In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τὸ ἐκεῖ νοήσεις ἀντὶ τοῦ τηνικάδε, κατὰ χρόνον γὰρ καὶ οὐ τοπικῶς τὴν λέξιν ἀποδεξόμεθα. εἰ γὰρ δὴ καὶ ταῦτα γένοιτό φησι, καὶ πλίνθους ἐργάσῃ, δαπανηθήσῃ καὶ οὕτως [*](1. γὰρ D. δὲ Edd. 2. πολλαχοῦ iid. invitis B.D. 4. κατακρά- τησον] καὶ κατακρ. Edd. (Vat.) καὶ om. B.D. (Alex.) 6. προτρέποι Β. προτρέπῃ ῃ ex corr.) D. προτρέπει Edd. τοιάδε] + ὁ iid. τὰ alt. assumptum ex D. 7. σκέψιν 1). σκῆψιν Edd. ἐπειδὴ pro καθάπερ (sic) D. 8. σπούδασμα πᾶν D. τὸ σπ. Edd. 9. ἢ om. D. ἢ pro ἤγουν D. 10. τινὸς om. D. πλίνθους] + γὰρ Edd. 12. ἕλοι τὸ D. ἔχοιντο iid. 13. φησιν post ἀχύροις transp. D. 14. δὴ] δὲ B. 15. καθὰ δὴ pro καθάπερ ἀμελει D. αὐτή] αὐτῇ D. καὶ alt. assumptum ex B.D. 16. εὔκολος εὐάλωτος D. 19. καταφάγεταί alt.] καὶ φάγεταί D. καὶ καταφ. Alex.l 22. ἀποδεξόμεθα D. δεξόμεθα Β. ἀποδεχόμεθα Edd. 23 φησι om. D.)

63
ὡς ἀπὸ πυρὸς, κατανεμηθήσεται ’δε σε τε καὶ τὴν σὴν χώραν, καὶ ἐν ἀκρίδος τάξει ὁ πολέμιος. ἔσῃ δὲ καὶ ὄκνῳ πεπεδημένος [*](e) καὶ βραδὺς εἰς φυγὴν ὡς βροῦχος βαρυνθείς. φασὶ γὰρ ὅτι πιπτούσης χαλάζης καὶ ὑετῶν καταρρηγνυμένων, ἀδρανὴς ὁ βοοῦχος εἰς πτῆσιν, καταδεδευμένων αὐτῷ τῶν πτερῶν. οὐκοῦν τὸ ἄπορον εἰς φυγὴν τῶν Νινευιτῶν ὑποσημαίνει πάλιν ἀπὸ τοῦ τοῖς βρούχοις συμβαίνοντος.

[*](a 513 A.)

Ἐπλήθυνας τὸς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε καὶ ἐξεπετάσθη· ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτος σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγου· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔτω τὸ τόπον αὐτῆς.

Ἐμπορίας ἔοικεν ἐνθάδε δηλοῦν οὐχὶ τὰς διὰ χρημάτων, τὰς ἐπὶ λήμμασι καὶ πλεονασμοῖς, τὰς γεγενημένας δὲ μᾶλλον [*](b) ἐπὶ τῆ τῶν ἐθνῶν ἀθροίσει καὶ συγκομιδῇ. κατεμισθοῦντο γὰρ, ὡς ἔφην, τὰ περίοικα τῶν ἐθνῶν, τοὺς τεθνηξομένους μονονουχὶ ἐμπορευόμενοι, καὶ συλλέγοντες εἰς μάχην τοὺς αὐτίκα δὴ μάλα ἀπ’ ὄλου μένους· ἦσαν δὲ οὗτοι πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες. τοιγάρτοι καὶ τῇ τῶν ἄστρων παρεικάζονται πληθύι·. ἀλλ’ εἰ καὶ συνήχθησαν, φησὶ, καὶ συνδεδραμήκασι, καταπτοηθήσονται τῷ πολέμῳ, καὶ ἀποδραμοῦνται πάλιν ὡς βροῦχος καὶ ὡς ἀττέλαβος. εἶδος δὲ τοῦτο μικρᾶς ἀκρίδος, ἣ ἐπειδὰν ἐμπέσῃ φραγμοῖς ἢ ταῖς c τῶν κήπων αἱμασιαῖς, πάγου μὲν ὄντος, ὡς ἔφην, καὶ ὑετοῦ κατασκήπτοντος, καταμέμυκε τε καὶ ἠρεμεῖ, τῇ τῆς ὑγρότητος βίᾳ τὴν πτῆσιν παρῃρημένη· ἡλίου γεμὴν ἀνίσχοντος καὶ [*](1. ἀπὸ πυρὸς] ἀπόπυρος Edd. σε et σὴν desunt in Edd. καὶ ἐν ἀκρίδος τάξει ante σε τε transp. D. 2. πολέμιος D. πόλεμος iid. 3. βαρυνθείς] ὁ βαρυνθείς iid. invito D. 4. ὡς pro ὄτι D. 5. ὁ βροῦχος εἰς πτῆσιν hoc ordine B.D. πτήσεις Β. Statim καταδεδυμένων Β. αὐτῷ] αὐτοῦ D. 7. ἀπὸ] ὑπὸ Edd. 8. τὰ om. Edd. 9. ἐξεπέτασεν D. ἐξήλλατο D. ἀτέλαβος Β. 10. ἐν ἡμέραις [XII.] πάγου B.D. (Alex.) ἐν ἡμέρᾳ πάγους Edd. (Vat. ℵ) 11. 11. ἀφήλλατο D. 12. χρημάτων] + καὶ Edd. invitis B.D. 15. μονονουχὶ ante τοὺς τεθν. transp. D. 19. παρεικάζ. τῇ τῶν ὁ. πλ. inverso ordine D. 21. ἀποδραμοῦνται D. ἀπολοῦνται Edd. ὡς alt. assumptum ex D. 22. τοῦτο] τουτὶ iid. invitis B.D. 25. παρῃρ. τὴν πτῆσιν inverso ordine D.)

64
θερμὴν αὐταῖς ἐνιέντος ἀκτῖνα, ταχεῖαν ποιοῦνται τὴν ἀποφοίτησιν, καὶ ἀφίπτανται κατὰ τὸ εἰωθός. οὕτως, φησὶν, ἔσονται οἱ σύμμικτοί σου. ἀποπτήσονται γὰρ καὶ οἴκαδε πάλιν [*](Ps. cxvii. 8.) ἀποδραμοῦνται, τὴν σὴν ἐλπίδα κενώσαντες. “Ἀγαθὸν οὖν ABBREY [*](d) “ἄρα καὶ ἀτρεκὲς τὸ πεποιθέναι ἔπι κύριον, ἡ πεποιθεανι “ἐπ' ἄνθρωπον, κατὰ τὴν τοῦ προφήτου φωνήν.

Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεύς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου· ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἠν ὁ ἐκδεχόμενος.

ταλανίζει τοὺς ὄχλους, ὡς κακανδρίας εἰς τοῦτο καὶ δειμάτων ἐλισθηκότας, ὡς καὶ πρὸς μόνην αὐτοὺς ἀτονῆσαι [*](e) τοῦ πολέμου τὴν προσβολὴν, καὶ ἐπὶ τὰς τῶν ὀρῶν ἀναθρώσκειν κορυφὰς, καὶ οἷον προτείχισμα τοῦ κινδύνου ποιεῖσθαι τὰς δυσχωρίας. εἶτα τῆς ψοφοδεείας τὴν αἰτίαν ἀποδιδοὺς, εὐφυᾶ ποιεῖται διήγησιν τῶν καθηγεῖσθαι λαχόντων τὸν ὄλεθρον· ὡς ἐν ἤθει λέγων, ἀντὶ τοῦ πεπόρθηνται καὶ διολώλασιν, ἄποροί τε γεγόνασιν εἰς τὰς τέχνας τὰς στρατηγικὰς, γικὰς, τὸ ἐνύσταξαν τιθεὶς, καὶ ὅτι κατεκοιμίσθησαν οἱ ἐν [*](514 A. a) δυνάμεσί τε καὶ ἐξουσίαις καὶ δημαγωγοὶ καὶ τὰς ἄνω καὶ διαφανεῖς λαχόντες τιμάς. πεπόνθασι δὲ τὸ νυστάζειν ὑπὸ βασιλέως Ἀσσυριου, τουτέστι, τὸ γένος ἔχοντος ἐξ αὐτῶν. αὐθιγενὴς γὰρ ὁ Κῦρος, καὶ ἐξ αἵματος Περσικοῦ. σκήπτεται δὲ ὁ προφητικὸς ἡμῖν λόγος μονονουχὶ τὸ θρηνεῖν, ἤγουν καταμειδιᾶν τῶν εὐκόλων εἰς πτοίαν. ἀπῆρε γάρ φησιν ὁ λαός σου ἐπὶ τὰ ὄρη καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος, [*](1. αὐτοῖς om. D. ἐνιέντος] ἀνιέντος D. τάχα pro ταχεῖαν Edd. 2. ἔσονταί φησιν inv. ordine D. –6. ἀγαθὸν—φωνήν om. Β. Β. ἀτρεκὲς D. ἀτρεκὴς ὁ λόγος Edd. 7. σου om. Β. (153.) ἐκοίμησε D. (62. al.) 8. τὰ om. F. Edd. 11. ἀτενίσαι pro ἀτονῆσαι D. 14. ψοφοδείας D. Migne. 16. ἀντὶ του] ἀπὸ τούτου Edd. 17. ἀπόρητοί pro ἄποροί iid. τέχνας στρατήγ’. pro τὰς τ. τὰς στρατ. D. 18. ἐνύσταξε D. κατεκοιμίσθησαν Β. κατεκοιμήθησαν D. Edd. 21. Ἀσσυρίου B.D. Ἀσσυρίων Edd, 23. ἡμῖν ὁ προφητικὸς inverso ordine D. 24. καταμειδιᾷ Edd. 25. ἐπί τὰ ὄρη om. D.)

65
τουτέστιν ὁ ἀνέχων εἰς εὐτολμίαν, ὁ περικόπτων τὰς τῶν φευγόντων δειλίας, καὶ ἀνασειράζειν δυνάμενος τὴν ἀδρανῆ [*](b) καὶ ῥιψάσπιδα τῶν προδεδωκότων πληθύν. προαπολώλασι γὰρ οἱ τοῦτο δρᾶν εἰωθότες, καὶ τῆς ἐν πολέμοις εὐτεχνίας οἱ ἐπιστάται.

Νοηθείη δ’ ἂν, καὶ μάλα εἰκότως, καὶ περί γε τῆς Ἰουδαίων ἀγέλης, τό Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας του. οὐαὶ γὰρ ὄντως τοῖς καὶ αὐτὸν τὸν τῶν ὅλων ἀπεκτονόσι Σωτῆρα καὶ Λυτρωτὴν, καὶ τοῖς τῶν ἁγίων αἵμασιν ἀνοσίως προστεθεικόσι καὶ αὐτὸ τὸ Δεσποτικόν. συμβέβηκε δὲ τοῦτο παθεῖν [*](c) αὐτοὺς, διάτοι τὸ λίαν κατανυστάξαι πρὸς δυσβουλίαν τὸ ἡγούμενον καὶ τοὺς ἐν ποιμένων τάξει παρειλημμένους, γραμματέας δὴ λέγω καὶ Φαρισαίους καὶ τοὺς τοῖς τῆς ἱερουργίας κατεστεμμένους αὐχήμασιν, οὓς καὶ κατεκοίμισε νοητῶς ὁ Ἀσσύριος βασιλεὺς, τουτέστιν ὁ σατανᾶς. λαμβάνεται γὰρ εἰς τὸ ἐκείνου πολλάκις πρόσωπον ἡ τῶν Βαβυλωνίων ἀρχή. ὅτι δὲ καὶ ἐνύσταξαν οἱ ποιμένες καὶ οἱ Αυναστεύοντες παρ’ αὐτοῖς, πῶς ἐστὶν ἀμφιβαλεῖν, ἄνω τε καὶ κάτω τῆς θεοπνεύστου γραφῆς ἀνατιθείσης αὐτοῖς τῶν λαῶν [*](d) τὴν ἀπώλειαν; γέγραπται γάρ “Ὠ οἱ ποιμένες οἱ διασκορ- [*](Hier. xxiiii. 1.) “πίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.” καὶ πάλιν “Οἰ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστὶ κύριος, καὶ οἱ ἀντεχό- [*](Ib. ii. 8.) “μενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν “εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῆ Βάαλ·” ‘Ησαΐας δὲ πάλιν φησί “Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν [*](Es.i. 21-23.) “πλήρης κρίσεως; ἐν ἧ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν [*](2 πεφευγότων pro φευγόντων D. 3. πληθύν] πληγήν Edd. 4. γὰρ assumptum ex B.D. πολέμῳ Edd. 9. ὄντος D. ἀπεκτ. τὸν τῶν ὅλων inv. ordine D. 10. ἀνοσίως accessit ex B.D. 14. γραμματεπῖς D. τοὺς om. D. Statim τοῖς assumptum ex B.D. 15. γερουσίας pro ἱερουργ. D. καὶ assumptum ex D. 16. νοητῶς D. ὄντως Edd. 17. πολλάκις εἰς τὸ ἐκείνου inverso ordine D. 18. καὶ ἐνύσταξαν D. κατενύστ. Edd. 19. ἀμφιβάλλειν D. 21. ὦ οἱ D. ὅτι ὦ Edd. 22. ἀπολλύντες B.D. ἀπολοῦντες Edd. νομῆς μου iid. 23. εἶπον D. (22. al.) 24. νόμου] + μου D. (Alex. XII.) 25. ποιμένες pro προφῆται (sic) D. τ,ῆ Β. τῷ D. Edd. (22. al.) 27. Haec πλήρης κρίσεως accesserunt ex B.D. )

66
[*](e) “δὲ φονευταί. τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί “σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, “κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες άντα- “πόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κράτει χήρας οὐ “προσέχοντες.”

Οὐκ ἐστὶν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή θοῦ.

[*](515 A. a)

Ὅταν τι συμβαίνῃ τῶν ἀπευκτῶν παθεῖν, εἰ μὲν ἴοι τοῦτο μεμετρημένως, καὶ οὐχὶ δὴ πάντως πέρα τοῦ καθήκοντος, ἐλπὶς ὕπεστιν ἀγαθὴ τοῖς τῷ παθεῖν ὑπενηνεγμένοις, ὅτι καὶ ἀνασφῆλαι δυνήσονται καθάπερ ἐξ ἀρρωστίας ἐπὶ τὸ δύνασθαι διαβιοῦν εὐσθενῶς καὶ ὅτι μετοιχήσονται πρὸς εὐημερίαν, ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων ἐπὶ τὸ ἄμεινον. ἐπειδὰν δὲ εἰς λῆξιν αὐτοῖς ἀθλιότητος προήκοι τὰ πράγματα, [*](b) τότε δὴ πάντως δυσδιάφυκτος ἡ συμφορὰ, μᾶλλον δὲ καὶ παντελῶς ἀνεξίτητος. τοῦτο παθούσῃ τῇ Νινευῒ, φησὶν ὅτι καὶ συνετρίβη καὶ ἀπόλωλε, καὶ τῆς τοῦ δύνασθαι θεραπείας τυχεῖν συνανῃρημένης ἐλπίδος καὶ οἱονείπως ἀθλίως καταφλεγμαίνοντος τοῦ κακοῦ καὶ τὴν ἐσχάτην ἐφ’ ἑαυτῇ ζητοῦντος τομήν.

Ὅτι δὲ καὶ ἐν τούτοις γέγονεν ἡ κυριοκτόνος ‘Ιερουσαλὴμ, ἀτρεκὲς εἰπεῖν. πολλάκις μὲν γὰρ ἐπλήττετο, καταθεόντων αὐτῆς τῶν ἐχθρῶν, ἀλλ’ ἠκολούθουν αἱ θεραπεῖαι, κατοικτεί- [*](c) ροντος Θεοῦ καὶ οἷον καταμαλάσσοντος τὴν συμβᾶσαν αὐτοῖς πληγήν. ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς τὸν τῶν ὅλων Δεσπότην, συνετρίβη καὶ πέπτωκε καὶ οὐκ ἦν ἴασις, κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀμάλθακτος δὲ καὶ ἡ τῶν συμβεβηκότων αὐτοῖς ἀπομεμένηκε φλεγμονή. τοιγάρτοι [*](1. ὑμῶν] + ἐστὶν D. 2. ἀπειθοῦσι] ἀπειθεῖς Edd. 7. ὅταν τι] Πάντα iid. συμβαίῃ Β. invito D. συμβ. post ἀπευκτῶν transp. D. 8. καθήκοντος] + λόγου D, 13. ἐπὰν δὲ D. αὐτοῖς om. D. Statim ἀθλιοτάτην Edd. 15. ἀνεξίτητος παντελῶς inverso ordine D. παθούσῃ τῆ] παθούσης τῆς Edd. 16. καὶ primum om. D. καὶ secundum] + ὁτ’ Edd. invito D. 20. καὶ om. D. Statim γέγ. ἐν τούτοις inverso ordine D. 21. γὰρ, assumptum ex B.D. ἐπλήττετο et πολλάκις inter se transp. D. 22. 32. αὐτῆς] αὐτὴν Edd. 24. αὐτοῖς] αὐτῇ iid. 26. τε pro ’δε D.)

67
καὶ ἔφασκον οἱ μακάριοι προφῆται, τῇ Βαβυλωνίων αὐτὴν παρεικάζοντες “Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ [*](Hier. xxviii. 9.) ἰάθη ἐγκαταλίπομεν ἕκαστος αὐτὴν, καὶ ἀπέλθομεν εἰς “τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, “καὶ ἐξῇρεν ἕως τῶν ἄστρων.” εἰς οὐρανὸν δὲ τὸ κρῖμα [*](d) καὶ ὑψοῦ τὸ πλημμέλημα. πεπαρῳνήκασι γὰρ, ὡς ἔφην, οὐκ εἰς ἕνα τῶν ἁγίων ἁπλῶς, ἀλλ’ εἰς τὸν τῶν ἁγίων Δεσπότην.

Πάδντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, χαρήσονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακώ σου διὰ παντός;

Ψῆφος ὅτι δικαία γέγονε παρὰ Θεοῦ, τὴν Βαβυλωνίων ἀρχὴν καταστρέφουσα, καταμαρτυρήσει λαμπρῶς τὸ ἐπιστυγνάζειν [*](e) αὐτῇ παντελῶς οὐδένα· κροτεῖν δὲ μᾶλλον καὶ ἐπιγάνυσθαι καὶ καταμειδιᾶν κειμένης, διάτοι τὸ ἀφορήτους συμφορὰς ὑπενεγκεῖν καὶ πλεονεξίας, καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων εἰς πεῖραν ἐλθεῖν. καὶ γὰρ ἦν ἅπασι φορτικὴ καὶ δύσοιστος, πέμπουσα καὶ τοῖς εἰς μακρὰν τῆς ἐνούσης αὐτὴ δυστροπίας τὴν αἴσθησιν.

Φαίην δ’ ἃν, ὅτι καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν [*](a 516 A.) ὁ σατανᾶς, ὁ τῆς ἑαυτοῦ δυστροπίας τε λίνον κατευρύνων πανταχῆ, καὶ σαγηνεύσας εἰς πλάνησιν τὴν ὑπ’ οὐρανὸν, καὶ τοῖς τῆς ἀπωλείας ἐγκαταδήσας βρόχοις, ἀκούσειεν ἃν εἰκότως, καθῃρημένος ὑπὸ Χριστοῦ, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος ἀπεληλαμένος Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου χαρησονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σε, διοτι ἔπι τίνα, οὐκ ἐπῆλθεν ἡ κακία σου δια παντός;

[*](1. καὶ om. D. 3. ἐγκατελίπομεν — ἕκαστος post ὂπ transp. D.] ἀπήλθομεν B.D. ἐγκαταλίπωμεν — ἀπέλθωμεν ωμεν Pont.) Edd, 4. γῆν D. ὁδὸν Edd, 5. καὶ assumptum ex D. 6. ὕψου] ὕψος iid. 9. σου om. D. 10. τίνας D. ἦλθεν Β. (153. 240.) 12 ὅτι δικαία γέγονεν ἡ ψῆφος pro ψῆφος — γέγονε D. 15. κειμένης D. κειμένῃ Edd. 16. ὑπεν. συμφ. inverso ordine D. 18. φορτικὴ] φορτικὸς Edd. 20. ὁ et τουτεστιν om. D. 21. αὐτοῦ pro ἑαυτοῦ D. 22. πανταχῆ D. πανταχοῦ Edd. 23. τῆς om. Aub. 25. πάντες] + δὲ B. 26. σου et τίνα habet D. 27. ἐπῆλθεν D. ἦλθεν Edd.)