In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ

ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΣΟΦΟΝΙΑΝ.

ΤΟΜΟΣ ΠΡΩΤΟΣ.

Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τοῦ Χουσὶ υἱὸν [*](Κεφ. ά.) Γοδολίου του Ἀμορίου τοῦ Ἐζεκίου ἐν ἡμέραις Ἰωσίου Ἀμὼς βασιλέως Ἰούδα.

ΠΡΟΦΗΤΕΥΕΙ μὲν ἐν τοῖς Ἱεροσολύμοις ὁ μακάριος Σοφονίας, οὐκ ἄσημος ὢν τὸ κατὰ σάρκα γένος, οὔτε μὴν κατ’ ἐκείνους ὑπάρχων, οἷς ἦν ἔθος τὸ ψευδοεπεῖν, καὶ τοὺς θείους τοῖς ἀκροωμένοις ὑποπλάττεσθαι λόγους, περὶ ὧν ἔφη καὶ ὁ θεσπέσιος Ἰεζεκιήλ “Οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρ- [*](Ezek. xiii. 3.) “δίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέποντες,” καὶ μὴν αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς “Οὐκ ἀπέ- [*](Hier. xxiii. 21.) [*](Codex Β. (D. raro adhibitus nisi initio: Ε. fragmentum 13 fere paginas complectens, post Aubertum contuli.) 1—4. Sic Ε. praemittunt τοῦ ἐν πατρὸς ἡμῶν Edd. τοῦ αὐτοῦ ἐξήγησις [τοῦ αὐτοῦ ἁγίου Κυρίλλου D.] εἰς τὸν Προφητην Σοφονίαν B.D. 5. Sic D. Textum SS. Script. post praefationem transp. Edd. invitis B.D.E. 8. Ἀμὼς D.F. Aub. ex Ε. (Alex.) Ἀμὼν (Vat.) Ἀμμὼν Pont. (ℵ) 9. τοῖς et μακαριος assumpta 13. ὁ θεσπέσιος assumpta ex iisdem. Ἰωὴλ pro Ἰεζεκιήλ D. 15. τῶν ὅλων om. Β.)

168
[*](b) “στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα “πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον.” ἀλλ’ ἧν ἀλη- [*](Hier. xxiii. 16.) προφήτης, τοὺς ἐκ στόματος Κυρίου διαπορθμεύων λόγους, καὶ Ἁγίου μὲν ἀναπιμπλάμενος Πνεύματος, ἀναβρύων δὲ ὥσπερ ἐκ πηγῆς ἀγαθῆς τῆς καρδίας αὐτοῦ τὰ ἀγαθά· ψευδηγορεῖν γὰρ οὐκ οἶδε τῶν ἁγίων ἢ γλῶττα.

Ὁ δέ γε τῆς προφητείας σκοπὸς ἐπίπληξιν ἔχει τῶν οὐσῶν σῶν ἐν τοῖς Ἱεροσολύμοις δύο φυλῶν· τοῦ τε Ἰούδα φημὶ καὶ τοῦ Βενιαμίν. γράφεται γὰρ ὡς ἠσεβηκότας, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀνοσίως προσνενευκότας, καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως διάττοντας τῶν ἀπᾳδόντων Θεῷ· προσεπ- [*](576 A. a) ενήνεκται δὲ χρησίμως καὶ τῆς βασιλείας ὁ χρόνος, καθ’ ὃν τὰ τοιάδε προσλελάληκε τοῖς προσκεκρουκόσιν, ἵνα τὴν τῶν τὸ τηνικάδε πραγμάτων πολυπραγμονοῦντες κατάστασιν, λοιπὸν ἐννοῶμεν ἐφ’ ὅτῳ τε καὶ ὅση γέγονεν ἐπ’ αὐτοὺς τῆς θείας ὀργῆς ἡ κίνησις.

[*](b)

Οὐκοῦν· ἀφηγήσομαι γὰρ ἀνὰ μέρος ἃ δὴ καὶ ὀνίνησι τοὺς ἐντευξομένους· βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Ἑζεκίας, ἀνὴρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, εὐσεβείας ἐραστὴς, δικαιοσύνης πρύτανις, ἀπάτης ἐχθρὸς, καὶ τὰ ἐκ τῆς εἰδωλολατρείας περικόπτων βλάβη· προσμεμαρτύρηκε γὰρ αὐτῷ τὰ τοιάδε σαφῶς τὸ γράμμα τὸ ἱερόν. τούτου διέποντος τὴν ἐν τοῖς Ἱεροσολύμοις βασιλίδα τι- [*](c) μὴν, ἀνέβη Σεναχηρεὶμ, ὁ Ἀσσυρίων τύραννος, εἷλέ τε [*](4 Reg. xvii. 23.) Σαμάρειαν, καὶ ἀπῴκισε τὸν Ἰσραήλ· τουτέστι, τὰς δέκα φυλάς· εἰς τὰ ὄρη Περσῶν καὶ Μηδῶν, προσεμπρήσας δὲ [*](1. αὐτοὶ οὐκ ἔτρεχον (sic) D. 2. ἐπροφήτευον Ε. προεφήτευον B.D. Edd. ἀληθῶς] + ὁ Β. 3. στόματος] + του Β. Edd. 4. καὶ ἁγίου μὲν ἀναπ. πνεύματος assumpsit ex Ε. primus Aubertus. 6. γλῶττα B.D.E. γλῶσσα Edd. 8. τοῖς deest in Edd. Haec του τε Ἰούδα καὶ τοὺ Βενιαμὶν et καὶ ταῖς—προσνενευκ. assumpsit Aubertus primus ex Ε. 14. assumptum ex Ε. πράξεων pro πραγμάτων Edd. 16. Λόγος—Ἰούδα transp. Edd. 17. δὴ om. D. 19. φιλοθεώτατος D. 20. ἐραστὴς εὐσεβ. et πρύτ. δικ. inverso ordine D. 23. ἀρχὴν pro βασ. τιμὴν D. 24. ὁ] + τῶν Β. 25. ἀνῴκισε Ε. τὸν τουτέστι om. D. 26. ὄρη D.E. Edd, ὅρια Β.)

169
καὶ τῆς Ἰούδα βασιλείας οὐκ εὐαριθμήτους πόλεις, οὐ κεκράτηκε τῶν Ἱεροσολύμων, Θεοῦ προασπίζοντος. ἐναργῆ δὲ ὄντα τῆς ἱστορίας τὸν λόγον παραδραμεῖν ἀναγκαῖον.

Εἰτα τεθνεῶτος Ἐζεκίου διαδέχεται τὴν βασιλείαν ὁ Μανασσῆς, νασσῆς, γεγονὼς ἐξ αὐτοῦ, ὃς ἦν οὕτω δυσσεβὴς, ὡς μηδένα τρόπον φαυλότητος ἀνεπιτήδευτον ἐᾶν. γέγραπται δὲ οὕτως περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Καὶ ἐποίησε τὸ [*](d 4 Reg. xxi. 2-7.) πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατά τὰ βδελύγματα “ἐθνῶν ὧν ἐξῆρε κύριος ἀπὸ προσώπου τῶν υἱῶν “καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῆ “Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ “λεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῆ δυνάμει τοῦ καὶ ἐδούλευσεν αὐτοῖς· καὶ ᾠκοδόμησε θυσιαστήριον “ἐν οἴκῳ Κυρίου, ᾧ εἶπεν Ἐν Ἱερουσαλὴμ θήσω μου, καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ [*](c) οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου, καὶ διήγαγε “τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ καὶ ἐποίησε θελητὴν, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ “πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν. “ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε “πρὸς Δαυεὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ Ἐν “ οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλὴμ ἧ ἐξελεξάμην ἐκ “φυλῶν Ἰσραὴλ καὶ θήσοι τὸ ὄνομά μου ἐκεῖ εἰς “αἰῶνα.” αἰῶνα. ταῦτα δρῶντος ἀνοσίως τοῦ Μανασσῆ ἠγανάκτει, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς Ἰεροσολήμοις ἐποίσειν ἤδη τὰ ἐξ ὀργῆς ἠπείλει σαφῶς. γέγραπται δὲ οὕτω πάλιν “Καὶ ἐλάλησε κύριος ἐν χειρὶ δούλων αὐτοῦ [*](Ib. 10-15.) [*](1. εὐαριθμήτους] ὀλίγας D. 2. Haec ἐναργῆ—ἀναγκαῖον accesserunt ex B.D.E. 4. βασιλείαν] ἀρχὴν D. μανασσῆς ὁ inverso ordine D. 8. ἔναντι pro ἐν ὀφθαλμοῖς Pont. quod vidi in uno Codice recenti. Quae sequuntur abbrev. Pont. 15. Κυρίῳ Aub. Statim ᾧ B.D. (56. al.) ὡς Ε. Edd. 19—25. ἐποίησε—αἰῶνα B.D.E. τὰ ἑξῆς Edd. 21. γλυπτὸν D. λοιπὸν 22. πρὸς alt. accessit ex D.E. Σολομῶντα D. Σαλομωνα Ε. 26. Assumpta καὶ μάλα εἰκότως ex Β. Ε. ὁ τῶν ὅλων ex B.D.E. 27. τῆς pro ἐξ D. σαφῶς assumptum ex B.D.E. 28. οὕτω πόλιν hoc ovdine B.D.E. χειρὶ] + τῶν Β.)

170
“ τῶν προφητῶν λέγων Ἀνθ᾿ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ “ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ “ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἐμπροσθὲν, καὶ ἐξή᾿ “ μαρτε καί γε Ἰούδας ἐν τοῖς εἰδώλοις αὐτῶν, οὐχ οὕτω “ τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Ἴδου ἐγὼ φέρω κακὰ “ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν ὥστε παντὸς ἀκούοντος αὐτὰ, [*](580 A. a) “ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερου “ σαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου “ Ἀχαὰβ, καὶ ἀπαλείψω τὴν Ἰερουσαλὴμ, καθὼς ἀπαλεί- “ φεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται “ ἐνώπιον αὐτῶν, καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρο- “ νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐ- “ τῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι “ τοῖς ἐχθροῖς αὐτῶν, ἀνθ᾿ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν “ ὀφθαλμοῖς μου.” καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἐποίσειν οὐκ εἰς μακρὰν τοῖς κατοικοῦσι τὴν Ἱερουσαλὴμ, ἐπηπείλει Θεός.

Κατοιχομένου δὲ τοῦ Μανασσῆ ἤδη, βεβασίλευκεν Ἀμὼς υἱὸς αὐτοῦ, κατ᾿ οὐδὲν ἀποδέων τοῦ φύσαντος εἰς ἀνοσιότητα τρόπων, ἁμιλλώμενος δὲ οὕτω ταῖς ἐκείνου δυσσεβείαις, ὡς τάχα που καὶ ὑπερκεῖσθαι λοιπόν. ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, βεβασίλευκεν Ἰωσίας, υἱὸς μὲν αὐτοῦ, πλὴν τὴν [*](b) Ἐζεκίου ζηλώσας φιλοθεΐαν, καὶ τῶν ἐκείνου τρόπων ἄριστος ἐραστής καθεῖλε μὲν γὰρ βωμοὺς καὶ τεμένη, τὸν δὲ δὴ θεῖον ναὸν καθαρὸν ἀποφήνας τῶν Μανασσῆ βδελυγμάτων, τὰ συνήθη δρᾶν εἰς δόξαν Θεοῦ τοὺς κατὰ νόμον ἱερουργοὺς ἐκέλευεν· ἐνέπρησε πρὸς τούτῳ τοῦ ἡλίου τὸ ἅρμα, ἐξήλασε τῶν Ἱεροσολύμων ψευδομάντεις, οἰωνοσκόπους, καὶ τερατo- [*](1. Assumpta ὅσα ex B.D.E. ὁ ex Β. Ε. βασιλεὺς Ἰούδα ex B.D.E. 2—7. Assumpta ἀπὸ πάντων—τάδε λέγει Xύριος ex B.D.E. ὁ Θεὸς Ἰσραὴλ ex D.E. κοὶ Ἰούδαν ὥστε—τὰ ὦτα αὐτοῦ ex B.D.E. 3. ἀμοραἱος D.E. (158.) 8-12. κα τὸ —κληρονομίας μου assumpta ex Β.D.E. 9. ἀπολείψω (sic) D. 11, αὐτοῦ D. 12. αὐτοῦ Edd. (236,247.) Statim καὶ ἔσοντοι—ὀφθαλμοἱς μου assumptaex B.D.E. 14. ἐποίησε Β. 15. ὡς ἔφην assumpta ex E. post μακρὸν tr. Β. 16. τὴν assumptum ex iisd. 17. ἤδη accessit ex iisd. Ἀμὼν ut supra Β. 19. δυσσεβείας (preli err.) Aub. Haec ἁμιλλώμενος-λοιπόν et κα τῶν ἐκένου.ου τρόπων. ἄρ. ἐραστής ex E. assumpsit Aubertus. 23. μὲν om. E. δὴ accessit ex B.E. 27. τερματολογους Ε.)

171
λόγους, καὶ μέντοι καὶ γνώστας· οὐκ εὐαρίθμητόν τε τῶν τεμενιτῶν ἀποσφάξας πληθὺν, ἐν τοῖς τῶν εἰδώλων κατέκαυσε βωμοῖς· ἀνέτρεψέ τε τὸ θυσιαστήριον τῶν δαμάλεων τὸ ἐν Βαιθὴλ, ὃ πεποίηκεν Ἱεροβοάμ. ἐπειδὴ δὲ ἦν φιλόθεος [*](c) οὕτω καὶ ἀγαθὸς, ἀνεβάλετο τὴν ὀργὴν, καὶ οὐδὲν ἐπήγαγε τῶν προεπηγγελμένων ὁ Θεός. ἐπειδὴ δὲ ἀπεβίω καὶ Ἰωσίας, βεβασίλευκεν Ἰωάχαζ, ὃν ἐχειρώσατο Φαραὼ Νεχαὼ καὶ δέσμιον ἐποιήσατο, τῇ τῆς βασιλείας στεφανώσας τιμῇ τὸν Ιεχονίαν, Ἰωσίου πάλιν υἱὸν δεύτερον, οὗ δὴ βασιλεύοντος κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς πᾶσαν καταδῃώσας τὴν χώραν εἷλε τε τὰ Ἱεροσόλυμα, καὶ τὸν θεῖον ἐμπρήσας ναὸν, ὁμοῦ τοῖς ἱεροῖς σκεύεσι δορίληπτον τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. εἰδέναι [*](d) δὲ ἀναγκαῖον, ὅτι καὶ τὰς τῶν ἀλλοφύλων πόλεις, τὰς πρὸς τῇ θαλάττῃ κειμένας, Γάζαν τέ φημι καὶ Ἀσκάλωνα καὶ ἑτέρας σὺν αὐταῖς, Ἰδουμαίους τε καὶ Ἀμμανίτας, ἡ τοῦ Βαβυλωνίου σκαιότης συντέτριφε τε καὶ διέθηκε κακῶς. διαμέμνηται γὰρ καὶ τούτου τῆς προφητείας ὁ λόγος.

Εκλείψει ἐκλιπέτω πατὰ ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος· ἐκλιπέτω ἂνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.

Ὡς ἐρήμου παντελῶς ἐσομένης αὐτοῖς τῆς χώρας, καὶ [*](1. μέντοι ex Ε. Aubertus, καὶ alt. ex Β.Ε. assumpsimus ipsi. 3. ἀνετρεψε Β.Ε. ἀνέστρεψε Edd. τε om. Ε. 4. τὸ Β.Ε. τῶν Edd. Βεθὴλ (sic) Edd. φιλόθεος οὕτω hoc ordine B.E. 5. καὶ ἀγαθὸς assumpta ex B.E. ἀνεβάλλετο E. 6. προεπηγγελμένων Ε. προηγγελμένων Β. ήπειλημένων Εdd. ἔπει δὲ Β. 7. Ἰωαχας Ε. 10. ό assumpsit ex E. Aub. deest in B. ὃς πάσαν καταδῃώσας τὴν χώραν assumpsit ex eodem Ε. Αub. ὃς om. B. 11. τε assumpsimus ex B.E. 12 δορύληπτον Edd. 13. Ἰούδᾳ Ε. 14. ὀναγκαῖον Β.Ε. χρὴ Edd. 15. θαλάσσῃ iid. 16. ἑτέρας] + δε φημι Ε. 17. τε Β.Ε. συνέτριψε Edd. Quae sequuntur καὶ διέθηκε κακῶς assumpsit Aubertus ex E. 19. ἐκλιπέτω (ter) B. ἐκλειπέτω E.F. Edd. πάντα assumptum ex Β. (22. al.))

172
ὅσον οὐδέπω σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτὴν ἀπολουμένης, ὑπερβολικὸν ἐν τούτοις τὸν τῆς προαγορεύσεως ποιεῖται λόγον. οὐ γάρ που φαμὲν, εἴπερ ἐσμὲν ἐν καλῷ τοῦ φρονεῖν ὀρθῶς, ὅτι καὶ ζῴοις ἀλόγοις καὶ νηκτοῖς καὶ πετεινοῖς ἐφίησι τὴν ὀργὴν ὁ τῶν ὅλων Θεός· ἐκεῖνο δὲ μᾶλλον ἐννοεῖν ἀναπείθει τοὺς ἀκροωμένους, ὡς οὐδενὸς τὸ παράπαν [*](581 Α. a) ἔσται φειδώ· ἀλλ’ ὥσπερ νεὼς ὁμοῦ τοῖς πλωτῆρσι βεβαπτισμένης, οὐδὲν ἀπομένει λείψανον· οὕτω, φησὶν, ἁλούσης τῆς Ἰουδαίας, οὐδὲν ἔσται τὸ σωζόμενον, οὐκ ἄνθρωπος, οὐ κτήνη, οὐ πτηνὸν, οὐ νηκτόν. ἐπειδὴ δὲ ἦν καὶ σφόδρα εἰκὸς εἶναί τινας ἐν αὐτῇ καὶ ζῶντας ἐννόμως, εὐφυᾶ τε καὶ ἀξιάγαστον ἐπησκηκότας τὴν πολιτείαν, ἵνα μὴ φαίνοιτο κατὰ πάντων ἁπλῶς καὶ ἀδιακρίτως ἱεὶς τὴν ὀργὴν, καὶ συναπολλύων μὲν τῷ ἀδίκῳ τὸν δίκαιον, τοῖς δὲ βεβήλοις καὶ ἀσεβέσι συγκαταφθείρων τὸν εὐσεβῆ, ταύτῃτοι καθίστη- [*](b) σιν ἐναργεῖς, καθ’ ὧν ἂν ἴοι τὰ ἐξ ὀργῆς. ἔφη γὰρ ὅτι Καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους απο προσώπου τῆς γῆς. καὶ ἀσθενησουσι μὲν ὑπὸ χεῖρα πίπτοντες ἐξαιρονται δὲ αὖ ἢ τεθνεῶτες καὶ ῥομφαίας ἔργον γεγενημένοι, ἤγουν ἀποκομισθέντες αἰχμάλωτοι καὶ τοῖς ᾑρηκόσι δουλεύοντες.

Εἰ δὲ δή τις ἕλοιτο μεταπλάττειν ἀστείως εἰς ἤθη καὶ τρόπους, ἄνθρωπόν τε καὶ κτήνη καὶ τὰ λοιπὰ, νοήσει μὲν ἀνθρώπους τοὺς κατὰ σάρκα ζῶντας, καὶ γήινον ἔχοντας [*](c) φρόνημα, καὶ τοῖς προσκαίροις ἐντετηγμένους, οἷς καὶ ὁ [*](1. οὐδέπω Β.Ε. οὔπω Edd. 4. ὀρθῶς om. Pont. post νηκτοῖς invito Codice transp. Aub. νηκτοῖς τε pro καὶ νηκτοῖς Ε. καὶ πετεινοῖς assumpsit Aub. primus ex E. 5. Θεός Β.Ε. δεσπότης Edd. ἐννοεῖν ἀναπείθει τοὺς ἀκρ.] ἐννοεῖν χρὴ Pont. 7. Φειδως Ε. νηὸς Edd. 10. ἦν σφόδρα εἰκὸς Β.Ε. ἦν εἰκὸς D. εἰκὸς ἦν Edd. 11. καὶ prius accessit ex D.E. Haec εὐφυᾶ τε καὶ ἀξιάγ. ἐπησκ. τὴν πολιτείαν assumpsit Aub. ex Ε. desunt in B.D. 13. κοὶ ἀδιακρ. om. D. 14. μὲν ex B.E. τοῖς δὲ βεβ. καὶ ἀσ. συγκ. τὸν εὐσεβῆ assumpsit ex Ε. Aub. 16. ἐναργῆ Edd. invitis Β.Ε. ὃν pro ὧν iid. Statim ανειοι pro ἀν’ ἴοι Ε. 17. Haec καὶ ἐξαρῶ—ἀσθενήσουσι μὲν desunt in Pont. 18. καὶ accessit ex B.E. 19. οὖ ἢ Β.Ε. αὖ οἱ D. οἱ ἄνομοι ὡς Edd. 20. εἰρηκόσι Ε. 22. ἀστείως assumpsi ex D.E. 25. κατὰ τὸ pro τοῖς προσκ.—πάντες Pont.)

173
θεῖος προσπεφώνηκε λόγος “Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ [*](Ps.lxxxi. 6, 7.) “Ὑψίστου πάντες, ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε.” τῶν γὰρ ἁγίων ἀνθρώπινος μὲν οὐκ ἔτι, θειότερος δὲ μᾶλλον καὶ πνευματικὸς ὁ βίος· εἴπερ ἐστὶν ἀληθὲς, ὡς περιπατοῦσι [*](2 Cor. x. 3.) μὲν ἐν σαρκὶ, ζῶσι δὲ οὐ κατὰ σάρκα, κατὰ τὸ γεγραμμένον· ἔχουσι δὲ μᾶλλον ἐν οὐρανοῖς τὸ πολίτευμα· κτήνη δὲ αὖ τοὺς ἀμαθίᾳ πολλῇ συζῆν εἰωθότας, καὶ νωθεῖς τὴν φρένα, περὶ ὧν φησί διὰ φωνῆς τοῦ Δαυείδ “Ἄνθρωπος ἐν τιμῇ [*](Ps. xlviii. 13, 21.) ῾ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις [*](d) “καὶ ὡμοιώθη αὐτοῖς·” προσεπιτάττει δὲ λέγων “Μὴ γί- [*](Ps. xxxi. 9.) “νεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.” δὲ δὴ λογιούμεθα τοὺς ἐπηρμένην τε καὶ οἱονεὶ μετέωρον ἔχοντας φρένα, καὶ ὑψοῦ μὲν φέρεσθαι μεμελετηκότα τὸν νοῦν, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι παραιτούμενον. τοιουτοσι [*](Rom. xii. 16.) ουτοσὶ δε πὼς ὁ ἀλαζὼν, καὶ τοῖς τῆς θεομισοῦς ὑπεροψίας ἐγκλήμασιν ὁλοτρόπως ἐνισχημένος. μένος. ἐκδέξῃ δὲ καὶ ἰχθῦς τὴν ἀλογωτάτην πληθύν· ἀφωνότατα δὲ τῶν ἰχθύων τὰ γένη· τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ, οἳ καθάπερ θαλάττῃ τινὶ τῇ τοῦ [*](e) βίου τύρβῃ περιχεόμενοι, καὶ τὴν ἁλμυράν τε καὶ πικρὰν τῶν ἐν αὐτῇ πραγμάτων ἡδονὴν τρεφόμενοι, τοῖς τοῦ θανάτου τετήρηνται λίνοις, ὄλεθρον ἔχοντες τοῦ βίου τὸ πέρας. οὗτοι δὴ οὖν ἐκλείψουσι, ποινὴν ἐπ’ αὐτοὺς ἱέντος Θεοῦ, καὶ κολάζειν ᾑρημένου λοιπὸν ὡς ἀσελγῆ καὶ ἀκόλαστον τρίβοντας βίον, καὶ παρότρυνε ἱν αὐτὸν οὐ παραιτουμένους.

Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδαι καὶ ἐπὶ πάντας τοῦς [*](4) [*](2. δὴ om. Β. habent Ε, e quo assumpsit Aubertus, D. 5. κατὰ τὸ γεγραμμένον assumpsimus ex B.E. 7. ἀμαθεια Ε. συζῆν εἰωθότος Β.Ε. συζῶντας Edd. 9. παρεσυνεβλ.—αὐτοῖς] καὶ τὰ ἑξῆς Edd. Ε. (Alex.) παρασυνεβλ. Β. 12. Assumpta δὴ ex D., τε ex Β.Ε. ἐπ. τε καὶ οἱονεὶ om. D. 13. μὲν assumptum ex D. μεμελετηκότα—παραιτούμενον D.E. μεμελετηκότας—παραιτουμένους Β. Edd. 15. πὼς ὁ Ε. πᾶς Β. Edd. 16. ἐνησχ. Ε. ἐκδέξει Ε. 19. περιχεόμενοι Β.Ε. περιεχ. Edd. 20. αὐτῇ Β. αὐτῷ Ε. Edd. Statim πράξεων Edd. 22. δὴ om. D. 23. κολάζειν ᾑρημένου λοιπὸν Β.Ε. εἰρημένου pro more Ε.] κολάζειν θέλοντος ὡς ἀσελγεῖν omittens reliqua D. κολάζοντος (omittentes ᾑρ. λ.) Edd. καὶ ἀκόλαστον assumpta ex Β.Ε. 25. Ἰούδαν B.D.E. (ℵ XII.) Ἰούδα Edd.)

174
[*](582 A. a) κατοικοῦντας ἐν Ἱερουσαλὴμ, καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τὰ ἀνόματα τῶν Βααλεὶμ, καὶ τὰ ἀνόματα τῶν ἱερέων, μετὰ τῶν ἱερῶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασι- λέως αὐτῶν, καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου καὶ τοὺς μὴ ζητοῦντας τὸν Κύριον, καὶ τοὺς μὴ Κυρίου.

Kαταλευκαίνει λοιπὸν τὸ ἀμυδρῶς εἰρημένον, καὶ ὅτι κατὰ [*](b) τῆς Ἰούδα φυλῆς, κατά τε τῶν Ἱεροσολύμων τὰ ἐξ ὀργῆς συμβήσεται, διαγορεύει σαφῶς. ἐκταθήσεσθαι γὰρ κατ’ αὐτῆς τὴν ἑαυτοῦ χεῖρά φησιν, οἱονεὶ καταδραττομένην καὶ πλήττουσαν, καὶ ὑποτιθεῖσαν αὐτοὺς τοῖς ὅσον οὐδέπω προσδοκωμένοις, μέλλουσί τε καταδῃοῦν καὶ τῆς ἐνεγκούσης ἀποκομίζειν αὐτοὺς τοῖς τῆς δουλείας βρόχοις ἐνειλημμένους. ἀπογυμνοῖ δὲ δὴ τὰ ἐγκλήματα, καὶ ἐκ μέσου μὲν ἔσεσθαί φησι τὰ ἀνόματα τῶν Βάαλ, οἰχήσεσθαι δὲ σὺν αὐτοῖς τὰ [*](c) τῶν ἱερέων. καὶ ὅτι μὲν πολλὴ παρ’ αὐτοῖς ἡ τῶν σεβασμάτων πληθὺς, καὶ διάφορος ὁ τῆς πλανήσεως τρόπος, διὰ τούτου σημαίνει. ὅτι δὲ τῷ πολέμω δαπανηθήσονται, καὶ ὀλιγανδρίας εἰς τοῦτο τὰ τῶν Ἰουδαίων ἔθνη περιστήσεται, ὡς μὴ εἶναι τάχα που τοὺς ὀνομάζοντας τὴν Βάαλ, ἤγουν τοῖς τῶν εἰδώλων τεμένεσι προσιζῆσαι δυναμένους, ὑπεσήμηνεν εὐφυῶς, ἐξαρθήσεσθαι λέγων τὰ ἀνόματα τῶν εἰδώλων αὐτῶν, καὶ μέντοι τῶν ἱερέων. τὰ δὲ ἀνόματά φησιν ἀντὶ τοῦ [*](1. ἐν accessit ex Β. (42.) τὴν pro ἐν Ε. Neutrum habet D. 2. τῶν Βααλεὶμ Β. (22. al.) τῆς βαὰλ Ε. Edd. 3. μετὰ τῶν ἱερῶν assumpta ex Β. (42. al.) 4. στρατιᾷ Β. στρατειᾷ Ε. Aub. 5. ἐκκλίναντες Ε. τοῦ om. F. Edd. (XII.) Κυρίου] + τοῦ Θεοῦ F. Edd. (sol.) 7. Κυρίου] + αὐτοῦ F. (Co.) 10. σαφῶς accessit ex Β.Ε. 11, οἷον οἱ (sic) pro οἱονεὶ Ε. 1 2. οὐδέπω B.D.E. οὔπω Edd. 14. αὐτοὺς om. Β., ante καὶ τῆς ἐνεγκ. tr. D. 16. τῶν Β. τῆς Ε. Edd. 19. τούτου D.E. Edd. τοῦδε Β. 20. ὀλιγανδρειας Ε. τὰ τῶν Ἰουδαίων ἔθνη assumpsit Aub. primus ex Ε. περιστήσεται Β. Ε. παραστήσεται Aub. παραστήσονται Pont. 21. ἤγουν τοῖς τῶν εἰδ. τεμ. προσ. δυναμένους assumpsit Aub. primus ex Ε. 22. ὑπεσήμηνεν Ε. ὑπεσήμαινεν Β. ὑπεσήμανεν Edd. 24. Haec μέντοι accesserunt ex Β.Ε.)

175
τὰς μνήμας, ἤγουν τὰς δόξας. οὕτω γὰρ αὐτὸ καὶ ὁ σοφώτατος Σολομὼν διερμηνεύει λέγων ℵ “Αἱρετὸν ὄνομα καλὸν, ἢ [*](d Pron. xxii. 12.) πλοῦτος πολύς.’’ ὁμοῦ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ὀνόμασι τῶν Βααλεὶμ ὀλοθρευθήσεσθαι λέγει τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα· εἶεν δ’ ἃν οὗτοι πάλιν οἱ σελήνη καὶ ἄρκτῳ καὶ τῃ λοιπῇ στρατιᾷ τοῦ οὐρανοῦ προσκυνεῖν εἰωθότες. ἐξαρῶ δέ φησιν ὁμοίως καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν και τοὺς εκκλινοντας ἀπο τοῦ κυροῦ. ἔθος γὰρ ἦν τῶν πεπλανημένων τισὶν ὅρκιον ποιεῖσθαι τὸν οὐρανὸν, καὶ κατευρύνειν ευρύνειν ἐπ’ αὐτῷ τὴν γλῶτταν· φιλοτιμότατα δὲ ὥσπερ ἀναφωνεῖν Νὴ τὸν βασιλέα καὶ δεσπότην ἥλιον. οἷς ἀνάγκη τοῦτο δρᾶν ᾑρημένοις καὶ ἀποφοιτᾶν ἀγρίως τῆς εἰς Θεὸν [*](e) ἀγάπης, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Κύρων τὸν [*](Deut. x. 20.) “Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, “ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.’’ καὶ γοῦν ὁ προφήτης προσμαρτυρεῖ ποτε τοῖς ἐξ Ἰσραὴλ τῆς διὰ Μωυσέως ἐντολῆς τὴν τήρησιν, ἔφασκέ τε πρὸς Θεὸν, τῆς ἐπ’ αὐτοῖς ἀποφέρων ὀργῆς “Ζῇ κύριος λέγουσιν.’’ οἱ ’δε γε μὴ [*](Hier. v. 2.) ζητοῦντες τὸν Κῦρον, μήτε μὴν ἀντέχεσθαι μελετῶντες αὐτοῦ, τοῦ, νοοῖντ’ ἃν εἰκότως οἱ φαύλην τε καὶ ἀσχήμονα διαβιοῦντες ζωὴν, καὶ τὴν ἔξω νόμου πολιτείαν ἐκτετιμηκότες. [*](a 583 Α.) ζητεῖται γὰρ παρ’ ἡμῶν ὁ τῶν ὅλων Θεὸς οὐχὶ μᾶλλον τοπικῶς, ἀλλ’ οἶμαι πραγματικῶς, διὰ γνώσεως ἀληθοῦς, καὶ τὸ ἀνεπίπληκτον ἐχούσης ἐφ’ ἑαυτῇ, διὰ πίστεως καὶ [*](1. ἤΤοι pro ἤγουν Edd. γὰρ αὐτὸ et ὁ σοφώτατος accesserunt ex Β.Ε. 2. ἐρμηνεύει pro διερμηνεύει λέγων Edd. 3. τῶν Βααλεὶμ Β. τῆς Βάαλ Ε. Aub. ὀλοθρευθήσεσθαι δὲ λέγει pro ὁμοῦ δὲ—ὁλοθρευθήσεσθοι λέγει Pont. Statim καὶ add. Edd. invitis Β.Ε. 5. πόλιν assumpsimus ex Β.Ε. καὶ ἄρκτῳ assumpsit ex Ε. Aub. 6. στρατείᾳ Ε. 7. ὁμοίως et καὶ τοὺς ἐκκλ. ἀπὸ τοῦ Κυρίου assumpsimus ex Β.Ε. 8. τῶν πεπλανημένων τισιν b. τῶν πεπλανημένων φησιν Ε. τοῖς πεπλανημένοις φησὶν Β. τοῖς πεπλανημένοις Edd. 9. καὶ κατευρύνειν ἐπ᾿ αὐτῷ τὴν γλῶτταν (γλῶσσαν errore assumpsit ex E. Aub. 10. φιλοτιμώτατα E.b. φιλοτιμότατον 11. ἀνάγκη τοῦτο δρᾶν ᾑρημένοις [ειρημένοις Ε.] Β.Ε. ἀνάγκη τοῦτο δρῶσιν b. τοῦτο δρῶσιν ἀνάγκη Edd. Statim καὶ assumpsimus ex B.E.b. 15. ὁ προφήτης assumpsimus ex Β.Ε. 16. προσεπεμαρτύρει D. μαρτυρεῖ Β. statim ποτε accessit ex B.D.E. 19. Haec μήτε μὴν ἀντέχεσθαι μελετῶντες αὐτοῦ et εἰκότως assumpsit ex Ε. Aub. 21. τετιμηκότες Β. invitis D.E. 22. τῶν ὅλων assumpsimus ex Β.Ε.)
176
ἐπιεικείας, καὶ τῆς εἰς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμασμένων καὶ ἁνδανόντων αὐτῷ σπουδῆς τε καὶ προθυμίας.

Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι ταῦτα μὲν τετέλεσται καὶ παρ’ αὐτοῦ τοῦ βασιλεύοντος ἐν τοῖς Ἱεροσολύμοις, Ἰωσίου φημὶ, [*](b) καθ’ ὃν καὶ ὁ τῆς προφητείας γέγονε λόγος. καθεῖλε γὰρ [*](4 Reg. xxiii. 24.) καὶ αὐτὸς βωμοὺς καὶ τεμένη καὶ τὰ χειρόκμητα· κατέσφαξε τοὺς ἱερουργοὺς, ψευδομάντεις, οἰωνοσκόπους. ἔοικε δὲ ὁ Προφήτης οὐχὶ δὴ πάντως τὰ ἐνεστηκότα δηλοῦν, καὶ περὶ τῶν ἤδη πεπραγμένων ποιεῖσθαι τοὺς λόγους, προαγγέλλειν δὲ μᾶλλον, ὡς ἔσται ταῦτα κατὰ καιροὺς, ἃ δὴ καὶ τετέλεσται διὰ τοῦ Ναβουχοδονόσορ, οὐκ εἰς δόξαν δρῶντος Θεοῦ· πῶς γὰρ ἢ πόθεν, ὅς γε καὶ τὸν θεῖον ἐνέπρησε ναόν; ἀνελόντος δὲ μᾶλλον καὶ κατεμπρήσαντος ὁμοῦ τοῖς εἰδώλοις τοὺς [*](c) προσκυνοῦντας αὐτά.

Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου, ὅτι ἡτοίμασε κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ.

Ἀναπλέκει χρησίμως ταῖς ἀπειλαῖς τὴν παραίνεσιν, καὶ καταπτοήσας τοῖς δείμασι, μετασοβεῖ πρὸς τὸ ἄμεινον, ὑποβλέπεσθαι κελεύων· τοῦτο γὰρ οἶμαι τὸ εὐλαβεῖσθαί ἐστι· τὸν τῶν ὅλων Θεὸν, καὶ τὰς τοῦ βίου τροχιὰς ἐπ- [*](d) ἀνορθοῦν ἐπείγεσθαι, καὶ ἀμελλητὶ μετατρέπειν πρὸς τὸ αὐτῷ φίλον καὶ δοκοῦν. δεῖν δέ φησιν ὁρᾶσθαι τοιούτους απὸ προσώπου κυροῦ, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἡσαΐου [*](Es. i. 16.) “Λούσασθε, Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ “τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε [*](1—4 τῶν ὁσίως τεθ. et αὐτοῦ—Ἱεροσολύμοις et φημὶ assumpsit ex Ε. 1. πᾶν D.E. ἅπαν Β. Edd. 5. Haec καθεῖλε—οἰωνοσκόπους assumpserat ex. Ε. Aub. 8. δὴ] + που Edd. invitis Β.Ε. 9. τὸν λόγον Edd. 10. ἐστι pro ἔσται Ε. 12. οἱ γε Ε. 15. ἡμέρα] + τοῦ Edd. deest in Β.Ε. (91. al.) 20. τὸ εὐλαβεῖσθαί ἐστι hoc ord. Β.Ε. εὐλαβεῖσθε Aub. 24. προσώπου] + του Ε. γε accessit ex Β.Ε. εἰρημένον ex Ε. assumpserat Aub. 25. γενεσθαι Ε. ἀφέλεσθε pro ἀφέλετε Edd.)

177
“ἀπὸ τῶν πονηριῶν ὑμῶν.” ταὐτὸν γὰρ οὔτι που τὸ πονηρίαν ἀφελεῖν ἐξ ὀφθαλμῶν ἀνθρωπίνων καὶ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, πλείστη δὲ ὅση τῶν πραγμάτων ἐστὶν ἢ διαφορά. πονηρὸς γὰρ ἐσθ’ ὅτε καὶ οὐκ ἀγαθὸς τοὺς τρόπους ἀνὴρ, εὐλαβείας δόκησιν ὑποτρέχει καὶ χρηστότητος [*](e) ὄνομα περιπλάττεται, καίτοι τοῦτο κατ’ ἀλήθειαν οὐκ ὤν· καὶ γοῦν ὁ Χριστός “Προσέχετε, φησὶν, ἀπὸ τῶν ἐρχομένων [*](S.Matth. vii. 15.) “πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι “ἅρπαγες.” ὁ τοιοῦτος εὐλαβὴς ἐν ὀφθαλμοῖς ἀνθρώπων, καὶ οὐχὶ δὴ πάντως ἐν ὄψει Θεοῦ· ὁ δὲ ἀκάκουργος ἀληθῶς ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, καὶ οὐχὶ μόνον τὴν ἐξωφανῆ χρηστότητα καὶ τὸ ἀγαθὸς εἶναι δοκεῖν ἀμφιέννυται, καρδίαν δὲ μᾶλλον ἀβέβηλον ἔχει, καὶ δὴ καὶ ὁρᾶται τοιοῦτος. ἔφη [*](a 584 A. Prov. v. 21.) γάρ που ὁ Σολομών “Ἔνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ “ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ “σκοπεύει.” ἡμέραν δὲ ὀνομάζει Κυρίου τῆς ἁλώσεως τὸν καιρὸν, ὃν καὶ ἐγγὺς εἶναί φησιν, οὐκ ἐφιεὶς τοῖς ἀμελεστέροις ἐκεῖνό που τάχα διενθυμεῖσθαι καὶ φρονεῖν παρά γε σφίσιν αὐτοῖς, ὡς μακρά τις ἔσται τῶν ἔσεσθαι προεπηγγελμένων γελμένων ἡ ἀνάβλησις, καὶ ὑπερτρέχουσι τὸ παθεῖν εἰς τὸ τῆς οἰκείας ζωῆς καταντήσαντες τέλος. ἔθος γὰρ ἦν Ἰουδαίοις ἐν ταῖς προρρήσεσι τῶν ὅτι μάλιστα σκυθρωπῶν τοιάδε τινὰ φρονεῖν τε καὶ λέγειν. καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν [*](b) μακάριον προφήτην Ἰεζεχιήλ “Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος [*](Ezek. xii. 27, 28.) “Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν Ἡ ὅρασις “ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς “οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε “λέγει Ἀδωναῒ κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες [*](3. πράζεών Edd, 5. ὑποτρέχει D.E. Edd. ἔχει Β. 8. ἐνδύματι Β. 9. ἅρπαγας Edd. ante Migne. 11. κοὶ οὐχὶ Β. οὐχὶ D.E. οὐ Edd. 12. ἀγαθὸν εἶναι pro ἀγαθὸς εἶναι δοκεῖν Edd, 13. καὶ alt. assumpsi ex D.E. 14. καὶ pro ὁ Edd. 15. ἀνδρὸς ὁδοὶ inv. ord. B. invitis D.E. 19. προεπηγγελμένων Ε. προηγγελμένων B.D. προαπηγγ. Edd. 20 ὑπερτρέχουσι habent D.E. 21. ἦν] + τοῖς Edd. 22. προρρήσεσι post σκυθρ. tr. iid. 23. που om. B. τὸν μακ. προφ. assumpta ex Β. desunt in D. 27. εἶπον B.E. 28. Ἀδωναῒ B.E. Ἀδοναῒ Aub.)
178
“λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον καὶ “ποιήσω, λέγει Ἀδωναῒ Κύριος.” τοῦτο καὶ νῦν, ὥς οἶμαι, φησὶν, ἠγγικέναι διαβεβαιούμενος τὴν ἡμέραν Κυρίου [*](c) καὶ ἡτοιμᾶσθαι μὲν τὴν θυσίαν αὐτοῦ, ἡγιᾶσθαι δὲ τοὺς κλητούς. καὶ θυσίαν μὲν ὀνομάζει τὴν κατὰ βούλησιν αὐτοῦ πραχθησομένην σφαγὴν τῶν ἠσεβηκότων· κλητοὺς γεμὴν τοὺς Χαλδαίους, οὓς καὶ ἡγιᾶσθαί φησιν, οὐχ ὡς ἁγίους γεγενημένους, ὡς ὁρισθέντας δὲ μᾶλλον καὶ κεκλημένους παρὰ Θεοῦ πρὸς τὸ ἐμπρῆσαι τὴν Ἰουδαίαν, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης ὀλοθρεῦσαι τοὺς ἐν αὐτῇ. τοιοῦτόν τι φησὶ καὶ ἑτέρωθι τὸ γράμμα τὸ ἱερόν. κέκληντο μὲν γὰρ [*](d) κατὰ τῆς Νινευὶ Πέρσαι τε καὶ Μῆδοι καὶ οἱ Κύρῳ συνησπικότες. ἔφη δὲ καὶ περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός [*](Es. xiii. 3.) “Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται “πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.” οὐκοῦν ὁ ἁγιασμὸς ἐν τούτοις οὐ φαυλότητος ἀπόθεσιν, οὔτε μὴν Πνεύματος Ἁγίου μέθεξιν κατασημήνειεν ἄν, ἀλλ’ οἱονεὶ τὸ πρὸς ἐκπλήρωσιν τοιοῦδε τινος πράγματος προωρίσθαι τε καὶ ἐκνενεμῆσθαί τινας.

Καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρ- [*](e) χοντας καὶ ἐπί τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τούς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπολα ἐν τῇ ὴμέρᾳ ἐκείνῃ, τοὺς τὸ οἶκον Κυρίου τοῦ Θεοῦ αὐτῶ ἀσεβείας κοὶ δόλου.

Τρία ταῦτά ἐστι τὰ δι’ ὧν ἂν εὖ ἔχοιεν πόλεις τε καὶ χῶραι, βασίλεια τε καὶ τὰ ὑπ’ αὐτὴν τῶν ἐξουσιῶν τάγματα, [*]( 2. Ἀδ. Κύριος om. Pont. τοῦτο om. Aub. ποιήσω τοῦτο. καὶ νῦν Pont. 13. τῶν ὅλων assumpsimus ex Β.Ε. 18. του τοιοῦδε τινὸς Ε. 22. ἐπὶ πάντας ἐμφανῶς B.E. ℵ Alex. XII.) ἐμφ. ἐπὶ πάντας inv. ord. F. Edd. ἐπὶ πόντος om. ut vid. S. Cyrillus. 23. προπύλαια F. τῇ ἡμέρᾳ ἐκείνη hoc ordine B.E. (sol.) 24. τοῦ assumptum ex B.E. (Alex. XII.))

179
καὶ ἡ διαβόητος ἱερωσύνη. ταῦτα δὲ εἰ μὲν ἔχοι καλῶς, κατά γε τὸ ἑκάστῳ πρέπον, εὖ ἃν ἔχοι καὶ τὰ ὑπ’ αὐτὰς [*](a 585 Α.) πράγματα, καὶ σώζεται τὸ ὑπήκοον. εἰ δὲ δὴ τὴν διεστραμμένην ἕλοιντο τιμᾶν, καὶ μὴν καὶ διάττοιεν τρίβον, ἅπαντα εὐθὺς πρὸς τὸ ἀκαλλὲς οἰχήσεται, καὶ μονονουχὶ καταμεθύει πρὸς ὄλεθρον. ὥσπερ γὰρ εἰς τὴν τοῦ σώματος κεφαλὴν ἀλγήματος γεγονότος, συναισθάνεσθαί τε αὐτῇ καὶ συναῤῥωστεῖν ἀναγκαῖον τὰ λοιπὰ τῶν μελῶν. οὕτω καὶ τῶν ἡγουμένων ἐκτετραμμένων ἐπὶ τὸ φαῦλον καὶ μέντοι ῥοπὴν τὴν εἰς τὰ χείρω νενοσηκότων συγκαταφθείρεσθαί πως [*](b) ἀνάγκη τοὺς ὑπεζευγμένους. φιλεῖ γάρ πὼς τὸ ὑπήκοον ταῖς τῶν λαχόντων κρατεῖν ἕπεσθαί τε καὶ ὑποφέρεσθαι γνώμαις. ἐν ἡμέρᾳ τοίνυν, φησὶ, τῆς ἁνδανούσης Θεῷ θυσίας, τουτέστιν ἐν καιρῷ καθ’ ὃν ἂν γένοιτο τῶν τὰ πάνδεινα πεπλημμεληκότων ἡ σφαγὴ, ἐπ’ αὐτὰ δὴ καὶ πρῶτα τὰ τῶν ἄλλων ἐξῃρημένα κατὰ τὴν δόξαν καὶ προεκκείμενα πράγματα, βαδιεῖται τὰ ἐξ ὀργῆς. ταῦτα ’δε ἐστιν, ὁ τοῦ βασιλεύοντος οἶκος· καὶ ὁ γείτων εὐθὺς τῶν ἐν δόξη καὶ περιφανείᾳ κειμένων· καὶ τρίτος ἐπ’ αὐτοῖς ὁ καὶ τῶν ἄλλων παρὰ Θεῷ προτιμότερος ὁ τῶν θείων ἱερουργῶν· ἄρχοντες [*](c) δὲ καὶ αὐτοὶ, καὶ λαῶν ἡγούμενοι, κατά γε τῆς ἱερωσύνης τὴν τάξιν. αἰτιᾶται δὲ λίαν αὐτοὺς, ὡς ἐνδεδυμένους ἐνδύματα αλλοτρια, τουτέστιν, εἰς τοῦτο λοιπὸν ἀφιλοθεΐας καὶ τῶν πάλαι διὰ Μωυσέως τεθεσπισμένων καταφρονεῖν ᾑρημένους, ὡς μηδὲ αὐτὸ τῆς ἱερωσύνης τὸ σχῆμα τηρεῖν, καιροῦ καλοῦντος αὐτοὺς ἐπί γε τὸ δεῖν ἀποπεραίνειν τὰ ἱερά.

[*](2. γε assumpsit Aubertus ex Ε. deest in B. καὶ assumpsi ex Ε. αὐτὰς Β. αὐταῖς Aub. ex Ε. αὐτὰ Pont, 3. σώζοιτο Pont. δὴ assumpsimus ex B.E. 4. ἕλοιντο τιμᾶν καὶ μαὶ καὶ assumpserat ex Ε. Aubertus. ἅπαντα] + ἡμῖν Pont. Statim εὐθὺς, quod ex Β.Ε. assumpsimus, ante διάττοιεν tr. Aubertus. 5. καταμεθύσει Edd. 9. τριῶν τούτων pro ἡγουμένων Pont. ἐκτετριμμένων Ε. κα μέντοι ῥ. τὴν εἰς τὰ χείρω νενοσηκότων accesserunt ex B.D. τὰ omiserat Aubertus. 12. ἕπεσθαί τε assumpserat ex Ε. Aubertus, omittens tamen κα sequentem. 15. καὶ pro τὰ Edd. 16. ἅλλων D.E. Edd. ὅλων Β. κάτα τὴν δ. καὶ προεκκείμενα ass. ex Ε. Aub. 19. κειμένων om. Β. habent D.E. 23. λοιπὸν om. B.D.b. habet Ε. ἀφιλοθεΐας D.E. Edd. ἀπειθείας Β. 24. πάλαι om. Β. invilis D.E.b. 25. τῆς ἱερ. τὸ hoc ordine B.E.b.)
180
[*](Lev. x. 1, 2.)