In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Μεμεθυσται δὲ ὥσπερ καὶ ἡ θεομάχος ‘Ιερουσαλὴμ, τὸ [*](c) νήφειν οὐκ ἔχουσα, διάτοι τὸ θείῳ μὴ καταλάμπεσθαι φωτὶ, μήτε μὴν ἐπαΐειν ἐθέλειν λέγοντος τοῦ Χριστοῦ “Ἐγώ εἰμι [*](S.Joan. viii. 12 xii. 35.) “τὸ φῶς τοῦ κόσμου.” καὶ πάλιν “Ἕως τὸ φῶς ἔχετε, “περιπατεῖτε περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.” μέθη δ’ ἃν νοοῖτο καὶ σκότος εἰς νοῦν καὶ νὺξ εἰς καρδίαν ἡ τοῦ συμφέροντος ἀγνωσία, καὶ τὸ μηδαμόθεν δύνασθαι κατιδεῖν τὴν τῆς σωτηρίας ὁδόν. ὅτι δὲ καὶ σεσάλευται, καὶ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα τὸ ἐρηρεισμένον οὐκ ἔχει, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; ἐκπέπτωκε γὰρ τῆς τῶν [*](d) ὅλων κρηπῖδος, καὶ τὸν ἀρραγῆ θεμέλιον οὐκ ἔχει, τουτέστι Χριστόν. παρεώραται δὲ καὶ τοῖς ἐχθροῖς δέδοται, ἢ ‘Ρωμαίοις τυχὸν, ἤγουν τοῖς εἰς πᾶν ὁτιοῦν κατακομιοῦσι τῶν παθῶν, φημὶ δὴ τοῖς ἀκαθάρτοις πνεύμασι. Χριστὸς οὖν ἄρα, καὶ πίστις ἡ εἰς αὐτὸν, παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ, καὶ τῆς τῶν ἐχθρῶν δυστροπίας ἀποτελέσει κρείττονας, καὶ ἐν ὀφθαλμοῖς ἵστησι τοῦ Θεοῦ. [*](e) περιόψεται γὰρ οὐδαμῶς τοὺς ἀγαπῶντας αὐτόν.

Πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι. ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος.

[*](1. τεταλαιπώρηκε ante φησιν transp. D. 2. ὑπενεγκοῦσα βλάβη pro βέλη ὑπενεγκ. D. 5. τε assumptum ex D. ἀπεστερημένη D. ἐστ’. Edd. 9. θείῳ μὴ καταλ. D. θείῳ post καταλ. transp. Edd. 10. μηδὲ pro μήτε D, ἐθέλ. ἐπαίειν inv. ordine D. 11. τοῦ κόσμου om. D. 14. τοῦ συμφέροντος] τῆς συμφορᾶς Edd. 15. καὶ om. D. 19. δέδοται τοῖς ἐχθροῖς inverso ordine D. 20. ἢ pro ἤγουν D. κατακομιοῦσι D. Edd. κατακομίζουσι Β. 21. δαίμοσι pro πνεύμασι D. 24. ἵστησι D. Edd. στήσει Β. 27. καὶ assumptum ex Β. (Alex. XII.) deest in D. Edd. ἔσθοντος B.D. (A.V. ℵ) ἐσθίοντος Edd. (22. al.) )
60

Τὰ πέπειρα τῶν συκῶν ἀποπίπτει ῥᾳδίως, εἰ δὴ κραδαίνοιτο τὸ φυτὸν, μονονουχὶ δὲ καὶ πρὸς τὴν τοῦ κατασείοντος καταθρώσκει χεῖρα, καὶ τοῖς δεομένοις τοῦ φαγεῖν αὐτομάτως ἐπιφοιτᾷ. οὐκοῦν ἐπειδήπερ Κύρου προσβαλόντος [*](511 A. a) καὶ πολιορκοῦντος ἤδη τὴν Νινευΐ, τοῖς τείχεσί τε αὐτῆς ἐφιστάντος τὰς ἑλεπόλεις ἤτοι τοὺς Κρίους, τὰς ἐπάλξεις ἐτήρουν οἱ ἐπαμύνοντες· εἶτα τοξεύοντες οἱ μαχόμενοι, κατεκόμιζον εἰς γῆν εὐκόλως αὐτούς. δέχεται τὴν ὁμοίωσιν ἀπὸ τοῦ πεφυκότος γίνεσθαι περὶ τὰ πέπειρα τῶν συκῶν. ταύτῃτοί φησιν ὅτι παντα τὼ ὀχυρώματά σου, τουτέστι τὰ τείχη, συκαὶ σκοποὺς ἔχουσαι, οἳ πρὸς τὴν τοῦ φαγεῖν ἐθέλοντος ἵενται χεῖρα, καὶ μάλα εὐκόλως, εἰ δή τις μόνον καταδονήσειε τὸ φυτόν.

[*](b)

Ἔσται δὲ οὕτω καὶ πᾶσα ψυχὴ, τῆς ἄνωθεν ἐπικουρίας ἐκπίπτουσα καὶ ἐστερημένη, εὐχερὴς καὶ εὐάλωτος καὶ οὐ σὺν ἱδρῶτι ληπτὴ τῷ κατεσθίοντι σατανᾷ. γέγραπται γὰρ [*](Abac. i. 16.) ὅτι “Τὰ βρώματα αὐτοῦ ἐκλεκτά.”

Ἰδοὺ ὁ λαός σου ὡς γυναὶκες έν σοι, τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου.

[*](c)

Ματαίαν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα. ᾤοντο μὲν γὰρ, ὡς οὐκ ἂν ἁλοῖέν ποτε, πληθὺν ἀμέτρητον τῶν αὐτοῖς συνασπιζοντως συναγηγερκότες, καὶ ἀρρήκτοις τείχεσι πεπυργωμένην οἰκοῦντες πόλιν. ἀλλ’ ὅτι καὶ ταῦτα παντελῶς ἀνόνητα αὐτοῖς προαναπεφώνηκεν ἐναργῶς, κακανδρίας εἰς τοῦτο κατοιχήσεσθαι λέγων τοὺς ἐπαμύνοντας, ὡς γυναίων ἀσθενῶν διενεγκεῖν οὐδέν· διανοιχθήσεσθαι δέ φησι καὶ τὰς [*](2. καὶ assumptum ex Β. δὲ καὶ om. D. 4. περ om. D. προσβάλλοντος Edd. invitis B.D. 5. τε om. D. 6. ἐφιστάντος D. Edd. ἐφιστῶντος Β. 8. αὐτοὺς εὐκόλως εἰς γῆν inverso ordine D. δέχεται] + οὖν Edd. 9. γίνεσθαι πεφ. iriv. ordine D. 12. ἵενται] ἰέναι iid. τις post καταδονήσειε transp. D. 19. αἱ πύλαι Υ. (42.) σου] + καὶ F. Edd. (Alex.) κα om. B.D. (Vat. ℵ) 22. ποτε D. πώποτε Edd. συνασπιζ. αὐτοῖς inv. ordine D. 24. αὐτοῖς ἀνόνητα παντελῶς inverso ordine D. 26. γυναικῶν D. 27. δέ assumptum ex B.D. Slatim φησι assumptum ex B. post πύλας transponit D.)

61
πύλας, εἰσβιαζομένων μένων δηλονότι τῶν ἐχθρῶν. ἀληθὲς γὰρ ὅτι “Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ [*](Ps. cxxvi. 1.) “φυλάσσων.”

[*](d)

Χρὴ δὴ οὖν ἄρα τὴν ἄνωθεν ἀσφάλειαν ἔχειν, πεποιθέναι τε ἡμᾶς ἥκιστα μὲν ἐφ’ ἑαυτοῖς, ἐπὶ Θεῷ δὲ μᾶλλον τῷ σώζοντι, καὶ μὴ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις μεγαλαυχεῖν, μήτε μὴν οἴεσθαι διεκνεύειν δύνασθαι τὴν ὀργὴν, εἰ δὴ παροτρύνοιτο Θεός. ἀπαλλάξει γὰρ οὐδεὶς θορύβου καὶ κακῶν, τὸν ᾧπερ ἂν ἐπιμηνίσειεν ὁ τῶν ὅλων κύριος. καὶ σοφὸς ἦν λίαν ὁ θεσπέσιος Δαυεὶδ ψάλλων τε καὶ λέγων “Οὐκ [*](Ps. xliii. 6.) “ἐπὶ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ὁ βραχίων μου οὐ σώσει με.” [*](e) “Ποιήσομαι γὰρ δύναμιν ἐν Θεῷ” κατά γε τὴν αὐτοῦ πάλιν [*](Ps. cvii. 14.) φωνήν.

Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ.

Φᾶσίν ὅτι Κύρου τε καὶ τῶν σὺν αὐτῷ τὰς περιοίκους τῆς Νινευΐ καταδῃούντων χώρας, καὶ πάσας αὐτῶν προαποκειρόντων ἐπικουρίας, τὴν πόρθησιν ἤδη δεδιότες οἱ Νινευῖται λοιπὸν εἰς πολλὰς καὶ μακρὰς ἀνέτεμον τάφρους τὰ περὶ τὸ ἄστυ χωρία, καὶ δὴ καὶ δυσπόρευτα τοῖς ἐχθροῖς ἀπετέλουν, [*](a 512 A.) παροχετεύοντες ποταμοὺς, καὶ ὑδάτων ἐμπιπλῶντες, καὶ τελμάτων ἔμπλεω ποιοῦντες τὴν γῆν. ἀλλ’ ἦσαν καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀμείνους οἱ μαχόμενοι, μᾶλλον δὲ ἡ θέλησις τοῦ παραδιδόντος Θεοῦ. ὅτι τοίνυν οὐδὲν ἔσται καὶ τοῦτο αὐτοῖς τὸ σπούδασμα, δείκνυσι λέγων Ὕδωρ περιοχῆς ἐπισπασαι σεαυτῇ. δοκεῖ δέ τισιν ὕδωρ ἐνθάδε νοεῖν τὸ ἐπισπώμενον, τὴν τῶν ἐπικεκλημένων ἐθνῶν εἰς ἐπικουρίαν [*](1. εἰσβιαζομένων D. Edd. εἰσβιβαζ. Β. 2. φυλάσσῃ Edd. –13 χρὴ δὴ — πάλιν φωνήν om. Β. 4. ἀσφάλειαν ἔχειν hoc ordine D. 8. θορύβου] θορύβων Edd. 9. ἐπιμηνίσῃ iid. Κύριος] Θεός iid. 12. ἐν] + τῷ iid. πάλαι iid. 14. ἐπισπάσασθαι D. 16. χώρας] πόλεις D. 17. δεδιότες ἤδη τὴν πόρθ. inverso ordine D. 18. τὸ περὶ ἄστυ χωρίον D. 19. καὶ prius] ὃ D. δυσπόρευτον D. Edd. 21. καὶ om. D. Statim ἀμείνους transponit D. 23. παραδιδόντος D. πδιδόντος B. περιδιδ. Edd. αὐτοῖς καὶ τοῦτο inverso ordine D. 25. ἐπισπάσασθαι D. ut supra. ἐνταῦθα pro ἐνθάδε D. 26. ἐπικεκλ. D. κεκλ. Edd.)

62
ἄθροισιν ἢ πληθύν. βαδιεῖται γὰρ καὶ οὕτως ἡμῖν ὁ λόγος [*](b) οὐκ ἀπὸ σκοποῦ, ὕδατα γὰρ πολλαχῆ ἡ τῶν ἐθνῶν ὠνόμασται πληθύς.

Κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν καὶ συμπάτει ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον.

Οὐ προτρέποι δ' ἂν τὰ τοιάδε Θεός· ἐπειὴ δὲ πάντως τὰ ἐσόμενα προηπίστατο, διαγελᾶ τὴν σκέψιν, καὶ ὅτι, καθάπερ ἔην ἀρτίως, μάταιον αὐτῶν ἔσται σπούδασμα πᾶν, δείκνυσι διὰ τούτων. ἐπειδὴ γὰρ συμβέβηκεν ἢ ἐπάλξεων, ἤγουν [*](c) ἑτέρας τινὸς ἐπιμελείας δεῖσθαι τὰ τείχη, πλίνθους εἰργάζοντο τὰς ἐκ πηλοῦ δηλονότι, πλὴν ὀχυρωτάτας· ὀπτωμένη γὰρ ἡ πλίνθος ἀναγκαιοτάτη πρὸς ἔργα, καὶ οὐκ ἂν ἔχοι τὸ εὐδιάθρυπτον. συμπάτει δὴ οὖν φησιν ἐν ἀχύροις, ἐργάζου καὶ πλίνθους. γενοῦ δὴ οὕτως ἰταμὸς καὶ ἀτεράμων εἰς μάχην, καθάπερ ἀμέλει καὶ ἡ πλίνθος αὐτή· ἔση γὰρ καὶ οὕτως εὐάλωτος, καὶ ἄθραυστος μὲν οὐδαμῶς, εὔκολος δὲ λίαν τοῖς [*](d) κατασείειν εἰδόσι, καὶ τῆς σῆς σκληρότητος ἀλκιμωτέραν ἔχουσι τὴν ὁρμὴν.

Ἐκεῖ καταφάγεταί σε πῦρ, έξολοθρεύσει σε ῥομφαία, καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος.