In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ὁ μὲν τῆς ἱστορίας οὑτοσὶ λόγος· ἐκβεβηκέναι γεμὴν [*](b) εἰς δήλωσιν μυστηρίου τοῦ κατὰ Χριστὸν τὴν τῶν προκειμένων θεωρίαν φαμὲν, βούλεσθαί τε καταδηλοῦν τῆς λυτρώσεως τὸν καιρὸν, τῆς καθόλου καὶ γενικωτάτης, τουτέστι τῆς διὰ χριστοῦ. πάλαι μὲν γὰρ τῶν ἑβδομήκοντα τετελεσμένων ἐτῶν ἐγήγερται πρὸς ἐπικουρίαν τοῖς ἐκεῖνα πεπονθόσιν ὁ τῶν ὅλων Θεὸς, ἐν ἐσχάτοις γεμὴν τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, οὐχ ἵνα μόνον ἐξέληται τὸν Ἰσραὴλ, ἀλλ’ ἵνα πάντα τὰ ἔθνη τῆς ὑπὸ τῷ διαβόλῳ δουλείας ἀπαγαγὼν, ἐλευθέρους ἀποφήνῃ, καὶ ἀπαλλάξῃ φθορᾶς [*](c) καὶ ῥύπου καὶ ἁμαρτίας, καὶ πρό γε τῶν ἄλλων τοῦ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. καὶ ἐπειδὴ γέγονεν [*](2. ἀπομενεῖ D. Aub. ἀπομένει Β. ἀπομενῇ Pont. 4. ἐπιθυμίας — αὐτόν] ἐπιθυμίας τῆς ἀρετῆς compendians D. 5. ἀποφερούσας (sc. a Satana) Β. ἐπιφερούσας Edd. Statim αὐτόν assumptum ex Β. 9. χεῖρα Β. χεῖρας Edd. 15. ἢν iid. 19. δηλοῦν Β. 27. καὶ secundum assumptum ex Β.)

225
ἄνθρωπος, “ Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας,” [*](Heb. xii. 2.) ἵνα τῷ ἰδίω αἵματι κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ τούς τε ζῶντας ἔτι, καὶ οὓς ἤδη φθάσας “ κατέπιεν ὁ θάνατος,” [*](Es. xxv. S. Rom. xiv. 9.) κατὰ τὸ γεγραμμένον. “ Εἰς τοῦτο γὰρ ὁ Χριστὸς ἀπέθανέ “καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. εἰκότως δὴ οὖν ἐλέγετο τοῖς ἀρχαιοτέροις Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. μαρτύριον [*](d) δὲ ὥσπερ τοῦ κατηργῆσθαι τὸν θάνατον τὸ ἀναβιῶναι Χριστὸν, ᾧ καὶ ἡμεῖς αὐτοὶ συνεγηγέρμεθα, δικαιωθέντες διὰ τῆς πίστεως, καὶ ὁμοῦ τῷ θανάτῳ τὴν τοῦ θανάτου μητέρα διαδιδράσκοντες, ἁμαρτίαν.

Διότι τὸ κρῖμά μου εἰς συναζωζὰς εθνῶν του εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς πάσαν ὀρζὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ Γῆ.

[*](e)

Τοῖς τῶν Χαλδαίων ἔθνεσιν ἀπειλεῖ τὴν δήωσιν, τὴν διὰ Κύρου γεγενημένην καὶ τῶν ὅσοι σύνοπλοί τε ἦσαν αὐτῷ καὶ συνεισβεβλήκασι, τάς τε τῶν Βαβυλωνίων καταθέοντες πόλεις καὶ φρικωδεστάτην ἔχοντες τὴν κατὰ πάντων ἔφοδον. ἔσται τοίνυν τὸ κριμα φησι τὸ ἐμὸν εἰς συναγωγας ἐθνῶν, ὥστε καὶ εἰσδέξασθαι βασιλεῖς· δῆλον δὲ ὅτι τοὺς ὠνομασμένους· κολάσαι δι’ αὐτῶν καὶ σθμαγωγὰς ἐθνῶν, πολὺ λίαν ἡττωμένας τῆς ἐκείνων χειρός τε καὶ εὐσθενείας, καὶ πάντα [*](a 615 Α.) τρόπον ὑπομενούσας ὠμότητος· ἐκχεῶ γὰρ ἐπ’ αὐτούς φησι πᾶσαν ὀργὴν θυμοῦ μου. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς οὐ μετρίοις κινήμασι τὰ μεγάλα καὶ ὑπερφερῆ τῶν πλημμελημάτων κολάζει Θεός· ἀλλ’ οἷς ἄν τις ἁλοίη πλημμελῶν, ἐπιφέρει πάντως ἰσοπαλεῖς τὰς δίκας. ὅτι δὲ ἐμ́ελλον μοἵν’ [*](2. Edd. τῶ ἰδίω αἵματι hoc ordine Β. 4. ἀπέθανε Β. καὶ ἀπέθανε Edd. 5. ἔζησεν B.D. ἀνέστη Edd. 6. δὴ om. D. ἐλέγετο D. Edd. ἔλεγε Β. 13. διότι habet D. ὅτι Alex.] 15. τῶν assumptum ex D. 16. σύνοπλοί Β. σὺν σὐν ὅπλοις Edd. 17. συμβεβλήκασι iid. 19. συναγωγὴν Edd. 20. ὀνομαζομένους iid. 21. συναγωγὰς habet Β. 22. ἠπιμωμένας iid. )

226
νονουχὶ καταπίμπρασθαι τὰ Χαλδαίων πράγματα, διεσάφει λέγων Ὅτι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. [*](b) καὶ ποῖος ὁ ζῆλος ἢ ἐπὶ τίσιν ὅλως, σαφηνιεῖ λέγων ὁ προφήτης [*](Zach. i. 14. 15.) φήτης Σαχαρίας “ Τάδε λέγει κύριος Παντοκράτωρ Ἐζψ “ λωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, καὶ “ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέ- “ μένα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέ- “ θέντο εἰς κακά.”

Οὕτω μὲν δὴ τοῖς προκειμένοις προβαλοῦμεν ἱστορικῶν νοοῖντο δ' ἂν καὶ ἑτέρως, μετενηνεγμένων μένων τῶν θεωρημάτων [*](c) εἰς τὸ χριστοῦ μυστήριον. ἔφασκε γὰρ διά γε τῶν ἤδη προανεγνωσμένων Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ημεραν αναστασεως μου εἰς μαρτυριον· διοτι τὸ κριμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ [*](Acta SS. App. ii. 24.) αὐτοὺς πασαν ὀργὴν θύμου μου. ἀνεβίω μὲν γὰρ ὁ Χριστος, σκυλεύσας τὸν ᾅδην, καθότι οὐκ ἦν δυνατὸν, ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. οὐκ ἠφίει γεμὴν ὑπὸ χεῖρας ἔτι διαβολικὰς [*](d) τοὺς τὴν εἰς αὐτὸν πίστιν προσιε μένους· ἀλλ’ ὅσιον καὶ θεοπρεπὲς ποιεῖται τὸ κρῖμα συναγωγὰς ἐθνῶν, τουτέστι, τὰς τῶν δαιμόνων ἀγέλας, καὶ αὐτοὺς δὲ τοὺς κεκρατηκότας ποτὲ καὶ τῶν πλανωμένων βεβασιλευκότας οἷον εἰσδεχόμενός τε καὶ κατακλείων, καὶ εἰς αὐτὸ καθιεὶς τὸ κατωτάτω βάραθρον, τουτέστιν, εἰς ᾅδου, καὶ πᾶσαν ἐπ’ αὐτοὺς ἐκχέων ὀργὴν, καὶ μονονουχὶ πυρὶ καταφλέγων, τῆ ἀρρήτῳ καὶ θείᾳ δυνάμει, καὶ ζήλῳ μεγάλῳ κεκινημένος. μένος. ὠργίσθη μὲν γὰρ [*](e) αὐτὸς ὀλίγα, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· “ αὐτοὶ δὲ συν “ ἐπέθεντο εἰς κακὰ, ὅλην εἰσάπαξ ἀφιστάντες Θεοῦ τὴν ὑπ’ οὐρανὸν, καὶ τοῖς τῆς ἁμαρτίας τελέσμασι τὸν τῶν ὑπὸ χεῖρα καταπνίγοντες νοῦν. ἐζήλωσε τοίνυν ὁ τοῦ Θεοῦ [*](4. Παντοκράτωρ om. Β. habet D. Statim καὶ add. Edd. repugnantibus B.D. 17. κατὰ τὸ γεγραμμένον om. Β. 20. ποιεῖ Edd. συναγωγὴν Β. 23. τε assumptum ex Β. κατώτατον Edd. 29. τελέσμασι] τέλμασι conjecit Migne. 30. ἐζήλου Aub. ἐζήλουν Pont.)

227
Λόγος τὴν νοητὴν Σιῶν, τουτέστι τὴν Ἐκκλησίαν. ἐξείλετο γὰρ αὐτὴν, καὶ αὐτὸς “ ἑαυτῷ παρέστησεν,’’ ὡς ὁ μακάριος [*](Eph. v. 27.) γράφει Παῦλος, “ μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ἤ τι τῶν “ τοιούτων, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον.”

[*](a 616 A.)

Ὅτι τότε μεταστρέψω ἐΜ λαοὺς ζλῶσσαν εἰς ζενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑnὸ ζυζὸν ἕνα. ἐκ περάτων ποταμῶι Αἰθιοπίας οἴσουσι θυσίας μοι.

Φησὶ μὲν, ὅτι πεπορθημένης τῆς Βαβυλωνίων, καὶ κατεσπασμένων ἐν διαφθορᾷ τῶν ὑπερηφάνων, ἐπιγνώσονται [*](Supra ver. 6.) τὰ ἔθνη τὴν κατασείουσαν αὐτὰ τοῦ Θεοῦ δύναμιν. καὶ οἱ [*](b) γελῶντές ποτε πίπτοντα καὶ ἀπολλύμενον τὸν Ἰσραὴλ, ὅταν ἴδωσιν οἴκαδε μὲν αὐτὸν ἰόντα λαμπρὸν, καὶ ὑπονοστοῦντα πάλιν εἰς τὴν ἁγίαν πόλιν, ἀπολωλότας δὲ εἰσάπαν τοὺς πάλαι πεπορθηκότας, τότε μεταβαλοῦσι τὴν γλῶτταν καὶ ταῖς εἰς Θεὸν εὐφημίαις ἀναθήσουσι λοιπὸν, καίτοι πάλαι σείοντες τὰς κεφαλὰς, οἰόμενοί τε καὶ λέγοντες ἁλῶναι τὴν Ἰουδαίαν, διάτοι τὸ τῶν Βαβυλωνίων τὸν τύραννον κατισχῦ- σαι τάχα που τοῦ βοηθοῦντος αὐτοῖς, τουτέστι Θεοῦ. ὅταν τοίνυν ἴδωσι τὴν τῶν πραγμάτων μεταστροφὴν εἰς τὸ ἐναν- τίον, τότε μεταστήσουσι τὰς γλώσσας κατὰ γενεὰς αὐτῶν, [*](c) ἤγουν κατὰ φυλάς τε καὶ γένη, εἰς δοξολογίας τὰς ἐπὶ Θεῷ· ἕλοιντο δ’ ἂν οἶμαί που καὶ δουλεύειν ὑπὸ ζυγὸν ἕνα, καὶ θυσίας προσάγειν, εἰ καὶ πόρρω που διακέοιντο τῆ τῶν χωρῶν θέσει, καὶ τὰς Αἰθιόπων νέμοιντο χώρας. καὶ ταυτὶ μὲν εἰς τὸ γράμμα πάλιν εἰρήσθω τέως· ἐκβεκαὶ [*](2–4. αὐτὸς — ἄμωμον om. D. 3. ἤ τι τῶν τοιούτων om. Β. 7. Αἰθιοπίας] + προσδέξομαι ἐν διεσπαρμένοις μου Edd. (Vat. ℵ) invito Β. (Alex. XII.) II. αὐτὰ Β. αὐτῇ Edd. Statim τοῦ assumptum ex Β. 15. πάλαι assumptum ex Β. 21. γενεὰς habet Β. 22. καὶ γένη] + καὶ Edd. 26. μὲν] + οὖν iid. )

228
βηκέναι γεμήν φαμεν τὸν Αόγον εἰς τοὺς τῆς ἐπιδημίας καιροὺς, καὶ σημεῖον τίθησιν ἐναργὲς τῆς τῶν γλωσσῶν μεταβολῆς. γέγραπται γὰρ ἐν ταῖς πράξεσι τῶν ἁγίων [*](d) Ἀποστόλων, ὅτι κατὰ τὰς ἡμέρας τῆς ἁγίας πεντηκοστης [*](Acta SS. App. ii. 1-4.) ἤσαν πάντες συνηγμένοι “ έπιτοαυτο, καὶ ἰδοὺ ἐγένετο “ ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ “ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ἰδοὺ “ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ “ ἐκάθισαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες “ Πνεύματος Ἀγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, “ καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς’’ κατ’ [*](e) ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶ, μεταβαλῶ γλῶσσαν ἐπὶ [*](Ib. 8, 9.) λαούς. ἤκουον γὰρ πάντες “ τῆ ἰδίᾳ διαλέκτῳ” λαλούντων αὐτῶν, “ Πάρθοι τε καὶ Μῆδοι καὶ Ἐλαμῖται,’’ καὶ τὰ ἕτερα τῶν ἐθνῶν. πλὴν ἄθρει τὴν ἐπιτήρησιν. μεταβαλεῖν γὰρ ἔφη τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, τουτεσ́τιν, οὕτω μένουσαν ἐν τοῖς ἅπαξ εἰρηκόσι μέχρι τέλους τῆς αὐτῶν ζωῆς, ἤτοι γενεᾶς. ἄχρι γὰρ ἐκείνων γέγονε τὸ σημεῖον, οἷς καὶ ἐφιζῆσαι [*](617 Α. a )τὰς γλώσσας ἔφη τὸ γράμμα τὸ ἱερόν· διὰ τοῦτό φησιν, ὅτι μεταβαλῶ γλῶσσαν εἰς γενεὰν αὐτῆς. οὐ γὰρ συμβέβηκεν ἔτι τοῖς μετ’ ἐκείνους τὸ χρῆμα. διὰ ποίαν αἰτίαν, ὁ σοφὸς ἡμᾶς διδασκέτω Παῦλος. ἔφη γὰρ ὅτι [*](1 Cor. xiv. 22, 21.) “ Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, “ ἀλλὰ τοῖς ἀπίστοις. γέγραπται γὰρ, ὅτι ἐν ἑτερογλώσσοις “ καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ “ οὕτως πιστεύσουσιν. ὀνίνησιν οὖν ἄρα κατὰ τίνα τρόπον, [*](b) τὸ μεταβεβλῆσθαι τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, αὐτὸς ἡμῖν πάλιν διαλευκαίνει λέγων τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνω, ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. ἐπειδὴ γὰρ τεθέανται τοὺς Ἀποστόλους γλώσσαις λαλοῦντας ἑτέραις, οὐκ ἐν μετρίοις [*](1. ἐπιδημίας] + τοῦ Σωτῆρος b. invito D. cf. infra 618 b. 9. ἐκάθισαν habent B.D. 22. δτι assumptum ex B. 24. ἑτερογλώσσοις B.D. ἑτερογλώσσαις Edd. )
229
θαύμασι ποιούμενοι τὸ παράδοξον, πεπιστεύκασιν εἰς χριστὸν, πολλοί τε καὶ ἀναρίθμητοι τῶν τὸ τηνικάδε ἐπεκαλέσαντο τὸ ὄνομα τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ· ὑπήγαγον τοῖς εὐαγγελικοῖς θεσπίσμασι τὸν αὐχένα· δεδουλεύκασι τῷ Χριστῷ. καὶ ἀναφέρουσι θυσίας ἐκ περάτων [*](c) ποταμῶν Αὶθιοπιας. παρατείνει δὲ τὸ τῶν Αἰθιόπων γένος ἐξ ἠοῦς εἰς δύσιν, πίνουσι δὲ τὸν Γηών· “Αὐτὸς γάρ ἐστιν [*](Gen. ii. 13.) “ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.’’ ἐκτελευτᾷ δὲ λοιπὸν εἰς ἀλήθειαν τῆς προφητείας ὁ λόγος. οὐ γὰρ μόνον κατὰ τὴν Ῥωμαίων γῆν κεκήρυκται τὸ Εὐαγγέλιον, περιφοιτᾷ δὲ λοιπὸν καὶ τὰ βάρβαρα τῶν ἐθνῶν. καὶ γοῦν ἐκκλησίαι πανταχοῦ, ποιμένες καὶ διδάσκαλοι, καθηγηταὶ καὶ μυσταγωγοὶ καὶ θεῖα θυσιαστήρια, θύεται δὲ νοητῶς ὁ [*](d) ἀμνὸς παρὰ τῶν ἁγίων ἱερουργῶν καὶ παρ’ Ἰνδοῖς καὶ Αἰθίοψι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς ἑτέρου προφήτου σαφῶς εἰρημένον “Διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει [*](Mal. i. 14, 11.) “Κύριος· καὶ ὅτι τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, “καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου “καὶ θυσία καθαρά.”

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶ ἐπιτηδευμάτων σου ὧι ἠσέβησας εἰς ἐμέ· ὅου τότε περιελῶ ἀπὀ [*](e) θοῦ τὰ φαυλίαματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἐὺ μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐμ τὸ ὄρος τὸ ἅγιόν νοῦ.

Δυσὶν ἐν ταὐτῷ προσώποις διαλέγεται πάλιν ὁ τῶν ὅλων Θεός. δεῖ δὲ, οἶμαι, λεπτὸν τοῖς λεγομένοις ἐνιέναι τὸν νοῦν, ἀσύγχυτον γὰρ οὕτως τὴν ἐν αὐτοῖς θεωρίαν εὑρήσομεν. οὐκοῦν πλημμελημάτων μὲν ἀμνηστίαν, καὶ τῶν πάλαι διετε [*](a 618 Α.) [*](2. om. b. τὸ assumptura ex b. 4. ὑπήγαγε Aub. 7. Γηὼν D. Edd. Γειών Β. cf. 601 d. supra. 8. τὴν assumptum ex D. deest in B. 8—12. ἐκτελ.—πανταχοῦ om. D. 12. καθηγηταὶ om. D. 13. θυσιαστήρια D. Edd. μυστήρια Β. δὲ oni. Β. habet D. 14. θείων pro ἁγίων D. 15—19. καὶ τοῦτο—καθαρά om. D.)

230
πταισμένων τὴν ἄφεσιν τοῖς ἐξ Ἰσραὴλ ἐπαγγέλλεται, διαβεβαιούμενός τε καὶ λέγων, ὡς οὐκ ἂν ἔτι καταισχυνθείν διὰ τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς πάλαι γεγενημένας εἰς Θεὸν δυσσεβείας· ἀπειλεῖ δὲ ὥσπερ τῷ Βαβυλωνίῳ καί φησιν, ὡς οὐκ ἂν ἔτι φρονήσειε μέγα, τὴν ἁγίαν καὶ ἀνακειμένην αὐτῷ καταδῃώσας πόλιν, τουτέστι τὴν Σιῶν, ἢν καὶ ὄρος ἀποκαλεῖ. μετὰ γάρ τοι τὴν ἐπάνοδον, τὴν ἀπό γε τῆς αἰχμαλωσίας [*](b) φημὶ, μεμένηκεν ἀπόρθητος ἡ Ἱερουσαλὴμ, καὶ λοιπὸν ἀπείρατος ἔτι τῆς Βαβυλωνίων ἀπανθρωπίας.

Ὅτι δὲ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀμνηστία καὶ ἄφεσις γέγονεν ἐπὶ πάντας τοὺς πεπιστευκότας, ἐνδοιάσειεν [*](Tit. iii. 5.) ἂν οὐδείς. δεδικαιώμεθα γὰρ “οὐκ ἐξ ἔργων δικαιοσύνης “ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος.᾿ ἀπηλλάγμεθα δὲ καὶ αἰσχύνης· ἔφη γάρ που πρὸς ἡμᾶς [*](Es. liv. 4.) ὁ τὴν πίστιν τετιμηκώς “Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης· [*](e) “μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης.” ἀνεκόμισε γὰρ ἡμᾶς εἰς παρρησίαν, ὁ δι’ ἡμᾶς ἐν νεκροῖς, καὶ ὑπὲρ ἡμῶν εἰς οὐρανὸν, ἐν ὄψει Πατρός. πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη Χριστὸς, [*](Heb. ix. 24.) “νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ.’’ οὐκοῦν περιεῖλε μὲν τὰς ἁπάντων αἰτίας, καὶ πταισμάτων ἀπήλλαξεν αἰσχύνης τε καὶ ἐντροπῆς τοὺς πεπιστευκότας. εἴρηται δὲ παρ’ αὐτοῦ καὶ τῷ πάλαι καταδυναστεύσαντι σατανᾷ Ὅτι περιελῶ ἀπὸ σοῦ τ‘ὶ φαυλίσματα τῆς ὕβρεως σου καὶ οὐκ ἔτι [*](d) μὴ προσθῃς του μεγαλαυχησαι ἐπὶ τὸ ὄρος τὸ αγιον μου. εκφαυλιεῖ γὰρ οὐκέτι τοὺς ἐπὶ τῆς γῆς, ὡς πολὺ νοσοῦντας τὸ ἄναλκι, ἀλλ’ οὐδὲ ὑβριεῖ τοὺς ἡγιασμένους, κατασείων εὐκόλως εἴς γε τὸ αὐτῷ δοκοῦν. παρώχηκε γὰρ τὰ ἀρχαῖα, καὶ μετακεχώρηκεν εἰς καινότητα τῶν πραγμάτων ἡ φύσις, [*](1. Ἰερουσαλὴμ pro Ἰσραὴλ Edd. 2. καταισχυνθῶσι iid. 6. Haec τουτέστι τὴν Σιῶν accesserunt ex Β. καλεῖ Edd. 7. τοι om. Β. 8. ἀπείρατος B.D. ἀπείραστος Edd. Statim ἔτι assumptiini ex D. ἐστι pro ἔτι B. 13. ἃ Edd. ὧν Β. ἃ ἐπ’. ἡμεῖς ovn. D. 15. τῇ πίστει Edd. 17. ἐκ νεκροῖς (sic) Pont. quae ad ἐκ νεκρῶν mendose correxit Aub. 21. εὐτροπῆς Edd. 22. πάλοι assumptum ex B. Statim καταδυναστεύοντι Edd. 24. ἐμφαυλιεῖ iid. 26. ἀλλ’ assumptum ex B. 27. αὐτῷ correxi post Migne. αὐτὸ Edd. )

231
ἀναστοιχειοῦντος εἰς τοῦτο αὐτὰ τοῦ Χριστοῦ, καὶ εὐσθενὲς μὲν ἀποτελοῦντος εὖ μάλα τὸ ἄρρωστον, κρατύνοντος δὲ πρὸς εὐσέβειαν τὸ ταῖς ἁμαρτίαις εὐάλωτον, καὶ ἑδραῖον ἀποτελοῦντος τὸ σεσαλευμένον. οὐκοῦν περιῄρηται τὰ φαυλέσματα [*](e) τῆς ὕβρεως, δηλονότι τῆς διαβολικῆς, καὶ οὐκ ἃν ἔτι φρονήσειε μέγα κατὰ τοῦ ὄρους του αυιου, τουτέστι τῆς νοητῆς Σιῶν, “ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος.” τεθεμελίωται [*](1 Tim. iii. 15. Satth. xvi. 18.) λίωται γὰρ ἐπὶ τὴν “πέτραν· καὶ πύλαι ᾅδου οὐ καταισχύσουσιν S.Matth. αὐτῆς. ὄρος δὲ τὴν Εκκλησιαν καὶ ὁ προφήτης ἡμῖν Ἡσαΐας ὠνόμαζε, λέγων “Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις [*](Es. ii. 2. 3.) “ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ “ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν “βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται [*](a 619 Α.) ἔθνη πολλὰ καὶ ἐροῦσι Δεῦτε καὶ ἀναβῶμεν εἰς “τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼρ, καὶ “ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν “αὐτῇ.”

Καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραΰν κὼ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ονόματος Κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ μὴ ποιήσωσιν ἀδικίαν, οὐδ’ οὐ μὴ λαλήσουσι μάταια, κὼ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶι Γλώσσα δολία.

[*](b)

Διαλέγεται πάλιν πρὸς τὴν Σιῶν, ἤτοι τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἐν ἧ καὶ ἐπαγγέλλεται τὸν πραότατόν τε καὶ ταπεινὸν ὑπολειφθήσεσθαι λαόν. πεπαρῴνηκε μὲν γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀπεφάνθη κυριοκτόνος, καὶ ἐξαιτεῖται μὲν τὰς ἐπὶ τῶδε δίκας, διόλωλε δὲ οὐ πᾶσα· τετήρηται γὰρ τὸ κατάλειμμα καὶ σέσωσται τὸ ὑπόλοιπον. πεπιστεύκασι γὰρ [*](10. ὠνόμαζε hahet Β. ἐσχάταις B.D. ἐσχάτοις Edd. ante Migne. 12. ἄκρων B.D. (Alex. ℵ) ἄκρου Edd. (Vat.) 20. μὴ prius assumptum ex B. (36, 233, 239.) ποιήσωσιν Β. ποιήσουσιν Edd. οὐ alt.] αὖ F. Edd. 21. δόλου F. 26. ἀπεφάνθη D. Edd. ἀνεφάνη Β.)

232
[*](c) ἐξ αὐτῶν οὐ μετρία πληθύς. οὗτοι δὲ ἦσαν οἱ πραεῖς, οὐκ ἀποταυρούμενοι πρὸς ὀργὰς τὰς ἐπὶ Χριστῷ, καθάπερ ἀμέλει καὶ οἱ Πιλάτῳ τότε προσκεκομικότες αὐτὸν, κατακεκραγότες [*](S. Joan. xiv. 15. Ib. 12.) τε καὶ λέγοντες “ Αἶρε αἶρε, σταύρου αὐτόν·’’ προστεθει κότες ’δε τούτοις τὸ “Ἐὰν τοῦτον ἀποκτείνῃς, οὐκ εἰ “ φίλος τοῦ Καίσαρος.” τί γὰρ ἃν γένοιτο τῶν τοιούτων τὸ ἀπηνέστερον, ἢ τί πρὸς θυμοὺς ἀγριώτερον ; οἵ γε καὶ αὐτὸ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς, [*](S. Matth. xxvii. 25.) ἀπεριμερίμνως ἔφασκον “ Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ [*](d) “ ἐπὶ τὰ τέκνα ἡμῶν.’’ πρᾶος δὴ οὖν ὁ λαὸς, ὁ τῆς τούτων ἀγριότητος μὴ μετεσχηκώς· ταπεινὸς δὲ πάλιν, κατά γε τὸ ὑποτετάχθαι Χριστῷ, καὶ ταῖς ὑπ’ αὐτῷ ζεύγλαις τοὺς τῆς διανοίας αὐχένας ὑπενεγκεῖν, ὑπακοῦσαί τε καὶ μάλα ἀσμένως [*](Ib. xi. 28, 29) ἐξ ἀγάπης λέγοντι “ Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ “ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν 1 “ μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ [*](e) “ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς “ ὑμῶν. σύμμορφοι δὴ οὖν καὶ κατὰ τοῦτο τῷ Χριστῷ τῷ δι’ ἡμᾶς πτωχεύσαντι, μόνον δὲ οὐχὶ καὶ θεοπρεποῦς δόξης ἠμεληκότι καὶ τῆς κατὰ φύσιν ὑπεροχῆς, ἵνα τὸ δουλοπρεπὲς ὑπέλθοι μέτρον οἰκονομικῶς. οὐκοῦν μετριόφρονες κατ’ αὐτὸν, οἱ τοῖς αὐτοῦ νόμοις παιδαγωγοῦ μενοι. οὗτοι καὶ εὺλαβηθησονται ἀπὸ τοῦ ὀνόματος κυροῦ. γεγόνασι γὰρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, καὶ πρό γε τῶν ἄλλων, οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς. οἱ δὲ δὴ θεο [*](620 Α. a) φιλεῖς τε καὶ ἀγαθοὶ παραιτήσονται, φησὶ, τὴν αδικίαν καὶ λόγον εἰκαῖον· οὐ γὰρ λαλήσουσι μάταια· καὶ γλῶσσαν οὐκ ἀτρεκῆ· τοῦτο γὰρ ἡ δολία. κόσμος δὲ οὗτος πνευματικὸς, καὶ οἷά τις στέφανος τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα διαπρεπής. ἔνθα γὰρ πραότης καὶ ταπείνωσις, καὶ μὴν καὶ [*](2. τὰς pro πρὸς Edd. 4. τε assumptum ex Β. 7. Haec ἢ τί πρὸς θ. ἀγριώτερον accesserunt ex Β. 11. μὴ Β. οὐ Edd. ταπεινοὶ iid. 12. ὑπ’ αὐτὸν iid. 14. λέγοντι] Non dat τῷ λ. Β. 18. καὶ om. Β. 19. καὶ μονονουχὶ pro μόνον δὲ οὐχὶ Edd. 27. μάταια] + φησὶ iid.)
233
δικαιοσύνης ἔφεσις, ἀπομαθοῦσά τε γλῶσσα τὸ εἰκαιόμυθον, καὶ ἥκιστα μὲν ἁμαρτοεπὴς, ὀρθὴ δὲ μᾶλλον καὶ ἀτρεκείας ἐργάτις, ἐκεῖ που πάντως λαμπρὰ καὶ τελεωτάτη πέφηνεν ἀρετή. πρέποι δ’ ἃν ἡ τοιάδε τοῖς ἐν Χριστῷ· ὅτι μὴ ἐν [*](b) νόμῳ τῆς εὐσεβείας ὁρᾶται τὸ κάλλος, ἀπαστράπτει δὲ μᾶλλον ὡς ἐν δυνάμει παιδεύσεως εὐαγγελικῆς.

Διότι αὐτὼ νεμήσονται κὼ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.

Πάλαι μὲν γὰρ τὰς τῶν Ἰουδαίων ἀγέλας διεποίμαινον ἀδρανῶς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι. τετάχατο γὰρ ἐκ νόμου καθηγεῖσθαι λαῶν, διά τοι τὸ τετιμῆσθαι τοῖς τῆς ἱερωσύνης πρεσβείοις . οὔκουν ἦσαν μὲν ἦσαν ποιμένες, [*](c) μισθωτοὶ δὲ ὅμως, καὶ οἷον ἀλλοτρίοις ἐφεστηκότες θρέμμασιν, ἐθεώρουν τὸν λύκον ἐρχόμενον, καὶ ἠφίεσαν τὰ πρόβατα, [*](S.Joan. x. 12.) κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ λίαν ἠφειδηκότες τῶν λογικῶν θρεμμάτων καὶ θηρσὶν ἀνέντες αὐτὰ, ἁλοῖεν ἃν, μᾶλλον δὲ αὐτοὶ γεγονότες λύκοι, κατίδοι τις ἃν εὐκόλως ἀπό γε τῶν εἰρημένων διὰ φωνῆς προφητῶν. ὁ μὲν γὰρ ἔφασκεν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Ὤ οἱ ποιμένες, [*](Hier. xxiii. 1.) “ οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς “ αὐτῶν,’’ ἕτερος δὲ αὖ “Τάδε λέγει κύριος κύριος ἃ οἱ [*](Ezek xxxiv 2-5.) “ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς ; οὐχὶ “ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, “ καὶ τὰ πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐν- “ ἰσχύσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ “ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζη- [*](1. τὰ εἰκαιόμυθα Edd. 2. ἀτρεκίας iid. 3. τελειοτάτη iid. 10. τετάχαται iid. 11. τῆς assumptum ex Β. 12. μὲν ἦσαν asBumpta ex Β. 16. ἁλοῖεν ἂν, καὶ θηρσὶν ἀνέντες αὐτὰ, inverso ordine Edd. 17. δὲ assumptum ex Β. 21. αὐτῶν om. Β. habet D. cf. supra 316 d. Κύριος alterum accessit ex B. 24. Haec καὶ τὰ ἔρια —οὐ βόσκετε accesserunt ex Β. 27. ἐπετρέψατε (sic) Edd. )

234
“τήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ δι- “ἐσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ “ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ “τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ” καὶ πρὸς αὐτοὺς δέ που φησὶ [*](Zach.xi. 4, 5. e)τοὺς ποιμένας “ Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἅ “ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμέλοντο· καὶ οἱ “ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς κύριος, καὶ πεπλου- “ τήκαμεν.’’

Οὐκοῦν ἀπώλλυον οἱ ποιμένες τῶν λογικῶν θρεμμάτων τὰς ἀγέλας, θηρῶν οὐ δεδεημένοι, μᾶλλον δὲ αὐτοὶ τὰ θηρῶν [*](S. Joan. x. 11.) μιμούμενοι. ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Χριστὸς, ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, [*](621 Α. a) νενεμήμεθα μὲν ἐν κήποις, κατεποιμάνθημεν δὲ καὶ ἐν κρίνοις, [*](Cant. vi. 1, 2.) κάτα τὸ γεγραμμένον· εκοιτασθημεν δὲ καὶ ἐν σηκοῖς· ἐνηυλίσμεθα γὰρ ἐκκλησίαις καὶ ναοῖς ἁγίοις, οὐδενὸς ἡμᾶς [*](Cf. S. Matth. vi. 20. S. Joan. x. 10.) ἐκδεδιττομένου καὶ διαρπάζοντος, οὐκ ἐπιθρώσκοντος λύκου, Matth. οὐ καταπατοῦντος λέοντος, οὐ κλέπτου διορύττοντος, οὐδενὸς ἡμῖν ἐπιόντος ἔτι, “ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ.” δια- τελοῦμεν δὲ μᾶλλον ἐν ἀσφαλείᾳ καὶ βεβαιότητι, καὶ ἐν μεθέξει παντὸς ἀγαθοῦ, αὐτὸν ἔχοντες ἐπιστάτην τὸν τῶν [*](b) ὅλων Σωτῆρα, φημὶ Κριστόν. καὶ τοῦτο ἡμῖν διὰ φωνῆς [*](Ezek. xxxiv. 22, 23.) Ἰεζεκιὴλ φανερὸν ἐποιεῖτο λέγων ὁ Θεὸς καὶ Πατήρ “ τάδε “ λέγει κύριος Ἐγὼ σώσω τὰ πρόβατά μου, καὶ κρινῶ “ἄνα μέσον κριοῦ πρὸς κριὸν, καὶ αναστησω ἐπ’ αὐτοὺς “ ποιμένα ἕνα τὸν δοῦλόν μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν “ ποιμήν.”

χῶρε σφόδρα Θύγατερ Σιὼν, κήρυσσε Θύγατερ Ἱερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἕε ὅλης τῆς καρδίας σου, ΘύΓατερ [*](9. οὐκοῦν accessit ex Β. 10. θηρῶν οὐ δεδεημένοι Β. θήρας οὐ δεδιττόμενοι [δεδιπόμενοι Pont.] Edd. 12. τιθεὶς τὴν ψυχὴν pro τὴν ψ. αὐτοῦ θεὶς iid. 13. νεμόμεθα iid. κήποις] κόποις iid. κρήναις iid. 16. Haec οὐκ ἐπιθρ. λύκου accesserunt ex Β. 27. σφόδρα accessit ex Β. (36. al.) cf. infra.)

235
Ἱερουσαλήμ. περιεῖλε Κύριος τὰ ἀδικήματὰ σου, λελύτρωταί σε ἐκ χειρὸς ὠρῶ σου· βασιλεύσει Κύριος ἑ μέσῳ θοῦ, οὐκ [*](c) ὄψει κακὰ οὐκ ἔτι.

Ὅσον μὲν ἧκεν εἰπεῖν εἴς γε τὸν τῆς ἱστορίας λόγον, ὑπισχνεῖται σαφῶς τὴν εἰρήνην αὐτοῖς μετά γε τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ὅτε καὶ ἀμνηστουμένων αὐτοῖς τῶν ἀρχαίων αἰτιαμάτων, συνεῖναί τε καὶ προασπίζειν αὐτῶν ἐπαγγέλλεται Θεός· ὅσον δὲ ἧκεν εἰς τὸν ἐσωτάτω νοῦν, χαίρειν τε σφόδρα, καὶ κατευφραίνεσθαι λίαν, καὶ μὴν καὶ ἐξ ὅλης κατατέρπεσθαι τῆς προστέταχεν προστέταχεν ἀναγκαίως, ὡς ἐξῃρημένων αὐτῆς τῶν πλημμελημάτων, διὰ Χριστοῦ δηλονότι. δεδικαίωται [*](d) γὰρ ἡ νοητὴ καὶ ἁγία Σιῶν, τουτέστιν ἡ Ἐκκλησία, ἤγουν τῶν πεπιστευκότων ἡ ἁγία πληθὺς, ἐν Χριστῷ δὴ καὶ μόνῳ, καὶ σεσώσμεθα δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ, τὰ τῶν ἀοράτων ἐχθρῶν ἀποφεύγοντες βλάβη, καὶ μέσον ἔχοντες καὶ αὐτὸν ἐν εἴδει τῷ καθ’ ἡμᾶς πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Θεὸν, τουτέστι, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· δι’ ὃν οὐκ εἴδομεν ἔτι κακὰ, τουτέστιν, ἀπηλλάγμεθα παντὸς τοῦ κακοῦν ἰσχύοντος.[*](e) αὐτὸς γάρ ἐστι τὸ τῆς εὐδοκίας ὅπλον, ἡ εἰρήνη, τὸ τεῖχος, τῆς ἀφθαρσίας ὁ χορηγὸς, τῶν στεφάνων ὁ πρύτανις, ὁ τὸν τῶν νοητῶν Ἀσσυρίων ἐξείργων πόλεμον, καὶ τὰς ἐκ τῶν δαιμόνων ἐπ’ ικουφίζων ἐπιβουλάς· ὁ διδοὺς ἡμῖν “ πατεῖν [*](S. Luc. x. 19.) “ ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ ἐχθροῦ,’’ δι’ ὃν ἐπέβημεν ἐπὶ ἀσπίδα τε καὶ βασιλίσκον, καὶ [*](Ps. xc. 13.) καταπατοῦμεν λέοντα καὶ δράκοντα· δι’ ὃν ἐν ἐλπίσι γεγό- ναμεν ἀγαθαῖς ἀφθαρσίας καὶ ζωῆς, υἱοθεσίας τε καὶ δόξης· [*](a 622 A.) δι’ ὃν οὐκ ὀψόμεθα κακὰ οὐκ ἔτι.

[*](1. λελύτρωκέ F. Edd. (153.) 2. σου prius om. F. Edd. (153.) βασιλεύσει Κύριος Β. (22. al.) βασιλεύσεις Ἱερουσαλὴμ ὁ Κύριος F. Edd. βασιλεύσει Ἱ. ὁ Κ. 153.] 4. ἧκεν accessit ex Β. 8. ἥκει Edd. ἐσώτατον iid. 9. καὶ ult. assumptum ex Β. 14. τε om. Β. 15. καὶ alt. accessit ex b. 17. τουτέστι assumptum ex B. 18. τοῦ assumptum ex b. Statim κακοῦ Edd. inviti B.b. 21. τὸν] + ἐκ Edd. 22. δαιμονίων iid. 24. ὃν] ὧν (sic) iid. ante Migne. ἐπὶ B. (Alex.) ἐπ’ iid. (Vat.) τε assuraptum ex B. 27. οὐκ alt. assumptum ex B. )
236

Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ Θάρσει Σιὼ, μὴ παρείσθωσαν αἱ χεῖρές θοῦ. Κύριος ὁ Θεός σου ἑ σοὶ δυνατὸς σώσει σε, ἐπάξει ἐμ σὲ εὐφροσύνην κω καινιεῖ σε ἔ τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοί ἑ τέρψει ὡς έν ἡμέρᾳ ἑορτῆς· καὶ συνάξω τοὺς συντετριμμένους σου.

[*](b)

Ἐναργὴς μὲν ἡ προαναφώνησις τοῦ χρῆναι θαῤῥεῖν· καὶ ἀψευδὴς ὁ ἐπαγγειλάμενος· ἀκηκόαμεν δὲ τουτὶ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, καὶ τὺ ἀρχαῖον ὥσπερ ἀνανεοῦντος χρησμῴδημα, μᾶλλον δὲ τιθέντος ἐν ὄψει τὸ προετηγγελμένον. [*](S. Joan. xvi. 33. Supra ver. 15. Heb. xii. 12.) ἔφη γὰρ, ὅτι “ Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ “θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.’’ ὅτε γὰρ γέγονεν “ ἐν “ μέσῳ” ἡμῶν, τότε τὰς χεῖρας οὐκ ἔτι παρειμένας ἐσχήκαμεν, οὐ γόνατα παραλελυμένα· τετράμμεθα δὲ μᾶλλον ἐπ’ ἔργα [*](c) τε καὶ πόνους τοὺς ἐπ’ ἀγαθοῖς κατορθώμασι καὶ ὧν εἴρηταί [*](Sap. iii. 15) τε καὶ ἔστιν ὁ “ καρπὸς εὐκλεής·’’ τότε καὶ τεθαρσήκαμεν, ὅτι παναλκὴς ὑπάρχων ὡς Θεὸς ὁ ἐν ἡμῖν Χριστὸς ἐκρύεταί τε καὶ σώζει τοὺς εἰς αὐτὸν πιστεύοντας· κατῴκηκε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, καὶ ταύτην ἐφ’ ἡμᾶς ἐπήγαγε τὴν νοητὴν δηλονότι καὶ ἀξιόληπτον εὐφροσύνην. τί γὰρ ἕτερον ἂν εἴη τὸ μεταλαχεῖν Ἁγίου Πνεύματος, ἢ τέρψις καὶ χαρὰ καὶ πᾶν εἶδος εὐφροσύνης ; ὅτε τοίνυν ἐπήγαγεν [*](d) ἐφ’ ἡμᾶς τὴν διὰ Πνεύματος εὐφροσύνην, τότε καὶ ἀνεκαίνισεν ἐν τῇ ἀγαπήσει αὐτοῦ, τουτέστιν, ἐν καιρῷ τῆς ἐπιδημίας [*](7 Cor. v. 15. S. Joan. xv. 13.) τῆς μετὰ σαρκὸς, ὅτε καὶ “ εἷς ὑπὲρ πάντων’’ ἀποθανὼν ἄλφ’ S. Joan. θεύων ἔφασκε “ Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις 2 “ τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ἐπειδὴ δὲ τέθεικε τὴν ψυχὴν, καὶ γέγονεν ἐν νεκροῖς δι’ ἡμᾶς, ζωὴ κατὰ φύσιν ὑπάρχων, ἀνεβίω πάλιν, τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν εἰς καινότητα ζωῆς, καὶ ἀναχαλκεύων εἰς τὸ ἀπ’ ἀρχῆς.

[*](2. σου alt. assumptum ex Β. om. F. Edd. (68, 91, 97, 153, 310.) 4. σοὶ B.F. (Alex.) σὲ Edd. (Vat.) 7. ἀψευδής] + μὲν Edd. 10. ἔχετε iid. 14. ἔργοις pro κατορθώμασι iid. 17. ὐπ’ pro εἰς iid. ἐπ’ correxit Migne. 31. πνευματικῆς pro πᾶν iid. 25. τῆς ἀγάπης pro ἀγάπην iid.)
237

“Εἴ τις γὰρ, φησὶν, ἐν Χριστῷ καινὴ κτίσις.’’ ηὐδόκησε γὰρ [*](2 Cor. v. 17. Eph. i. 10.) ὁ Θεὸς καὶ Πατὴρ, ἐν αὐτῷ “ ἀνακεφαλαιώσασθαι τὰ πάντα, [*](e) κατὰ τὸ γεγραμμένον. τὸ δὲ ἀνακεφαλαιούμενον, ἀναλαμβάνεταί πὼς καὶ οἷον ἀναβιβάζεται πρὸς τὸ ἐν ἀρχαῖς. ἐπειδὴ δὲ ἀνεκαίνισε, τότε καὶ εὐφράνθη χριστὸς ἐφ’ ἡμῖν, ὡς ἐν τέρψει, καὶ ὡς ἐν ἡμέρᾳ ἑορτῆς· πῶς γὰρ οὐκ ἔμελλεν ἐπι- γάνυσθαι τοῖς καθ’ ἡμᾶς τὸ θεῖον, ὅτε καὶ ἁμαρτίας ἀπηλ- λάγμεθα, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους γεγόναμεν, καὶ ἐν μεθέξει Πνεύματος καὶ ἁγιασμοῦ. τότε καὶ συνήγαγε τοὺς [*](a 623 Α.) συντετριμμένους. ὡς γὰρ ὁ σοφὸς γράφει Παῦλος “ Χριστὸς [*](1 Tim. i. 15.) ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ” καὶ αὐτὸς δέ που φησίν “ Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς [*](S.Matth. ix. 13: S. Marc.ii. 17.) “ μετάνοιαν.’’ οὐκοῦν συνήγαγεν ὁ Χριστὸς οὓς διὰ τῆς ἁμαρτίας σύντριψας ὁ σατανᾶς παρειμένους ἀπέφηνε, καὶ βαίνειν ὀρθὰ μὴ εἰδότας, μήτε μὴν τ ἃς τῆς δικαιοσύνης ἰέναι τρίβους· ἀλλ’ εἰ καὶ συνέτριψεν ἐκεῖνος, κατέδησεν ὁ Χριστός. τεθεράπευκε γὰρ τοὺς ἠρρωστηκότας, καὶ “ Αὐτὸς τ ἃς ἀσθε- [*](b S. Matth. viii. 17.) νείας ἤμων αἴρει, κάτα τὸ γεγραμμένον.

Οὐαὶ, τὶς ἔλαβεν ὀνειδισμὸν ἐπ’ αὐτήν;