In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ζητήσατε τὸ Κύριον πάντες ταπεινοἰ γῆς, κρῖμα ἐργάζεσθε, καὶ [*](594 Α. a) ζητήσατε δικαιοσύνην, ζητήσατε πραότηατα, καὶ ἀποκρίνεσθε αὐτὰ, ὅπως σκεπασεθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.

[*](1. καὶ ἀλλοτρίους γενέσθαι om. Β., καὶ ἀποστῆναι Θεοῦ add. manu ead. Β mg. 5. παρ’ om. Β. 7. ἀτιμάζων Edd. 14. ἐργαζόμεθα D. ἐργασώμεθα Β. Edd. 15. ὁ δεσπ. ἐνδίδωσιν inv. ord. D. Haec ἀνεξικακῶν ὡς Θεὸς accesserunt ex B.D. 16—18. Haec προσάγωμεν—μὴ accesserunt ex B.D. 19. πίστεως pro νήψεως Edd. 20. ἐλθεῖν Edd. inv. B.D. 21. θυμοῦ κυρίου D. Θεοῦ Β. Edd. Haec ἥξει γὰρ—αὐτοῦ access. ex B.D. ὁ κριτῆς ἐξ οὐρανοῦ D. 24. ζητήσατε δικαιοσύνην· ζητήσατε πραότητα Β. (22. al.) (recte, cf. infra.) δικαιοσύνην ζητήσατε D. Edd. ℵ A.V.) 24. ἀποκρίνεσθε D. (XII.) ἀποκρίνασθε Β. Edd. (Vat.) ἀποκρίνεσθαι Alex. ℵ])
193

Tίνα δὴ τρόπον συνδεθεῖεν αὐτῷ, καίτοι βδελυρὸν καὶ ἀπαίδευτον ὄντες ἔθνος, καταμηνύει σαφῶς. ζητεῖν γὰρ ἐπιταττει τὸν Κῦρον, κρῖμά τε ἐργάζεσθαι καὶ δικαιοσύνην καὶ αποκρινεσθαι αὐτά. ζητεῖται μὲν οὖν πρὸς ἡμῶν ὁ Θεὸς διά γε τοῦ ἑλέσθαι διψῆν τὰ αὐτῷ δοκοῦ ντα δρᾶν, δρᾶν, ῥᾳθυμίας ἁπάσης ἐξῃρημένης· ἐργασόμεθα δὲ καὶ τὸ κρῖμα, τὸν θεῖον αὐτοῦ νόμον ἀποπεραίνοντες, ἀοκνότατα δὲ κατορθοῦντες τὴν [*](b) ἀρετήν· κερδανοῦμεν δὲ πάλιν τῆς δικαιοσύνης τὴν δόξαν, τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν εὖ μάλα κατεστεμμένοι, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀληθῶς τῆς εἰς Θεὸν εὐσεβείας, καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης διάττοντες τρίβον· “Πλήρωμα [*](Rom. xiii. 10.) γὰρ νόμου η ἀγάπη, κατὰ τὸ γεγραμμένον. δεῖ δὲ οἴμαι προσεπενεγκεῖν οἷς ἔφην, τὸ ἀποκρίνεσθαι αὐτὰ, τουτέστι, τὸ καὶ ἑτέροις προσλαλεῖν καὶ νουθετεῖν ἀδελφούς· ἐσόμεθα γὰρ ὧδε καὶ οὐχ ἑτέρως ἄρτιοι πρὸς ἀρετήν. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν ἔργῳ τε καὶ λόγῳ δοκιμώτατον δοκι- [*](c) μέγαν ἔφη κληθήσεσθαι ἐν τῆ βασιλείᾳ τῶν οὐρανων· [*](S.Matth. v. 19.) ἐλάχιστον δὲ τὸν εἰσηγεῖσθαι μὲν μεμελετηκότα καὶ ἀποχρῶντα εἰς τοῦτο, μὴ μὴν ἔτι καὶ δρᾶν ἀνεχόμενον ἅπερ ἂν εὖ ἔχειν οἴηται, καὶ κατορθοῦν ἐπιτάττῃ τισί. ταλανίζει δέ που καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οὕτω λέγων “Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑπο- [*](Ib. xxiii. 4.; S. Luc. xi. 46.) “κριταὶ, ὅτι δεσμεύετε φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ‘ἐπιτίθετε τοῖς ἀνθρώποις, αὐτοὶ δέ’ φησὶν, οὐδ’ ὅσον εἰπεῖν ἄκρῳ “δακτύλῳ προσψαύετε αὐτοῖς’’ τελεωτάτης οὖν ἄρα θεοσεβείας ἀπόδειξις, τὸ καὶ κατορθοῦν ἀρετὴν, [*](d) εἰσηγεῖσθαι δὲ καὶ ἑτέροις τὰ δι’ ὧν ἂν γένοιντο λαμπροί.

[*](1. Haec καὶ ἀπαίδευτον accesserunt ex Β. 5. γε assumptum ex Β. τε pro γε D. Statim τὸ pro τοῦ b. ἑλέσθαι accessit ex B.D.b. 6. έργαζόμεθα b. invito D. 12. Haec κατὰ τὸ γεγρ. accesserunt ex B. 15. ὧδε Β. οὕτως Edd. 1 6. Haec ἡμῶν Ἰησοῦς Χριστὸς accesserunt ex Β. τε om. Β. 17. μέγαν ἔφη hoc ordine Β. 18. τὸ pro τὸν (sic) Edd. 21. που om. B. 22. Haec γρ. καὶ Φ. ὑποκρ. et βορέα καὶ accesserunt ex Β. 25. δακτύλου Edd. 26. θεοσεβείας] θρησκείας Edd. 27. τὰ assumptum ex D. Scriptura paene obliterata in B.)
194

ὅτι δὲ οὐκ ἄμισθος ὁ ἐπὶ τῷδε πόνος, σαφηνιεῖ λέγων ὁ [*](S. Jac. v. 20.) χριστοῦ μαθητής “ὧι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης “ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει “πλῆθος ἁμαρτιῶν.’’ εἰ δὲ δή τις οἴοιτο τὸ ἀποκρινεσθαι αὐτὰ καταδηλοῦν, ὅτι μελέτην αὐτὰ ποιεῖσθαι προσήκει, καὶ τῇδε νοείτω. προστέταχε γὰρ καὶ ὁ Μωυσέως νόμος περὶ [*](Deut. vi. 7, cf. xi. 19. e) τῶν τοῦ Θεοῦ λογίων, ὅτι “καὶ λαλήσεις ἐν αὐτοῖς καθή- “μένος, καὶ πορεύομενος ἐν ἀγορᾷ, κοιταζόμενος καὶ διαν- [*](Ps. cxviii. 117.) “ιστάμενος.” ψάλλει δὲ καὶ ὁ Δαυείδ “καὶ μελετήσω ἐν “τοῖς δικαιώμασί σου διὰ παντός.

Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμὸν, καὶ Ἄζωτος μεσημβρίας ἐκριξήσεται, καὶ Ἀκαρὠν ἐκριζωθήσεται.

Oἰκονομεῖ τι πάλιν ὁ λόγος καὶ προαπαγγέλλει σαφῶς τῶν ἐσομένων κατὰ καιροὺς εἰς παράκλησιν καὶ παραμυθίαν τοῖς ἐξ Ἰσραήλ. καὶ τί δὴ τοῦτο, ἐρῶ. πεπορθημένων τῶν [*](595 Α. a) Ἱεροσολύμων, καὶ ἁπάσης δὲ τῆς Ἰουδαίας κατειλημμένης ὑπὸ τοῦ Ναβουχοδονόσορ, αἱ περίοικοι τῶν ἀλλοφύλων πόλεις ἐπεγάνυντο τοῖς πεπονθόσι καὶ κατεμειδίων τῶν πεπορθημένων, ἔθυον δὲ καὶ τοῖς ἰδίοις θεοῖς, ὡς τὸ πᾶσιν ἀπηχθημένον ἀπολωλεκόσι γένος· ἀπετόλμων δὲ λέγειν, ὡς ἀνόνητον αὐτοῖς τὸ ἐπὶ Θεῷ πεποιθέναι διὰ πραγμάτων αὐτῶν ἐξελήλεγκται, ᾤοντό τε ὅτι καὶ τῆς ἄνωθεν ἐπικουρίας εὐσθενεστέρα τε καὶ ἐν ἀμείνοσιν ἢ τῶν Βαβυλωνίων [*](b) ἐγένετο χείρ. εἰ δὲ δήπου τις τῶν ἐκ τῆς Ἰουδαίας τὰ οἴκοι μεθεὶς, καὶ τῆς ἐνεγκούσης ἀποδραμὼν κατὰ τὸν τοῦ πολέμου καιρὸν, ὡς πρὸς ὁμόρους ἀφίκετο σώζεσθαι προσδοκῶν, οὗτος ἦν ἐν χείροσιν, ὠμοτέροις τῶν Βαβυλωνίων περιτυχὼν, τοῖς κατοικτείρειν ὀφείλουσιν. οὐκοῦν κατεσοβαρεύοντο τῆς [*](4. ἀποκρίνεσθαι b. Edd. ἀποκρίνασθε B. 9. καὶ alt. om. B. 12. ἀραρὼν Β. Ἀκκαρὼν Edd. 13, οἰκονομεῖ τι] οἰκονομεῖται Aub. σαφῶς accessit ex Β. 14. τὰ ἐσόμενα Edd. κὰ παραμυθίαν assumpta ex Β. 17. τοῦ accessit ex Β. 22. τε] ’δε Β. 23. Haec τε καὶ ἐν ἀμείνοσιν accesserunt ex Β.)

195
τοῦ Θεοῦ δόξης οἱ τάλανες, σκληροί τε καὶ ἄτεγκτοι τοῖς πεπραχόσιν ἀθλίως ἀπήντων, τὸ συναλγεῖν παραιτούμενοι· μᾶλλον δὲ καὶ ἀγρίως τῆ παρ’ ἑαυτῶν σκαιότητι τοὺς ἁλόντας ἐπιφορτίζοντες. τί οὖν; μετὰ τοῦτο ἐπανῆκον μὲν κατὰ καιροὺς ἐκ τῆς αἰχμαλωσίας οἱ ἐξ Ἰσραὴλ, Κύρου μόλις [*](c) ἀνέντος, καὶ δὴ ἐν τοῖς Ἱεροσολύμοις γεγονότες ἀνετείχιζον τὴν πόλιν, καὶ αὐτὸν δὲ τὸν θεῖον ἀνεδείμαντο ναὸν, καὶ ἦσαν ἤδη πὼς ἐν ἐλπίσι λοιπὸν τοῦ εὐημερεῖν, προασπίζοντος τοῦ Θεοῦ. ἐπειδὴ δὲ ταῦθ’ οὕτως πράττεσθαι μεμαθήκασι, Γαζαῖοί τε καὶ Ἀσκαλωνῖται, καὶ μὴν καὶ Ἀζώτιοι, καὶ οἱ ἐκ τῆς καλουμένης Ἀκαρὼν, Μωαβῖται καὶ Ἰδουμαῖοι καὶ Αμμανῖται, ἕτερά τε ἅττα πρὸς τούτοις ἔθνη, τῇ τοῦ φθόνου κατετήκοντο φλογὶ, καὶ διακωλύειν ἤθελον περιφράττοντας τῷ τείχει τὴν πόλιν, καὶ δὴ συναγηγερμένοι τῶν ἐκ τῆς [*](d) αἰχμαλωσίας ἀνακεκλημένων κατεστρατεύοντο. καὶ συγκεκρότηται μὲν ἡ μάχη κατὰ τὴν κοιλάδα τοῦ Ἰωσαφάτ· [*](Joel iii. 2.) πεπτώκασι δὲ καὶ ἀνῄρηνται, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. εἷλον δὲ οὕτω κατὰ κράτος τὰς τῶν ἐθνῶν πόλεις, ὡς καὶ εἰς ἐρημίαν αὐτὰς καταστῆσαι παντελῆ, καὶ ποιμνίων ταύτας ἀποφῆναι σηκούς. ταύτης διαμέμνηται τῆς ἱστορίας εἰς τὸ παρὸν, ἐπαγγελίαν ἐχούσης, πρῶτον μὲν τῆς ἐπανόδου τῆς ἐκ τῆς αἰχμαλωσίας, εἶτα τῆς ἐσομένης εὐκλείας καὶ τῆς [*](e) κατὰ πάντων νίκης. διαρπασθήσεσθαι μὲν γὰρ τὴν Γάζαν φησὶν, οἰχήσεσθαι δὲ τὴν ’ν πρὸς ἀφανισ μον, καὶ Ἄζωτον μεσημβριας ἐκριφησεσθαι· τὸ δὲ μεσημβριας ἀντὶ τοῦ φανερῶς καὶ οὐ τρόπῳ λῃστρικῷ, ἀλλ’ ἐναργῶς καὶ πολέμου νόμῳ· τὴν γεμὴν Ἀκαρὼν ἐκριζωθήσεσθαι. εὐφυῶς δὲ σφόδρα πρὸς τὴν τοῦ ὀνόματος δήλωσιν ποιεῖται τὴν ἀπειλήν· ἑρμηνεύεται γὰρ Ἀκαρὼν ἐκριζωσις. τοῦτο δὲ αὐτὸ [*](2. συνήντων Edd. 5. καιρὸν iid. 7. αὐτὸν δὲ et θεῖον assumpta ex Β. ἀνεδείμ. ναὸν hoc ord. Β. 8. πὼς] περ Edd. 11. ἀκκαρὼν Edd. 14. τῷ assumptum ex Β. 18. καὶ et παντελῆ assumpta ex Β. 25. τουτέστι pro τὸ δὲ μεσημβριάς ἀντὶ τοῦ Edd. 27. ἀκκαρὼν iid. 28. σφόδρα Β. λίαν Edd.)
196
πείσεσθαί φησιν αὐτὴν, οἷον ἔχουσαν ἐν τῇ κλήσει φῆς ἐπενεχθησομένης αὐτῇ συμφορᾶς τὴν δήλωσιν.

[*](596 A. a)

Οὐαί οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι λόγος Κυριου ἐφ’ ὑμᾶς Χαναὰν, Γῆ ἀλλοφύλων.

Ἀποχρώντως ἀπειλήσας, καὶ τὰ ὅσον οὐδέπω συμβησόμενα προαπηγγελκὼς τοῖς τὴν Παλαιστίνην οἰκοῦσι, Γαζαίοις τε φημι καὶ Ἀσκαλωνίταις, Ἀζωτίοις τε ὁμοῦ καὶ τοῖς ἐξ Ἀκαρὼν, τὸν ἴσον ὑφαίνει λόγον καὶ ἐπὶ ταῖς πόλεσι ταῖς Φοινικικαῖς, μάλιστα δὲ τῶν ἄλλων ταῖς πρὸς τῆ θαλάσσῃ [*](b) κειμέναις. ταύτῃτοί φησιν Οὐαὶ οἱ κατοικουντες τὸ σχοίνισμα τῆς Φαλάσσης. ἐπειδὴ δὲ καὶ πολλαὶ τῶν κατὰ τὴν Παλαιστίνην πόλεων τῇ θαλάσσῃ προσῳκήκασιν, ἀποδιιστὰς ωσπερ τὰς σημαινομένας, εἰς τὸ παρὸν παροίκους αὐτὰς Κρητῶν ἀποκαλεῖ, ἵν ἐντεῦθεν νοῶμεν τοὺς τῆς Φοινίκης οἰκήτορας, οὓς καὶ Κρητῶν, ὡς ἔφην, παροικους ὀνομάζει, διὰ τοιαύτην αἰτίαν. Κρῆτες καὶ Λίβυες διείργονται μὲν ἀπ’ ἀλλήλων, μεσολαβούσης θαλάσσης, ὀλίγοις κομιδῇ διαστήμασιν. ὡς γὰρ ὁ πολὺς ἔχει λόγος, ἀνέμου πνέοντος, ἔσθ’ ὅτε τῶν ἐκ Κρήτης βοτανῶν διάττουσιν αἱ ὀσμαὶ καὶ τοὺς ἐν Λιβύη [*](c) κτείνουσι θῆρας, ἑρπετά τε φημὶ καὶ τὰ τῶν ἰοβόλων ἔθνη, τετάχατο δὴ οὖν Λίβυές τε καὶ Κρῆτες ὡς ἔθνος ἕν. ἐντεῦθεν κατὰ καιροὺς ἀποικίαν στείλαντες, τὰς ἐν τῇ Φοινίκῃ κατῳκήκασι καὶ ἀνεδείμαντο πόλεις, καθάπερ ἀμέλει καὶ Καππαδόκαι κατὰ καιροὺς τὰς τῆς Παλαιστίνης. καὶ γοῦν ἔφη [*](Amos ix. 7.) που Θεὸς διὰ φωνῆς Ἀμῶς “Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς [*](2. τὴν δήλωσιν assumpta ex Β. 4. ἡμᾶς (sic) Edd. ante Migne. 5. οὐδίπω] οὔπω Aub. οὕτω Pont. 7. ὁμοῦ assumptum ex B. 8. Φοινίκης pro πόλεσι ταῖς Φοιν. Edd. 11. καὶ accessit ex B. 13. ἀυτὰς Κρητῶν hoc ord. Β. 15. Ηaec οὕς καὶ—αἰτίαν accesserunt ex Β. 16. + γὰρ Edd. διείργονται B. διείργωνται b. διείργοντο Edd. μὲν om. B. habet b. Statim ὄπ assumptum ex b. 21. τετάχατο B.b. τετάχαται Edd. 22. ἀποικίαν b. Edd. ἀποικίας Β. τῆ̣ assumptum ex B.b. 25. που om. B.)

197
“ἐστέ μοι υἱοὶ Ἰσραήλ; λέγει Κύριος. οὐ τὸν Ἰσραὴλ “ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου.’’ καὶ ἀλλοφύλους [*](d) μὲν τοὺς Παλαιστηνοὺς ὀνομάζει, Σύρους γεμὴν τοὺς Φοίνικας, οὓς καὶ ἀναγαγεῖν ἐκ βόθρου διϊσχυρίζεται, βόθρον, οἴμαι, τὴν Λιβύην ἀποκαλῶν, διὰ τὸ εἶναί που τάχα κοίλην τε καὶ χθαμαλὴν τὴν χώραν. κατευρύνεται γὰρ εἰς κόλπους ἡ παρ’ αὐτῇ θάλασσα, μονονουχὶ καὶ ἀναφευγούσης ἀνόπιν τῆς χέρσου, καὶ τοῖς ὅτι μάλιστα νοτιωτάτοις κλίμασιν εἰσδυομένης. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ Ἐκ βόθρου, Κυρήνην ὠνόμασαν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, ὅτι Λιβύων ἄποικοι Φοίνικες ἀποφαίνονται ἐναργέστερον· Κυρήνη γὰρ τῆς Λιβύης [*](e) ἐστὶν ἐπισημοτάτη πόλις.

Λόγος τοίνυν, φησὶ, κυρίου ἐφ’ ὑμᾶς, ὦ πάροικοι τῶν κρητῶν, ἤγουν Λίβυες· τὸ δὲ πάροικοί φησιν ἀντὶ τοῦ ἄποικοι καὶ μετανάσται. Χαναὰν δὲ πάλιν αὐτοὺς ἀποκαλεῖ. Χαναναῖοι γὰρ ἦσαν ἅπαντες οἱ τὰς τῆς Φοινίκης κατοικοῦντες πόλεις, εἰ καὶ γεγόνασιν ἀπ’ ἀρχῆς ἄποικοι Κρητῶν. ἰστέον δὲ ὅτι πάλιν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ πάροικοι Κρητῶν ἐκδεδώκασι Λόγος κυρίου ἐφ’ ὑμᾶς ἔθνος ὠλοθρευμένον. ἐπειδὴ δὲ ἦν ἀναγκαῖον ἀκολουθῆσαι [*](a 597 A.) πάλιν τῆ τῶν ἑβδομήκοντα γραφῇ, τὰ ἐκ τῆς ἱστορίας παρηγάγομεν εἰς μέσον, ἃ φέρει μὲν εἰς ἡμᾶς ἡ παράδοσις, ἐπεσφράγισε δὲ ὡς ἀληθῆ καὶ ὁ τοῦ προφήτου λόγος.

καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας, κω ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβήτων.

[*](b)

Ἰδοὺ δὴ πάλιν ὡς μετοίκοις προσλαλεῖ, καὶ ὡς μετανά- [*](1. ἐστέ μοι Β. ἐστὲ ἐμοὶ Edd. 6. που om. Β. 8. παρ’ αὐτοῖς Edd. 10. ἐκ accessit ex Β. 15. Λιβύων Edd. 17. τῆς accessit ex Β. 18. ἀρχαῖς Edd. 19. ὅτι πόλιν hoc ordine Β. 20. ἐφ’ Β. πρὸς Edd. 22. πόλιν] + καὶ Edd. 27. δὴ assumptum ex Β.)

198
σταὶς διαλέγεται, καὶ μεμαρτύρηκε τῆ ἱστορίᾳ τὸ ἀληθές· ἀπολέσειν γὰρ αὐτούς φησιν ἐκ κατοικίας, τουτέστιν ἐκ γῆς εἰς ἢν παρῳκήκασί τε καὶ μετῳκίσαντο· εἰς τοῦτο γεμὴν ἐρημίας ἀφίξεσθαί φησι τὰς παρ᾿ αὐτοῖς πόλεις, ὡς νομὴν καὶ [*](c) μάνδραν γενέσθαι ποιμνίων. Κρήτην δὲ αὖ τὴν Φοινίκην, ἤτοι τοὺς ἐν τῇ Φοινίκη ἀποκαλεῖ ὡς ἐκ Κρήτης ὄντας τῆς Λιβύων ὁμόρου καὶ γείτονος. ἓν δὲ ἦσαν κατὰ τοὺς ἄνωθεν χρόνους, καὶ μέμικτο ἀλλήλοις τὰ γένη καθ᾿ αἷμά τε καὶ ἔθη καὶ νόμους.

Καὶ ἔσται τὸ σχοἰνισμα τῆς θαλάσσης καταλοίποις οἴκου Ἰσύδα· ἐπ᾿ αὐτοῖς νεμήσονται ἐν τοἷς οἴκοις Άσκάλωνος, δείλης καταλύσουσιν ἀπό προσώπου υἱών Ἰουδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεός αὀτῶι, καὶ ἀπεστρεψε τὴν αἰχμαλωσίαι αὐτῶι.

[*](Supra 595 c.)

Φθάσας ἤδη προεῖπον, ὅτι συναγήγερτο μὲν πάντα τὰ ἔθνη φθόνῳ διακεκαυμένα, καὶ κατεστρατεύοντο τῶν Ἱεροσολύμων μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, καὶ δὴ πολέμου συστάντος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἥττηνται καὶ πεπτώκασιν οἱ τοῖς λελυτρωμένοις ἀνοσίως ἐπιβουλεύοντες. [*](d) κεκρατηκότες οὖν οἱ ἐξ Ἰσραὴλ κατέβοσκον ὡς ἐρήμους τοὺς τῶν ἀλλοφύλων ἀγροὺς, καὶ οἷον σηκοῖς ἐχρῶντο ταῖς ἠρημωμέναις πόλεσι τῶν Φυλιστιεὶμ, τουτέστι τῶν Παλαιστηνῶν, διὰ τὸ πάντας ἄρδην ἀπολέσθαι τοὺς ἐν αὐταῖς. ἔσται τοίνυν φησὶ τὸ σχοίνισμα τῆς θιιλάσσης, τουτέστιν, αἱ πρὸς τῇ θαλάσσῃ τῶν Παλαιστηνῶν πόλεις, αἱ πολυανδροῦσαί ποτε, αἱ δειναὶ καὶ δυσκαταγώνιστοὶ νομὴ ποιμνίων τοῖς κιιταλοί- [*](3. Haec τε καὶ μετῳκ. accesserunt ex Β. 4. οὐτοῖς] αὐτῶν Edd. 5. αὖ] αὐτῶν iid. 6. τῆς assumptum ex Β. 8. κα μέμικτο] μέμικτο δὲ Εdd. καὶ ἔθη accesserunt ex Β. 10. Hic ν. 7 pοst ν. 6 collocant Edd. invitis B.D. 11. ἐπ᾿ αὐτὸς Β. (130, 233, 311.) ἑπ᾿ αὐτοὺς Edd. (Vat.) ἐπ᾿ αὐτοῦ F. (Alex.) 12. ἄπο προσώπου υἱῶν Ἰούδα om. Β. (233.) 15. ἤδη προεῖπον B.D. εἶπον Edd. πάντα τὰ hoc ordine B.D. 21. ἐρημ. Edd.)

199
ποις οἰκοῦ Ἰούδα. οἱ γὰρ ἐκ τῆς αἰχμαλωσίας ἀνασεσωσμένοι καὶ περιλελειμμένοι μόλις, αὐτοὶ κεκρατήκασιν, αὐτοὶ [*](e) καὶ ἐν τοῖς οἴκοις Ἀσκάλωνος δείλης καταλύσουσι. πρὸς ἑσπέραν γὰρ οἱ ποιμένες ἐγκατακλείουσι τοῖς σηκοῖς τὰς τῶν θρεμμάτων ἀγέλας. τίς οὖν ἡ τοσαύτη δύναμις; ἢ πῶς ἔσται τοῦτο, τὸ καὶ πίστεως ἐπέκεινα καὶ λόγου παντός; ὅτι ἐπεσκεπταί φησιν αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν ίαν αὐτῶν. ὅμοιον ὡς εἰ λέγοι Κατέληξε τῆς ἐπ’ αὐτοῖς ὀργῆς, ἀνῆκεν αὐτοῖς τὰ ἐγκλήματα καὶ συνοπλίζεται μὲν ὥσπερ καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ, Καρίζεται δὲ τὸ νικᾶν τοὺς ἀνθεστηκότας, καὶ τοῦτο ἀμογητί.

[*](a 598 Α.)

Oὐκοῦν ὅταν ἁμαρτάνοντας ἀποστρέφηται Θεὸς, ὑπὸ πόδας κεισόμεθα τῶν ἐχθρῶν, καὶ οὐδεὶς ὁ σώζων ἢ ἐπαμύνων ἐστίν. εἰ δὲ ἐποπτεύοι πάλιν ἐφιεμένους ἀρετῆς καὶ ζῆν ἐννόμως ἐθελοντὰς, ἀμείνους μὲν ἐσόμεθα πολέμου παντὸς, κατευμεγεθήσομεν δὲ καὶ μάλα ῥᾳδίως τῶν ἀνθεστηκότων, καὶ πληροφορήσει λέγων αὐτὸς περὶ δικαίου παντός “Ὅτι [*](Ps. xc. 14-16.) ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν σκεπάσω αὐτὸν, ὅτι “ ἔγνω τὸ ὄνομά μου. κεκράξεται πρὸς μὲ καὶ ἐπακούσομαι “αὐτοῦ· μετ’ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν καὶ “δοξάσω αὐτόν. μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ “δείξω αὐτῷ τὸ σωτήριόν μου.”

[*](d)

Ἤκουσα ὀνειδισμοὺς Μωάβ καὶ κονδυλισμοὺς υἱῶι Ἀμμὼν, ἐν οῐς ὠνείδιζον τοι λαόν μου κω ἐμεζαλύνοντο ἐπὶ τὰ ὅρω μου. διὰ τοῦτο ζῶ ἐΓὼ, λέζει Κύρνος τῶ δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, δῶτ’ Μωὰβ ὡς Σόδομα ἐσται, κὼ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, κὼ Δαμασκὸς ἐκλελειμμένη, ὡς θημωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸ αἰῶνα· κω οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται [*](9. αὐτοῖς prius] αὐτοὺς Edd. 13. καὶ om. Β. ἢ ἐπαμύνων assumpta ex Β. 14 ἐποπτεύῃ Edd. Haec καὶ ζῆν et καὶ μάλα ῥᾳδίως accesserunt ex Β. 18—22. Haec σκεπάσω—σωτήριόν μου accesserunt ex Β, σκεπάσω—τὸ ὄνομά καὶ τὰ ἑξῆς D. 20. καὶ] + οἱ F. ℵ Alex. XII.) deest in Β. 27. εκλελειμμένη] ἐκλελικμημένη Β. 28. λαοῦ] τοῦ λαοῦ F. (Alex.) τοῦ deest in Β.)

200
αὐτούς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.

[*](c)

Πεπορθημένοις τοῖς Ἱεροσολύμοις, καὶ πεπραχόσιν ἀθλίως τοῖς ἐξ Ἰσραὴλ, ἐπετώθαζον, ὡς ἔφην, τὰ πρόσοικα τῶν ἐθνῶν, ᾤοντό τε ὅτι τῶν παρά σφισι ψευδωνύμων θεῶν ἔργον ἦν τὸ ἁλῶναι τὴν Ἰουδαίαν, ἀνατετραμμένης εἰσάπαν καὶ οἰχομένης τάχα που πρὸς τὸ μηδὲν τῆς ἀεί τε καὶ ἄνωθεν ἐπι- κουρούσης αὐτοῖς χειρὸς, δῆλον δὲ ὅτι τῆς τοῦ πάντων κρατοῦντος Θεοῦ. δυσβουλίας γὰρ εἰς τοῦτο καθικέσθαι τ ἰνᾶς τὸ ἀπεικὸς οὐδὲν, ὡς πεπλανημένους, ξύλοις τε καὶ [*](d) λίθοις λελατρευκότας, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἠγνοηκότας Θεόν. ἀκήκοα τοίνυν, φησὶ, τοὺς Μωαβιτῶν ὀνειδισμοὺς καὶ κονδυλισμοὺς υἱῶν Ἄμμων. διοίσει γὰρ οἶμαι κατ’ οὐδένα τρόπον τοῦ καταπαίοντος ἢ ῥάβδῳ τυχὸν ἢ λίθῳ τοὺς πεπονθότας ὁ πλήττων ὀνειδισμοῖς, καὶ ἀχάλινον ἐπ’ αὐτοῖς 1 ἀνευρύνων στόμα, ἀνερευγόμενός τε καὶ λέγων τὰ δι’ ὧν ἦν εἰκὸς καταπικραίνεσθαί τινας εἰς δυσθυμίας καὶ λύπας, καὶ φορτικωτέραν ἔχει τῆς συμφορᾶς τὴν ἔφοδον. ἐπειδὴ δὲ καὶ κατ’ αὐτῆς τῆς θείας τε καὶ ἀπορρήτου δόξης ἀθυροστομοῦντες [*](e) ἠλέγχοντο, ταύτῃτοι, φησὶ, τὴν Σοδομιτῶν ἀνατλάντες δίκην βαδιοῦνται πρὸς ὄλεθρον, καὶ μικρά που τάχα τὰ Γομόῤῥιις ἀποφαίνοντες πάθη ταῖς ἑαυτῶν συμφοραῖς, ὀψέ τε καὶ μόλις δι’ αὐτῶν εἴσονται τῶν συμβεβηκότων τὴν τοῦ κολάζοντος δύναμιν. Δαμασκὸς γεμὴν ἡ Φοινίκων μητρόπολις ἡ λαμπρὰ καὶ περίοπτος, ἐν ᾗ τὰ βασίλεια., ψωρὸς ἔσται καλάμης, οὐκ ἐχούσης ἄσταχυν, ἧς οὐδεὶς μὲν ὁ λόγος, [*](599 Α. a) εἰς κατάπρησιν δὲ τὸ πέρας, ἤγουν εἰς διασκεδασμόν. τοὺς γὰρ τῶν ἀχύρων σωροὺς αἱ τῶν πνευμάτων ὁρμαὶ διαῤῥιπτουσι πανταχῆ· κατὰ τὸν ἴσον δὲ τρόπον καὶ τοὺς ἐν ταῖς πόλεσι ταῖς ἁλισκομέναις αἱ τῶν ἑλόντων δυνάμεις [*](4. Haec ὡς ἔφην assumpta ex Β. 5. Haec ὦον ἦν assumpta ex Β. 14. Haec τοῦ καταπαίοντος assumpta ex. B.D. 16. ἀνερευγόμενός D. Edd. ἀνερευνώμενος Β. 17. δυσθυμίαν D. 18. ἔχει habet D. ἔχειν e suo Migne. 20. τοι assumptum ex B. τὰ pro τὴν Edd. 27. εἰς alt. assumptum ex B.)

201
διασκιδνᾶσι πανταχοῦ, τοῖς ῥαγδαιοτάτοις ἐν ἴσω πνεύμασι κατεμπιπτόντες. ὅτι δὲ οὐχ ἑτέρου του μᾶλλον, ἁλλ’ αὐτοῦ τοῦ πεπονθότος καὶ ὀνειδισθέντος λαοῦ τὰ ποιάδε τῶν κακῶν κατόρθωσις ἔσται κατὰ καιροὺς, ὑπεμφαίνει λέγων Οἱ κατάλοιποι τοῦ λαοῦ μου διαρπῶνται αὐτους καὶ οἱ κατάλοιποι [*](b) ἔθνους μου κατακληρονομησουσιν αὐτούς. καταλοιπους γὰρ ἔθνους, ὡς ἤδη προεῖπον, τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνασεσωσμένους ἀποκαλεῖ, οἳ κεκρατήκασι τῶν ἐθνῶν, καὶ τὰς τῶν ἀλλοφύλων ἑλόντες πόλεις, εἰς ἐρημίαν αὐτὰς κατέστησαν παντελῆ.

Ὅταν τοίνυν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς διαγυμνάζῃ τὴν Ἐκκλησίαν, ἢ θλίψεις ἐπάγων, ἢ διωγμοὺς πράττεσθαι συγχωρῶν, ἐπιφυομένων αὐτῇ τῶν ἐχθρῶν, ἢ Ἑλλήνων τύχον, ἢ ἀνοσίων αἱρετικῶν, καταμειδιάτω μηδεὶς, περιμενέτω [*](c) δὲ μᾶλλον τοῦ παντὸς ἀγῶνος τὸ πέρας. οἱ γὰρ πλατὺ γελῶντες ἐσθ’ ὅτε, καὶ μονονουχὶ κατονειδίζοντες τὸν χριστὸν, ὡς τῶν ἰδίων οὐ προασπίζοντα, ἤγουν, ὡς οἴονται, καὶ ἀσθενοῦντα πρὸς τοῦτο, τὰ Σοδομιτῶν ὑπομενοῦσι πάθη, καὶ πυρὸς ἔσονται τροφὴ, καὶ πρός γε δὴ τούτοις, οὓς ἡττῆσθαι νενομίκασι, κρατοῦντας εὑρήσουσιν.

Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν κω ἐμεγαλύνοησαν ἐπὶ τὸ κύρω τοι παντοκρήτορα. ἐπιφανής ἔσται Κύριος ἐπ’ αὐτοὺς, κὼ ἐξολοθρεύσει πάντας τοὺς θεούς [*](d) τῶι ἐθνῶν τῆς ζῆς.

Αὕτη, φησὶν, αὐτοῖς ἡ μερὶς καὶ οὗτος ὁ κλῆρος. πεπαρῳνηκασι γὰρ καὶ κατ’ αὐτῆς τῆς ἀπορρήτου δόξης, ἀθυροστομοῦντες οἱ δείλαιοι καὶ παλιμφήμους ἱέντες φωνὰς, [*](2. κατεμπιπτόντων Edd. δὴ pro δὲ iid. τοῦτο pro του iid. 4. ἀποφαίνει idd. 5. τοῦ om. Β. 7. σεσωσμένους Edd. 13. ἢ assumptum ex Β. 15. μῆλλον] πόλιν Edd. 18. οὐκ οἱόντε iid. 23—202. 4. Ab αὐτοὺς ad αὐτοὺς transilit Β. 26. καὶ et τῆς assumpta ex D. ἀθυροστομοῦντες et καὶ π. ἱέντες φωνὰς om. D. VOL. II. D d)

202
καὶ τοῦ πάντων ἐπέκεινα μονονουχὶ κατεξανέστησαν, δεινῷ τε καὶ ἀχαλίνῳ πρὸς τοῦτο χρώμενοι θράσει. ἐπειδὴ δὲ [*](e) τὴν ἐπὶ τῷ πάντα δύνασθαι δόξαν τοῖς ἰδίοις ἀνῆπτον θεοῖς, ἐπιφανὴς ἔσται Κύριος ἐπ’ αὐτοὺς, τουτέστι, τὴν ἰδίαν αὐτοῖς ἐμφανιεῖ δύναμιν, διά γε τοῦ πάντας αὐτῶν ὀλοθρεῦσαι τοὺς θεούς. ἀνῄρηνται γὰρ καὶ πεπτώκασι τὰ παρ’ αὐτοῖς τεμένη διὰ χειρὸς Ἰσραὴλ, καὶ πυρὸς ἔργον γεγόνασι τὰ χειρόκμητα πανταχῆ τε καὶ ἐν παντὶ ἔθνει τῶν ἑαλωκότων. ποῖ δὴ οὖν τῶν θεῶν ἡ δύναμις; ἢ πῶς ἂν ἑτέρους σώσειαν, οἵγε δή σφισιν αὐτοῖς ἐπαμύνειν οὐχ οἷοί τε; μᾶλλον δὲ τί γὰρ [*](600 Α. a) ὅλως κωφὴ καὶ ἀναίσθητος ὕλη; “Τὰ εἴδωλα τῶν ἐθνῶν [*](Ps. cxiii. 12. Hb. ii. 18.) “ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων, καὶ εἰ μὴ φορτικὸν εἰπεῖν, μᾶλλον δὲ καὶ εἰρήσεται “Τί “γλυπτὸν ὅτι ἔγλυψαν αὐτὸ, ἔπλασαν αὐτὸ χώνευμα φαν- “τασίαν ψευδῆ” κατὰ τὴν τοῦ προφήτου φωνήν; καὶ ᾗ [*](Ps. cxiii. 16.) φησὶν ὁ θεσπέσιος Δαυείδ “Ὅμοιοι αὐτοῖς γένοιντο πάντες “οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.”

Καὶ προσκυνήσουσιν αὐτῷ ἔκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πάσαι αἱ νῆσοι τῶι ἐθνῶν.

[*](b)

Ἐπιφανῆ γενέσθαι φαμὲν ἐπ’ αὐτοὺς τὸν κύριον, ὡς ὠλοθρευκότα πάντας αὐτῶν τοὺς θεοὺς, πάλαι μὲν διὰ τῶν ἐξ Ἰσραὴλ ταῖς τῶν ἀλλοφύλων πόλεσι συγκαταπιμπράντων εὐσθενῶς τά τε ἐν τοῖς τεμένεσιν ἕδη καὶ τοὺς ἐν αὐτοῖς βωμούς. κατὰ ’δε γε τὸν καιρὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τουτὶ γεγονὸς ἀληθέστερον κατίδοι τις ἃν, ὅτε καὶ Θεὸς ὢν ὁ Λόγος, γέγονε καθ’ ἡμᾶς καὶ ἐπιφανής· καὶ γοῦν [*](IS. Joan. i. 1.) οἱ θεσπέσιοι μαθηταὶ τὸν ὄντα ἀπ’ ἀρχῆς, ὃν ἀκηκόασι, τοῦκατεξανέστησαν [*](1. D. κατεξανιστάμενοι Edd. 2. τὲ om. πρὸς τοῦτο χρώμενοι] Sic edidi ex D. χρώμενον (sic) D.] χρώμενοι πρὺς τούτω Edd. ἐπεὶ δὲ Edd. 3. τῷ D. τὰ Edd, 4. αὐτοὺς D. αὐτοῖς Edd. 7. χειρὸς pro πυρὸς (sic) Edd. 9. σώσειαν B.D. ἐκσώσειαν Edd. 10. σφισιν αὐτοῖς — τά εἴδωλα] ἑαυτοῖς βοηθεῖν μὴ δυνάμενοι· τὰ γὰρ εἴδωλα D. 11. κωφὸς Edd. 14. ἔπλασαν habet Β. 16. πάντες om. Β. 18. αὐτοῦ habet Β. (ut infra.) αὐτῶν F. (Alex. 42.) 23. τε assumptum ex B.)

203
τον αὐτὸν ψηλαφῆσαί τε χερσὶ καὶ ἰδεῖν ἔφασκον ὀφθαλμοῖς. ἐμφανὴς γὰρ γέγονεν ὁ τοῦ ὁρᾶσθαι κρείττων ὡς [*](c) Θεὸς, ψάλλει δέ που καὶ ὁ Δαυείδ “Ὁ Θεὸς ἐμφανῶς ἥξει, [*](P. xlix. 3.) “ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.’’ ἐπειδὴ δὲ γέγονεν ἐμφανὴς “καὶ ἐπὶ γῆς ὤφθη,’’ κατὰ τὸ γεγραμμένον, “καὶ [*](Bar. iii. 38.) “τοῖς ἀνθρώποις συνανεστράφη,’’ τότε καὶ ἀπολώλασιν αἱ βδελυραί τε καὶ βέβηλοι τῶν εἰδώλων ἀγέλαι· ἀνῄρηται δὲ εἰσάπαν καὶ τὸ τοῦ διαβόλου κράτος, ἕκαστος δὲ λοιπὸν τῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς ἐπίγνωσιν ἀληθείας ἐνηνεγμένων μένων προσάγει δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ [*](d) Πατρὶ τὴν προσκύνησιν ἐκ του τόπου αυτου, καὶ οὐκ ἔτι μὲν ἐστι κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεὸς, ἀλλὰ καὶ [*](Ps. lxxv. 2.) αἱ τῶν ἐθνῶν χῶραί τε καὶ πόλεις, κἂν εἰ τῆς Ἰουδαίας ἀπονοσφίζοιντο μεσολαβούσης θαλάσσης, οὐδὲν ἧττον προσίασι τῷ Χριστῷ, προσάγουσι τὰς λιτὰς, ἀνάπτουσι τὰς δοξολογίας, ἀκαταλήκτοις εὐφημίαις καταγεραίρουσι. πάλαι μὲν γὰρ ἦν “ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·’’ νυνὶ δὲ [*](Ib.) λοιπὸν τοῖς ἁπανταχῆ γέγονε γνωριμώτατον, γῆ δὲ καὶ [*](e) θάλαττα μεστὴ τῆς δόξης αὐτοῦ. καὶ τοῦτο ἦν ἄρα τό “Σῶ ἐγὼ, λέγει κύριος Ἤ μὴν ἐμπλησθήσεται τῆς δόξης [*](Num. xiv. 21.) “κυρίου πᾶσα ἡ γῆ.’’ προσκυνήσει δὴ οὖν ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ φησι. προανατυπῶν μὲν γὰρ ὁ νόμος τῆς Ἐκκλησίας τὸ κάλλος, τὴν ἀρχαίαν ἐκείνην τοῖς ἐξ Ἰσραὴλ ἀνώρθου σκηνήν· ἧς εἰς τύπον καὶ ἐν τοῖς Ἰεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ἐγήγερτο ναός. προστέταχε δὲ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωυσῆς, ἤγουν δι’ ἐκείνου Θεὸς, [*](a 601 Α.) ἐκ πάσης τῆς Ἰουδαίων χώρας τοὺς προσκυνεῖν ἐθέλοντας ἀναφοιτᾶν εἰς Ἱεροσόλυμα, θύειν τε οὕτω καὶ προσκυνεῖν τῷ Θεῷ, καὶ θάνατος ἦν ἡ δίκη τοῖς ἔξω θύουσι τοῦ ναοῦ. ἐπειδὴ δὲ παρελήλακε τῆς σκιᾶς ὁ καιρὸς, πέπαυται τὰ ἐν [*](3. που om. Β. ὁ prius assumptum ex Β. 10. τῷ Θεῷ καὶ Πατρὶ om. Β. Haec verba habet D. 12, Ἰουδαίων Aub. 18. ἁπαν- ταχοῦ Edd. γνωριμώτατος iid. 24. ἀνώρθου D. Migne. ἀνώρθουν Edd. 25. ἐγήγερται iid. 27. Ἰουδαίας iid. )
204
τύποις, ἐγνώκαμέν τε λοιπὸν ὡς οὐκ ἐν τόπῳ τὸ θεῖον, [*](Acta SS. App. vii. 48; xvii. 24.) οὔτε μὴν “Ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,” πληροῖ δὲ μᾶλλον οὐράνους τε καὶ γῆν καὶ τὰ κατωτέρω· ταυτῃτοι πανταχῆ τε αὐτὸν καὶ ἐν πᾶσιν εἶναι πιστεύοντες [*](b) ᾗπερ ἂν ἕκαστος ὢν τυγχάνῃ, ἐκεῖ ποιεῖται τὴν προσκύνησιν, [*](Hier. xxiii. 23.) ὡς ἐγγὺς ἔχων τὸν λέγοντα Θεόν “Θεὸς ἐγγίζων ἐγώ εἰμι, “λέγει κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν.”