In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐπάρατον δὲ πρὸς τούτῳ καὶ τὸ αἰσχρῶν ἡττῆσθαι λημ- [*](456 A. a) μάτων, ἥκειν δὲ εἰς τοῦτο δυσβουλίας, ὡς ἀλογῆσαι λοι[]ον καὶ τῶν εἰς ὀρθότητα τρόπων, καὶ τὸ κρίνειν ἀδεκάστως, [*](2 λόγους εἰργνικοὺς inverson ordine (ut supra) A. 3. αἰτιάσαιτό A. αἰτιάσεταί Edd. τῇ εἰρήνῃ pro εἰς εἰρήνην A. 4. διαφοράν] Sic correxi ex B. διαφθοράν A. Edd. ἂν et εἴη desunt in A. 6. τῆς om. A. 7. διερμηνεύει] Sic edidi. διερμηνεύειν (sic) A. διερμηνεύσει b. ἑρμηνεύει Edd. 8. ἀδικοῦντας A.b. ἀδίκους Edd. 9. λέγωμεν B.b. λέγωσι Edd. 10. αὐτοὺς assumptum ex B. τοὺς pro αὐτοὺς ὡς b. 11. παραλύσομεν A.B. παραλύσωμεν b. παραλύουσι Edd. 13. ἐκζητοῦσιν Edd. invitis A.B. 14. δωροδοκεῖν] δωροληπτεῖν B. invito b. 17. τῆς νόσου τὴν hoc. ordine A.b. τὴν alt. om. B. 21. ἔχει B. ἔχειν A. ἔχῃ Edd. verbum hoc om. b. καταμωμήσεται Edd. invitis A.B.b. 22. ἡ assumptum ex A. 24. ἡττᾶσθαι A. 25. τε pro δὲ A. 26. ἀδίκως pro ἀδεκάστως A.)

713
μηδὲ ποιεῖσθαι περὶ πολλοῦ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς ἀδικεῖν εἰωθόσι, καὶ μερίζεσθαι πρὸς αὐτοὺς τὴν ἀσέβειαν, ἀλλοτρίαις τε οὕτω κοινωνεῖν ἁμαρτίαις. ὑποκείσεται δὲ [*](1 Tim. v. 22.) ὅτι πάντη τε καὶ πάντως ὀργαῖς τε καὶ δίκαις ὁ τοῖς ὧδε δεινοῖς πλημμελήμασιν ἑαυτὸν ἐνιεὶς, πῶς ἂν ἐνδοιάσειέ τις, εἴπερ ἕλοιτο φρονεῖν ὁρθῶς;

[*](b)

Καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σῆς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς.

Διττὸν ἐπηπείλησεν αὐτοῖς ἐπάγειν τῆς δίκης τὸν τρόπον. ἔφη γὰρ ὅτι “Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, καὶ ἀφανιῶ Supra [*](vi. 13, 14.) “σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμ- “πλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ “διασωθῇς.” προσεπετίθει δὲ, ὅτι καὶ “Σύ σπερεῖς καὶ οὐ [*](Ib. 15.) “μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ “οἶνον καὶ οὐ μὴ πίητε.” ὅτι τοίνυν οἰχήσεται μὲν αὐτοῖς [*](c) τῆς ἐξ ἀγρῶν εὐκαρπίας τὸ ἀμφιλαφὲς, ἐλλείψει δὲ καὶ τὰ ζωαρκῆ, καὶ τῇ τῶν χρειωδεστάτων ἐνδείᾳ καταπιεσθήσονται, διδάσκει λέγων, ὡς ἐν εἴδει μὲν σητὸς δαπανήσειν πάντα αὐτῶν τὰ ἀγαθὰ, τουτέστι, τὰ οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν, καὶ τὸ τῆς εὐημερίας διακεκτῆσθαι πλάτος. ὅτι δὲ ἔμελλον παταχθήσεσθαί τε καὶ ἀφανισθήσεσθαι, ἐξωσθῆναί τε, ὥσπερ καὶ ἔν σφισιν αὐτοῖς, τουτέστιν, ἀλλήλοις συνδιολεῖσθαι, καὶ ὑπό γε σφῶν αὐτῶ οἴκων τε καὶ πόλεων ἐλεεινῶς ἐκπέμπεσθαι, διατρανοῖ λέγων Καὶ βαδίζων [*](d) [*](1. μὴ pro μηδὲ B. προκεῖσθαι A. 5. ἑαυτὸν πλημμελ. inverso ordine B. 7. ἀγαθὰ αὐτῶν A. αὐτῶν ἀγαθὰ Edd. (153.) 8. ὡς f. Edd. (36, 49, 153) cf. infra. καὶ A. Neutrum habet B. 9. αὐτοῖς ἐπάγειν hoc ordine A. 10. ἀφανίσω Edd. 13. προσεπετίθει] Sic correxi. προσεπιτίθει A. Edd. καὶ prius assumptum ex B. 14. ἐλαίαν] ἔλαιον Edd. 16. εὐκαρπίας] ἀκαρπίας iid. repugnantibus A.B. 18. μὲν εἴδει inverso ordine A. δαπανήσειν Β. δαπανήσει Edd. 19 τὰ αὐτῶν pro αὐτῶν τὰ Β. 20. κεκτῆσθαι Β. 21. τε καὶ ἀφανισθήσεσθαι desunt in A. 22. τήσιν pro σφισιν Α.)

714
ἐπὶ κανόνος ὡς ἐν ἡμέρα σκοπιᾶς· ἐξελοῦμαι γάρ φησι τὰ ἀγαθὰ αὐτῶν. καὶ οὐχὶ δὴ μόνον ὡς σῆς ἐκτρώγων, ἀλλὰ καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρα σκοπιᾶς. καὶ δυσέφικτον μὲν κομικῇ τὸ ῥησίδιον, οἶμαι δὲ ἔγωγε μὴ ἂν ἑτέρως αὐτὸ νοηθῆναι δύνασθαι πρὸς ἡμῶν, εἰ μὴ γένοιτο σαφὴς ἡ τῶν εἰς τοῦτο βλεπουσῶν ἱστοριῶν προαφήγησις, ὃ δὴ καὶ ποιεῖν περάσομαι.

Γαβὰ τοίνυν κώμη τις ἐστὶν, ἤγουν πολίχνη κατὰ τὴν Ἰουδαίαν, ἐπὶ γηλόφου κειμένη, ἐκνεμηθεῖσα δὲ καὶ εἰς κλῆρον τοῖς ἐκ φυλῆς Βενιαμὶν, ὠνόμασται δὲ τοῦτο καὶ [*](e) βουνὸς καὶ σκοπιά. μεμνήμεθα δὲ ὅτι Λευίτης ἀνὴρ, ὡς ἐν τῇ βίβλῃ γέγραπται τῶν κριτῶν, ὑβρισθείσης αὐτῷ τῆς παλλακίδος ὑπὸ τῶν ἐκ φυλῆς Βενιαμὶν ἐν αὐτῇ τῇ γῇ [*](Jud. xix. 29.) Γαβαὰ, κατατεμὼν τὸ λείψανον εἰς δυοκαίδεκα μέρη, ἁπάσαις ἔπεμψε ταῖς φυλαῖς, τῶν ἐκ φυλῆς Βενιαμὶν τὸ πλημ- [*](Ib. xx. 1 sqq.) μέλημα καταφανὲς ἅπασι καθιστάς. εἶτα συμβέβηκεν ἐντεῦθεν κατεξαναστῆναι μὲν πολέμου νόμῳ τῶν ἐκ φυλῆς Βενιαμὶν τὰς ἑν ἀρχῇ μὲν νενικηκότων τῶν ἐκ φυλῆς Βενιαμὶν, [*](457 A. a) ὕστερον δὲ τῶν ἑτέρων φυλῶν κατεφθαρκυιῶν αὐτοὺς εἰσάπαν. μέμνηται τῆς ἱστορίς καὶ ὁ προξήτης Ὡσηέ. Φησὶ [*](Hos. 8, 9. ix.) γὰρ, ὅτι “Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν, ἐξθάρητσαν “κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ.” ἐπειδὴ γὰρ, φησὶν, εἰδωλολατρείαν καὶ ψευδομαντείαν· ταυτὶ γὰρ ἡμῖν ἐν τούτοις ἡ μανία δηλοῖ· κατέπηξαν ἐν οἵκῳ Κυρίου, ταύτῃτοι καὶ [*](1. ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς] Sic edidi. ὡς ἐν ἡμερᾳ σκ. ἐπὶ κ. A. ὡς ἐπὶ κ. ἐν ἡμ. σκοπ. Β. ἐπὶ καν. ἐν ἡμ. σκοπ. Edd. Statim haec ἐξελοῦμαι γάρ—ἐν ἡμέρᾳ σκοπιιᾶς accesserunt ex A.B. Praemittit καὶ δυσέφικτον μὲν κομιδῇ τὸ ῥησείδιον (sic)· οὕτω γάρ φησιν (omittens γὰρ φησι post ἐξελοῦμαι) B. 2. ὡς assumptum ex B. 3. ὡς assumptum ex A. Post σκοπιᾶς, pergit πλῆν ὅτι δυσέφικτον, οἶμαι ἔγωγε B. ὡς ἐφικτὸν (sic) pro δυσέφικτον Α. 4. δὲ A. τε Edd. 5. δύνασθαι νοηθῆναι nverso ordine B. 10. τῆς pro τοῖς (sic) A. τοῦτο assumptum ex A. 11. ἔν τινι (sic) pro ἐν τῇ Α. Statim βιβλίῳ Α. 12. ὑβρισμένης pro ὑβρισθείσης A. 13. παλλακίδος] γυναικὸς B. γῇ om. B. e. habet A. Statim Γαβαὰ A. (A.V.) Γαβᾶ B. Γαβὰ Edd. 19. ἀρχαῖς A. Βεωιαμὶν] + τὰς ἑτέρας φυλὰς Edd. invito A. 22. Κυρίου] Θεοῦ Edd. (Vat.) 23. εἰδωλολατρεῖαι καὶ ψευδομαντεῖαι Edd. Statim τουτὶ A. 24. ἡμῖν assumptum ex A.)

715
κατεφθάρησαν ὡς ἐν ταῖς ἠμέραις τοῦ βουνοῦ, τουτέστι, τῆς Γαβαά. ὅτι δε ὁ βουνὸς ἤτοι Γαβαὰ καλεῖται καὶ σκοπιὰ, μαθήσῃ σαφῶς ἐκ τῶν γεγραμμένων ἐν τῇ τρίτῃ [*](b) τῶν βασιλειῶν. Ἀσὰ μὲν γὰρ βεβασίλευκε τῆς Ἱερουσαλῆμ, Βαασὰ δὲ τῆς Σαμαρείας καθ᾿ ἕνα καιρόν. ἐπειδὴ δὲ κατεμερίζοντο πρὸς διχόνοιαν, καὶ ἀλλήλοις ἐπιμηνίσαντες τὸν τοῦ πολέμου νόμον ὡπλίζοντο, “Ἀνέβη, φησὶ, [*](3 Reg. xv. 17.) “Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν “Ῥαμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον “τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.” καταθέοντος δὲ τὴν Σαμαρει- [*](Ib. 21.) τῶν τοῦ Ἄδερ, ὁ μὲν Βαασὰ τῆς Ῥαμὰ ἀπεσκευάζετο, τοῖς [*](c) πολεμίοις ἀντανιστάμενος. ἐκδεδράμηκε δὲ τῶν Ἱεροσολύμων ὁ Ἀσὰ, εἶτα γεγονὼς ἐν Ῥαμά “Παρήγγειλε, φησὶ, [*](Ib. 22.) “παντὶ Ἰούδα εἰς Ἐνακεὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς “Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς ἅ ᾠκοδόμησε Βαασὰ, καὶ “ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βε- “νιαμὶν καὶ τὴν σκοπιάν.” ἐκαλεῖτο δὴ οὖν ἡ Γαβαὰ βοῦνός τε καὶ σκοπιά· διερμηνεύεται γὰρ οὕτως ἡ Γαβαὰ, διὰ τὸ ἦρθαί τε ὑψοῦ, καὶ ἐν γηλόφῳ κεῖσθαι καὶ σκκοπιᾷ.

“Ἄρξομαι δὴ οὖν τοῦ πατάξαι σε, καὶ ἀφανιῶ σε ἐπὶ [*](Supra vi. 13.) “ταῖς ἁμαρτίαις σοῦ,” καὶ οὐ καθ᾿ ἕτερον τρόπον, ἢ κατ᾿ ἐκεῖνον αὐτὸν τὸν ἐν ἡμέρα σκοπιᾶς. βαδιοῦμαι γὰρ ὥσπερ [*](d) ἐπὶ κανόνος, οὐκ ἐκκλινῶ δὲ εἰς δεξιὸν οὔτε μὴν εἰς εὐώνυμον, τῆς κατὰ σοῦ δίκης τὴν ὁδὸν ἐρχόμενος.

Ἕοικε δ[ε πάλιν τοιοῦτόν τι ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνειν λόγος. προφητεέι μὲν γὰρ ὁ Μιχαίας ἐν ἡμέραις Ἰωάθαμ [*](2. Γαβαὰ Α. Γαβά Edd. 5. Βασὰ Β. (93, 236.) βασαὰ Edd. et infra. 6. διχόνοιαν Α. διάνοιαν Edd. ἐπιμηνιάσαντες Α. 7. τοῦ om. A. 8. ἐπὶ] + τὸν Edd. invito A. 9. τῷ pro τοῦ iid. invito A. τὸν pro καὶ εἰσπορ. τῷ B. Statim παντὶ Ἰούδα παρήγγειλε φησιν inverso ordine A. 14. εἰς συνακεὶμ Α. (82.) ἀροῦσι pro αἴρουσι Α. τῇ pro τῆς B. 16. Haec ὁ βασιλεὺς assumpta ex A. βασιλεὺς B. πᾶν restitui ex A. περὶ B. Edd. 17. Haec ἐκαλεῖτο—σκοπιὰ accesserunt ex A.B. Γαβαὰ sic correxi. Γαβὰ B. σκοπιά (sic) A. 18. τε accessit ex B. solo. 20. σε αλτ.] + φησι e. invito A. 24. κατὰ σοῦ δίκης A.b. καταδίκης Edd. 25. τι τοιοῦτον πάλιν inverso ordine A. 26. μὲν assumptum ex A.)

716
καὶ Ἄχαζ καὶ Ἐζεκίου. ἀλλ᾿ ὁ μὲν Ἰωάθαμ ἀνὴρ γέγονεν εὐσεβὴς, ὁ δὲ δὴ Ἄχαζ βδελυρὸς καὶ ἀπηχθημένος καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων εἰς δυσσέβειαν. οὗ καὶ βασιλεύοντος Φακεὲ ὁ τοῦ Ῥομελίου, βασιλένων δὲ τὸ τηνικάδε [*](e) τῆς Σαμαρείας, πεπολέμηκε τὸν Ἰούδαν, σύνοπλον ἔχων τὸν Ῥαασσὼν τὸν τῆς Δαμασκοῦ βασιλέα, πλείστους τε ὅσους ἀπέκτεινεν ἐν ἡμέρᾳ μιᾷ. γέγραπται γὰρ οὕτως ἐν τῇ δευ- [*](2 Par. xxviii. 5,6.) τέρᾳ τῶν Παραλειπομένων περὶ τοῦ Ἄχαζ “Καὶ παρέ- “δωκεν αὐτὸν Κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως “Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐ αὐ- “τῶν αἰχμαλωσίαν πολλὴν, και ἤγαγεν εἰς Δαμασκὸν, καὶ “εἰς τὰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ [*](458 A. a) “ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην, καὶ ἀπέκτεινε Φακεὲ “ὁ τοῦ Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδα, ἐν ἡμέρᾳ “μιᾷ ἐκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ “αὐτοὺς καταλιπεῖν Κύριον τὸν Θεὸν αὐτῶν.”

Ἰστέον οὖν, ὅτι θεῷ προσκρούοντες ἐν ἐνδείᾳ μὲν εὐθὺς ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ λιμὸς ἡμᾶς κατατήξει δεινὸς [*](cf. Gal. v. 15.) τῶν θείων καὶ πνευματικῶν ἀγαθῶν, ἀλλήλους δὲ ὥσπερ δάκνοντες δαπανήσομεν. οὐ γὰρ βραβεύει Χριστὸς τὴν ἰδίαν [*](b) εἰρήνην τοῖς οὐκ ἀγαπῶσιν αὐτὸν, ὃ δὴ μάλιστα συμβαῖνον ὁρᾶται τοῖς τῆς ἀληθείας ἐχθροῖς, παρ᾿ οἷς οὐκ ἔστιν εὑρεῖν χάρισμα πνευματικὸν, ἀλληλοφαγίαν δὲ ὥσπερ καὶ διαμάχην, ἔριν καὶ φιλονεικίαν καὶ σχίσματα· καὶ περὶ αὐτῶν ἂν [*](Hier. xvi. 5, 4.) λέγοι Θεός “Ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ “τούτου, καὶἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται” καὶ ἰσχὺν [*](1. Ézex;ia pro Ἐζεκίου Edd. invitis A.B. 2. καὶ ἀπηχθημένος desunt in B. 4. βασιλεύων Α.Β.βασιλεύς Edd. Statim δὲ assumptum 12. Ἰσραὴλ] + καὶ Α. 13. πληγὴν μεγάλην ἐν αὐτῷ inverso ordine A. υἱὸς pro ὁ τοῦ Α. (19, 93,μ 108). 14. βασιλέως pro βασιλεὺς Α. 15. εἴκοσι om. A. (74, 106, 120, 134, 236.) 16. αὐτῷ αὐτοὺς pro αὐτοὺς Α. Haec τὸν Θεὸν αὐτῶν accesserunt ex A. 20. λοιπὸν pro Χριστὸς Α. 21. συμβαίνειν Edd. invitis A.B. 23. χάρισμα] χρίσμα iid. 24. αἰκίσματα pro σχίσματα Α. 25. λέγοι] λέγοιτο Α. τὴν εἰρήνην μου hoc ordine A. μου τὴν εἰρ. B. Edd. 26. ἀποθανειται Edd. invitis A. B. Statim θεοῦ add. iid. Quae sequuntur usque ad fin. scholii, desunt in B.)

717
καὶ ὁμοψυχίαν οὐκ ἐκείνοις· πόθεν; ἀλλὰ τοῖς τὰ αὐτοῦ σέβουσι διανέμοντος, καὶ οἷς ἂν εἰκότως τὸ τῆς εἰρήνης ἐνιζήσειεν ἀγαθὸν, τὴν τῆς ἀληθείας τιμῶσι δύναμιν, καὶ τὸ κατατέμνεσθαί ποι πρὸς ἐκτόπους εἰκαιοβουλίας οὐκ ἀνεχομένοις, [*](c) καταθαυμάζειν δὲ μόνον τῆς ἀληθείας τὸ κάλλος ἐσπουδακόσιν.

Οὐαὶ οὐαὶ αἱ ἐκδικήσεις σου ἥκασιν, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.

Ἀκούεις ὅπως καὶ τὰς τῶν θρηνούντων ἀπομιμεῖται φωνὰς, οὐ προσδοκώντων ἔτι τὰς συμφορὰς, ἀλλ᾿ οἷον ἐν αὐταῖς ἤδη γεγενημένων, καὶ κλαιόντων γυναικοπρεπῶς; ἥκασι γὰρ αἱ ἐκδικήσεις σου φησὶ, τουτέστιν, ἐνέστηκεν ὀ τῆς [*](d) δίκης καιρὸς, ἐν χερσὶν ὁ πόλεμος, ἐπὶ θύραις ὁ πόνος. ἐπιφέρων γὰρ ὅτι Νῦν ἔσονται κλαυθμοὶ αὐτῶν, δέδειχεν ἐναρῶς, ὅτι μὴ εἰς μακρὰς ὑπερθέσεις τὰ τῆς προφητέιας ἔρχεται, κεῖται δὲ ὥσπερ ἐν ὀφθαλμοῖς. μετὰ γάρ τοι τὸν Ἰωάθαμ εὐθὺς γέγονεν ὁ Ἄχαζ πονηρὸς καὶ ἀποστάτης, καὶ τῶν ἰδίων τέκνων σφαγεὺς, ἂ τοῖς τῶν δαιμονίων ἀνετίθει βωμοῖς. ἐπ᾿ αὐτοῦ πεπτώκασιν “ἐν ἡμέρᾳ μιᾷ ἑκατὸν εἴκοσι χιλιάδες” [*](2 Par. xxviii. 6.) τῶν ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμίν. ἰστέον δὲ, ὅτι κατ᾿ ἐκεῖνο [*](e) τοῦ καιροῦ καὶ αὐτὸς ἐκτέτικε δίκας ὁ Ἰσραήλ. Φακεὲ γὰρ βασιλεύοντος, ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων κατὰ τῆς Σαμαρείας, καὶ πλείστας μὲν ὅσας αὐτῆς ὠλόθρευσε πόλεις, εἶλε δὲ καὶ τὴ Δαμασκὸν, καὶ αὐτὸν ἀπέκτεινε τὸν ῾Ρασσὼν, ὥστε καθ᾿ ἕνα καιρὸν συμβέβηκε δαπανηθῆναι μὲν τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ὑπὸ τῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν, αὐτοὺς δὲ τοὺς ἐν Σαμαρείᾳ παθεῖν ὃ δεδράκασιν ὑπὸ τοῦ Βαβυλωνίου. ὁρᾷς οὖν, ὅπως μονονουχὶ [*](a 459 A.) [*](1. πόθεν;] Sic correxi. ποθὲν Α. Edd. τὰ Α. τοῦ Εdd. 4. τοῖς pro ποι Α. εἰκαιοβουλίαν Aubertus. 5. μόνον Α. μᾶλλον Edd. 7. οὐαὶ accessit ex A.B. (Alex. XII.) Statim αἱ assumptum ex A. deest A. 10. αὐταῖς] Sic correxi ex A. αὐτοῖς Εdd. κλαόντων Α. γυναικοπρεπῶς κλαιόντων inverso ordine B. 16. ὁ deest in Edd. 20. τοῦ om. B. 21. βασιλεύσαντος Β. 23. καὶ prius assumtpum ex B. 24. ῥαασσὼν α. ῾Ραασὼν Edd. 25. τὸν alt. assumptum ex A.)

718
τὸν κανόνα τῆς ὀργῆς διατρέχων, τὸν ἐν καιρῷ τοῦ βουνοῦ ἤτοι τῆς σκοπιᾶς, τετιμώρηκε τοὺς ἡμαρτηκότας.

[*](1 Cor. x. 11.)

Ἀλλ᾿ ἐκεῖνα μὲν τοῖς ἀρχαίοις “συνέβη τυπικῶς, ἐγράφη “δὲ εἰς νουθεσίαν ἡμῶν,” ἵνα τοῖς ἴσοις ἐναλῶναι πλημμελήμασι ἀεὶ διεκνεύοντες, διατελῶμεν ἐν εὐπαθείαις, εὐμενῆ καὶ φίλον καὶ προεστηκότα τὸν τῶν ὅλων ἔχοντες Θεόν. ἁρμόσειε [*](b) δ᾿ ἂν καὶ μάλα εἰκότως τοῖς τὰ ὀρθὰ διαστρέφουσι, καὶ τὴν τῶν ἁπλουστέρων παραλύουσι πίστιν, καὶ ἡμᾶς αὐτοὺς ὡς εἰπεῖν Οὐαὶ οὐαὶ αἰ ἐκδικήσεις σου ἥκασι, νῦν [*](Ib. viii. 12.) ἔσονται κλαυθμοὶ αὐτῶν. “Ἁμαρτάνοντες γὰρ εἰς τοὺς ἀδελ- “Φοὺς καὶ τ΄πτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, “εἰς Χριστὸν ἁμαρτάνουσι.” καὶ ὅτι πάντη τε καὶ πάντως [*](Prov. i. 31. Ib. 32.) ἀπολογήσονται τῷ Κριτῇ, καὶ “τῆς ἑαυτῶν δυσσεβείας “ἔδονται τοὺς καρποὺς,” πῶς ἔστιν ἀμφιβαλεῖν; ”Ἀνθ᾿ “ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς “ἀσεβεῖς ὀλεῖ,” κατὰ τὸ γεγραμμένον.

[*](c)

Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ· διότι μἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.

Πλημμελοῦντες πολυτρόπως οἱ ἐξ Ἰσραὴλ, καὶ ἐπί γε σφίσιν αὐτοῖς καταθηγοντες εἰς ὀργὰς τὸν τῶν ὅλων Δεσπότην, εἶτα διὰ τῶν ἁγίων προαναμανθάνοντες προφητῶν, ὡς [*](d) ἐν ἀφύκτοις ἔσονται κακοῖς, εἰ μὴ ταῖς ἐπιεικείαις ἐξημεροῦν ἕλοιντο τὸν Δεσπότην, δέον ἑλέσθαι φρονεῖν ὀρθῶς, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς τιθασεύειν λελυπημένον· τοῦτο [*](1. τῶν pro τὸν Edd. ἐν] + τῷ Β. 2. σκηνοπηγίας pro σκοπιᾶς Α. Statim τετιμώρηται Α. 3. συνέβη om. A. 4. ἁλῶναι Β. 5. εὐπαθείαις Α. εὐπαθείᾳ Edd. 6—16. ἁρμόσειε δ᾿ ἂν καὶ etc. usque ad fin. scholii desunt in B. 8. παραλύουσι Α. διαλύουσι Edd. 9. ὡς om. A. οὐαὶ assumptum ex A. 13. ἀπολογήσονται—πῶς om. A. 14. ἀμφιβαλεῖν ἐστιν inv. ordine A. 17 ἡγουμένοις] + καὶ F. Edd. (Co.) 20. ἐχθροὶ] καὶ ἐχθροὶ Β. οἱ om. A. (Vat.) habet F. 21. οἱ om. A. (86, 147.) invito F. 23. τὸν deest in Edd. 27. λελυπημένον Α. λελυπημένους Edd.)

719
μὲν οὐκ ἔδρων οἱ δείλαιοι· πόθεν; δυσβουλίας δὲ μᾶλλον εἰς τοῦτο κατώλισθον, ὡς οἴεσθαί τε καὶ πιστεύειν, ὅτι περιέσονται μὲν τῆς θείας ὀργῆς, κατευμεγεθήσουσι δὲ, καὶ λίαν εὐκόλως, πολέμου παντὸς, εἰ τὰς τῶν ὁμόρων ἐθνῶν ἔχοιεν ἐπικουρίας, καὶ τὰς τῶν ἀρχόντων συμπνοίας καὶ ὑποσχέσεις. [*](e) ὅτι δὲ ψυχροῖς καὶ εἰκαίοις ἐπιτεθαῤῥήκασι φενακισμοῖς, καὶ ἀνόνητον ἕξουσι παντελ[ς τὴν ἐπίδα, διδάσκειν αὐτοῦς ὁ Προφήτης πειρᾶται, λέγων Μὴ καταπιστεύετε ἐν Φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγυμένοις· σφαλερὸν γὰρ τὸ χρῆμα καὶ ἀνόνητον παντελῶς. ἐπειδὴ γὰρ ἧκεν ὁ Βαβυλώνιος καταδῃώσων τὴν Σαμάρειαν, τότε δὴ τότε τῶν ὁμόρων ἐθνῶν οἱ ἡγούμενοι, καίτοι πλείστην ὅσην αὐτοῖς ὑπισχνούμενοι τὴν ἐπικουρίαν, τοὺς ὑπέρ γε σφῶν αὐτῶν ἀγῶνας ἔχοντες οὐ μετρίως, ἀσπαστὸν ἡγοῦντο τὸ σώζεσθαι μόνον, τὸ δὲ δὴ χρῆωαι καὶ [*](a 460 A.) ἐπικουρεῖν, οὐδ᾿ ὅσον εἰς νοῦν ἐποιοῦντο τάχα. μὴ τοίνυν ἐν φίλοις καταπιστεύετε, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἴστε δὲ, φησὶν, ὅτι Θεοῦ καθ᾿ ἡμῶν κινοῦντος τὰ ἐξ ὀργῆς, οὐδὲ αὐτὸς ὑμῖν ὁ τῆς φύσεως νόμος καὶ τῆς ἐμφύτου φιλοστοργίας ἡ δύναμις τὴν εὔνοιαν χαριεῖται, κἂν γοῦν τῶν ἐξ αἵματος ἐγγύς τε καὶ αὐτοί. καὶ γύναιον μὲν ἀνδρὸς ἀλογήσει τότε, υἱοὶ δὲ πατράσειν ἐπαναστήσονται, καὶ μὴν καὶ [*](b) μητράσι θυγατέρες. αὐτὸς γὰρ, φησὶν, ὁ τῆς φιλοστοργίας τοὺς νόμους ἐγχαράττων τῇ φύσει, μεταπείσειεν ἂν εὐκόλως καὶ ιμεταβαλεῖ πρὸς τὸ ῥᾴθυμον.

Πλὴν ὅτι τῆς ἔν γε τούτοις ἡμῖν ῥᾳθυμίας ὁ τρόπος οὐχ εἷς ἂν νοοῖτο καὶ ὁ αὐτὸς, ἀλλὰ διττὸς καὶ διάφορος. οἱ μὲν γὰρ τοῖς φιλοστοργίας προσκρούουσι νόμοις, ἀνοσίως [*](1. οἱ δείλαιοι· πόθεν;] Sic edidi ex B. οἱ δείλαιοι ποθὲν Α. οἱ δείλαιοί ποτε Edd. 2. τε οm. A. 6. εἰκαίοις] ἀεικάκοις Α. Statim ἐπιτεθαρρήκασι β. ἐπιτεθαρσ. Εdd. 7. ἕξουσι α. ἔχουσι Εdd. 8. καταπιστεύετε Α. πιστεύετε iid. 9. γὰρ] δὲ Α. ῥῆμα (sic) pro χρῆμα Α. 14. δὴ om. A. 15. ἑτέρους Edd. 16. ἐπὶ] + τοῖς iid. invito A. 17. ἰστέον b. ὑμῶν] ἡμῶν iid. repugnantibus A.B.b. 18. ἡμῖν iid. invitis A.b. τῆς alt. om. A. Statim ἐκφύτου Edd. invitis A.b. 19. ἔννοιαν Α. κἂν γοῦν Α.Β.b. ἤγουν Edd. 20. τε assumptum ex B. 27. ὁ om. A. 28. ἀνοσίως] ἀναιδῶς Β.)

720
τοῖς γεγεννηκόσι ἐπιφυόμενοι, οἱ δὲ τοῦτο δρῶσι καὶ Θεὸν εὐφραίνοντες καὶ τὰς ἰδίας ψυχὰς ἀνασώζοντες. καὶ γοῦν [*](S. Luc. xii. 51—53.) ἔφασκεν ὁ Σωτήρ “Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι [*](c) “ἐν τῇ γῇ; οὐχὶ, λέγω ὑμῖν, ἀλλ᾿ ἂ διαμερισμόν. ἔσονται “γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς “γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ τρισί. διαμερισθήσονται πατὴρ ἐπὶ “υἱῷ καὶ υἱὸς ἐπὶ πατρὶ, μητὴρ ἐπὶ τὴν θυγατέρα καὶ θυ- “γάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς “καὶ νύμφη ἐπὶ τὴν πενθεράν.” ψήφῳ δὴ οὖν ὀρθῇ στεφανώσομεν τὴν οὕτω λαμπρὰν ἀφιλοστοργίαν. προσοικειοῖ γὰρ τῷ Θεῷ, κἂν εἰ τῆς κατὰ σάρκα συγγενείας ἀποτέμοι τινὰς, ὥστε καὶ ἀναμελῳδεῖν εὖ μάλα τὸ διὰ φωνῆς τοῦ Ps. xxvi. d 10. “Δαυείδ Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλειπόν “με, ὁ δὲ Κύριος προσελάβετό με.”

Ἐγὼ δὲ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, εἰσακούσεταί μου ὁ Θεός μου.

Ἁρμόσειεν ἂν, καὶ μάλα εἰκότως, ταυτὶ μετανοούσῃ τε τῇ Σιὼν, καὶ τῶν τῆς αἰχμαλωσίας πόνων ὡς ἔσται κατὰ καιροὺς προαναθρούσῃ τὸ πέρας. εἷλε μὲν γὰρ τὴν Βαβυλωνίων [*](1 Esdr. 1. e) ὁ Κῦρος, ἀνῆκε δὲ μόλις ἐν λειψάνοις ὄντα τὸν Ἰσραήλ, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, οἴκοι τε ἰέναι προστέταχε καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναδείμασθαι νεών. τότε γὰρ οἷά περ ἐκ σκότους καὶ δεσμῶν ἀῤῥήκτων διαδιδράσκοντες, ἐν φωτὶ γεγόνασι, Θεοῦ κατοικτείροντος, καὶ εἰς τὴν ἄνωθεν [*](1. ἐπιφερόμενοι pro ἐπιφυόμ. Edd. invitis A.B. 3. ἦλθον pro παρεγενόμην Α. 5. ἑνὶ accessit ex A. (suprascriptum A.) 6. διαμερισθήσονται Α. διαμερισθήσεται iid. ἐπὶ A. ἐφ᾿ iid. 7. πατρὶ] + καὶ iid. invito A. ἐπὶ τὴν θυγατέρα Α.Β. ἐπὶ θυγατέρι Edd. 8. ἑαυτῆς iid. 10. φιλοστοργίαν iid. ante Migne. Statim προσοικεῖ pro προσοικειοῖ Edd. om. A. 13. ὅτι οm. A. ἐγκατέλειπόν Α. (Αlex.) ἐγκατέλιπόν Edd. 15. ἐπὶ alt. deest in B. (153.) τῷ Σωτῆρί om. A. 16. μου alt. deest in B. (22, 130, 153.) 17. Ἁρμόσειεν ἂν Β. ἂν deest in A. Ἁρμόσειε δ᾿ ἄν τις Edd. ταυτὶ accessit ex B. 19. προαναθρούσῃ Β. προαναθούσῃ Α. προαναθεωρούσῃ Edd. 20. δὲ om. A. 21. ἰέναι] Sic correxi ex B. εἶναι Edd. 22. ἀναδέμασθαι (sic) Edd.)

721
αὐτοῖς πρεπωδεστάτην ἐλευθερίαν ἀνενήχοντό πως, ἀνιέμενοί τε καὶ χαίροντες. ἐγὼ τοίνυν φησὶ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὀψὲ μὲν λίαν καὶ μετὰ πεῖραν ὧν ἔδει παραιτεῖσθαι τὴν ἔφοδον. πλὴν εἰς Θεὸν ἕξειν τὴν ἐλπίδα φησὶν, ὑπομένειν [*](a 461 A.) τε τὴν παρ᾿ αὐτοῦ σωτηρίαν, διακεῖσθαί τε καὶ ἀραρότως, ὅτι φιλάνθρωπος ὢν, κατήκοος ἔσται τὼν ὀδυρμῶν αὐτῆς καὶ παραδέξεται τὰς λιτάς. σωτηρίας δὲ, οἶμαι, νοοῖτ᾿ ἂν ἀρχὴ τὸ ἀποστῆσαι μὲν τέως τὸν νοῦν τῆς ἀρχαίας ἀπάτης, ἀνθρλέσθαι δὲ λοιπὸν τὸ φρονεῖν ὀρθῶς, καὶ τῆς σωτηρίας χορηγὸν αὐτὸν καὶ πρύτανιν οἴεσθαι ὑπάρχειν τὸν τῶν ὅλων Δεσπότην, καὶ μὴ τὸ οὕτως ἐξαίρετον ἀγαθὸν, ἢ ταῖς ἐξ ἀνθρώπων ἀπονέμειν ἐπικουρίαις, ἤγουν ἀνούστατά τε καὶ [*](b) ἀμαθέστατα δῶρον ἔσεσθαι προσδοκᾶν τῆς ἀδρανεστάτης τῶν εἰδώλων πληθύος.

Πάλαι μὲν γὰρ κατέβαινον πρὸς Αἰγυπτίους, ἀπῴχοντό τε καὶ εἰς Ἀσσυρίους, τὰς παρ᾿ ἀμφοῖν συμπνοίας τε καὶ ἐπικουρίας οὐκκ εὐαριθμήτων χρημάτων ὠνούμενοι. προσῄεσαν δὲ καὶ εἰδώλοις ἀψύχοις, πληροῦντες θυσίας, καὶ προσεπιτούτῳ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσάγοντες λιτάς. νυνὶ δὲ φασιν ὡς ἐπιβλέψονται μὲν ἐπὶ τὸν Κύριον, ὑπομενοῦσι δὲ αὐτὸν, τουτέστιν, ἐκδέξονται τὴν παρ᾿ αὐτοῦ σωτηρίαν [*](c) καὶ χάριν, καὶ μὴν ὅτι καὶ εἰσακουσθήσονται παρ᾿ αὐτοῦ, αὐτῷ δηλονότι καὶ οὐχ ἑτέροις ἔτι προσάγοντες τὰς ἱκετηρίας. τοῦτο δὲ ἧν ἀνανηφούσης, ὡς ἔφην, τῆς Σιὼν, καὶ [*](1. ἀνενήχοντο] Hoc retinui ex Edd. favente A. ἀνενήνο χοντο Α. [νο manu sec. addito] ἀνήρχοντο Β. 2. ἐπὶ τὸν Κύριον] ἐπὶ τῷ θεῷ Α. 5. τε prius A.B. δὲ Edd. 7. αὐτῆς assumptum ex A. 9. ἀνθέλκεσθαι (sic) A. 10. χορηγὸν Α.Β. ἀρχηγὸν Edd. Statim καὶ πρύτανιν αὐτὸν inverso ordine A. Post h. v. οἴεσθαι ὑπάρχειν hoc ordine A.B. 11. τὸ om. A. 12. ἀνούστατά τε καὶ ἀμαθέστατα Α.Β. τὸ ἀνούστατον καὶ ἀμαθέστατον Edd. 13. δῶρον] + τε Α. ἀδρανεστάτης assumptum ex A. 15. κατέβαινον] + μὲν Edd. invito B. 16. δὲ pro τε iid. repugnantibus A.B. ἀμφοῖν Α. αὐτῶν Β. αὐτοῖς Edd. Statim ἐπικουρίας καὶ συμπν. inverso ordine (omittens τε) Β. 17. προσῄεσαν Α.Β. προσῆσαν Edd. 18. θυσίαις Α. 19. προσεπιτούτῳ Β. προσέτι τούτῳ Α. πρός γε τούτῳ Edd. 20. ἐπιβλέψονται μὲν ἐπὶ τὸν Κύριον Α.Β. ἐπὶ τὸν Κ. ἐπιβλέψονται iid. Statim καὶ add. iid. 22. μὴν] + καὶ iid. invitis A.B. 23. ἔτι accessit ex A. τὰς deest in Edd. 24. τοῦτο δὲ etc. usque ad fin. scholii desunt in B.)

722
ὁρώσης ἤδη πρὸς τὸ δέον μὲν ἀποσείεσθαι τὴν ἀρχαίαν ἐκείνην πλάνησιν, μεταβουλεύεσθαι δὲ τὰ ἀμείνω καὶ δρᾶν ἑλέσθαι τὰ χρήσιμα.

Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· [*](d 9) διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ μοι. ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρῖμά μου καὶ ἐξάξει με εἰς τὸ φῶς, καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.

Χαριέστατά μοι δοκεῖ διαπεπλάσθαι νυνὶ τῆς Σιὼν ὁ λόγος πρὸς τὴν ἀπηνῆ καὶ ὑβρίστριαν καὶ ἀλαζόνα πόλιν, δῆλον δὲ ὅτι τὴν Βαβυλωνίων, τὴν οἱονείπως ἐπιτωθάζουσαν ὡς πεπορθημένῃ τῇ Ἰουδαίων χώρᾳ. μὴ γὰρ ἐπαγάλλου, [*](e) φησὶν, ὡς κειμένῃ. νενίκηκας γὰρ, οὐκ αὐτὴ μᾶλλον ὑπερισχύσασα, καταβαλοῦσα δὲ ἀῤῥωστοῦσαν ἐμὲ τὸ προσκροῦσαι Θεῷ, καὶ διὰ τοῦτο κειμένην. ἀλλ᾿ ἥξει καιρὸς, ὅτε [*](Hier. ii. 27.) καὶ ἀναστήσομαι, κἂν εἰ γέγονα, φησὶν, ἐν σκότει “Τῷ ξύλῳ “λέγουσα Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με” καὶ τὸν ἐπὶ ταῖς δαμάλεσιν ἀνιεῖσα λόγον· ἔφην γὰρ ἔφην ἐξ [*](Exod. xxxii. 4.) ἀποπληξίας “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν “σε ἐκ γῆς Αἰγύπτου·” ἀλλ᾿ οὖν ἔσομαι καὶ εἰς φῶς, ἐπι- [*](462A. a) γνώσομαι τὸν Δεσπότην, τὸν σώζοντα, τὴν ἐπίκουρον, τῆς εὐσθενείας τὸν χορηγόν· ἀνέξομαι δὲ τῶν συμβεβηκότων, καὶ ὑποστήσομαι τὰ δεινὰ, κατακεκράξομαι δὲ οὐδαμῶς ὡς ἀδικοῦντος Θεοῦ, διακείσομαι δὲ μᾶλλον, ὡς ὀρθὴν ἐπ᾿ ἐμοὶ τὴν ψῆφον ἐνέγκαντος, κἂν εἰ πέπομφεν εἰς αἰχμαλωσίαν. πεπλημμέληκα γὰρ, καὶ φέρω τὰ ἐξ ὀργῆς, ἕως ἂν δικαιώσῃ τὴν δίκην μου, τουτέστιν, ἕως ἂν τὴν ἰσοπαλῆ τοῖς πλημμελή- [*](1. δέον A. δοκεῖν Edd. 2. μὲν pro δὲ A. 3. ἑλέσθα] + δὲ Edd. invito A. 5. μοι] μου A. (147.) 7. με deest in Edd. 9. διαπεπλανῆσθαι (sic) A. Statim νυνὶ A. νῦν Edd. τῆς Σιὼν ὁ λ. διαπεπλάσθαι νῦν nverso ordine B. 11. τῶν pro τὴν A. τὴν alt. om. A. 13. ὑπερισχύσασα A. ὑπερισχύουσα Edd. 14. τῷ pro τὸ iid. correxi ex B. 16. σκότει] σκότῳ A. 17. ἐγένησάς Edd. ante Migne. 18. τὸν om. Edd. 24. μᾶλλον δὲ διακείσομαι inverso ordine B. 25. ἠνέγκατο A.)

723
μασιν ἐπιμετρήσας κόλασιν, κατοικτείρῃ λοιπὸν, καὶ τὴν πάλαι ἐσκοτισμένην τῇ τῆς πλάνης ἀχλύϊ ἀποφήνῃ λαμπρὰν, [*](b) διά γε τοῦ γνῶναι τὸν ἀληθῆ καὶ φύσει Θεὸς οἱονεί πως ἐν φωτὶ καὶ αὐτὴν γενέσθαι παρασκευάσας· καταθαυμάζοιτό τε, φησὶν, εἰκότως, καταδεικνὺς ἐπ᾿ ἐμοὶ τῆς ἑαυτοῦ δικαιοσύνης τὸ εἰλικρινές. ὥσπερ γὰρ οὐκ ἔξω δίκης πλημμελοῦσαν ἐκόλαζεν, οὕτως ἐν ἴσῳ ποιήσεται λόγῳ, τὸ παθοῦσαν ἤδη καὶ μεταγινώσκουσαν, καὶ φροντίδος ἀξιοῦν καὶ κατοικτείρειν κειμένην.

Οὐκοῦν ἀγαθὸς ὁ τῶν πάντων Δεσπότης, καὶ τοῖς ἐπιστρέφουσιν εἰς αὐτὸν διανέμει μὲν ἀμελλητὶ τὸν ἔλεον, κατευφραίνει δὲ καὶ σφόδρα πλουσίως τοῖς ἐξ ἡμερότητος [*](c) ἀγαθοῖς, ἀνιεὶς ἀμνησικάκως τὰ πάλαι διεπταισμένα.

Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην, λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν τοῖς ὁδοῖς· ἡμέρας ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.