνυτο τὸ ἱερὸν, ἆρα ὑπὲρ τὸν νόμον ἦν ὁ Χριστός.

[*](7)

Ἔλεον θέλω, καὶ οὐ θυσίαν.

Θεοδώρου. Θυσιῶν μέν, φησιν, οὐ προσδέομαι, δέχομαι δὲ ταύτας τῇ τῆς ὑμετέρας ἀσθενείας γνώμῃ συγκαταβαίνων, ἀπαι- [*](P Τόπος Cod.)

90
τῶν δὲ τὰ δύο ταῦτα, τήν τε πρὸς ἐμὲ εὔνοιαν, καὶ τὴν εἰς τὸν πέλας φιλανθρωπίαν. ταῦτα γὰρ νομοθετῶν, πρῶτα τέθεικα· “ἀγα- “ πήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.

[*](10)

Εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν;

Ισιδώρου Πηλουσιώτου. Ὅτι παντὸς ἔργου χειροκμήτου ἐν σαββάτῳ κεκωλυμένου, αὐτοὶ ξυλοκοποῦσι, καὶ πῦρ ἅπτουσι, καὶ τὰς θυσίας κρεωνομοῦσιν. ἅπερ ὡς μὲν ἔργα κοινὰ πληροῦν ἐν σαββάτῳ οὐκ ἐπιτρέπονται, ὡς δὲ θυσίας ἐπιτελεῖν οὐ κωλύονται, τοῦτο τοῦ νόμου κελεύοντος· καὶ συμβαίνει βεβηλοῦσθαι μὲν τὸ σάββατον τῇ ἐργασίᾳ, ἀναιτίους δὲ εἶναι τοὺς ἱερεῖς τῇ διαφορᾷ τῆς ἐργασίας.

Ὠριγένουσ. Εἰ Κύριος ἐστὶ τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου ἑαυτὸν λέγων καὶ βασιλεὺς, ἔξεστι τῷ βασιλεῖ, ποτὲ μὲν περὶ σαββάτου νομοθετεῖν, ποτὲ δὲ καὶ παύειν τὸ σάββατον μετὰ τῶν θυσιῶν καὶ ὁλοκαυτωμάτων, καὶ τῆς λοιπῆς λειτουργίας τοῦ ἱεροῦ, καινὴν διαθήκην νομοθετῶν. διὰ τοῦ παραδείγματος τούτου συλλογιζόμενος αὐτοὺς, ὅπως μὴ ἔχωσι πρόφασιν ἀναισχυντίας, εἰς τὸ πάλιν ἐγκαλεῖν αὐτῶν διὰ τὴν θεραπείαν· καὶ τότε εἰπὼν τῷ ἀνθρώπῳ “ἔκτεινον τὴν χεῖρά σου,” καὶ ἐξέτεινε, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη· ἐκεῖνοι δὲ οὐδὲ ἀδικηθέντες ἐξέρχονται, καὶ βουλεύονται ἵνα ἀνέλωσιν αὐτόν· τοσοῦτον ἡ βασκανία κακόν· ὁ δὲ ἥμερος καὶ πρᾶος ἀνεχώρησε ταῦτα μαθών. ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, διατὶ; θαυμάζοντες αὐτὸν, ἐκεῖνοι δὲ τῆς πονηρᾶς οὐκ ἀφίσταντο γνώμης.

Τοῦ Χρυσοστόμου. Διατὶ δὲ ἐπηρώτησεν αὐτὸν, εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἐπειδὴ μιαροὶ ὄντες, καὶ ἰδόντες ὅτι ἥξει πάντως ἐπὶ τὴν ἰατρείαν, τῇ ἐρωτήσει προκαταλαβεῖν αὐτὸν ἔσπευδον· προσδοκῶντες ἐν τούτῳ κωλύειν· εἰ δὲ μή γε, ἵνα κατηγορήσωσιν αὐτόν. ὁ δὲ φιλάνθρωπος, τὴν οἰκείαν ἡμερότητα ἐπιδεικνὺς, καὶ τὴν ἐκείνων φανεροποιῶν ἀπανθρωπίαν, ἵστησι τὸν ἄνθρωπον εἰς μέσον. τίνος δὲ ἕνεκεν; ὅπως εἰς συμπάθειαν αὐτοὺς προσκαλέσηται· ὡς δὲ οὐδὲ οὕτως ἐπεκάμφθησαν, τότε ἐλυπήθη, φησὶν, καὶ ὠργίσθη αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, καὶ εἶπε πρὸς αὐτούς· “τίς ἔστιν ἐξ ὑμῶν,” καὶ τὰ ἑξῆς.

91

Σευήρου. Τὸ τῶν Ἰουδαίων θεομάχον καὶ φιλαίτιον καὶ φιλόψογον ἔθνος, τὸ ἐνεργὸν μὲν εἰς κακίαν, ἀργὸν δὲ πρὸς ἀρετὴν, ᾐτιᾶτο τὸν εὐεργέτην Χριστὸν ἐν σαββάτῳ, ψυχὰς καμνούσας ἀσθενείᾳ σωμάτων ἐλευθεροῦντα τῶν ἀλγεινῶν· ᾔδει γὰρ αὐτὸς, ὁ ὣν Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ δοὺς αὐτοῖς τὸν νόμον, ὡς τὰ πρὸς σωτηρίαν ψυχῶν ἐνεργεῖν τὸ σάββατον οὐκ ἐκώλυσεν· εἶπε γὰρ ἐν αὐτῷ μὴ ποιεῖν ἔργα πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ· διὸ καὶ κατ’ αὐτὴν τὴν ἡμέραν, τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα μόνον ταύτην ἐκτείνειν ἐκέλευεν, καὶ ἐξετείνετο, καὶ τοὺς ἀγνώμονας ὁρῶντας ἐπαίδευεν, ὡς ξηρὰς τὰς τῆς ἀγαθοεργίας ἔχοντας χεῖρας, τὸ σάββατον ἀτιμάζουσιν.

Ἀπολινατίου. Καὶ σὺ ἄνθρωπε, ἐὰν ἔχῃς χεῖρα ξηρὰν, ἀκούσας παρὰ τοῦ Σωτῆρος, “ἔκτεινον τὴν χεῖρα σου” ἐπὶ ἔργοις ἀγαθοῖς, ἐνεργοῦντος τοῦ Ἰησοῦ, ἀποκατασταθήσεται ὑγιὴς ὡς ἡ ἄλλη.

[*](18)

Ἰδοῦ, ὁ παῖς μου, ὃν ᾑρέτισα.

Διὰ μὲν τοῦ “ᾑρέτισα,” τὴν ὁμογνωμοσύνην τὴν πρὸς τὸν πατέρα δηλῶν· διὰ δὲ τοῦ “κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ,” τὴν κλῆσιν τῶν ἐθνῶν σημαίνων. διὰ δὲ τοῦ “οὐκ ἐρίσει οὐδὲ κραυγάσει, τὴν πραότητα αὐτοῦ ἐμφαίνων· διὰ δὲ τοῦ “κάλαμον” καὶ τὰ ἑξῆς, τὴν αὐτοῦ ἰσχὺν καὶ τῶν Ἰουδαίων τὸ ἀσθενὲς ὑπογράφων· καὶ γὰρ ἠδύνατο ῥᾴδιον αὑτοὺς ὥσπερ κάλαμον διακλάσαι. διὰ δὲ τοῦ “λίνον τυφόμενον,” τὸν Θεοῦ μὲν αὐτῶν τὸν ἀναπτόμενον παρίστησι, καὶ τὴν αὐτοῦ δύναμιν ἱκανὴν οὖσαν καταλῦσαι καὶ κατασβέσαι τοῦτον μετ’ εὐκολίας ἁπάσης· ὅθεν καὶ ἐν τούτῳ ἡ πολλὴ αὐτοῦ ἐπιείκεια ἐπιδείκνυται. τὸ δὲ “ἕως ἃν ἐκβάλῃ εἰς “νῖκος τὴν κρίσιν αὐτοῦ,” σημαίνει, ὅτι ὅτ’ ἄν τις παρ’ ἑαυτοῦ πάντα πληρώσῃ, καὶ νικήσει τὰ παρ’ αὐτοῦ δικαιώμενα, τότε καὶ τὴν ἐκδίκησιν ἐπάξει, καὶ ἐκδίκησιν τελείαν· τότε γὰρ τὰ δεινὰ καταλήψεται αὐτούς· ἀλλ’ οὐκ ἐν τούτω στήσονται τὰ τῆς οἰκονομίας, ἐν τῷ κολασθῆναι τοὺς ἀπιστήσαντας μόνον, ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπισπάσηται· διὸ καὶ ἐπήγαγεν, “ἐπὶ τῷ ὀνόματι “αὐτοῦ ἔθνη ἐλπιοῦσιν,” καὶ ἵνα μάθωμεν ὅτι καὶ τοῦτο κατὰ γνώμην ἐπὶ τοῦ Πατρὸς, ἐν τῷ προοιμίῳ ὁ προφήτης καὶ τοῦτο μετὰ τῶν ἔμπροσθεν εὐεγγυήσατο εἰπὼν, “ὁ ἀγαπητὸς, εἰς ὃν

92
“εὐδόκησεν ἡ ψυχή μου·” ὁ γὰρ ἀγαπητὸς εὔδηλον ὅτι κατὰ γνώμην τοῦ φιλουμένου ταῦτα ἐποίει.

Ὠριγένουσ. “Κάλαμός” ἐστι “συντετριμμένος,” ψυχὴ ἐν ἁμαρτίαις συντετριμμένη· “λίνος” ἐστὶ “τυφόμενος,” οἱ κατεπαιρόμενοι τῇ ἀληθείᾳ.

Τοῦ αὐτοῦ. “Κάλαμον” λέγει, τὸν διὰ προστάγματος Πιλάτου γράψαντα ἐν ἐμπαιγμῷ, τὸ “οὗτός ἐστιν ὁ βασιλεὺς τῶν “Ἰουδαίων,” ὃν καὶ ἀορασία ὡς εὐκόλως δυνάμενον κατεάξαι, οὐ συνέτριψεν, ἀλλ’ ἠνέσχετο πάσχειν καὶ φέρειν τὴν ἐπιγράφην. “λίνον” δέ φησι, “τυφόμενον” τὸν τῶν κατεπαιρομένων βασιλέων τῦφον· λέγει δὲ Πιλάτου καὶ Ἡρώδου πεφυσιωμένων ἐπί τε τῇ ἀρχῇ καὶ τῇ φαντασίᾳ, καὶ ἀνεχομένων παρίστασθαι ὡς κριτὸν τὸν κριτὴν τῶν κριτῶν· ὃν καὶ οὐκ ἔσβεσε τέως ὁ Κύριος Ἰησοῦς Χριστὸς, διὰ τοῦ οἰκείου πάθους τὴν τῶν ἀνθρώπων σωτηρίαν πραγματευόμενος.

Θεοδώρου Ἡρακλείασ. Τὸ πρᾶον ὁ Πατὴρ διὰ τούτων ἐξαγγέλλει· “κάλαμον” δὲ, ἐπειδὴ ἀσθενεῖς ἦσαν ὡς κάλαμος συντετριμμένος, καὶ ὡς λίνος καπνιζόμενος ἐγγὺς ὢν τοῦ σβεσθῆναι· οὐκ ἀντέλεγεν αὐτοῖς ἐπὶ πολὺ, ἀλλ’ ὑπεχώρει· ἵνα μὴ ὁλοτελῶς ἀπόλωνται, διὰ τὴν ἄγαν ἀσθένειαν· τὸ δὲ “ἕως ἂν “ἐκβάλῃ,” ἠνέσχετο αὐτῶν, ἕως πληρώσει τὸν τῆς οἰκονομίας σκοπόν· τοῦτο γάρ ἐστιν εἰς τέλος ἐκβαλεῖν τὴν κρίσιν, μεθ’ ἣν τὰ ἔθνη ἐπίστευσαν εἰς αὐτόν.

Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ.

[*](22)

Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός.

Ἡ μὲν τοῦ δαίμονος τούτου πονηρία ἑκατέραν τὴν εἴσοδον τοῦ ἀνθρώπου τούτου ἀπέφραξεν, δι’ ἧς ἤμελλε πιστεύειν, θεωρίαν τὲ καὶ ἀκοὴν, ἀλλ’ ὅμως ἑκατέραν ὁ Χριστὸς ἀνέῳξεν.

Διατί δὲ καὶ ἄλλοτε κατηγορησάντων τῷ Χριστῷ, ὅτι ἐν τῷ Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, τότε μὲν οὐκ ἐπέτρεψεν διδοὺς αὐτοῖς χώραν, ἀπό τε τῶν σημείων γνῶναι αὐτοῦ τὴν

93
δύναμιν, ἀπό τε τῆς διδασκαλίας μαθεῖν αὐτοῦ τὴν μεγαλοσύνην, νῦν δὲ ἐπιτιμᾷ; πρῶτον μὲν τὴν αὐτοῦ θεότητα ἐνδεικνύμενος, τὸ τὰ ἀπόρρητα αὐτῶν εἰς μέσον ἄγειν· δεύτερον δὲ, ἐκ τοῦ εὐκόλως τοὺς δαίμονας ἐκβάλλειν· ὅμως δὲ καὶ αὐτὴν τὴν ἐπιτίμησιν μετὰ τῆς αὐτῷ προσηκούσης ἐπιεικείας ποιεῖται· παιδεύων ἡμᾶς πράους εἶναι τοῖς ἐχθροῖς, κἂν τοιαῦτα λέγουσιν, ἃ μήτε αὐτοῖς συγγινώσκωμεν ἡμεῖς, μήτε τὸν τυχόντα ἔχει λόγον. διαλέγεται γὰρ αὐτοῖς, οὐκ ἀπὸ τῶν γραφῶν· οὐδὲ γὰρ προσεῖχον, ἀλλὰ καὶ παρερμηνεύειν ἤμελλεν· ἀλλὰ ἀπὸ τῶν κοινὴ συμβαινόντων· “πᾶσα γάρ,” φησι, “βασιλεία μερισθεῖσα,” καὶ τὰ ἑξῆς· οὐ γὰρ οὕτως οἱ ἔξωθεν πόλεμοι, ὡς οἱ ἐμφύλιοι, διαφθείρουσι· βασιλείας δὲ μέμνηται, διὰ τὸ μηδὲν αὐτῆς δυνατώτερον ἐπὶ τῆς γῆς εἶναι, ἀλλ’ ὅμως ἀπόλλυται καὶ αὐτὴ στασιάζουσα. οὐκ εἰπε δὲ, εἰ ὁ Σατανᾶς τοὺς δαίμονας ἐκβάλλει, ἀλλὰ “τὸν Σατανᾶν· δεικνὺς πολλὴν αὐτοῖς πρὸς ἀλλήλους συμφωνίαν οὖσαν· “ἐφ’ “ἑαυτὸν ἐμερίσθη” φησίν· εἰ δὲ ἐμερίσθη, ἀσθενέστερος γέγονε καὶ ἀπόλωλεν· εἰ δὲ ἀπόλωλεν, πῶς δύναται ἕτερον ἐκβάλλειν· “εἰ γὰρ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια καὶ τὰ ἑξῆς· διὰ τοὺς Ἀποστόλους λέγει· τὸ δὲ “αὐτοὶ κριταὶ ὑμῶν ἔσονται, δηλοῖ, ὅτι ὅτ’ ἃν ἐξ ὑμῶν ὄντες οἱ Ἀπόστολοι, ἐκεῖνοι μὲν πείθονται καὶ ὑπακούουσιν, ὑμεῖς δὲ ἀνθίστασθε· εὔδηλον ὅτι κατακρινουσιν ὑμὰς.

Εἰπὼν δὲ “ἆρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία p τοῦ Θεοῦ.” περὶ τῆς ἑαυτοῦ πρωτῆς παρουσίας λέγει, δεικνὺς αὐτοῖς ὅτι ὤφελον σκιρτᾷν καὶ χαίρειν ὅτι τὰ μεγάλα καὶ ἀπόρρητα ἐκεῖνα παραγέγονεν ἀγαθὰ, τὰ πάλαι παρὰ τῶν προφητῶν ᾀδόμενα· αὐτοὶ δὲ τοὐναντίον ἐποίουν· οὐ μόνον δεχόμενοι αὐτὰ, ἀλλὰ καὶ διαβάλλοντες, καὶ συντιθέντες οὐκ οὔσας αἰτίας· ὅτι “ἐγὼ μέν, “φησιν, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια,” ὅπερ ἐστι μεγίστης δυνάμεως ἔργον, καὶ οὐ τῆς τυχούσης χάριτος· ὑμεῖς δὲ δι’ ὧν φθέγγεσθε, τῇ ὑμετέρᾳ σωτηρίᾳ πολεμεῖτε. ὅπερ δὲ εἶπεν, “ὅτι πῶς δύναται εἰσελθεῖν εἰς τὴν οἰκίαν” καὶ τὰ ἑξῆς· οὕτως χρὴ νοεῖν· ὅτι οὐ μόνον ὁ Σατανᾶς τὸν Σατανᾶν οὐκ P τὴν βασιλείαν Cod.

94
ἐκβάλλει, ἀλλ’ οὐδὲ ἄλλῳ τινὶ δυνατὸν ἐκβάλλειν, ἐὰν μὴ πρότερον ἐκείνου περιγένηται· τοσοῦτον γὰρ ἀπέχω, φησὶ, συμμάχῳ χρήσασθαι τῷ διαβόλῳ, ὅτι καὶ πολεμῶ αὐτῷ καὶ δεσμῶ αὐτόν. καὶ τούτου τεκμήριον, τὸ τὰ σκεύη αὐτοῦ διαρπάσαι με. τουτέστι τοὺς δαίμονας ἀπελαύνειν με, καὶ τὴν οἰκουμένην ἁπάσαν τῆς πλάνης ἐλευθερῶσαι με, καὶ τὰς μαγγανείας αὐτοῦ καταλῦσαι με, καὶ πάντα ἄχρηστα ποιῆσαι με τὰ ἐκείνου. “ἰσχυρὸν” δὲ αὐτὸν καλεῖ· οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτός ἐστι, μὴ γένοιτο, ἀλλὰ τὴν ἔμπροσθεν σημαίνων τυραννίδα, τὴν ἐκ τῆς ῥαθυμίας τῆς ἡμετέρας γεγενημένην.

Ὠριγένουσ. Ἰσχυρός ἐστιν ἡ ἁμαρτία· οἶκος δὲ τούτου, τὸ σῶμα, ὁ παλαιὸς ἄνθρωπος.

Τοῦ αὐτοῦ· Ἡ οἰκία τοῦ ἰσχυροῦ, ὁ περίγειος τόπος· ἰσχυρὸς δὲ ὁ διάβολος· σκεύη δὲ τοῦ ἰσχυροῦ, οἱ ὑπαγόμενοι τοῖς θελήμασιν αὐτοῦ.

Τοῦ αὐτοῦ. Ἐὰν μὴ περάσῃ καὶ δήσῃ, φησὶν, τὸν εὐσεβῆ καὶ ἰσχυρὸν λογισμὸν τοῦ νοὸς, ἡ ἀντικειμένη τοῦ ἰσχυροῦ, λέγω δὴ τοῦ διαβόλου ἡ δύναμις, οὐ δύναται τὰς τῆς ψυχῆς ἀρετὰς λυμήνασθαι· καὶ τὴν οἰκείαν αὐτῆς σύζυγον, λέγω δὴ τὸ σῶμα, σὺν αὐτὴ ἐξαφανίσαι.

Τοῦ Χρυσοστόμου. Περὶ τοῦ διαβόλου καὶ ἐνταῦθα λέγει καὶ τῶν δαιμόνων· ὅτι ἐγὼ μέν, φησι, βούλομαι τῷ Θεῷ προσάγειν, καὶ ἀρετὴν καὶ βασιλείαν καταγγέλλειν· ὁ δὲ διάβολος καὶ οἱ δαίμονες τὰ ἐναντία τούτοις. πῶς οὑν ὁ μὴ μετ’ ἐμοῦ ὣν, ἐμοὶ συμπράττειν ἔμελλεν; οὐ μόνον δὲ οὐ συμπράττειν, ἀλλὰ καὶ σκορπίζειν ἐπιθυμεῖ τὰ ἐμά. ταῦτα δὲ λέγει, ἵνα δείξῃ πολλὴν αὐτοῦ πρὸς τὸν διάβολον τὴν ἔχθραν, καὶ ἄφατον οὖσαν.

Τί ἐστιν “ὅτι πᾶσα ἀμαρτία” καὶ τὰ ἑξῆς; ὃ δὲ λέγει τοῦτό ἐστιν· πολλὰ, φησὶ, κατ’ ἐμοῦ εἰρήκατε, ὅτι πλάνος εἰμὶ καὶ ἀντίθεος· ταῦτα οὖν ἀφίημι ὑμῖν, καὶ οὐκ ἀπαιτῶ δίκας ὑμᾶς· ἔστω γὰρ ἐμοὶ πταίετε q διὰ τὴν σάρκα ἣν περίκειμαι. διατί εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ἁμαρτάνετε; μὴ γὰρ καὶ περὶ αὐτοῦ ἔχετε εἰπεῖν, ὅτι ἀγνοοῦμεν αὐτό· διὰ δὴ τοῦτο καὶ ἐνταῦθα κολασθήσεσθε [*](q πτέετε Cod.)

95
καὶ ἐκεῖ· ὅσα μὲν οὖν ἐβλαφημήσατε κατ’ ἐμοῦ, φησι, πρὸ τοῦ σταυροῦ, ἀφίημι ὑμῖν, καὶ αὐτὸ δὲ τοῦ σταυροῦ τὸ τόλμημα· ὑπὲρ δὲ τῆς ἀπιστίας κατακριθήσετε μόνον· “ ὃς δ’ ἃν εἴπῃ κατὰ “τοῦ Πνεύματος τοῦ Ἁγίου,” καὶ τὰ ἑξῆς· εἰ γὰρ καὶ ἐμὲ λέγετε ἀγνοεῖν, οὐ δήπου κακεῖνο ἀγνοεῖτε, ὅτι τὸ δαίμονας ἐκβάλλειν, καὶ ἰάσεις ἐπιτελεῖν, τοῦ Ἁγίου Πνεύματος ἔργον ἐστι· ὃ δὲ λέγει, τοῦτό ἐστιν· ὅτι ἡ ἀξία μετάνοια πάντα συγχωρεῖ τὰ εἰς ἐμὲ ἁμαρτήματα, καὶ τὰ εἰς τὸ Ἅγιον Πνεῦμα· εἰ δὲ οὐ μετανοήσατε περὶ μὲν ὧν εἰς ἐμὲ ἐπράξατε πρὸ τοῦ σταυροῦ, ὧδε μὲν οὐκ ἀπολαμβάνετε, μόνον δὲ ἐκεῖ. περὶ δὲ ὧν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ἁμαρτάνετε· ἐὰν μὴ μετανοήσετε, καὶ ὧδε κολασθήσεσθε καὶ ἐκεῖ. ἁ. καὶ γὰρ οἱ μὲν, τῶν ἀνθρώπων, καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ, ὡς οἱ Σοδομῖται· καὶ ὡς οὗτοι αὐτοί· καὶ γὰρ ἐνταῦθα ἔδοσαν δίκην, ἡνίκα ἔπαθον τὰ ἀνήκεστα ἐκεῖνα τῆς πόλεως αὐτῶν ἁλούσης, καὶ ἐκεῖ χαλεπωτάτην ὑπομένουσιν. β. οἱ δὲ ἐκεῖ μόνον, ὡς ὁ πλούσιος ἀποτηγανιζόμενος, καὶ οὐδὲ σταγόνος κύριος ὤν. (??). οἱ δὲ ἐνταῦθα μόνον, ὡς ὁ πεφορμευκὸς παρὰ Κορινθίοις. δ. οἱ δὲ οὐδὲ ἐνταῦθα οὐδὲ ἐκεῖ, ὡς οἱ Ἀπόστολοι, καὶ ὡς οἱ προφῆται, ὡς ὁ Ἰὼβ· οὐ γὰρ δὴ κολάσεως s ἣν ἅπερ ἔπασχεν, ἀλλὰ ἀγώνων καὶ παλαισμάτων.

Ἐν τῷ “ποιήσατε ποιήσατε τὸ δένδρον” καὶ τὰ ἑξῆς ὃ δὲ λέγει τοῦτό ἐστιν. οὐδεὶς ὑμῶν, φησιν, εἶπεν ὅτι πονηρὸν ἔργον ἐστὶν τὸ δαίμονας ἀπελαύνειν καὶ ἐξ αὐτῶν ἐλευθεροῦν ἀνθρώπους· εἰ γὰρ καὶ σφόδρα ἠναισχύντουν, οὐκ ἠδύναντο τοῦτο εἰπεῖν. ἐπεὶ οὖν τοῖς μὲν ὠοῖς οὐκ ἐμέμφοντο· τὸν δὲ ταῦτα ἐργαζόμενον, φησὶν, ὅτι παρὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῦτο ποιεῖτε. καὶ γὰρ ἡ τοῦ δένδρου διάκρισις ἀπὸ τοῦ καρποῦ φαίνεται, οὐχ ὁ καρπὸς ἀπὸ τοῦ δένδρου· ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε· εἰ γὰρ καὶ τὸ δένδρον τοῦ καρποῦ αἴτιον, ἀλλ’ ὁ καρπὸς τοῦ δένδρου γνωριστικός· ἀκόλουθον οὖν, ἣ καὶ τὸ δαίμονας ἐλευθεροῦν ἐνδιαβάλλειν, ἐνδιαβάλλοντες ἐμὲ τὸν ἐλευθεροῦντα, ἣ τοῦτο ἐπαινοῦντας, καὶ ἐμὲ τὸν ἐργαζόμενον κατηγορεῖν.

Ὠριγένουσ. Δένδρον καλὸν, ἣ τὸ Ἅγιον Πνεῦμα, σαπρὸν τὸ [*](r Sic. s κολ Cod.)

96
ἀκάθαρτον πνεῦμα, ἤτοι ὁ διάβολος. τοίνυν ποιήσατε καρποὺς ἀξίους, ἵνα ἐν αὐτοῖς ποιήσητε οἰκεῖν τὸ Ἅγιον Πνεῦμα, καὶ μὴ τοιαῦτα, ἵνα μὴ γένηται ὑμῖν τὸ δένδρον τὸ πονηρόν.

[*](34)

Γεννήματα ἐχιδνῶν πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες.

Θεοδώρου Μομψουεστίασ. Ὠ, φησι, πάντων ἀνθρώπων πονηρότατοι, καὶ κατὰ μηδὲν τῇ πονηρίᾳ τῶν ἐχιδνῶν ἀφεστηκότες. οὐ θαυμαστὸν εἰ μηδὲν φθέγγεσθε ἀγαθόν· ἕπεται γὰρ τῇ διαθέσει τῆς ψυχῆς τὰ ῥήματα· ἀλλὰ πῶς εὔφημα φθέγγεσθε, τὰ χείρω προειρημένα καθάπαξ, καὶ πρὸς τὸ χεῖρον ἐκκλίνοντες.

[*](36)

Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργόν.

Τοῦ Χρυσοστόμου. Ἀργὸς λόγος ἐστὶν ὁ ψευδὴς, ἡ αἰσχρολογία, ὁ συκοφαντίαν ἔχων τὸ γέλωτα κινοῦν ῥῆμα, καὶ πᾶν τὸ μὴ κατὰ πράγματος κείμενον, ὑπὲρ οὗ, φησὶν, ἀποδώσει πᾶς ἄνθρωπος λόγον ἐν ἡμέρᾳ κρίσεως. ἐκ γὰρ τῶν λόγων ἡμῶν δικαιοθησόμεθα, καὶ ἐκ τῶν λόγων ἡμῶν κατακριθησόμεθα· ὅπερ ἐστι δικαστηρίου ἡμέρου καὶ ἀνεπαχθοῦς· οὐ γὰρ ἐξ ὧν ἕτερος, φησὶν, εἶπε περὶ σοῦ, ἀλλ’ ἐξ ὧν αὐτὸς ἐφθέγξω, τὰς ψήφους ὁ δικαστὴς ἐξενέγκῃ. διὰ τοῦτο οὖν ἀγαπητοὶ, πᾶσαν σπουδὴν εἰσενέγκωμεν, μὴ μόνον τοῦ μηδὲν ἡμᾶς ἀργὸν φθέγγεσθαι, ἀλλὰ καὶ τὸ πάντοτε περὶ τῶν ἐντολῶν τοῦ Θεοῦ διαλέγεσθαι.

Περὶ τῶν αἰτούντων σημεῖον.

Θαυμάζων ὁ Εὐαγγελιστὴς τὴν ἀναίσχυντον γνώμην τῶν Φαρισαίων καὶ γραμματέων, φησὶ, “τότε ἀπεκρίθησαν αὐτῷ λέγοντες,” καὶ τὰ ἑξῆς. τέθεικε δὲ τὸ “τότε” ὅτι μετὰ τοσαῦτα σημεῖα, ὡς οὐδενὸς γενομένου, λέγουσι, “θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. τοῦτο δὲ ἔλεγον, ἵνα ἐπιλάβωνται πάλιν. ἐπειδὴ γὰρ ἀπὸ τῶν ῥημάτων αὐτοὺς ἐπεστόμισεν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ἐπὶ τὰ ἔργα πάλιν ἔρχονται. αὐτὸς δὲ ὅτε μὲν αὐτὸν τραχέως ἠρώτων καὶ ὕβριζον, ἐπιεικῶς αὐτοῖς διελέγετο. ὅτε δὲ ἐκολάκευον, ὑβριστικῶς καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀπεκρίνετο· δεικνὺς, ὅτι ἑκατέρου πάθους ἐστὶν ἀνώτερος, καὶ οὔτε τότε εἰς ὀργὴν

97
ἐξάγεται, οὐδὲ νῦν ἀπὸ κολακείας μαλακίζεται. χρὴ δὲ καὶ τὴν ὕβριν σκοπεῖν, οὐχ ἁπλῶς λοιδορίαν οὖσαν, ἀλλ’ ἀπόδειξιν ἔχουσαν τῆς πονηρίας αὐτῶν. “τί γάρ,” φησι, “γενεὰ πονηρὰ καὶ “μοιχαλὶς,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἀγνώμονες γεγόνασιν ἀεὶ οἱ πρόγονοι ἀυτῶν πέρι τοὺς εὐεργέτας, ὡσπερ κα νυν αὐτοὶ. καὶ ὅτι εὑ πάσχοντες, χείρους γίνονται, ὅπερ ἐσχάτης ἐστὶ πονηρίας. μοιχαλίδα δὲ ἐκάλεσε, καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν, τήν τε τῶν προγόνων αὐτῶν, καὶ τὴν τούτων αὐτῶν. ἐκεῖνοι μὲν, ὅτι καταλιπόντες τὸν Θεὸν, ἐπὶ τοὺς δαίμονας ἔτρεχον· οὗτοι δὲ, ὅτι αὐτὸν παραγενόμενον προσδέξασθαι οὐκ ἤθελον. Εἰπὼν δὲ “τὸ σημεῖον Ἰωνᾶ τοῦ προ- “φήτου,” ἤδη τὸν περὶ τῆς ἀναστάσεως ἀνακρούεται λόγον, καὶ πιστοῦται αὐτὸν ἄπο του τύπου. τι οὑν οὐκ ἐδόθη ἀυτὴ σημεῖον, φησίν; οὐκ ἐδόθη αὐτῇ αἰτούσῃ. οὐ γὰρ ὥστε αὐτοὺς ἐνάγειν ἐποίει τὰ σημεῖα, ᾔδει γὰρ αὐτοὺς πεπωρωμένους ὄντας, ἀλλ’ ὥστε ἑτέρους διορθοῦν. “ὥσπερ γὰρ ἦν Ἰωνᾶς,” φησιν, “ἐν τῇ “κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. καρδίαν δὲ τῆς γῆς, τὸν τάφον εἶπε.

Τίνος χάριν ἄνδρες Νινευΐται κατακρίνουσι τοὺς Ἰουδαίους; ἐπειδὴ ὁ μὲν δοῦλος, ὁ δὲ δεσπότης. καὶ ὁ μὲν ἐκ κήτους ἐξῆλθεν, ὁ δὲ ἐκ θανάτου ἀνέστη. καὶ ὁ μὲν καταστροφὴν ἐκήρυξεν, ὁ δὲ βασιλείαν ἦλθεν εὐαγγελιζόμενος· καὶ οἱ μὲν βάρβαροι, οἱ δὲ προφήταις συνανεστράφησαν μυρίοις· καὶ οἱ μὲν χωρὶς σημείου ἐπίστευσαν, οἱ δὲ πολλὰ σημεῖα θεασάμενοι, ἄπιστοι διέμειναν. τὸ δὲ “βασίλισσα νότου κατακρινεῖ αὐτοὺς, τοῦτο τοῦ προτέρου πλέον ἦν. ὁ μὲν γὰρ Ἰωνᾶς πρὸς ἐκείνους ἀπῆλθεν, ἡ δὲ βασίλισσα τοῦ νότου οὐκ ἀνέμεινε τὸν Σολομῶνα πρὸς αὐτὴν ἀπελθεῖν, ἀλλ’ αὐτὴ πρὸς αὐτὸν παρεγένετο· καὶ γυνὴ καὶ βάρβαρος οὖσα, καὶ τοσοῦτον ἀφεστηκυῖα, οὐκ ἀπειλῆς ἐπικειμένης, οὐ θάνατον δεδοικυνῖα, ἀλλ’ ἔρωτι ῥημάτων μόνον σοφῶν· “πλέον δὲ Σολομῶνος “ὧδε.” ἐκεῖ μὲν γὰρ ἡ γυνὴ παρεγένετο, ἐνταῦθα δὲ, ἐγώ, φησιν, ὁ δεσπότης. καὶ ὁ μὲν Σολομὼν ὑπὲρ δένδρων καὶ ξύλων διελέγετο, τὰ μηδὲν μέγα ὠφελῆσαι τὴν παραγενομένην δυνάμενα· ἐγὼ δὲ ὑπὲρ ἀπορρήτων ῥημάτων καὶ μυστηρίων φρικωδέστερον.

Διὰ τοῦ εἰπεῖν, ὅτι “ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ

98
“τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων,” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οὐκ ἐν τῷ μέλλοντι αἰῶνι μόνον, ἀλλὰ καὶ ἐνταῦθα χαλεπώτατα ὑπομενοῦσιν οἱ Ἰουδαῖοι· ὃ δὲ λέγει τοιοῦτόν ἐστι. καθάπερ οἱ δαιμονῶντες, φησὶν, ὅταν ἀπαλλαγῶσι τῆς ἀρρωστίας ἐκείνης, ἃν ῥαθυμώτεροι γένωνται, χαλεπωτέραν ἐπισπῶνται κἀς ἑαυτῶν τὴν φαντασίαν, οὕτω καὶ ἐφ’ ὑμῖν γίνεται· καὶ γὰρ καὶ ἔμπροσθεν κατείχεσθε δαίμονι, ὅτε τὰ εἴδωλα προσεκυνεῖτε, καὶ τοὺς υἱοὺς ὑμῶν ἐσφάττετε τοῖς δαιμονίοις, πολλὴν ἐπιδεικνύμενοι μανίαν, ἀλλ’ ὅμως οὐκ ἐγκατέλιπον ὑμᾶς, ἀλλ’ ἐξέβαλον τὸν δαίμονα ἐκεῖνον διὰ τῶν προφητῶν καὶ δι’ ἐμαυτοῦ· πάλιν ἦλθον, ἐκκαθάραι πλεῖον ὑμᾶς βουλόμενος. ἐπεὶ οὖν οὐ βούλεσθε προσέχειν, ἀλλὰ καὶ εἰς πλείονα ἐξωκείλατε πονηρίαν, τοὺς προφήτας ἀνελεῖν, πολλῷ μείζω καὶ χαλεπώτερα ὑπομενεῖτε τῶν προτέρων, τῶν κατὰ Βαβυλῶνα λέγω, καὶ κατὰ Αἴγυπτον καὶ κατὰ Ἀντίοχον· καὶ γὰρ τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου συμβάντα αὐτοῖς, πολλῷ τούτων χαλεπώτερα.

Ωριγένουσ. Ἡ παραβολὴ τοῦ ἀκαθάρτου πνεύματος, περὶ τῶν ἐξ ἐπιστροφῆς εἰς ἀπροσεξίαν ἐρχομένων, ἢ ἐξ ἰάσεως εἰς ῥαθυμίαν, δι’ ἧς ἐπὶ τὸ χεῖρον ἕλκονται. οἰκος σεσαρωμένος, εἰς ὃν δαιμόνια εἰσέρχονται, ψυχαὶ εἰσὶ τῶν δοκούντων ἐκβιοῦν, κατὰ πρόθεσιν λόγων, ὡς ἀληθῆ τῶν ἐν ψευδωνύμων‘ γνώσει. ὁ δ’ αὐτός ἐστι κεκοσμημένος, ὡς ὁμοίωμα νάου, οὐκ ὢν ναὸς.

Ἀπολιναρίου. Ἑπτὰ πνεύματα λογιστέον τὰ πολλά. ἐπὶ γὰρ πλήθους πολλάκις τὰ ἑπτὰ παρὰ τῇ θείᾳ γραφῇ. κατ’ ἀρχὴν μὲν ἐν τοῖς Ἰουδαίοις ἐνῴκησε τὸ πνεῦμα τὸ πονηρὸν, ὅτε κατ’ Αἴγυπτον εἰδωλολάτρουν· ἐξῆλθε δὲ ὅτε προσεκλήθησαν ὑπὸ Θεοῦ· μετὰ ταῦτα δὲ ὅτε ἐξήμαρτον εἰς τὸν προσκαλεσάμενον, τότε μετέβαινεν ἡ χάρις ἐπὶ τὰ ἔθνη, οἱ δὲ ἐξεδίδοντο. καὶ ἡ μὲν ἐν τοῖς ἔθνεσιν, ὥσπερ ἐν ἀνύδροις τισὶ τόποις κατοίκησις ἐγένετο τῶν πονηρῶν χαλεπή τε καὶ δύσβατος, Θεὸν ὑποδεξαμένων τῶν ἐθνῶν· ἡ δὲ εἰς τὸν Ἰσραὴλ ἐπάνοδος ῥᾷον ἣ πρότερον καὶ μετὰ πολλοῦ πλήθους τῆς ἐφόδου· διὸ κακίονα νῦν διάγουσιν ἣ ἐν Αἰγύπτῳ, παραταττόμενοι μὲν εἰς τὰς κατὰ Χριστὸν βλασφημίας ἀεί· τὴν δὲ πρὸς Ἀβραὰμ διαθήκην οὐκ ἔχοντες κατὰ τὸ [*](r Leg. vid. ψευδωνύμῳ. s κακίων Cod.)

99
δίκαιον προσδοκᾷν κἂν ὥσπερ τότε, ἀλλὰ ἀποκοπτόμενοι τῆς ἐλπίδος, ὅτι τὸν πληρωτὴν ταύτης ἠθετήκασιν.

[*](48)

Τίς ἐστιν ἡ μήτηρ μου.

Οὐδαμῶς ἐπαισχυνόμενος τὴν ἑαυτοῦ μητέρα, οὐδὲ ἀρνούμενος τὴν γεγεννηκυῖαν ἔλεγεν, “τίς ἐστιν ἡ μήτηρ μου,” εἰ γὰρ ἐπῃσχύνετο t, οὐδ’ ἃν διῆλθε διὰ τῆς μήτρας ἐκείνης, οὐδ’ ἃν καὶ πρὸς αὐτῷ τῷ σταυρῷ ὣν, τῷ πάντων μάλιστα ποθουμένῳ μαθητῇ, παρεκατετίθετο αὐτήν· ἀλλὰ τοῦτο εἶπε δεῖξαι θέλων, ὅτι ἀρετῆς ἀπούσης, πάντα περιττὰ, καὶ ὅτι ὁ ταύτην ἐργαζόμενος, καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν αὐτοῦ.

Χρὴ δὲ μὴ τὰ ῥήματα ἐξετάζειν μόνον τὰ τὴν ἐπιτίμησιν ἔχοντα σύμμετρον, ἀλλὰ καὶ τὸν ἐπιτιμῶντα τίς ἢν· ὅτι οὐχὶ ψιλὸς ἄνθρωπος, ἀλλ’ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ. καὶ τί βουλόμενος ἐπιτιμᾷ; ἀπαλλάξαι τοῦ τυραννικωτάτου τῆς κενοδοξίας πάθους, ὅπερ ὡς γυνὴ πέπονθε. ἐβούλετο γὰρ ἐπιδείξασθαι τῷ λαῷ, ὅτι κρατεῖ καὶ αὐθεντεῖ τοῦ παιδός· ἔδει γὰρ αὐτὴν εἰσελθοῦσαν ἀκούειν μετὰ τοῦ ὄχλου, ἣ μὴ τοῦτο βουλόμενον ἀναμεῖναι, ἕως οὗ τὸν λόγον καταπαύσῃ· τὸ δὲ αὐτὸ καὶ περὶ τῶν ἀδελφῶν αὐτοῦ χρὴ λογίζεσθαι· ὅμως δὲ οὐδὲ εἶπεν, ἄπελθε, εἰπὲ τῇ μητρί μου, ὅτι οὐκ εἶ’ μου μήτηρ, ἀλλὰ πρὸς τὸν εἰπόντα ἀποτείνεται λέγων, “τίς ἐστιν ἡ μήτηρ μου.” καὶ ἕτερον δέ τι κατασκευάζων τοῦτο εἶπεν· ὥστε μήτε ἐκείνους, μήτε ἄλλους συγγενεία θαρροῦντας, ἀμελεῖν ἀρετῆς.

Ωριγένογσ. Οἱ μὴ γινώσκοντες τὸ κατὰ τὴν παρθένον μυστήριον λέγουσιν “ ἀδελφοὶ σου τῷ Ἰησοῦ, εἰ γὰρ ἐγίνωσκον ἐπίστευον εἰς αὐτόν. ἐκ τοῦ δὲ ποιεῖν τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς, ἀδελφὸς ἣ ἀδελφὴ ἣ μήτηρ τοῦ Ἰησοῦ τίς γίνεται. εἰ δὲ τούτω οὐ φύσει ἐστὶ τὶς ἀδελφὸς, ἣ τι τῶν λοιπῶν ἔτι πᾶσα παρθένος, καὶ ἀδιάφθορος ψυχὴ ἐξ Ἁγίου Πνεύματος συλλαβοῦσα, ἵνα γεννήσει τὸ πατρικὸν θέλημα, μήτηρ ἐστὶ τοῦ Ἰησοῦ.

Ἀπολιναρίου. Ὅτι δὲ μήπω πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, μανθάνομεν παρὰ Ἰωάννου· παρὰ δὲ τοῦ Μάρκου, καὶ τί πλέον ἀκηκόαμεν· ὡς γὰρ ἐξεστηκότα κατέχειν ἐπεχείρουν. [*](t ἐπαισχύνετο Cod.)

100
ἐπὶ τῆ τοιαύτῃ διανοίᾳ καὶ ὁ Κύριος, οὐχ ὡς οἰκείων αὐτῶν ἐμνήσθη, ἀλλ’ ἀντεπιδείκνυσι τοὺς ὑπηκόους, τούτοις τὰ τῆς συγγενείας προγράφων ἅπαντα τὰ ὀνόματα, οἱ κατ’ οἰκειότητα τῆς ὑπακοῆς αὐτῷ συνήπτοντο εἰ δὲ καὶ πρόσκαιρος ἔσχε τὴν Μαρίαν ἀντιλογία, καθὰ καὶ προεῖπεν ὁ Συμεὼν λέγων, “καὶ ουῦ u “δὲ αὐτῆς τὴν ψυχὴν,” καὶ τὰ ἑξῆς, εἰκότως ἐπανῆλθεν ἐπὶ ταῦτα καὶ ὁ Κύριος αὐτῆς εὐμενῶς ἐπὶ τοῦ πάθους μνησθεὶς, καὶ συνέστησεν αὐτὴν τῷ ἀγαπητῷ μαθητῇ.

Θεοδωρήτου. Ταῦτα δὲ ἔφη, οὐκ ἀποδοκιμάζων πάντως τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς, ἀλλὰ δεικνὺς ὅτι πάσης σωματικῆς συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· διὰ τοῦτο κἀκείνους στέργων, εἰ ταῦτα ἐπάγοιντο· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἔπι τι σπουδαιότερον καλεῖν αὐτὸν τῶν οἰκείων τὴν ὁμιλίαν, ἀναγκαῖον ἦν τοῦτο εἰπεῖν· ὃ μὲν καὶ εἰς διδασκαλίαν τῶν παρόντων. ὡς γὰρ αὐτὸς εἶπε τοῖς μαθηταῖς “ὁ φιλῶν πατέρα ἢ μητέρα” καὶ τὰ ἑξῆς. οὕτω μοι νόει τὸν Ἰησοῦν προκρίναντα τοὺς μαθητὰς, ὑπὲρ μητέρα καὶ ἀδελφούς.

Ωριγένουσ. Προκριτέα ἡ κατὰ Θεὸν συγγένεια τῆς κατὰ σάρκα, αὕτη γὰρ καὶ προηγουμένη καὶ μένουσα.

Περὶ τῶν ποροβολῶν.

[*](3)

Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς.

Διατὶ δὲ νῦν μὲν ἐν παραβολαῖς διαλέγεται, ὅτε δὲ ἐπὶ τοῦ ὄρους ἐδίδασκεν, οὐχ οὕτως; ὅτι τότε μὲν ὁ ὄχλος ἄκακος ἦν, νῦν δὲ καὶ γραμματεῖς καὶ Φαρισαῖοι. περὶ τίνος λέγει ὅτι ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι; περὶ ἑαυτοῦ· πόθεν δὲ ἐξῆλθε, καὶ γὰρ τὰ πάντα πληροῖ, καὶ πανταχοῦ πάρεστιν; οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς, ἐγγύτερος ἡμῖν γενόμενος διὰ τῆς κατὰ τὴν σάρκα περιβολῆς· οὐκ εἶπε δὲ ὅτι αὐτὸς ἔρριψε παρὰ τὴν ὁδὸν, ἀλλ’ ὅτι ἔπεσε, καὶ ὅτι τὸ τέταρτον μέρος ἐσώθη, καὶ οὐδὲ τοῦτο ἐξίσης, ἀλλὰ καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. ταῦτα δὲ ἔλεγεν δηλῶν ὅτι μετὰ ἀφθονίας πᾶσι διελέγετο· καὶ ὅτι καθάπερ ὁ σπείρων τὴν γῆν οὐ διαιρεῖ τὴν ὑποκειμένην [*](u σὺ Cod.)

101
ἄρουραν, ἀλλὰ ἁπλῶς καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα, οὕτω καὶ αὐτὸς, οὐ πλούσιον οὐ πένητα διαιρεῖ, οὐ σοφὸν οὐκ ἄσοφον, οὐ ῥάθυμον οὐ σπουδαῖον, οὐκ ἀνδρεῖον οὐ δειλὸν, ἀλλὰ πᾶσι διαλέγεται, τὰ παρ’ ἑαυτοῦ πληρῶν, καίτοι προειδὼς τὰ ἐσόμενα. πόθεν οὑν ἀπώλετο τὸ πλεῖον τοῦ σπόρου; οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην γῆν, τουτέστι παρὰ τὴν ἀκούουσαν ψυχήν.

Χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι οὐ μία τῆς ἀπωλείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι, καὶ ἀλλήλων διεστηκυῖαι. καὶ οἱ μὲν παρὰ τὴν ὁδὸν εἰσὶν οἱ ῥάθυμοι καὶ βάναυσοι καὶ ὀλίγωροι, οἱ δὲ ἐν τῇ πέτρᾳ, οἱ ἀσθενέστεροι μόνον. οὐδὲ γάρ ἐστιν ἴσον μηδενὸς ἐπηρεάζοντος, μηδὲ ἀναμοχλεύοντος τὴν διδασκαλίαν μαρανθῆναι, καὶ πειρασμῶν ἐπικειμένων. οἱ δὲ ἐν ταῖς ἀκάνθαις πολλῷ τούτων συγγνωστότεροι. ἵνα οὑν μήτι τούτων πάθωμεν, ἐπικαλύψαμεν τῇ προθυμίᾳ τὰ λεγόμενα καὶ τῇ διηνεκεῖ μνήμῃ. εἰ γὰρ καὶ ἁρπάζει ὁ διάβολος, ἀλλ’ ἡμεῖς κύριοι τοῦ μὴ ἁρπαγῆναι. εἰ δὲ ξηραίνεται τὰ σπέρματα, οὐ παρὰ τὸν καύσωνα γίνεται. οὐ γὰρ εἶπεν ὅτι διὰ τὸν καύσωνα ἐξηράνθη, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ῥίζαν· καὶ ἀποπνίγεται τὰ λεγόμενα οὐ παρὰ τὰς ἀκάνθας, ἀλλὰ παρὰ τοὺς συγχωροῦντας ἀναβῆναι αὐτάς· ἔξεστι γὰρ, ἐὰν θέλω, κωλῦσαι τὴν πονηρὰν ταύτην βλάβην, καὶ τῷ πλούτῳ εἰς δέον χρήσασθαι· διὰ τοῦτο οὐκ εἶπεν ὁ αἰὼν, ἀλλ’ “ἡ μέριμνα τοῦ αἰῶνος,” οὐδὲ ὁ πλοῦτος, ἀλλ’ “ἡ ἀπάτη τοῦ πλούτου.” μὴ τοίνυν τὰ πράγματα αἰτιώμεθα, ἀλλὰ τὴν γνώμην τὴν διεφθαρμένην.

Τίνος ἕνεκεν οἱ Ἀπόστολοι λέγουσι τῷ κυρίῳ· ὅτι “διατί “ἐν παραβολαῖς λαλεῖς τοῖς ὄχλοις;” ἐπειδήπερ φιλοστόργως λοιπὸν πρὸς αὐτοὺς διέκειντο· καὶ γὰρ καὶ μετὰ ταῦτα λέγουσιν ὅτι “ἀπόλυσον τοὺς ὄχλους,” καὶ πάλιν ὅτι “οἶδας ὅτι ἐσκαν- “δαλίσθησαν·” ταῦτα δὲ πάντα ἀπὸ πολλῆς ἔλεγον ἀγάπης. τὸ δὲ “ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις “δὲ οὐ δέδοται,” εἶπε, διὰ τὸ πάντων αἰτίους τῶν κακῶν ἑαυτοὺς ποιεῖν, ἐκείνους ἑκουσίως πεισθῆναι μὴ βουλομένους. οἱ γὰρ Ἀπόστολοι αὐθαιρέτως ἐπείσθησαν. οὐδὲ γὰρ ἀνάγκην εἰσάγω, φησιν, οὐδὲ ἀποκλήρωσίν τινα ἁπλῶς καὶ ὡς ἔτυχε γενομένην· οὐδὲ γὰρ τὸ αὐτεξούσιον ἀναιρῶ. εἰπὼν δὲ “ὅτι ὅστις ἔχει δοθή-

102
“σεται αὐτῷ καὶ περισσευθήσεται, ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει “ἀρθήσεται ἀπ’ αὐτοῦ,” ἐδήλωσε διὰ τούτου, ὅταν τις προθυμίαν ἔχῃ καὶ σπουδὴν, δοθήσεται αὐτῷ καὶ παρὰ τοῦ Θεοῦ ἅπαντα· ὅταν δὲ τούτων κενὸς ᾖ, καὶ παρ’ ἑαυτοῦ μὴ εἰσφέρῃ, οὐδὲ τὰ παρὰ τοῦ Θεοῦ αἱροῦντος, ἀλλὰ καὶ ζητοῦντος καὶ ἀμελοῦντος, ἐκ πάντων ἀποπίπτει. καλῶς δὲ εἶπε “καὶ ὃ δοκεῖ ἔχειν,” οὐδὲ γὰρ αὐτὸ τοῦτο ἔχει.

[*](13)

Τί δέ ἐστιν “ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ “ἀκούουσιν;” ὅτι εἶδον δαίμονας ἐξελθόντας καὶ ἔλεγον “ἐν τῷ “Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.” ἤκουσαν τῷ Θεῷ προσάγοντα αὐτοὺς διὰ τῆς διδασκαλίας, καὶ ἔλεγον ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ. διατί δὲ καὶ τὸν προφήτην εἰσάγει τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον καὶ λέγοντα, “ἀκοῇ ἀκού- “σετε, καὶ οὐ μὴ συνῆτε,” καὶ τὰ ἑξῆς; ἵνα μὴ νομίσῃ τίς κατηγορίαν ψιλὴν εἶναι τὰ εἰρημένα ὑπ’ αὐτοῦ. τὸ δὲ “ μή ποτε “ἐπιστρέψωσι καὶ ἰάσομαι αὐτοὺς,” τὴν ἐπιτεταμένην πονηρίαν αὐτῶν σημαίνει, καὶ τὴν μετὰ σπουδῆς ἀποστροφήν· ὅμως δὲ καὶ διὰ τούτων ἐφέλκεται αὐτοὺς καὶ ἐρεθίζει πρὸς ἐπιστροφὴν, δεικνὺς ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰάσεται αὐτοὺς, καὶ ὅτι ἔστι δθνατὸν μετανοήσαντας σωθῆναι αὐτοὺς, καὶ ὅτι οὐκ εἰς τὴν αὐτοῦ δόξαν, ἀλλ’ εἰς τὴν αὐτῶν σωτηρίαν ἅπαντα ἐποίει.

[*](16)

Εἰπὼν δὲ ὅτι “ὑμῶν μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ “τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν, οὐ ταύτην λέγει τὴν ὄψιν, ἀλλὰ τὴν ἀπὸ διανοίας· καὶ γὰρ καὶ αὐτοὶ οὗτοι Ἰουδαῖοι ἦσαν, καὶ ἐν τοῖς αὐτοῖς τεθραμμένοι λογίοις, ἀλλ’ οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας· ἐπειδὴ γὰρ ἀγαθὴν εἶχον προαίρεσιν καὶ γνώμην, διὸ καὶ ἐπήγαγεν, “ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν “ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον,” καὶ τὰ ἑξῆς. τὴν παρουσίαν τὴν ἐμήν, φησι, τὰ θαύματα ταῦτα, τὴν φωνὴν, τὴν διδασκαλίαν. ἐκεῖνοι μὲν γὰρ τῇ πίστει μόνῃ ἐθεάσαντο, αὐτοὶ δὲ καὶ τῇ ὄψει. ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν ταύτην, φησὶ, καὶ λέγει τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα, τὰ περὶ χρημάτων καὶ ἀκτημοσύνης, δεικνὺς τὴν ἐκεῖθεν βλάβην, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν· εἰσάγει δὲ καὶ τῆς ἀρετῆς διαφόρους τρόπους· φιλάνθρωπος γὰρ ὢν, οὐ μίαν ὑπέδειξεν ὁδὸν, οὐδὲ εἶπεν, ἐὰν μή τις ἑκατὸν ποιήσῃ ἐξέπεσεν,

103
ἀλλὰ καὶ ὁ τὰ ἑξήκοντα ποιῶν σώζεται· καὶ οὐδὲ οὗτος μόνος, ἀλλὰ καὶ ὁ τὰ τριάκοντα· τοῦτο δὲ ἐποίησεν, εὔκολον κατασκευάζων τὴν σωτηρίαν. ἔστι δὲ τὰ ἑκατὸν, παρθενία καὶ ἀκτημοσύνη μετὰ τῶν λοιπῶν ἀρετῶν· τὰ ἑξήκοντα, γάμος σεμνὸς καὶ σώφρων, μεριζόμενος μετὰ Χριστοῦ τὰ ὑπάρχοντα· τὰ τριάκοντα, ὁμοίως γάμος σεμνὸς καὶ σώφρων, τὴν τρίτην διδοὺς μοίραν, προδήλως, καὶ τῶν λοιπῶν φυλαττομένων πασῶν δεσποτικῶν ἐντολῶν. καὶ αὕτη μὲν ἡ παραβολὴ ἐν τούτοις, ἡ δὲ ἐφεξῆς περὶ τῶν αἱρετικῶν συστημάτων διαλέγεται.

Κυρίλλου. Τὸ εἰπεῖν “μήποτε ἐπιστρέψω καὶ ἰάσομαι,” ἐπιτεταμένην ἐμφαίνει δυστροπίαν· πλὴν καὶ ἐπισπωμένου ἐστὶν καὶ ἐρεθίζοντος· δείκνυσι γὰρ, ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰᾶται αὐτούς· διὰ γὰρ τὸ σωθῆναι αὐτοὺς, οὕτως λαλεῖ. ἐπεὶ ἔδει αὐτὸν ὅλως μηδὲν λαλῆσαι, ἀλλὰ σιωπᾷν· πλὴν οὐ διὰ τὴν ἰδίαν δόξαν, ἀλλὰ διὰ τὴν αὐτῶν σωτηρίαν, πάντα ποιεῖ.

Κυρίλλου. Μακαρίζει οὖν αὐτοὺς, ὡς ἀκηκοότας τῆς τοῦ Υἱοῦ φωνῆς, καὶ ἀξιωθέντας τῆς αὐτοῦ θέας, δι’ οὗ καὶ ἐν ᾧ τὴν τοῦ Πατρὸς καὶ Θεοῦ ἑώρων φύσιν νοητῶς, ὧν ἠξιώθησαν οἱ πάλαι ἅγιοι, καὶ πληρεστάτην ἔσχον τὴν ἐπ’ ἀγαθοῖς θυμηδίαν.

Ωριγένουσ. Τὰ ὑποδεχόμενα μακαρισμῶν καὶ περὶ παντὸς δὲ τοῦ βλέποντος τὰ θεῖα ὀφθαλμοῦ, καὶ ἀκούοντος τῶν πνευματικῶν ὤτων, ταῦτα ἃν λέγοιτο. περὶ τούτου φησιν ὁ προφήτης “προσέθηκέ μοι Κύριος ὠτίον τοῦ ἀκούειν,” ἀντὶ τοῦ συνιεῖν τοῖς ἔνδοθεν ὠσὶν τὰς καρδίας κατὰ τὸν ἔσω ἄνθρωπον. ὁ γὰρ ἀπερίτμητος τῇ καρδίᾳ λαὸς, ἐκωφώθη τοῖς ἔνδοθεν ὠσί. Καὶ μετ’ ὀλίγον—Διὸ καὶ αὐτὴν τὴν ἀκοὴν, ἣν ἐδόκουν ἔχειν τοῦ νόμου καὶ τῶν προφητῶν, ἤρθη καὶ ἐδόθη τοῖς ἔχουσι τὴν καινὴν διαθήκην, ἵνα πληρωθῇ τὸ εἰρημένον ὑπὸ τοῦ Σωτῆρος· “ὑμῶν δὲ μακάρια τὰ ὠτα. ὅτι ἀκούουσι, καὶ οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι.

Τοῦ αὐτοῦ. Οἱ ἐπιθυμοῦντες ἰδεῖν δίκαιοι τὰ καταθύμια, γνῶσιν ἔλαβον ὧν ἐπεθύμουν· ἐπεθύμουν δὲ ἰδεῖν καὶ ἀκοῦσαι ἃ οἱ Ἀπόστολοι ἔβλεπον, Θεὸν ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνῆς ἑνωθέντος σαρκὶ καθ’ ὑπόστασιν.

[*](19)

Ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον.

Τοῦ αὐτοῦ. Ματθαῖος ἔγραψε “πονηρὸς,” Μάρκος δὲ

104
“τανᾶς,” Λουκᾶς “διάβολος·” οὐ ταὐτόν ἐστι παρὰ τῇ ὁδῷ, καὶ ἐν τῇ ὁδῷ δεόμεθα δὲ τῆς διαφορᾶς, διὰ τὸ ἐγώ εἰμι ἡ ὁδός πλὴν οἱ τρεῖς ἔγραψαν “παρὰ τὴν ὁδόν·” χαριέστατα δὲ, Ματθαῖος καὶ Μάρκος. “ἐπὶ τὰ πετρώδη·” οὐκ ἐπὶ πέτραν φησὶν ἐσπάρθαι τὸν λόγον· ἐπὶ μὲν σύμπαντος τοῦ “παρὰ τὴν ὁδὸν εἴρηται τὸ “μὴ συνιέντος. ἐπὶ δὲ τῆς καλῆς γῆς, “οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς μήποτ’ οὑν ἐπὶ τὰ πετρώδη καὶ οἱ εἰς τὴν ἄκανθαν μεταξύ εἰσιν ἀσυνετούντων καὶ συνιέντων· προτρεπτικὸν δὲ, εἰς τὸ συνέσεως ἐπιμελεῖσθαι· εἰ γὰρ τοῦ μὴ συνίεντος ἁρπάζεται ὁ σπόρος, σύνεσιν ἀναληπτέον καὶ καλυπτέον τὸν σπόρον ἐν τῇ γῇ τῇ μνήμῃ, ἵνα ῥιζοβολήσῃ, καὶ μὴ γυμνὸν εὑρισκόμενον, ἁρπαγῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων.

[*](21)

Γενομένης δὲ θλίψεως ἣ διωγμοῦ διὰ τὸν λόγον.

Ωριγένουσ. Θλίψεως ὑπὸ τῶν γονέων ἣ συγγενῶν, ἣ συνεργῶν, ἣ δοκούντων φίλων συμβαινόντων· διωγμοῦ δὲ, ὅτι ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς φέρονταί τινες διὰ τὸν λόγον· γενικῶς δὲ ταῦτα ἀμφότερα “πειρασμῶν ὠνόμασεν ὁ Λουκᾶς.

Τοῦ αὐτοῦ. “Ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει” καὶ ὁ τῶν ἑτεροδόξων λόγος· πλούσιοι γάρ εἰσι ψεῦσται· ὧν κρεῖσσον ἀληθὴς πτωχὸς καὶ εὐσεβής· πτωχὸς μὲν λόγῳ καὶ γνώσει, βίῳ δὲ δίκαιος· ἡ δὲ παρὰ τῷ Ἀποστόλῳ “μέριμνα πασῶν τῶν ἐκκλη- “σιῶν,” οὐκ ἔστι “μέριμνα τοῦ αἰῶνος τούτου,” ἀλλ’ αἱ βιωτικαὶ μέριμναι· ταῦτα δὲ ὑπομένει, ὁ μὴ νεώσας τὴν ἑαυτοῦ γῆν, ἀλλὰ ἀμελῶς τὸν λόγον δεχόμενος.

Τοῦ αὐτοῦ. Ἀληθῶς, γνωστικῶς συνιεὶς, καὶ εἰ δοκεῖ καρποφορῶν· εἰ δέ τις δοκεῖ συνἱέναι μὴ καρποφορῶν, οὐ συνίησιν· καὶ εἰ δοκεῖ καρποφορεῖν, μὴ συνιεὶς ὃ καρποφορεῖ· ὁ μέντοι εἰς ἑξήκοντα καὶ τριάκοντα καὶ ἑκατὸν, ἐδήλωσεν τῆς ἀρετῆς τὸ ποικίλον· ἐπεὶ μὴ πάντες ἴσην ἐπιδείκνυνται τῆς ἀρετῆς τὴν ἀκρίβειαν· ἀλλ’ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον αὐτῆς ἐπιμελόμενοι· ὥστε δεῖξαι ὅτι προσίεται καὶ τούτους κατὰ τὴν οἰκείαν ἀναλογίαν.

[*](24)

“Ὡμοιώθη,” φησὶν, “ἡ βασιλεία τῶν οὐρανῶν, σπείροντι “καλὸν σπέρμα,” καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ εἰπεῖν ὅτι “ἔσπειρε “ζιζάνια, τὰ τῶν αἱρετικῶν συστήματα καλει· επειδη ωσπερ

105
τὸ ζιζάνιον ἔοικεν τῷ σίτῳ, οὕτως καὶ ἡ πλάνη· πολλὰ τῆ ἀληθείᾳ ἐπιχρωννύει τὰ ὁμοιώματα· εἰπὼν δὲ ὅτι “ἐν τῶ καθεύδειν “τοὺς ἀνθρώπους,” οὐ μικρὸν τοῖς ἱερεῦσιν ἐντεῦθεν ἐπικρεμνᾷ τὸν κίνδυνον· οὐ τοῖς ἱερεῦσι δὲ μόνοις, ἀλλὰ καὶ τῷ λαῷ· δείκνυσι δὲ καὶ τὴν πλάνην, μετὰ τὴν ἀλήθειαν οὖσαν· ὥσπερ γὰρ μετὰ τὸ σπαρῆναι τὸν σῖτον, ἐσπάρη τὰ ζιζάνια, οὕτως μετὰ τοὺς προφήτας, οἱ ψευδοπροφῆται· καὶ μετὰ τοὺς Ἀποστόλους, οἱ ψευδαπόστολοι· καὶ μετὰ τὸν Χριστὸν, ὁ Ἀντίχριστος· ἃν γὰρ ἴδῃ τί μιμήσηται ὁ διάβολος, ἣ τίσιν ἐπιβουλεύσει, οὔτε ἐπιχειρεῖ, οὔτε οἰδεν. καὶ τί διαφέρουσιν οἱ καθεύδοντες, φησὶ, τῶν εἰς τὴν ὁδὸν σπαρέντων; πολύ. ὅτι ἐκεῖ εὐθέως ἥρπασεν· οὐδὲ γὰρ ῥιζωθῆναι ἀφῆκεν· ἐνταῦθα δὲ, πλείονος ἐδεήθη τῆς μηχανῆ; ταῦτα δὲ εἰπεν ὁ Χριστὸς, παιδεύων ἡμᾶς διὰ παντὸς ἐγρηγορέναι καὶ νήφειν· κἂν γὰρ ἐκείνας διαφύγῃς τὰς βλάβας, φησὶν, ἔστι καὶ ἑτέρα βλάβη· ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς ὁδοῦ καὶ τῆς πέτρας καὶ τῶν ἀκανθῶν, οὕτως καὶ ἐνταῦθα διὰ τοῦ ὕπνου ἡ ἀπώλεια γίνεται. ὥστε διηνεκοῦς φυλακῆς δεῖ· διὸ καὶ ἔλεγεν· “ὁ δὲ “ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·” “ὅτε δὲ ἐβλάστησέν,” φησιν, “ὁ χόρτος, τότε ἐφάνη καὶ τὰ ζιζάνια·” παρὰ μὲν γὰρ τὴν ἀρχὴν, συσκευάζουσιν ἑαυτοῖς οἱ αἱρετικοί, ἐπειδὰν δὲ πολλὴν λάβωσι παρρησίαν, καὶ λόγου τίς αὐτοῖς μεταδῷ, τότε τὸν ὂν ἐκχέουσιν.

Ωριγένουσ. Ἐχθρὸν δὲ ἄνθρωπον, τὸν διάβολον καλεῖ, διὰ τὴν εἰς ἀνθρώπους βλάβην· ἡμᾶς u γὰρ ἐπήρεια, καθ’ ἡμῶν· ἡ δὲ ἀρχὴ τῆς ἐπηρείας, οὐκ ἀπὸ τῆς εἰς ἡμᾶς ἐπηρείας, ἀλλ’ ἀπὸ τῆς εἰς Θεὸν ἔχθρας ἐγένετο· ὅθεν δῆλον, ὅτι ὁ Θεὸς μᾶλλον x ἡμᾶς φιλεῖ, ἣ ἡμεῖς ἑαυτούς· διὰ τί δὲ μὴ πρὸ τούτου ἔσπειρε τὰ ζιζάνια, ἀλλ’ ὅτε ἦν ἅπαντα πεπληρωμένα; ἵνα τῇ σπουδῇ λυμήνηται τοῦ γεωργοῦ. οὕτως πρὸς τὸν Θεὸν ἐχθρωδῶς ἔχων, πάντα ἐποίει. τίνος ἕνεκεν εἰσάγει τοὺς δούλους λέγοντας γεγενημένον, καὶ κατεπείγοντας ἤδη τὰ ζιζάνια ἀνασπάσαι, εἰ καὶ μὴ διεσκεμμένως λαλοῦσι; δεικνύων τὴν μέριμναν αὐτῶν, τὴν ὑπὲρ τοῦ σπόρου, καὶ ἵνα τὸ νόσημα τέως ἐξέλωσιν οὐχ ἑαυτοῖς δὲ ἐπιτρέπουσιν, ἀλλὰ τοῦ δεσπότου τὴν γνώμην ἀναμένουσιν· ὁ δὲ t Sic: ἐπικρεμᾷ vid. leg. u Vid. leg. ἡμῖν aut εἰς ἡμᾶς. x μᾶλλον suppl.

106
δεσπότης κωλύει· οὐδὲ γὰρ δεῖ φονεύειν αἱρετικόν· τοῦτο γὰρ δηλοῖ, τὸ “θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά·” καὶ γὰρ φονευομένων τῶν αἱρετικῶν, πόλεμον ἄσπονδον εἰς τὴν οἰκουμένην εἰσάγετε· τι δέ ἐστι “μήποτε ἐκλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε “ἅμα σὺν αὐτοῖς τὸν σῖτον;” ἣ τοῦτό φησιν· ὅτι εἰ μέλλοιτε κινεῖν ὅπλα καὶ κατασφάττειν τοὺς αἱρετικοὺς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων συγκαταβάλλεσθαι· ἣ ὅτι καὶ ἀπ’ αὐτῶν τῶν ζιζανίων εἰκὸς πολλοὺς μεταβάλλεσθαι, καὶ γίνεσθαι σῖτον· ἃν τοίνυν προλαβόντες ἐκριζώσητε αὐτοὺς, λυμαίνεσθε τῷ μέλλοντι γίνεσθαι σίτῳ· οὐ τοίνυν ἐπιστομίζειν καὶ ἐκκόπτειν τὴν παρρησίαν τῶν αἱρετικῶν κωλύει, ἀλλὰ τὸ κατασφάττον αὐτούς. τίνος χάριν “ἐρῶ,” φησι, “τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ “ζιζάνια” ἵνα μὴ φοβηθῶσιν οὗτοι· ἤγουν οἱ θερισταὶ, ὡς συναπαγομένου αὐτοῖς τοῦ σίτου. χρὴ δὲ σκοπεῖν, καὶ τοῦ δεσπότου τὴν ἡμερότητα· ὅτι ἀναμένει τῶν ζιζανίων τὴν ἐπιστοφήν· ἴσως γίνεται σῖτος· ἃν δὲ μέχρι τέλους μένωσι ζιζάνια, “τότε” φησὶν, “ἐρῶ τοῖς θερισταῖς, συλλέξατε καὶ δήσατε εἰς δέσμας, πρὸς τὸ “κατακαῦσαι αὐτά·” ὅπερ δηλοῖ, τὴν αἰώνιον αὐτῶν καταδίκην· θεριστὰς δὲ, τοὺς Ἀγγέλους λέγει.

[*](31)

“Κόκκῳ σινάπεως,” τὴν βασιλείαν τῶν οὐρανῶν ἀπείκασεν· ἐπειδὴ ὥσπερ μικρὸν σπόρον ἔχει τὸ λάχανον τοῦτο, αὐξηθὲν δὲ μεῖζον γίνεται τῶν λαχάνων πάντων, οὕτως καὶ ἐπὶ τοῦ κηρύγματος γέγονεν· καὶ γὰρ πάντων ἦσαν ἀσθενέστεροι οἱ Ἀπόστολοι, καὶ πάντων ἐλάττους· ἀλλ’ ὅμως ἐπειδὴ μεγάλη ἦν ἡ ἐν αὐτοῖς δύναμις, ἐξηπλώθη πανταχοῦ τῆς οἰκουμένης καὶ ἐξετάθη τὸ κήρυγμα. διατὶ ἀλλαχοῦ φησι τὸν θερισμὸν ἤδη παρεῖναι, ὡς ὅτ’ ἂν λέγῃ· “ἀναβλέψατε ὅτι αἱ χῶραι λευκαί εἰσι πρὸς “θερισμὸν ἤδη·” καὶ πάλιν· “ ὁ μὲν θερισμὸς πολύς· οἱ δὲ ἐργά- “τᾶι ὀλίγοι” ἐνταῦθα δὲ τὸν θερισμὸν, κατ’ ἄλλο σημαινόμενον εἶπεν; ἐπειδὴ ποτὲ μὲν τὴν ὑπακοὴν τῶν ὑπακουσάντων, θερισμὸν τὸ πρᾶγμα καλεῖ· νῦν δὲ θερισμὸν, τὴν συντέλειαν· καὶ ἀλλαχοῦ δὲ εἰπών ὅτι “ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων ἐνταῦθα δὲ αὐτὸν εἶναι φησι τὸν σπείροντα· τοῦτο δὲ εἶπεν περὶ προφητῶν καὶ Ἀποστόλων· καὶ γὰρ διὰ τούτων αὐτὸς ἦν ὁ σπείρων καὶ τότε· ἔστι δὲ ὅπως καὶ θερισμὸν καὶ σπόρον τὸ

107
αὐτὸ καλεῖ· πρὸς ἄλλο καὶ ἄλλο αὐτὸ ὀνομάζων· τοῦτο δὲ τότε λέγει, ὅτ’ ἃν τὸν καρπὸν ἐπιζητεῖ τῆς ἀκροάσεως.

[*](33)

“Ὁμοία, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα “γυνὴ, ἔκρυψε,” καὶ τὰ ἑξῆς· ἔστι δὲ ἡ ὑπόθεσις τῆς παραβολῆς αὕτη· ὥσπερ τὸ πολὺ ἄλευρον μεθίστησιν ἡ ζύμη μικρὰ οὔσα εἰς τὴν ἑαυτῆς ἰσχὺν, οὕτω, φησὶν, καὶ ὑμεῖς οἱ μαθηταὶ μου, τὸν πάντα κόσμον μεταστήσετε, ὀλίγοι ὄντες, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν· καὶ ὥσπερ ἡ ζύμη τὸ φύραμα ζυμοῖ, ὅτ’ ἃν μίγη τὸ ἄλευρον, τοῦτο γὰρ δηλοῖ τὸ “ἔκρυψεν,” οὕτω καὶ ὑμεῖς, ὅτ’ ἃν κολληθῆτε καὶ ἑνωθῆτε τοῖς πολεμοῦσιν ὑμῖν, τότε αὐτῶν περιέσεσθε· καὶ καθάπερ ἐκεῖ καταχώννυται μὲν τῷ ἀλεύρῳ, οὐκ ἀφανίζεται δὲ, ἀλλὰ καὶ μᾶλλον πρὸς τὴν ἑαυτῆς ἕξιν μεταποιεῖ πάντα· τὸν αὐτὸν τρόπον, καὶ ἐπὶ τοῦ κηρύγματος τούτου συμβήσεται· “τρία δὲ σάτα” εἰπὼν, τὰ πολλὰ εἴρηκεν· οἶδε γὰρ τὸν ἀριθμὸν τούτων, ἐπὶ πλήθους λαμβάνειν· μηδεὶς δὲ θαυμαζέτω, εἰ περὶ βασιλείας οὐρανῶν διαλεγόμενος, κόκκου σινάπεως καὶ ζύμης ἐμνήσθη· ἀνθρώποις γὰρ διελέγετο ἀπείροις καὶ ἰδιώταις, καὶ δεομένοις ἀπὸ τούτων ἐνάγεσθαι· οὕτω γὰρ ἦσαν ἀφελεῖς, ὡς καὶ μετὰ ταῦτα δεηθῆναι ἑρμηνείας πολλῆς.

Διατί δὲ ὁ Εὐαγγελιστὴς τὸν προφήτην εἰσάγει προαναφωνοῦντα περὶ τῶν παραβολῶν καὶ λέγοντα· “ἀνοίξω ἐν παραβολαῖς “τὸ στόμα μου,” καὶ τὰ ἑξῆς; ἵνα δείξῃ μηδὲν καινοτομοῦντα τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν· ἐλάλει δὲ ἐν παραβολαλῖς, εἰς ἐρώτησιν τοὺς ὄχλους προτρεπόμενος· ὅμως ἐπειδὴ οὐδεὶς αὐτὸν ἐξ αὐτῶν ἠρώτησεν, ἀφεὶς αὐτοὺς ἀπῆλθεν· “προσ- “ἦλθον δὲ αὐτῷ,” φησιν, “οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν, “τὴν παραβολὴν τῶν ζιζανίων.” τίνος ἕνεκεν νῦν μετὰ παρρησίας οἱ Ἀπόστολοι προσέρχονται καὶ ἐρωτῶσιν; ἐπειδὴ ἔστιν ὅπου βουλόμενοι μαθεῖν, ἐφοβοῦντο ἐρωτῆσαι· ἐρωτῶσι δὲ νῦν μετὰ παρρησίας, διὰ τὸ ἤδη ἀκοῦσαι αὐτοὺς παρ’ αὐτοῦ, ὅτι “ὑμῖν “δέδοται γνῶναι τὸν μυστήρια.” κατ’ ἰδίαν δὲ ἐρωτῶσιν· οὐ τῷ πλήθει βασκαίνοντες, ἀλλὰ τὸν τοῦ δεσπότου τηροῦντες νόμον, εἰπόντος· “τούτοις οὐ δέδοται.” καὶ τί δήποτε τὴν τῆς ζύμης καὶ τοῦ σινάπεως ἀφέντες, περὶ τῆς τῶν ζιζανίων πυνθάνονται παραβολῆς; ἐπειδήπερ ἐκείνας ὡς σαφεστέρας παρήκασιν· ταύτην δὲ,

108
ὡς ἔχουσαν συγγένειαν πρὸς τὴν προειρημένην περ του σπόρου, καὶ πλέον τι ἐνδεικνυμένην ἐκείνης, καὶ πολλὴν ἐμφαίνουσαν τὴν ἀπειλὴν, προτίθενται εἰς ἐρώτησιν. διὸ οὐδὲ ἐγκαλεῖ αὐτοῖς, ἀλλὰ δὲ ἀναπληροῖ τὰ εἰρημένα· δεικνὺς ἑαυτὸν ὄντα τὸν κριτὴν καὶ κύριον του παντὸς.

Χρὴ δὲ σκοπεῖν καὶ τὴν φιλανθρωπίαν τὴν ἄφατον, καὶ τὸ πρὸς κόλασιν ἠλλοτριωμένον· ὅτε μὲν γὰρ σπείρει, δι’ ἑαυτοῦ σπείρει· ὅτε δὲ κολάζει, δι’ ἑτέρων. περὶ μὲν γὰρ τοῦ σπείροντός φησιν· “ὁ σπείρων τὸ καλὸν σπέρμα, ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ τὰ ἑξῆς· περὶ δὲ τῶν κολαζόντων λέγει· “οἱ δὲ θερισταὶ εἰσὶν “οἱ Ἄγγελοι. ὥσπερ οὖν συλλέγονται τὰ ζιζάνια, καὶ πυρὶ κατα- “καίονται, οὕτως ἔσται ἐν τῆ συντελείᾳ τοῦ αἰῶνος· ἀποστελεῖ ὁ “υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς “βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν “ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν “καιομένην· ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ἱδόντων· “οἱ δὲ δίκαιοί,” φησιν, “ἐκλάμψουσιν ὡς ὁ ἥλιος·” τοῦτο δὲ εἶπεν, οὐκ ἐπειδὴ οὕτως μόνον ἐκλάμπειν μέλλουσιν, ἀλλ’ ἐπειδὴ τούτου τοῦ ἄστρου φανώτερον οὐ γινώσκομεν ἕτερον, τοῖς γνωρίμοις ἡμῖν κέχρηται παραδείγμασιν. τίνος χάριν ἀλλαχοῦ μέν φησιν, ὅτι οἱ δίκαιοι πρῶτοι ἁρπάζονται· νῦν δὲ λέγει, ὅτι μετὰ τὸ ἐμβληθῆναι τοὺς ἁμαρτωλοὺς εἰς κόλασιν, τότε οἱ δίκαιοι ἐκλάμπουσιν; ἁρπάζονται μὲν τότε οἱ δίκαιοι πρῶτοι, ἐρχομένου τοῦ δεσπότου Χριστοῦ, εἰς ἁπάντησιν αὐτοῦ· παραγενομένου δὲ αὐτοῦ, καὶ παραδοθέντων εἰς κόλασιν τῶν ἁμαρτωλῶν, τότε εἰς βασιλείαν οὐρανῶν ἀπέρχονται οἱ δίκαιοι· ἐπειδὴ γὰρ αὐτοὺς ἐν οὐρανῷ δεῖ εἶναι, αὐτὸς δὲ ἐνταῦθα ἥξει κρῖναι πάντας τοὺς ἀνθρώπους, δοὺς τὴν κατὰ τῶν ἁμαρτωλῶν ἀπόφασιν· καθάπερ τίς βασιλεὺς ἀνίσταται μετὰ τῶν φίλων αὐτοῦ, πρὸς τὴν μακαρίαν ἐκείνην λῆξιν αὐτοῖς ἄγων. εἶδες διπλὴν τὴν κόλασιν τοῖς ἁμαρτωλοῖς· τῶ τε κατακαίεσθαι, τῶ τε τῆς δόξης ἐκπίπτειν ἐκείνης.

Διατὶ ἀναχωρήσαντος τοῦ ὄχλου, ἐν παραβολαῖς καὶ τοῖς μαθηταῖς διαλέγεται; ἐπειδὴ σοφώτεροι ἐκ τῶν εἰρημένων λοιπὸν ἐγένοντο, ὡς καὶ δύνασθαι συνιέναι. διὸ καὶ λέγει αὐτοῖς μετὰ τὰς παραβολάς· “συνήκατε ταῦτα πάντα;” οἱ δὲ πρὸς αὐτόν·

109
“ναὶ κύριε·” οὕτως μετὰ τῶν ἄλλων ἀγαθῶν, καὶ τοῦτο κατόρθωσαν αἱ πρῶται παραβολαὶ, τὸ διορατικωτέρους αὐτοὺς ποιῆσαι.

Εἰρηναίου ἐπισκόπου. Ὁ μὲν Κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ, καλὸν ἔσπειρε σπέρμα· ἀγρὸς δέ ἐστιν ὁ κόσμος· ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν· ἔκτοτε γὰρ ἀποστάτης ὁ ἄγγελος οὗτος καὶ ἐχθρὸς, ἀφ’ ὅτε ἐζήλωσεν τὸ πλάσμα τοῦ Θεοῦ, καἲ ἐχθροποιῆσαι αὐτὸν πρὸς τὸν Θεὸν ἐπεχείρησεν· διὸ καὶ ὁ Θεὸς, τὸν μὲν πη αὐτοῦ τὸ ζιζάνιον λάθρα ἐπισπείραντα, τουτέστι τὴν παράβασιν εἰσενεγκόντα, ἀφώρισεν τῆς ἰδίας μετουσίας· τὸν δὲ ἀμελῶς καὶ κακῶς μὲν παραδεξάμενον τὴν παρακοὴν ἄνθρωπον ἠλέησεν· καὶ ἀντέστρεψε τὴν ἔχθραν, ἣν ἐχθροποίησεν πρὸς τὸν αὐτόν· ἀπωσάμενος μὲν ἀφ’ ἑαυτοῦ τὴν πρὸς τὸν ἄνθρωπον ἔχθραν, ἀνακλάσας δὲ αὐτὴν καὶ ἀντιπέμψας πρὸς τὸν ὄφιν· καθὼς ἡ γραφὴ φησὶν, εἰρηκέναι τῷ ὄφει τὸν Θεὸν, “καὶ ἔχθραν θήσω “ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα—Καὶ τὴν ἔχθραν ταύτην ὁ Κύριος εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, γενόμενος ἐκ γυναικὸς ἄνθρωπος.

x Καὶ τί δηλοῖ ἡ παραβολὴ τοῦ θησαυροῦ καὶ τοῦ μαργαρίτου, ἥτις ἐστιν αὕτη· “ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ “κεκρυμμένῳ ἐν ἀγρῷ,” καὶ τὰ ἑξῆς. καὶ “πάλιν ὁμοία ἐστί, φησιν, “ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι “καλοὺς μαργαρίτας,” καὶ τὰ ἑξῆς· τοῦτο σημαίνει, ὅτι δεῖ τὸ κήρυγμα πάντων προτιμᾷν· ὥσπερ δὲ ἡ παραβολὴ τοῦ κόκκου τοῦ σινάπεως καὶ τῆς ζύμης μικράν τινα ἔχουσι πρὸς ἀλλήλους διαφορὰν, οὕτω δὴ καὶ ἐνταῦθα, ἥτε τοῦ θησαυροῦ, καὶ ἡ τοῦ μαργαρίτου· κἀκείνη μὲν ἡ τῆς ζύμης καὶ ἡ τοῦ σινάπεως, πρὸς τὴν δύναμιν εἴρηται του κηρύγματος, καὶ ὅτι πάντως περίεσται τῆς οἰκουμένης ἁπάσης· αὕτη δὲ τὸ τίμιον καὶ πολυτελές· ἐκτείνεται μὲν γὰρ ὡς τὸ σίνηπι, καὶ περιγίνεται ὡς ζύμη· πολυτελὴς ’δε ἐστιν ὡς μαργαρίτης, καὶ μυρίαν παρέχει τὴν εὐπορίαν, ὡς θησαυρός· δηλοῖ δὲ καὶ τοῦτο, ὅτι οὐ δεῖ μόνον πάντα τὰ ἄλλα ἀποδυσαμένους τοῦ κηρύγματος ἔχεσθαι, ἀλλ’ ὅτι καὶ μετὰ [*](x Divisionem hic posui; sed in Cod. omnia quse seq. usq. ad ἀγνοοῦσιν Irenæo videntur tribui una cum prioribus.)

110
χαρᾶς τοῦτο δεῖ ποιεῖν, καὶ ἀποκτωμένους τὰ ὄντα, ὡς γινώσκοντας ὅτι ἐμπορία τὸ πρᾶγμα ἐστὶν, καὶ οὐ ζημία· τοῦτο γὰρ ᾐνίξατο εἰπών· “καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ “πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.” κέκρυπται τοίνυν ἐν τῷ κόσμῳ τὸ κήρυγμα· ἐν τῷ κηρύγματι τὰ ἀγαθά· ἐὰν μὴ πωλήσῃς, οὐκ ἀγοράζεις· ἐὰν μὴ ψυχὴν τοιαύτην ἔχῃς μεμεριμνημένην καὶ ζητοῦσαν, οὐχ εὑρίσκεις· καὶ οὐ δεῖ μόνον τῶν βιωτικῶν ἀπέχεσθαι, ἀλλὰ καὶ ἐγρηγορότα εἶναι· ἐπεὶ δὲ μία ἐστὶν ἡ ἀλήθεια καὶ οὐ πολυσχεδὴς, διὰ τοῦτο εἶπεν, “εὑρὼν ἕνα “πολύτιμον·” καὶ καθάπερ ὁ τὸν μαργαρίτην ἔχων, αὐτὸς μὲν οἶδεν ὅτι πλουτεῖ· τοῖς δὲ πολλοῖς οὐκ ἔστι γνώριμος πολλάκις τῇ χειρὶ κατέχων· οὐ γάρ ἐστιν ὄγκος σώματος· οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος· οἱ μὲν αὐτὸ κατέχοντες, ἴσασιν ὅτι πλουτοῦσιν οἱ δὲ ἄπιστοι τὸν θησαυρὸν οὐκ εἰδότες τοῦτον, καὶ τὸν πλοῦτον ἤμων ἀγνοοῦσιν.

[*](47)

“Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς “τὴν θάλασσαν” καὶ τὰ ἑξῆς· χρὴ γινώσκειν ὅτι διέστηκεν ἡ παραβολὴ αὕτη, τῆς τῶν ζιζανίων· ἐκεῖ μὲν γὰρ δι’ αἵρεσιν ἀπόλλυνται, καὶ οἱ πρὸ ταύτης, οἱ εἰς τὸν σπόρον, διὰ τὸ μὴ προσέχειν τοῖς λεγομένοις· οὗτοι δὲ διὰ βίου πονηρίαν· οἵτινες πάντων εἰσὶν ἀθλιώτεροι· τῆς μὲν γνώσεως ἐπιτυχόντες καὶ ἁλιευσθέντες, οὐ δυνηθέντες δὲ οὐδὲ οὕτω σωθῆναι. τίνος δὲ ἕνεκεν, ἀλλαχοῦ μέν φησιν, ὅτι αὐτὸς ἀφορίζει, ὡς ἀφορίζει ὁ ποιμήν· ἐνταῦθα δὲ τοὺς Ἀγγέλους τοῦτο ποιεῖν λέγει· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ζιζανίων; ἐπειδὴ ποτὲ μὲν αὐτοῖς παχύτερον διαλέγεται· ποτὲ δὲ ὑψηλότερον· καὶ οὐδὲ εἶπεν ἁπλῶς, ὅτι τὰ σαπρὰ ἔβαλον ἔξω, ἵνα μήτις νομίσῃ ἀκίνδυνον εἶναι τὴν ἐκ τοῦ μὴ θέλειν μαθεῖν ἀγνωσίαν, ἀλλὰ προσέθηκεν εἰπών· ὅτι εἰς κάμινον πυρὸς βάλλουσιν· “ἔνθα ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὁδόντων·” διὰ τούτου δηλῶν ἄρρητον τὴν ὀδύνην οὖσαν. χρὴ δὲ σκοπῆσαι, πόσαι τῆς ἀπωλείας εἰσὶν αἱ ὁδοί· πρώτη, ἡ διὰ τῆς πέτρας· δευτέρα, ἡ διὰ τῶν ἀκανθῶν· τρίτη, ἡ διὰ τῆς ὁδοῦ. τετάρτη, ἡ διὰ τῶν ζιζανίων· πέμπτη, ἡ διὰ τῆς σαγήνης· οὐκ ἄρα ἀπεικότως ἔλεγεν· “ὅτι πλατεῖα ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν· καὶ “πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς.”

111
[*](52)

“Πᾶς γραμματεὺς,” φησὶν, “μαθητευθεὶς εἰς τὴν βασιλείαν “τῶν. οὐρανῶν,” καὶ τὰ ἑξῆς· γραμματέα λέγει, τὸν διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν θείων γραφῶν, ἑαυτῷ θησαυρὸν γνώσεως ἀληθοῦς ἀποθέμενον, τῆς παλαιᾶς καὶ καινῆς γραφῆς· ὥστε εἰ ἄπειροι τῶν θείων εἰσὶ γραφῶν, οὐκ ἃν ὗεν οἰκοδεσπόται· μήτε αὐτοὶ ἔχοντες, μήτε παρ’ ἑτέρων λαμβάνοντες· ἀλλὰ παρορῶντες ἑαυτοὺς, ὑπὸ λιμοῦ ἀγνωσίας φθειρόμενοι· οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ, ἐκτός εἰσι τοῦ μακαρισμοῦ τούτου· τὸ δὲ “ἐκβαλοῦσι καινὰ καὶ παλαιὰ,” δηλοῖ, ὅτι καὶ ἐκ τῆς παλαιᾶς καὶ ἐκ τῆς καινῆς γραφῆς διαλέγονται καὶ διδάσκουσιν· ἀκούσωμεν τοίνυν, ὅσοι τῆς τῶν θείων γραφῶν ἀμελοῦμεν ἀναγνώσεως, ὅσην ὑπομένομεν βλάβην, ὅσην πενίαν· πότε γὰρ τῆς διὰ τῶν ἔργων ἐπιλαβόμεθα πολιτείας, οἱ μηδὲ αὐτοὺς τοὺς νόμους εἰδότες, καθὰ πολιτεύεσθαι χρή· ἀλλ’ οἱ μὲν πλουτοῦντες, συνεχῶς τινάσσουσιν ἑαυτῶν τὰ ἱμάτια, ὥστε μὴ σητόβρωτα γενέσθαι· ἡμεῖς δὲ, σητὸς χαλεπώτερον ὁρῶντες τὴν λήθην λυμαινομένην ἡμῶν τὴν ψυχὴν, οὐκ ἐντυγχάνομεν βιβλίοις, δι’ ὧν καλλωπίζεται ἡ ψυχή.

[*](53)

“Καὶ ἐγένετο,” φησὶν, “ὅτε ἐλάλησεν ὁ Ἰησοῦς τὰς παρα- “βολὰς ταύτας, μετῆρεν ἐκεῖθεν·” τίνος ἕνεκεν εἰπεν τὰς παραβολὰς ταύτας, ἐπειδὴ καὶ ἄλλας ἔμελλεν ἐρεῖν; διὰ τι δὲ μεταβαίνει ἐκεῖθεν; πανταχοῦ σπεῖραι τὸν λόγον βουλόμενος. “καὶ ἐλθὼν,” φησὶν, “εἰς τὴν πατρίδα αὐτοῦ,” καὶ τὰ ἑξῆς· ποίαν πατρίδα αὐτοῦ καλεῖ νῦν; τὴν Ναζαρέτ· εἰς μὲν γὰρ τὴν Καπερναοὺμ, ἐποίησεν σημεῖα, ὡς προγέγραπται· ἐν ταύτῃ δὲ, καθυφίησι τῶν σημείων διὰ τὴν ἀπιστίαν αὐτῶν· ὥστε μὴ εἰς πλείονα φθόνον αὐτοὺς ἐκκαῦσαι· μὴ δὲ κατακρίναι μειζόνως, τῆς ἀπιστίας ἐπιτεινομένης· διδασκαλίαν δὲ προτίθεσθαι αὐτοῖς y τῶν σημείων οὐκ ἔλαττον θαῦμα ἔχουσαν· οἱ δὲ πάντα ἀνόητοι, δέον θαυμάσαι καὶ ἐκπλαγῆναι τῶν λεγομένων τὴν δύναμιν, ἐξευτελίζουσι αὐτὸν ἀπὸ τοῦ δοκοῦντος εἶναι πατρός· λέγοντες, “οὐχ “οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς” καὶ τὰ ἑξῆς· καίτοι γε πολλὰ τούτων παραδείγματα ἔχοντες ἐν τοῖς ἔμπροσθεν χρόνοις, καὶ πατέρων ἀσήμων γενναίους ἑωρακότας παῖδας· καὶ γὰρ ὁ Δαβὶδ, εὐτελοῦς τινὸς ἢν γεωργοῦ τοῦ Ἰεσσαί· καὶ Ἀμῶς ὁ προφήτης, [*](y αὐτοὺς Cod.)

112
αἰπόλου παῖς, καὶ αὐτὸς αἰπόλος· καὶ Μωϋσῆς ὁ νομοθέτης σφόδρα ἀποδέοντα αὐτοῦ πατέρα ἔσχεν· δέον οὖν διὰ τοῦτο μάλιστα προσκυνεῖν καὶ ἐκπλήττεσθαι, ὅτι οὐ τοιούτων γονέων ὣν, τοιαῦτα ἐφθέγγετο· εὔδηλον γὰρ ὅτι οὐκ ἀνθρωπίνης ἐπιμελείας ἦν, ἀλλὰ θείας χάριτος· ἀπὸ τούτων μᾶλλον καταφρονοῦσι. συνεχῶς δὲ ἐν ταῖς συναγωγαῖς ἐπιχωριάζει· καὶ γὰρ ἐνταῦθα ἐν τῇ συναγωγῇ αὐτῶν ἐδίδασκεν· ἵνα μὴ διὰ παντὸς ἐπὶ τῆς ἐρήμου διατρίβοντος κατηγωρήσωσιν αὐτοῦ, ὡς ἀποσχίζοντος, καὶ τῇ πολιτείᾳ μαχομένου. καὶ ἐξεπλήττοντο μὲν ἐπὶ τῆς σοφίας αὐτοῦ, διὰ δὲ φθόνον πιστεύειν οὐκ ἤθελον. διὸ καὶ ὁ Χριστὸς, μετὰ ἐπιεικείας εἶπεν αὐτοῖς· “οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ·” διὰ τοὺς ἀδελφοὺς αὐτοῦ εἶπεν.

Τίνος δὲ χάριν ὀλίγα σημεῖα ἐποίησεν ἐν τῇ πατρίδι αὐτοῦ; ἵνα μὴ λέγωσιν· “ἰατρὲ θεράπευε σεαυτόν·” ἔτι δὲ καὶ ἵνα μὴ ὡς πολέμιον καὶ ἐχθρὸν αὐτὸν λογίζωνται, ὡς ὑπερορῶντα τοὺς οἰκείους· καὶ ἵνα μὴ καὶ τοῦτο μέλλουσι προφασίζεσθαι· ὅτι εἰ γέγονε σημεῖα, καὶ ἡμεῖς ἐπιστεύσαμεν ἄν· διὰ τοῦτο οὖν καὶ ἐποίησεν καὶ ἐπέσχεν. τὸ μὲν, ἵνα τὸ αὐτοῦ πληρώσῃ· τὸ δὲ, ἴνα μὴ ἐκείνους κατακρίνῃ μειζόνως.