In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ παράγει τὰς αἰτίας, ἐφ’ αἷς εἰκότως κεκίνηται καὶ κέκλιται πρὸς ὀργὰς, ἵνα δὴ φαίνοιτο λοιπὸν κολάζων ἐν δίκη τοὺς ἠσεβηκότας καὶ καθιγμένους εἰς τοῦτο φαυλότητος, ὡς ἀφόρητον ἤδη πὼς τὸ [*](e) χρῆμα καὶ αὐτῷ γενέσθαι Θεῷ. ἦσαν οὖν, φησὶν, οἱ ἄρχοντες αὐτῆς ὡς λέοντες. τί δὲ δὴ δρῶσιν ἐκεῖνοι; λιμοῦ καταθήγοντος, καὶ εἰς ἔφεσιν αὐτοὺς καλοῦντος τροφῆς, ὄρη τε καὶ νάπας περιθέουσιν εὐσθενῶς, δεινόν τι καὶ ἀπηχὲς καταβρυχώμενοι· κἂν εἴ τι που θεάσαιντο τῶν ἐπιτηδείων εἰς βρῶσιν, οἷον βροντὴν κατηχήσαντες, εἰς δέος ἄγουσι τοσοῦτον, ὡς ἀποπεπῆχθαι δοκεῖν, καὶ οἷόν τι σικάλοις ἐνεσφιγμένον, περιμένειν τὸν δαιτυμόνα. τοῦτο ’δε τινες ἔδρων καὶ τῶν [*](a 607 Α.) ἡγουμένων ἐν Ἰσραὴλ, τὸν ἐκ νόμου θάνατον τοῖς παραβαίνουσιν ὡρισμένον, ἐπιφέρειν ἔσθ’ ὅτε καὶ τοῖς πλημἀπηρτημένων [*](1. ἀπηρτημένων Edd. invitis B.D. αὐτῇ b. invito D. 2. μιμεῖσθαι Β. 4. κατεμισθοῦτο D. Edd. κατεμισθοῦντο b. 5. ἄραβας b. Edd. ἄρραβας Β. 8. δὲ om. Β. habet b. Statim τῶ Θεῶ Β. Θεῶ b. τὸν Θεὸν Edd. 22. τι που b. που τι Edd. 23. βροντὴν b. βροντὴ Edd. 24. σικάλοις] Sic ut vid. Codd. 25. καὶ assumptum ex D.)

214
μέλουσιν οὐδὲν ἀπειλοῦντες, εἰ μὴ δρᾶν ἕλοιντο τὰ αὐτοῖς θυμήρη τε καὶ φίλα, καὶ παραχωροῦντες ἐγκαλοῦσιν ἑτέροις, ἤγουν αὐτοῖς τοῖς δικάζουσι κτήσεων ἰδίων ἐξιστάμενοι. καταγράφει γὰρ αὐτῶν τὰ τοιάδε τῶν κακῶν καὶ δι’ [*](Mic. ii. 1, 2.) ἑτέρου προφήτου, λέγων· Μιχαίας δὲ οὗτος· “Ἐγένοντο “λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις [*](b) “αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ “ἦραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. καὶ ἐπεθύμουν ἀγροὺς, “καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ “διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κλη- “ρονομίαν αὐτοῦ.’’

Καταβρυχῶνται δὲ ὥσπερ τῶν ἐν ἁπλῆ πίστει βιοῦν ᾑρημένων καὶ οἱ τῶν αἱρέσεων εὑρεταὶ, καὶ θεοστυγὲς ἀνοίγοντες στόμα, τοὺς οὐδὲν εἰδότας μονονουχὶ κατεσθίουσιν ἀμαθεστέρους ἀποτελοῦντες, καὶ ψυχρὰς αὐτοῖς καὶ δίε. στραμμένας ἐνιέντες ἐννοίας, καταμυθολογοῦντες· δὲ οὕτως, [*](c) καὶ τό γε σφίσιν αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον φρονεῖν ἀναπείθοντες, ὡς ἤδη δοκεῖν τοὺς τοῖς παρ’ αὐτῶν ἐναλόντας βρόχοις, τάχα που καὶ ἐκτεθνάναι, καὶ λίθοις ὀλίγα τοῖς ἀναισθήτοις παραχωρεῖν, οἷς ἄν τις ἐπιφωνήσειε, καὶ μάλα 2 [*](Eph. v. 14.) εἰκότως “Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, “καὶ ἐπιφαύσει σοι ὁ Χριστός.” πλὴν, ὥς φησιν ὁ μακάριος [*](Ps. lvii. 7.) Δαυείδ “Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ “στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ “Κύριος.”

[*](d)

Οἱ κριταὶ αὐτῆς ὡς λύκω τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωί.

Φᾶσί τοὺς ἐν Ἀραβίᾳ λύκους παντὸς ἐπέκεινα θηρὸς ἰέναι πρὸς ἀγριότητα, κατηῤῥωοηηκέναι τε λίαν τὸ ἀκόρεστον εἰς [*](3. αὐτοὺς τοὺς δικάζοντας Edd. 4. καὶ δι’—οὗτος] καὶ διὰ τοῦ μιχαἰου λέγων D. 6. καὶ assumptum ex D. deest in Β. 23. συντρίψει habet D. 26. Ἀῤῥαβίας passim Β.)

215
τροφὰς, ὀξεῖς δὲ οὕτως εἰς δρόμον, ὡς ἀποφοιτᾶν εὐκόλως παντὸς τοῦ διώκοντος. ἔφη γάρ που καὶ δι’ ἑτέρου προφήτου περὶ τῶν ἐκ Βαβυλῶνος ἵππων “ὀξύτεροι ὑπὲρ τοὺς [*](Abac. i. S.) “λύκους τῆς Ἀραβίας.’’ δέχεται τοίνυν εἰς τὸ παρὸν τὴν τῶν λύκων ἀπληστίαν εἰς ὑποτύπωσιν τῶν κριτῶν, οἷον ὅλῳ [*](c Es. ix. 12.) στόματι καὶ ἀκορέστοις ὀδοῦσι δαπανώντων τοὺς κρινομένους, διὰ τοῦ πλεῖστά τε ὅσα καὶ τὰ ὑπὲρ δύναμιν ἐξαιτεῖν ἐπὶ τῇ τοῦ δικαίου παρατροπῇ, καὶ ἵνα τὸ τῷ θείῳ νόμῳ δοκοῦν εἰς τὸ ἑτέροις τισὶν ἁνδάνον ἀνοσίως παρευθύνοιτο. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν αὐτοὺς, ὅτι καθά φησιν ὁ παροιμιαστής “Λαμβάνοντος δῶρα ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί.” [*](Prov. xvii. 23. Ex, xxiii. 8; Deut. xvi. 19.) “Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται “ῥήματα δίκαια, κατὰ τὸ γεγραμμένον. τί γὰρ ὅλως τὸ [*](a 608 A) περιττὸν ἐκ δωροδοκίας; τί δὲ τὸ αἰσχρὸν ὀνήσει λημμάτιον τοὺς ἀγαπῶντας αὐτό; μᾶλλον δὲ ποίαν ἂν αὐτοῖς ζημίαν οὐκ ἐνεργάσαιτο; καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων “Οἰ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πει- [*](1 Tim. vi. 9.) “ρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ “βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον “καὶ ἀπώλειαν.’’ “Αἱρετὸν οὖν ὄνομα καλὸν ἢ πλοῦτος [*](Prov. xxii. 1.) “πολὺς,” καὶ ἔστιν ἀληθῶς σοφὸς δὴ λίαν καὶ ἀτρεκὴς ὁ λόγος.

Οἰ προφῆται αὐτῆς πνευματοφόροι ἄνδρες καταφρονηταὶ.

Εὖ γε τὸ αὐτῆς ἐπὶ προφητῶν ἐνθάδε, ὅτι μὴ γεγόνασι Θεοῦ, λαλοῦντες ἐπισφαλῶς τὰ “ἀπὸ καρδίας αὐτῶν καὶ [*](Hier. xxiii. 16.) οὐκ ἀπὸ στόματος Κυρίου,” κατὰ τὸ γεγραμμένον. κατειρωνεύεται δὲ ὁ λόγος, πνευματοφόρους ἀποκαλῶν· οὐχ ὡς ἐν μεθέξει γεγονότων ἐκείνων τοῦ Ἁγίου Πνεύματος ἀληθῶς, ἀλλ’ ὡς πλάττεσθαι τολμώντων τὸ τῆς προφητείας χρῆμα, [*](c) [*](6. δαπανώντων B.D.b, καταδαπ. Edd. 9. παρευθύνοιτο Β. παρευθύνοιντο Edd. 18. ἀνονήτους iid. 19. τοὺς ἀνθρώπους post ἀπώλειαν tr. Β. 29. χάρισμα pro χρῆμα iid.)

216
καὶ ὅτι μεμέστωνται τοῦ Ἁγίου Πνεύματος οὐ κατοκνούντων εἰπεῖν. θέλοντες τοίνυν εἶναι, φησὶ, καὶ προφῆται καὶ πνευματοφόροι, καὶ τὸ σεμνὸν οὕτως ὄνομα ταῖς σφῶν αὐτῶν περιπλάττοντες κεφαλαῖς, τοσοῦτον γεγόνασι καταφρονηταὶ, ὡς μηδὲ ὅτι ποτ’ ἐστὶ τὸ ἐπιεικὲς εἰδέναι, προσαπολλύναι δὲ καὶ ἑτέρους, οἷς ἐλάλουν τὰ ἀπὸ καρδίας, καὶ τοῦτο ἐπὶ σμικροῖς καὶ εὐτελεστάτοις τισὶ λημματίοις οἱ τάλανες, καὶ [*](Ezek. xiii. 19.) ὡς ὁ προφήτης φησὶν Ἰεζεκιήλ “ἕνεκεν δρακὸς κριθῆς καὶ [*](d) “κλάσματος ἄρτου.’’ καὶ ἀποπληξίας δὲ πρὸς τοῦτο κατώλισθον, ὡς τῆς ἀπορρήτου δόξης βουλὰς εἶναι λέγειν τὰς ἑαυτῶν, καὶ τὰ ἀπὸ γνώμης ἰδίας ἀποβρασσόμενα ῥήματα, θείους εἶναι λόγους διισχυρίζεσθαι. καὶ γοῦν ἔφασκε περὶ [*](Hier. xxiii 21.) αὐτῶν διὰ τῆς Ἱερεμίου φωνῆς “Οὐκ ἀπέστελλον προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεφήτευον·’’ αὐτοῦ δὲ τοῦ προφήτου διακεκρα [*](Ib xiv. 13.) γότος ἐναργῶς καὶ λέγοντος “Ὁ ὣν Δέσποτα κύριε, ἰδοὺ “οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε [*](e) “μάχαιραν καὶ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ “ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·’’ μονον [*](Ib. 14.) οὐχὶ καὶ ἀντεκεκράγει λέγων ὁ τῶν ὅλων Θεός “ψευδῆ οἱ “προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα “αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς “αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα “καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν. [*](Ib. xxxiv. 15.) “εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, [*](609 Α. a) “ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕ- [*](Ib. xxiii. 28, 29.) “τὼς οἱ λόγοι μου, λέγει κύριος. οὐχ οἱ λόγοι μου ὡς “πῦρ φλέγον, λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;” καθικνεῖται γὰρ εἰς νοῦ βάθος ὁ παρὰ Θεοῦ λόγος, καὶ μονονουχὶ διαρρήγνυσι τὴν τῶν ἀκροωμένων καρδίαν· ψυχρὸς [*](2. ἐθέλοντες Edd. 3. τὸ pro ταῖς idd. ante Migne. 7. τισὶ accessit ex B.D. οἱ τάλανες om. Β. habet D. 11. ἀποπραττόμενα Edd. 15. προεφήτευον habet D. 27. ὡς Β. ὥσπερ Edd.)
217
δὲ καὶ ἄναλκις ὁ ἐξ ἀνθρώπου βουλῆς, ὁποῖός τις ἦν ὁ τῶν ἀνοσίων ψευδοπροφητῶν.

Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια κω ἀσεβοῦσιν εἰς τὸν νόμον.

[*](b)

Οὐκ ἔξω μομφῆς οὐδὲ αὐτὸ πεφώραται τὸ ἀπόλεκτον γένος, τουτέστι, τὸ ἐκ φυλῆς Λευί· βεβηλοῦν δὲ καὶ αὐτοὺς τὰ ἄγιά φησι, καὶ ἀσεβεῖν εἰς νόμον. γέγραπται μὲν γάρ “ὅτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- [*](Mal. ii 7.) “σουσιν ἐκ στόματος αὐτοῦ.’’ ἀλλ’ ὡς αὐτός που πάλιν φησὶν ὁ τῶν ὅλων Δεσπότης ”Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι [*](Hier. ii. 8.) “Κύριος.” τὸ γάρ τοι μὴ βούλεσθαι διατρανοῦν τὸν τοῖς οὐκ εἰδόσιν αὐτὸν, μήτε μὴν ἀποκομίζειν ἐπείγεσθαι τοὺς ὑπὸ χεῖρα λαοὺς εἰς τὸ ἁνδάνον Θεῷ, τοῦτο οἶμαί [*](c) ἐστι τὸ ἀσεβεῖν εἰς νόμον. καὶ οὐ μέχρι τούτου τὰ ἐκείνων ἐγκλήματα· ἀλλὰ γὰρ καὶ βεβηλοῦσι δὲ τὰ ἅγιά φησιν. ὁ μὲν γὰρ διὰ Μωυσέως νόμος πλείστην ἔχει τὴν ἐπιτήρησιν περὶ θυσιῶν καὶ προσαγωγῆς, ἡνίκα τε ἑκάστην καὶ τίνα χρὴ τρόπον ἀποπεραίνεσθαι· οἱ δὲ κατὰ τὸ εἰκὸς προσεκόμιζον μὲν τὰς θυσίας, πλὴν ἀφυλάκτως καὶ ἀτημελῶς, οὐ καιρὸν, οὐ τύπους ἀξιοῦντες ἐπιτηρεῖν, ἀλλ’ οὐδὲ ἡγνισμένοι τάχα, οὔτε μὴν ἐν ἐσθήμασι τοῖς σφῶν ἱεροπρεπῶς ἐσταλμένοι [*](Cf. supra i. S.) καὶ ἐν κόσμῳ δρῶντες τὰ ἱερὰ, ἀτιμάζοντες δὲ ὥς τι [*](d) τῶν ἀχρείων τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουργίαν.

Παραφυλακτέον δὴ οὖν τοῖς τῆς Ἐκκλησίας ἱερουργοῖς, μὴ βεβηλοῦν τὰ ἅγια· τρόπος δὲ τῆς βεβηλώσεως οὐχ εἷς, διάφορος δὲ καὶ πολύς. δεῖ γὰρ εἶναι κεκαθαρμένους καὶ ψυχὴν καὶ σῶμα, καὶ πᾶν εἶδος ἀποσειομένους βδελυρᾶς [*](3. εἰς τὸν om. Β. invitis F, Edd. (22. al.) cf. infra. 7. ἱερέων Edd. 8. ἀυτῶν iid, πόλιν D. πά Β. πάλαι iid. 9. εἶπαν Β. εἶπον Edd. 10. μέν pro γάρ ud. 14. δὲ assumptum ex b. 16. τε B. γε iid. 18. ἀτημελῶς B.b. ἀμελῶς Edd. 19. ἐπιτηρεῖν] ἐπιχειρεῖν b. ἡγνισμένοι b. Edd. ἡγιασμένοι Β. 21. ὥς τι B.b. ὥτε Edd. 24. μὴ om. Β. habet D. )

218
ἡδονῆς, ἠγλαισμένους δὲ μᾶλλον τοῖς εἰς ἀγαθουργίαν σπουδάσμασι, [*](e) μεμνημένους λέγοντος τοῦ θεσπεσίου Παύλου [*](Gal. V. 16.) “Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τε- “λέσητε.”

Ὁ δὲ Κύριος δίκατιος ἐν μέσῳ αὐτῆς κὼ οὐ μὴ ποιήσῃ ἄδικον· πρωΐ πρωΐ δώσει τὸ κρίμα αὐτοῦ, κὼ οὐκ εἰς νῖκος ἀδικίαν.

Ἀσύμβατόν ἐστί πὼς ἀεὶ τῶ ἀδίκω τὸ δίκαιον, καὶ οὐκ [*](2. Cor. vi. 14.)ἂν ἴοι κατὰ ταὐτὸν τῷ βεβήλῳ τὸ καθαρόν. “ τίς γὰρ ἂν [*](610 Α. a) “γένοιτο κοινωνία φωτὶ πρὸς σκότος;” μάχεται γὰρ τὰ τοιάδε τῶν πραγμάτων, καὶ πολὺ τῆς ἀλλήλων φιλίας διῳκισμένα κατίδοι τις ἂν αὐτά. ἠγαπηκότος δὴ οὖν τὴν δικαιοσύνην καὶ οὐκ εἰδότος αδικίαν τοῦ πάντων κρατοῦντος Θεοῦ, πῶς ἀεὶ κρατήσειν ἔμελλον, ἤγουν διεξάγεσθαι πρὸς πέρας, οὐκ ἀνακοπτόμενα παντελῶς τὰ παμμόχθηρα τῶν Ἰουδαίων ἐγκλήματα; δοκεῖ ’δε πὼς ἀδικίας εἶναί τις τρόπος, τὸ μὴ ποιναῖς ὑποφέρειν τὸν ἀλιτήριον, καὶ τὸ μὴ δίκας [*](b) αἰτεῖν τὸν ἀσελγῶς τε καὶ ἀνοσίως διαβιοῦν ᾑρημένον, καὶ πεφροντικότα μὲν τῶν νόμων οὐδὲν, διανενευκότα δὲ οὕτω πρὸς ἀδικίαν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, αὔχημά τε ποιεῖσθαι λαμπρὸν τὰ ἐφ’ οἷς ἦν εἰκὸς ἐρυθριῶντα ὁρᾶσθαι. ἐπειδὴ τοίνυν δίκαιος ὁ Κύριος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· οὐ γὰρ ἀνάσχοιτο τῶν ἀδικεῖν εἰωθότων· πρωὶ πρωὶ ποιήσει τὸ κρῖμα αὐτοῦ, τουτέστιν, ὄρθρου τε καὶ ἐμφανῶς καὶ ὡς ἐν ἡμέρᾳ λοιπὸν, οὐκέτι συστέλλων τὰ ἐξ ὀργῆς, [*](c) ἀλλ’ εἰς μέσον ἄγων, καὶ ἐμφανῆ καθιστὰς, καὶ οἷον ἐν ὄψει τιθεὶς τὰ προεπηγγελμένα. οὐ γὰρ ἐάσει δραμεῖν εἰς νῖκος [*](1. ἀγαθοεργίαν Edd. 6. τὸ om. Edd. (Vat. ℵ) κρῖμα αὐτοῦ] + εἰς φῶς καὶ οὐκ ἀπεκρύβη, καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει Edd. (Vat. ℵ) om. Β. (Alex. XII.) νῖκος B.F. ℵ Alex. XII.) νεῖκος Edd. (Vat.) 7. δέ pro ἐστί Edd. 11. κατίδοι τις D. Edd. κατίδοις Β. Statim ἂν om. D. 18. νόμων Β. τὸν νόμον Edd. 20. ἐρυθριῶντα Β. ἐρυθριῶντας iid. 24. ἐξ Β. τῆς iid. 36. νῖκος B.b. νεῖκος Edd.)

219
ἀδικίαν. τὸ δὲ εἰς νῖκος, τὸ εἰς ἐκνίκησιν, ἤγουν εἰς ἅπαν ὑποδηλοῖ. κεκολασμένων γὰρ τῶν ἠσεβηκότων, πεπαύσεται πάντως καὶ τῆς ἀδικίας ὁ τρόπος· οὐ γὰρ ἔχει τοὺς δρῶντας ἔτι.

Δεῖ τοίνυν τούς γε ἀληθῶς ἀρτίφρονας περινοεῖν, ὅτι φιλοδίκαιος ὁ Δεσπότης, καὶ οὐκ ἂν ἀνάσχοιτο τῶν πλημλελούντων ἀσχέτως. ἀλλ’ εἰ μέν τις ἴοι πρὸς μετάγνωσιν, καὶ τὸ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασι καταστάζοι δάκρυον, ἡμερωτάτῳ περιτεύξεται, καὶ ἐξαιτήσει τὴν ἀμνηστίαν, [*](d) καὶ ἔξω δραμεῖται βρόχων καὶ τοῦ κολάζεσθαι δεῖν. εἰ δὲ ἄτεγκτός τις εἴη, καὶ δυσμετακόμιστον ἔχων τὴν γνώμην εἴς γε τὸ δεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, τοῖς οἰκείοις ἐνιζήσει πταίσμασιν, μᾶλλον δὲ καὶ ἐναπολεῖται λοιπὸν, καὶ ὑπὸ κίνησιν ἔσται τὴν δεσποτικὴν, ὅτι μὴ μέχρι παντὸς τῶν πλημμελούντων ἀνέχεται.

Ἐν διαφθορά κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶ, διὰ τὸ μηδένα ὑπάρχειν [*](e) μηδὲ κατοικεῖν.

Ἐπειδὴ γὰρ, ὡς ἔφην, οἱ μὲν ἱερεῖς ἐβεβήλουν τὰ ἅγια, ἠσέβουν δέ τινες καὶ εἰς αὐτὸν τὸν νόμον, “ὁ δὲ κύριος [*](Supra ver. 5.) “δίκαιος ἐν μέσῳ αὐτῆς πρωὶ πρωὶ ποιήσει τὸ κρῖμα αὐτοῦ. καὶ ποῖον δὴ τοῦτό ἐστι; κατέσεισεν ὑπερηφάνους ἐν διαφθορᾷ, τουτέστι, παρέδωκεν εἰς φθορὰν τοὺς ἀλαζόνας καὶ ὑβριστάς. ἢ γὰρ οὐκ ἀλαζόνες, οἱ θεομαχεῖν εἰωθότες, καὶ [*](1. τὸ δὲ εἰς νῖκος assumpta ex B.D.b. ἐκνίκησιν B.D.b. ἐκδίκ. Edd. ἤγουν] + τὸ D. invito b. 2. παύσεται b. 3. καὶ assumptum ex D.b. deest in B. Statim ὁ transponit D. οὐ γὰρ—ἔτι et γε om. D. 4. περ· νοεῖν accessit ex B.D. lacunam in Edd. implens. 5. av assumptum ex B.D. 6. ἀσχέτως B.D. ἀδίκως Edd. 7. καταστάζοι Β. κολάζεσθαι D. Edd. 8. καὶ ἐξαιτήσει τὴν ἀμν. om. D. 9. καὶ ἔξω— κολάζεσθαι δεῖν om. Β. ἐκδρ. pro ἔξω δρ. D. βρόχων καὶ et δεῖν om. D. retinui ex Edd. ut verba pro more S. Cyrilli. 10. τις assumptum ex B.D. δυσμετανόητος pro δυσμετακ.—πρεπωδέστερα D. 11, οἰκείοις B.D. ἰδίοις Edd. 13. ὅτι μὴ—ἀνέχεται om. D. 16. [αὐτοῦ XII ante corr. 153, cf. infra.] 17. διὰ Β. (Alex.) ut infra. παρὰ Edd. (Vat. ℵ) 20. ὁ δὲ om. b. 21. δίκαιος assumptum ex B.b. ποιήσει B.b. ἐποίησε Edd. 24. ἡ pro ἢ (sic) b.)

220
[*](611 Α. a) τοῖς διὰ Μωυσέως θεσπίσμασι τὸ οἰκεῖον ὥσπερ ἀντεξάγοντες θέλημα· καὶ ὀλίγα μὲν κομιδῇ τῶν θείων πεφροντικότες νόμων, ἀποκλίνοντες δὲ πρὸς τὸ ἄγαν ἐξήνιον καὶ [*](Hiob xxi. 14.) λέγοντες τῷ κυρίῳ “Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι “οὐ βούλομαι;” εἶτα πῶς ἂν ἐνδοιάσειε τις εἴπερ ἐστὶ [*](S. Matth. V. 3. xi. 29.) πτωχος τῷ πνεύματι καὶ ταπεινὸς τῆ καρδίᾳ, κατὰ τὸ γεγραμμένον, ὁ εὐφαὴς καὶ εὐήνιος καὶ πολὺ βλέπων εἰς εὐπείθειαν, ὃν καὶ ἐποπτείας ἀξιοῖ; καὶ γοῦν ἔφη δι’ ἑνὸς [*](Es. lxvi. 2 b 2.) τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Θεός “καὶ ἐπὶ τίνα “ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ “τρέμοντά μου τοὺς λόγους;” οὐκοῦν κατεσπάσθη μὲν εἰς φθορὰν τὸ ὑπέροφρυ γένος, ἀφανίσθησαν δὲ καὶ αἱ γωνίαι αὐτῶν. καὶ γωνίας οἶμαί που τὰ τείχη λέγεσθαι νυνὶ, καὶ τὰς τῶν πόλεων περιβολάς. ὑψηλαὶ γὰρ ἀείπως αἱ γωνίαι, πύργους ἔχουσαι διαφανεστάτους. ὅμοιον οὖν ἄρα τυχὸν ὡς εἰ καὶ λέγοι πάλιν Ἔρημοι τειχῶν αἱ παρ’ αὐτοῖς ἔσονται πόλεις. ἐπηπείλησε δὲ πρὸς τούτοις καὶ ἐξερημοῦν τὰς ὁδοὺς [*](c) αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραὴλ, τοῦ μὴ διοδεύειν τὸ παράπαν. καί μοι δοκεῖ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν· ὁ διὰ Μωυ [*](Deut. xvi. 16.) σέως προστέταχε νόμος εἰ τελοῖτο κατὰ καιροὺς ἡ ἑορτὴ τῆς σκηνοπηγίας, ἐκ πάσης τῆς Ἰουδαίων χώρας ἀναθεῖν εἰς Ἱεροσόλυμα, καὶ πληροῦν ἐκεῖσε τὰ νενομισμένα. ὅτε τοίνυν κατεσείσθησαν αἱ πόλεις, ἀπολώλασιν οἱ ἐν αὐταῖς, τότε καὶ ἠρημῶσθαί φαμεν τὰς ὁδοὺς, ὡς οὐδενὸς ἔτι δι’ αὐτῶν ἐρχομένου, καὶ πρός γε τὸ χρῆναι πληροῦν τὴν τεταγμένην [*](d) αὐτοῖς ἑορτὴν, καθ’ ἁ καὶ πρώην, διάττοντος. πέπτωκε γὰρ εἰς τοῦτο ταλαιπωρίας τὰ τῶν Ἰουδαίων τάγματα, ὡς μὴ εἶναι τοὺς ἑορτάζοντας, μήτε μὴν ἐν εὐπαθείαις εἶναι δύνασθαι [*](5. ἂν assumptum ex D. deest in Β. 7. εὐφαὴς] εὐφυὴς conjecit Migne. 9. καὶ om. Β. 11. μου τοὺς λόγους hoc ordine Β. 13. οὕτων om. Β. habet b. νυνὶ B. νῦν b. Edd. 16. ὡς accessit ex b. 17. ἠπείλησε b. 18. αὐτῶν e suo Migne. δῆλον δὲ ὅτι b. τουτέστι Β. 21. ἀναθεῖν Β. ἀναβῆναι Edd. 23. ἀπολώλασιν Β. καὶ ἀπολωλέκασι Edd. 27. τῶν om. D. 28. ἑορτάζοντας] Hoc verbum nobis dedit D. quo conjecit quoque Migne. ἐργάξοντας Edd. Neutrum habet B., spatio relicto. Statim μήτε μὴν—περιλελειμμένους om. D.)
221
τοὺς ἀνασωθέντας μόλις καὶ ἐκ τοῦ πολέμου περιλελειμμένους. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας μοῖραν ἐποιεῖτο τῶν θρήνων τὸ χρῆμα λέγων “ Ὁδοὶ Σιῶν πενθοῦσι παρὰ τὸ [*](Threni i. 4.) μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ. ὅτι δὲ ἀτρεκὴς ὁ λόγος αὐτὸ πάλιν ἡμῖν σαφηνιεῖ τὸ προκείμενον· ἐπιφέρει γὰρ εὐθύς Ἐζ́ελιπον αἱ πόλεις aict τὸ μηδενα ὑπάρχειν μηδὲ κατοικεῖν.

[*](e)

“Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζ́ων- [*](Heb. x. 31.) “τος.” παροτρύνοντες γὰρ αὐτὸν διά γε τοῦ πλημμελεῖν ἑλέσθαι, καὶ τοῦτο ἀσχέτως, τότε δὴ τότε, καὶ μάλα δικαίως, τοῖς τῆς ὑπεροψίας ἐγκλήμασιν οἱονείπως ἐνειλημμένοι κατασπώμεθα πρὸς διαφθορὰν, καὶ γυμνοὶ μὲν τῆς ἄνωθεν ἐσόμεθα περιβολῆς, εὐάλωτον δὲ ὥσπερ καὶ ἀτείχιστον ἐν ἑαυτοῖς τὴν καρδίαν εὑρήσομεν, καὶ πρός γε δὴ τούτοις τὰς τῆς δικαιοσύνης οὐχ εὑρήσομεν ὁδούς· ἀπονεύσειε δ᾿ ἃν εὐκόλως τῶν τοιῶνδε κακῶν ὁ δεσποτικοῖς θελήμασιν [*](a 612 Α.) ἀκολουθεῖν ᾑρημένος, καὶ τρυφερὸν ὑπέχων αὐτῷ τῆς ψυχῆς τὸν αὐχένα. Εἶπα Πλὴν φοβεῖσθέ με κω δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα έπ’ αὔω.

Ὅτι πάλιν αὐτοὶ ταῖς σφῶν κεφαλαῖς τὰ ἐξ ὀργῆς καταχέοντες ἁλοῖεν ἂν, πειρᾶται διδάσκειν. νενουθέτηκε μὲν γὰρ τὸ χρῆναι διαβιοῦν ἐν φόβῳ Θεοῦ πλειστάκις προστεταχὼς, [*](b) καὶ ὅτι προσήκοι δεξασθαι παιδείαν, δῆλον δὲ ὅτι τὴν διὰ νόμου καὶ προφητῶν. ἦν γὰρ οὕτως, καὶ οὐχ ἑτέρως, ἀποσείεσθαι τὴν ὀργὴν καὶ ἀποκρούσασθαι τὰ συμβεβηκότα. ἐπειδὴ δὲ ἦν ἄτεγκτος ὁ Ἰσραὴλ, σκληρὸς καὶ δυσάγωγος, ἐκπέπτωκε δὲ τῆς παιδείας, τουτέστιν, ἔξω γέγονε τοῦ εἶναι σοφὸς, ὠλόθρευται δὲ ὥσπερ ἐξ ὀφθαλμῶν καίτοι πᾶν ἐμφιλοχωρεῖν ἀεὶ τοῖς ἀγαθοῖς παιδεύμασι, καὶ πρὸς δέον [*](3. τὸ χρῆμα Β. τὰ χρήματα Edd. II. μὲν et δὲ assumpta ex Β. 14. ἀπονεύσει Edd. 23. προσήκει iid. 28. δὲ assumptum exB.)

222
[*](c) ὁτιοῦν ἑτοίμως ἔχειν τῶν ἄρες κοντῶν Θεῷ. ἐξῆν γὰρ οὕτως ἐκκλῖναί φησι πάντα ὅσοι ἐξεδικησα ἐπ’ αὐτήν.

Ὅτε τοίνυν τῆς ἑαυτῶν διανοίας τὸν θεῖον ἐκπέμπομεν φόβον, ὅτε παραιτούμεθα τὴν παιδείαν, καὶ ὀλίγου παντελῶς ἀξιοῦμεν λόγου τὸ εἶναι σοφοὶ, τότε δὴ πάντως ἐκεῖνα πεισόμεθα, ἅπερ ἂν πρέποι τοῖς εἰωθόσι καταφρονεῖν· τότε καὶ ἐκδικήσει Θεὸς, καὶ τοὺς τῆς ἀνοσιότητος αἰτήσει λόγους. διαμεμνῆσθαι δὴ οὖν ἀναγκαῖον λέγοντός τινος, ὅτι [*](Cf. Prov. xix. 23. Sir. i. 11. Ps. xviii. 10) “ Φόβος κυρίου ζωὴν ποιεῖ.’’ “ Φόβος κυρίου δόξα καὶ [*](d) “καύχημα. ἐστι ’δε καὶ “ἄγνος,” τουτεστιν ἀγνοποιὸς, “διαμένων εἰς αἰῶνα αἰῶνος,’’ κατὰ τὴν τοῦ ψάλλοντος φωνήν.

Ἐτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ἐπιφυλλίς αὐτῶι. Ἐπειδὴ γὰρ οὐκ ἐδέξω, φησὶ, τὴν παρ’ ἐμοῦ παιδείαν, ἀπώσω δὲ καὶ μεμίσηκας καὶ τὸ ἐν φόβῳ ζῆν καὶ ἐπιεικείαις, εὐτρεπίζου πρὸς ἀποδρομὴν καὶ πρὸς τὸ ἤδη παθεῖν, ἃ διαφυγῖν ἐξὸν, εἴπερ ἦσθα φιλάρετος καὶ σοφός. ὀρθρίζειν [*](e) γεμὴν προστέταχε, τῆς συμφορᾶς τὸν καιρὸν ἐπὶ θύραις ὄντα δεικνύων, καὶ οἷον εἰς αὔριον ἥξοντα, παρεσόμενόν τε πάντως, ἀρξομένης ἠοῦς. τοῦτο δὲ ἦν ἀποκείροντος τὴν ἐλπίδα τῆς ἀναβολῆς, καὶ οὐκ ἐῶντος ἐννοεῖν, ὡς ἔσται τις ἀνοκωχὴ καὶ ἀνάβλησις καὶ μακρὸς μεταξὺ διελάσει καιρὸς, εἰς ἐκγόνους τάχα που παραπέμπων τὰ ἐξ ὀργῆς. οὐκοῦν ὡς ἐπ’ ἀναγκαίῳ πράγματι προετοίμαζε σεαυτὸν καὶ ὄρθριζε [*](613 Α. a) πρὸς ἀποδρομήν. οἰχήσῃ γὰρ εἰς ἐχθροὺς αἰχμάλωτος, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, οἰκτρὸς ἔσῃ παρ’ ἑτέροις. εἶτα τῷ [*](1. ἔχειν ἑτοίμως inverso ordine Β. 6. πρέπῃ Edd. 13. ὄρθριζε, 62 147 cf. infra.] διέφθαρται B.F. (Alex. XII.) ἔφθαρται Edd. (Vat. ℵ) 16. ἀποδρομὴν B.D. ἀναδρομὴν Edd. ἤδη om. D. 17. εἴπερ ἦσθα φιλάρετος καὶ σοφός Β. εἰ ὑπήκουσας D. εἴπερ ἦσθα φιλάρετος καὶ σοφῶς ἁρπάζων ἐθελοντής Edd. Nonne D. lectio glossa, ad difficiliora levanda? Si ita sit, editionum vetenim lectio, vel saltem aliquid ei simile, antiqua fuerit, et ante oculos D. scriptoris. 20. δὲ assumptum ex B. 25. οἰχήσῃ b. οἰχήσει Edd. 26. οἰκτρὸς acceseit ex B.)

223
Προφήτῃ φησὶν ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ καὶ ἐπιστυγνάζων ἑαλωκόσι· διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. τί δ᾿ ἂν βούλοιτο καὶ τοῦτο δηλοῦν, ἐροῦμεν ὡς ἔνι. πεπορθήκασι τὴν Σαμάρειαν καὶ ἑτέρας δὲ πρὸς αὐτῇ τῆς Ἰουδαίας πόλεις τῶν Βαβυλωνίων οἱ τύραννοι, καὶ Φουλὰ μὲν πρῶτος, εἶτα μετ’ αὐτὸν ὁ Σαλμανασὰρ, καὶ τρίτος ὁ Σεναχηρείμ. ὥσπερ δὲ ἀμπελῶνα τετρυγηκότες ἀνεκομίζοντο πάλιν εἰς τὴν ἑαυ- τῶν, ἐν ὀλίγοις παντελῶς λειψάνοις ἀφέντες τὸν Ἰσραὴλ, [*](b) καὶ οἷον ἐπιφυλλίδα μόνην αὐτοῖς καταλελοιπότες. ἐπιφυλλίδα δὲ εἶναί φαμεν τὰ μικρὰ τῶν βοτρυδίων, καὶ ἐν ὀλίγαις ὄντα ῥαξὶν, ἃ καὶ τοῖς φύλλοις ἐγκεχωσμένα διαλανθάνει πλειστάκις τὸν τοῦ συλλέγοντος ὀφθαλμόν. καί τι τοιοῦτόν φησιν ἕτερος τῶν ἁγίων προφητῶν “ Οἴ μοι ψυχὴ, ὅτι [*](Mich. vii 1.) “ ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπι- “φυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν “ τὰ πρωτόγονα.’’ οὐκοῦν τετρυγήκασι μὲν ἐκεῖνοι, ἀφιγμένος [*](c) δὲ μετ’ αὐτοὺς ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν διέφθειρε τὴν ἐπιφυλλίδα, καὶ τὸ βραχὺ τοῦ Ἰσραὴλ ἀποτρυγήσας λείψανον, οἴκαδέ τε ἀνέθει, καὶ διετέλει μεγαλαυχούμενος . καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ἁλοῦσαν τὴν Ἰερουσαλὴμ κατεθρήνει, λέγων περὶ τῶν ἠρημωκότων 7 Εἰσέλθοι πᾶσα [*](Threni i. 22.) “ ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐ “ τοῖς ὃν τρόπον ἐπεφύλλισάν μοι·’’ καὶ πάλιν “ Ἴδε κύριε [*](Ib. ii. 20.) “ καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως. εἰ φάγονται [*](d) “ γυναῖκες καρπὸν κοιλίας αὐτῶν ; ἐπιφυλλίδα ἐποίησε μά· “ γειρος.”

Ὅταν τοίνυν παροτρύνωμεν τὸν Θεὸν, τότε καὶ ἁπάσης ἐπικουρίας ἐστερημένοι καὶ φειδοῦς ἀπογυμνούμενοι, δοθηδὴ [*](δὴ pro δὲ Edd. 5. Φουλὰ] Sic edidi (ut supra 391). δούλας Β. Φουλᾶ b. Φοῦλα Edd. 6. μετὰ τοῦτον b. ὁ prius om. b. ὁ alt. accessit ex b. 7. ἑαυτῶν B.b. αὐτῶν Edd. 9. ἐπιφυλίδα passim B. 10. βοτρυδίων B.b. βοτρύων Edd. II. ῥωξὶν b. φύλοις (sic) Β. 12. πολλάκις b. 22. καὶ om. Aub. sol. αὐτοῖς B.b. (A.V.) αὐτοὺς Edd. (Frid-Aug.) 23. μοι B.b. (XII. 23. al.) με Edd. ἐμέ 22, 36, 96, 231.) 25. ἐπιφυλλίδα] + δὲ Β.)

224
σόμεθα τοῖς ἐχθροῖς, καὶ οὐδὲν ἐν ἡμῖν ἀρετῆς ἢ ἐπιεικείας λείψανον ἀπομενεῖ, ἀποτρυγῶντος τοῦ σατανᾶ πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν ἀγαθὸν, καὶ οἷον ἐπιφυλλίδα συλλέγοντος καὶ αὐτάς που τάχα τὰς εἰς νοῦν ἐπιθυμίας, τὰς ἐπί γε τὸ [*](c) κατορθοῦν ἑλέσθαι τὴν ἀρετὴν ἀποφερούσας αὐτόν.

Διά τοῦτο ὑnóμοιόι με, λέγει Κύτριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτυρῶ. Ἐπειδὴ γὰρ τῶν θείων ἐνταλμάτων ἠφειδηκότες δέδονται τοῖς ἐχθροῖς, καὶ εἰς χεῖρα πεπτώκασι τοῦ καὶ αὐτὴν ἀπολέσαντος τὴν ἐπιφυλλίδα, λοιπὸν ὑπομεῖναι προστέταχε καὶ [*](614 Α. a) τληπαθεῖν, εὐσθενῶς πεπονθότας τὴν δουλείαν, ἄχρις ἂν διεγερθῇ πρὸς ἐπικουρίαν αὐτοῖς, ἢν διὰ τῶν ἁγίων προφητῶν μονονουχὶ καὶ διεμαρτύρατο καὶ προαπήγγελκεν ἐναργῶς, ὡς ἔσται κατὰ καιρούς. ἡμέραν οὖν ἀναστάσεως τῆς εἰς μαρτύριον τὸν τῆς ἐπικουρίας σημαίνει καιρὸν, ὂν ὡς ἥξει πάντως προδιεμαρτύρατο.