In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐν τίνι καταλάβω τὸν Κύριον; ἀντιλήψομαι Θεοῦ ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριασι χιμάρων πιόνων; εἰ δῷ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν; ἢ τί Κύριος ἐκζητεὶ παρὰ σοῦ, ἀλλ᾿ ἢ τοῦ ποιεῖν κρῖμα καὶ [*](b) ἀγαπᾶν ἐλεος καὶ ἕτοιμον εἱναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου;

Ἀπροφάσιστον τοοῖς ἐξ Ἰσραὴλ ἀποφήναντος τοῦ Θεοῦ τὴν ἀπόστασιν, καὶ τρόπον τινὰ δικασαμένου καὶ σαφῶς ἀπελέγξαντος, ὡς εἴη μὲν αὐτὸς κατὰ μυρίους ὅσους εὐεργετήσας τρόπους, οἱ δὲ πρὸς ἀμέτρητον ἐληλακότες ἀναισθησίαν λελυπήκασιν οὐ μετρίως τὸν σεσωκότα, τὸ τοῦ [*](c) μετανοοπυντος εὐθὺς εἰσφέρεται πρόσωπον, οἱονείπως κλαί- [*](2. Sic B. λόγος τρίτος Α. 3. Καταλάβωμεν (sic) A. Θεοῦ] + μου Edd. invito B. (153.) cf. De Ador. 56 e. 4. ἐναυσίοιις (sic) Edd. ἐνιαυσιαίοις F. (Co.) 6. μου prius] + ὑπὲρ invito A. (Alex.) cf. S. Cyr. l. c. ubi reperitur in traductione Syr. ὑπὲρ ἀσεβείας om. B. 7. ἀπηγγέλη F. (36.) ἄνθρωπε deest in A. 8. τοῦ] τὸ Edd. (97, 228, 310). 9. τοῦ om. A. (91.) μετὰ] ὀπίσω Α. (22. al.) 10. τοῦ assumptum ex A. (Alex.) ef. infra et De Adorat. 57 a. 168 d. (mss.) 12. ἀπόστασιν A. Migne. ὑπόθεσιν B. ὑπόσχεσιν Edd. ante Migne. 13. εὐεργετήσας] + τοὺς Edd. invitis A.B. 16. κλάοντος A.)

700
οντος ἐπί τε τοῖς ἤδη προεπταισμένοις, καὶ ζητοῦντος ἀναμαθεῖν, τίνα δὴ τρόπον διακρούσαιτο τὰ ἐγκλήματα, καὶ τῶν Θεῷ φιλτάτων ἀντέχοιτο σπουδασμάτων. Φησὶ τοίνυν Ἐν τίνι καταλάβω τὸν Κύριον; τί γὰρ προσοίσω, φησὶ, τί δὲ δράσαιμι λιπὸν, ὁ οὕτω προσκεκρουκώς; ἄρα δ[[η μόσχους ἱερουργῶν νέους τε καὶ ἁπαλοὺς ἔσομαι καθαρός; ἐπαινέσει [*](d) δέ με Θεὸς εἰ ἑλοίμην ὁλοκαυτοῦν; εὕροιμι δ᾿ αὐτόν· τουτέστιν, ἐγγὺς ἔσομαι, καὶ εἰς οἰκειότητα παραδεχθήσομαι τὴν πνευματικήν· εἰ καὶ πολὺ πλῆθος ἀνθείην θρεμμάτων; ἀλλ᾿ ἐκεῖνα παρεὶς, τῶν τῆς ἐμῆς κοιλίας ἅψομαι καππῶν· εὐαρεστήσω δἐ ἆρα. καταθύσας αὐτῷ τῶν ἐμῶν τέκνων τὸ ἐξαίρετον, τουτέστι, τὸ πρωτότοκον;

Ταῦτά τινος οἱονείπως διασκεπτομένου καὶ λέγοντος, ἀποκρίνεται πώλιν ὁ Προξήτης, καί φησινν ἐν πνεύματι Οὐκ ἀσυμφανὲς τὸ χρῆμα, καὶ οὐ σὺν ἱδρῶτι ληπτόν. [*](e) οἶσθά που πάντως τὸ ἀγαθὸν θέλημαι τοῦ Θεοῦ· ἀκήκοας τὸ δοκοῦν καὶ φίλον αὐτῷ. τοιγαροῦν ἐνδοιάζεις, ἄνθρωπε; ζητεῖ γὰρ παρὰ σοῦ τί ἕτερον ὁ τῶν ὅλων Θεὸς, ἢ ὅτι δὴ μόνον τὸ πποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; τὸ μὲν οὖν ποιεῖν κρῖμα, τὸ κατεργάζεσθαι καὶ οληροῦν ἐστι τὴν δικαιοσύνην· κρῖμα γὰρ ἡ δικαιοσύνη· τὸ δὲ ἀγαπᾶν ἔλεος, τῆς φιλαλληλίας ἔχει τὰ αὐτχήματα, καὶ τῆς εἰς ἀδελφφοῦς ἀγάπης [*](449 A. a) καταπλουτεῖ τὴν δόξαν. τὸ δὲ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου, τὸ εἰς πᾶν ὁτιοῦν εὐπειθὲς καὶ [*](1. τε A. γε Edd. Neutrum habet B. προπεπαισμένοις Edd. 3. φιλαιτάτων Α. 4. δὲ om. B. 6. ἐπαινέσει Α.Β. ἐπινεύσει Edd. 7. μοι pro με iid. ὁλοκαυτοῦν] ὁλοκαὑτιν (= ὁλοκαυτεῖν) A. Statim ἔροιμι pro εὕροιμι Α. δ᾿] + ἂν A. 9. καὶ assumptum ex A. 10. καρπῶν A.B. θρεμμάτων Edd. 11.αὐτῶν pro αὐτῷ A. τέκνων A.B. θρεμμάτων Edd. Statim τὸ om.A. 14. ὁπροφ. καὶ φησιν] φησιν ὁ προφ. omittens καὶ A. 16. που deest in B. Statim πάντως assumptum ex A. 17 τοιγαροῦν] + τί Edd. invitis A.B. Statim ἐνδοιάζοις A. 18. περὶ pro παρὰ Edd. 20. τοῦ alt. assumptum ex A.B. 21. τὸ om.A. τὸ om.A. κατεργ. καὶ πληροῦν ἐστι τὴν δικ.] πληροῦν ἐστι τὴν δικαιοσύνην καὶ κατεργάζεσθαι B. 22. γὰρ B. δὲ Edd. φιλαλλίας (sic) Edd. ante Migne. 23. ἔχειν et καταπλουτεῖν Edd. 24. τοῦ assummptum ex A. b. 25. τοῦ assumptum ex A.B. σου om. B.)

701
εὐήνιον ὑποφαίνει. δεὶν δὲ καὶ ἡμᾶς ὁ μακάριος ἔφη Παῦλος ἐνδύσασθαι μὲν “τὸν θώρακα τῆς δικαιοσύνης, ὑποδή- πη. ωι, [*](Eph. vi. 14, 15.) “σασθαι δὲ καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου “τῆς εἰρήνης,” τουτέστι Χριστοῦ· προσεπιτάττει δὲ, λέγων “Ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν,” καὶ μὴν καὶ αὐτὸς ὁ [*](Col. iii. 12.) Σωτήρ “Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν [*](S. Luc. vi. 36.) “οἰκτίρμων ἐστί.” ταῦτα φίλη τε καὶ ἀξιόληπτος θυσία Θεῷ, ὀσμὴ νοητῶν ὁλοκαυτωμάτων ὑπὲρ αἷμα καὶ καπνοὺς [*](b) καὶ λιβανωτόν. τὰ μὲν γὰρ ἦσαν ἐν τύποις· τὰ δὲ αὐτὴν εὐωδιάζει Θεῷ τὴν ἀλήθειαν, ὃς καὶ δι᾿ ἑτέρου προφήτου φησίν “Ἔλεον θέλω ακὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοοῦ [*](Hos. vi. 6.) “ἢ ὁλοκαυτώματα.” ἐπιτήρει δὲ ὅπως τὸ μὲν τοῦ μεταγινώσκοντος πρόσωπον τὰ κατὰ νόμον θυσίας πληροῦν ἐσκέπτετο· Θεὸς δὲ προαναφαίνων ὡς ἀδρανὴς μέν ἐστι, καὶ ἀνικάνως ὁ νόμος ἔχει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, παραπολὺ δὲ ἀμείνων καὶ ἀσυγκρίτως ὑπερκειμένη τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἀπαράδεκτα μὲν ὥσπερ ποιεῖ- [*](c) ται τὰ κατὰ τὸν νόμον, ἔφη δὲ ὅτι θελητὸν τῷ Θεῷ, τὸ ποιεῖν κρῖμα καὶ ἀγαπ[[αν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετ᾿ αὐτοῦ. ταῦτα δέ ἐστι τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα.

Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ.

Καὶ δἰ ἑτέρου τρόπου καθίστησιν ἐναργὲς, ὅτι τῆς δι᾿ αἱμάτων προσαγωγῆς οὐδεὶς ὁ καρπὸς, ὀνήσειε δ᾿ ἂν οὐ μετρίως τινὰ τῆς πνευματικὴς λατρείας ἡ δύναμις. τέθεικε [*](1. καὶ ἡμᾶς Α. ἡμᾶς καὶ Edd. καὶ ἡμᾶς καὶ B. 3. καὶ assumptum ex A. 4. τουτέστι Χριστοῦ om. B. 5. Habent οἱκτιρμῶν Α.Β. 6. καὶ om. A. ὑμῶν] + ὁ οὐράνιος manu eadem A mg. 7. τε om. B. 11. Φησίν assumptum ex A. 14. μέν A. τε Edd. 15. προσαποκαθαίρειν pro πρὸς ἀποκάθαρσιν Α. 16. ὑπερκειμένη post δύναμις transponit B. 17. ἡ παράδεκτα pro ápar;adekta (sic) A. 20. δέ om.A. 21 σώσιε] + τοὺς F.(Alex. 26, 106.) 23. Καὶ deest in A. 24. ὄνησιν (sic) pro ὀνήσειε A. 25. τινἀς A. τέθεικε] ἔοικε A.)

702
[*](d) δὲ τὴν φωνὴν ἐν τούτοις ἀντὶ τοῦ ὀνόματος, ἤτοι τῆς ἐπικλήσεως. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Εἰ ἐπιφημίζοιτο τῇ πόλει τὸ ὄνομα τοῦ Θεοῦ, πάντη τε καὶ πάντως σωθήσετι. μὴ γὰρ οἰηθῇς ἄνθρωπε, φησὶ, ταῖς δἰ αἱμάτων ἐφήδεσθαί με θυσίαις, μηδὲ ἀσεβῆ καὶ ἄνομον ἡγεῖσθαι πόλιν εἰ μὴ προσάγοι μόσχους εἰς ὁλοκαύτωσιν· ἀλλ᾿ οὐδ᾿ ἂν ὅλως σώσαιμι κινδυνεύουσαν, βουθυτεῖν ᾑρημένην, κἂν μηλοσφαγίαις μὲν καθαιμάττοι τὸ θυσιαστήριον, ἕλοιτο δὲ καὶ κριῶν προσάγειν ἀγέλας, ἀρκέσει δὲ μᾶλλον εἰς σωτηρίαν [*](e) αὐτῇ τὸ ἐπικληθῆναι τὸ ὄνομα τοῦ Θεοῦ. ἐμὴ γὰρ πάντως ἡ τὰ ἐμὰ τιμῶσα κράτη, καὶ τὰ ἐμοὶ θυμήρη δρῶσά τε ἀμελλητὶ καὶ φρονεῖν ἑλομένη. τότε σώσω τοὺς φοβουμένους ἐμέ. οὐκοῦν ὅτε καὶ Θεοῦ λεγόμεθα, τότε καὶ δεδίαμεν αὐτὸν, καὶ παρ᾿ αὐτοῦ σωζόμεθα, καὶ τῆς πνευματικῆς λατρείας ἡ δύναμις τοιάδε νοοῖτ᾿ ἂν εἰκότως. ἔφη τι τοιοῦτον ὁ τῶν [*](Ps. xlix. 7, 8.) ὅλων Θεὸς καὶ διὰ φωνῆς τοῦ Δαυείδ “Ἄκουσον λαός μου, [*](450 Α. a) “ καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς “ ὁ Θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω “ σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παν- [*](Ib. 13.) “ τος.” εἶτα τούτοις ἐπενεγκὼν, ὡς οὐ φάγεται κρέα ταύρων, ἀλλ᾿ οὐδ᾿ ἂν ἐκπίοι τὸ τράγων αἷμα, πάλιν φησί [*](Ib. 14, 15.) “ Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ “ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, “ καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.”

[*](b)

Ἄκουε φυλὴ, καὶ τί κοσμήσει πόλιν; μὴ πῦρ καὶ οἶκος ἀνό- [*](1. κλήσεως pro ἐπικλήσ. Β. 2. δὲ om. B. πόλις pro τῇ πόλει Α. 4. φησὶ Α. φημὶ Edd. 5. μεθυσίαις pro με θυσίαις Aub. εἰ μὴ προσάγοι] ἣ μὴ προσάγει Β. 8. μὲν om. B. Statim καθαιμάττοι Α. (et rasura litterarum duarum) Β. καθαιμάττοιτο Edd. 9. πρὸς pro εἰς A. assumptum ex. A. 13. καὶ prius om. A. 14. τῆς assumptum ex. B. 15. δύναμις τοιάδε hoc ordine B. 15—24. ἔφη τι usque ad fin. scholii desunt in B. 17. Haec ὁ Θεὸς accesserunt ex. A. 19. ἐστὶ Α. εἰσὶ Edd. 21. ἐκπίοιτο pro ἐκπίοι τὸ Α. 25. τί Α. Β. (Αlex.) τίς Edd. (Vat.) Statim κοσμήσεις Α.)

703
μων θησαυρίζων θησαυροὺς ἀνομίας καὶ μετὰ ὕβρεως ἀδικίας;

Κατὰ φυλὰς γὰρ καὶ γένος κατῳκήκασι τὴν Ἰουδαίων, καὶ μέντοι καὶ τὴν Σαμάρειαν, οἱ ἐξ αἵματος Ἰσραὴλ, κατακληροδοτοῦντος αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ ἐπίκλην Ναυῆ. διαλέγεται τοίνυν ὁ Θεὸς οὐ πρὸς μίαν φυλὴν, ἀλλ᾿ οἷον πρὸς πάσας, ἤτοι πρὸρς ἑκάστην, πρέποντος τοῦ λόγου καὶ ἰδικῶς ἑκάστῃ, καὶ πάσαις. ἄκουε δὴ οὖν, ὦ πᾶσα φυλὴ, σώζεται μὲν πόλις ᾗπερ ἂν ἐπιφημίζοιτο τὸ ὄνομα τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς φοβου- [*](c) μένους αὐτὸν, ἀλλ᾿ ἔσται τεῖχος ἀπόρθητον, κόσμημά τε καὶ δόξα τοῖς ἐθέλουσι κατορθοῦν τὸ θεοφιλές. εἰ δὲ δὴ βούλεσθε, φησὶ, καὶ τὸ ἐναντίον ἰδεῖν, τί κοσμήσει πόλιν; οἶκος ἀνόμων, ἢ μετὰ ὕβρεως ἀδικία; ἆρα, φησὶ, διὰ πολλὴν ἁμαρτίαν εἰ δαπανῷτο πόλις ὑπὸ πυρὸς ταῖς τῶν πολεμίων ἁλοῦσα χερσὶν, εὐσχήμων ἔσται καὶ καλὴ, λαμπρὰν δὲ αὐτὴν καὶ εὐκλεεστάτην ἀποφήνειν ἂν οἶκος ἀνόμων, ὁ θησαυρίζων θησαυρους ἀδικίας, ὠφελήσει δὲ αὐτὴν μετα ὕβρεως ἀδικία; ἀλλ᾿ ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν ὀρθὰ φρονεῖν εἰω- [*](d) θότων, ὅτι δυσκλεᾶ καθίστησι τὰ τοιάδε. οὐ γὰρ ἂν ἥλω πόλις, καὶ δεδαπάνητο πυρὶ μὴ οὐχὶ πάντως προσκρούσασα διὰ πολλὴν ἁμαρτίαν. τί τοίνυν μεθέντες, φησὶ, τὰ δι᾿ ὧν ἂν σώζοιτό τε καὶ κατακαλλύνοιτο πόλις, ζηλωτὰ πεποίησθε μᾶλλον τὰ κατασίνεσθαι πεφυκότα, τετιμήκατε δὲ τὰ δι᾿ ὧν [*](1. ἀνομίας Α.B. (Alex. XII sed corr.) ἀνόμους Edd. (Vat.) ὑβρισμάτων Α. 2. ἀδικίαν Β. (62, 147) ἀδικια (Alex. XII.) cf. infra et 451 c. 3. φυλὰς γὰρ Α. φυλήν τε Edd. Ἰουδαίων Α. Ἰουδαίαν Edd. 4. κατακληροῦτος pro κατακληροδ. Β. 5. τοῦ Α.Β. τὸ Edd. Statim ἐπίκλην om. B. 6—8. Haec οὐ πρὸς—τοῦ λόγου accesserunt ex A. 7. οἷον correxi. οἷ Α. 9. μὲν] + ἡ Edd. invito A. ἐπιφημίζοιτο Α. ἀναφημ. Edd. 12. ἐθέλουσι] θέλουσι iid. 16. αὐτὴν assumptum ex A.B. 17. καὶ εὐκλ. post ἀποφήνειε transp. B. ἂν assumptum ex A. 18. τε pro δὲ Β. 19. ἀλλ᾿] + οὐκ Edd. repugnantibus A.B. ὀρθὰ Α. ὀρθῶς Edd. Neutrum habet B. 20. οὐ γὰρ ἂν ἥλω πόλις Α. πόλιν. οὐ γὰρ ἂν ἥλω Εdd. 21. προσκρούουσα B 22. πολλὴν] + ἀδικίαν καὶ Β. 23. ἂν σώζοιτό] ἀνασώζοιτό Edd. 24. κατασίνειν B. Statim πεφυκότα Α. εἰωθότα Edd.)

704
ἂν ὁρῷτο αἰσχρά τε καὶ ἀκαλλὴς, πονηροὺς ἔχουσα τοὺς οἰκήτορας, ἐρασιχρημάτους καὶ ἀδίκους καὶ θησαυρίζοντας [*](e) ἀνομίαν;

Καὶ εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου, ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν;

Ἆρα γὰρ οἴεσθε, φησὶν, ἐν ζυγῷ δικαιωθήσεσθαι τὸν ἄνομον; τουτέστιν, εἰ δοκιμάζοιμί τε καὶ οἱονεὶ ταλαντεύοιμι τὸν ἑκάστου βίον, δικαιοσύνης τοῖς ἀδίκοις ψῆφον ἐπενεγκεῖν [*](451 Α. a) ἀνέχεσθαί ποτε τὸν φιλάρετον ἐμὲ πεπιστεύκατε; τοὺς δὲ ἐν μαρσίππῳ στάθμια δόλου, τουτέστι, τοὺς ἐκ πλεονεξίας καὶ ἀνισότητος καὶ φιλοκερδείας ἐκτόπου καταπλουτεῖν ἐθέλοντας διαφυγεῖν δύνασθαι νενομίκατε τὴν ὀργήν; ἀπὸ γὰρ τοιούτων λημμάτων τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνεπλησαν. γεγόνασι δὲ καὶ ψεῦσται καὶ ἀλαζόνες. παρέπεται γὰρ ἀεὶ τὸ μὲν ψεύδεσθαι φιλεῖν τοῖς τῆς ἀνισότητος ἐρασταῖς, καὶ λημμάτων αἰσχρῶν ἡττωμένοις καὶ φιλοκερδείας· μεγεαλη- [*](b) γορία δὲ καὶ ὑπεροψία τοῖς ἤδη πεπ λουτηκόσιν.

Ἔχουσιν ἐν μαρσίπποις σταθμια δόλου καὶ οἱ τῶν ἀνοσίων [*](Supra iii. 9.) δὲ δογμάτων εὑρεταὶ, οἱ “ πάντα τὰ ὀρθὰ διαστρέφοντες,” καὶ τὸν τῶν ἁπλουστέρων ὑποτρέχοντες νοῦν ἀπάταις καὶ δόλοις, καὶ πλουτοῦντες μὲν διὰ τοῦ θηρᾶσθαι πολλούς· πλὴν ἀσεβείας ἐπίμεστον τὸν τοιοῦτον ἑαυτοῖς συναγείροντες [*](1. ὁρῷτο] + τὸ Εdd. ἔχουσα τοὺς om. A. 3. ἀνομίαν Α.Β. ἀνόμως Edd. 4. Καὶ accessit ex A.B. (Alex. XII.) μαρσιπίῳ Β. (μαρσιππίῳ 130, 198.) 5. ἐνέπλησαν F. Edd. (Alex.) ἔπλησαν A. (Vat.) 9. τε assumptum ex A. 10. δικαιοσυνης τοῖς ἀδίκοις Α. τῷ ἀδίκῳ post ἐπενεγκεῖν praebet B. τῶν ἀδίκων, δικαιοσύνης Edd. 11. ἀφιλάρετον (sic) Aub. Statim ἐμὲ assumptum ex A. 12. μαρσιπίῳ (ut supra in textu) B. 13. Haec ἀνισότητος καὶ accesserunt ex A. πλουτεῖν pro ἐκτόπου καταπλ. Β. 16, 17. ἀεὶ et τῆς om. A. 17. ἐρασταῖς] εὑρεταῖς Α. 19. φιλοκερδεία pro ὑπεροψία Α. 20. μαρσίποις Β. (cf. supra 333 d.) 21. δὲ assumptum ex B. 23. πλουτοῦντας δὲ pro πλουτοῦτνες μὲν Α. 24. συναγείραντες Edd. invitis A.B.)

705
πλοῦτον, λαλοῦσιν ὁμολογουμένως ἀτρεκὲς μὲν οὐδὲν, παράσημα δὲ καὶ ψευδῆ, καὶ ταῖς ἐξ ἀπάτης κομψείαις οἱονεὶ κατακεχρωσμένα. ὑχοῦσι δὲ καὶ τὴν ἑαυτῶν γλῶτταν οἱ τοιοίδε πάλιν, “ἀδικίαν λαλοῦντες κατὰ Θεοῦ,” κατὰ τὸ γε- [*](c Ps. lxxiv. 6. 2 S. Pet. ii. 18. Supra ver. 9, 10.) γραμμένον, καὶ “Ἀποφθεγγόμενοι τὰ τῆς ματαιότητος ὑπέρ- “ ογκα ῥήματα,” οἷς ἀκόλουθον εἰπεῖν “Ἄκουε φυλὴ, καὶ “ τί κοσμήσει πόλιν; μὴ πῦρ ἢ οἶκος ἀνόμων θησαυρίζων “ θησαυροὺς ἀνομίας, καὶ μεθ᾿ ὔβρεως ἀδικία;” οὐ γὰρ εἰς κόσμον αὐτοῖς, ἀλλ᾿ εἰς δίκην ἔσται τὸ τῆς κολάσεως πῦρ. ἐπειδὴ δὲ οἶκοι γεγόνασι θησαυρίζοντες ἀνομίαν, εἰς ἀρὰν ἔσονται καὶ δίκην καὶ ἐν παντὶ πεσοῦνται κακῷ.

[*](d)

Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐν ταῖς ἀμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται· σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου. καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως [*](e) παραδώσω σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε.

Ἐπειδὴ γὰρ οἶκοι γεγόνασιν ἀσεβῶν θησαυρίζοντες ἀνομίαν, [*](Supra ver. 10.) καὶ συναγείροντες πλοῦτον ἐξ ἀδικιῶν, λοιπὸν ἀπειλεῖ τὴν δίκην, καὶ τῶν ἔσεσθαι προσδοκωμένων τὴν ἔφοδον ἐν [*](1. λαλοῦσιν] + δὲ Α. 3. οἱ τοιοίδε πάλιν om. B. 4. ἀδικίαν λαλοῦντες κατὰ Θεοῦ α. ἀδικίας [183] κατὰ Θεοῦ λαλ. Edd. ἀδικίας λαλ. κατὰ Θεοῦ post γεγραμμένον transp. B. 5. καὶ assumptum ex B. ἀποφθ.] + τε Α. 6. οἷς ἀκόλουθον εἰπεῖν om. B. 7. τί] τίς Edd. θησαυρίζων θησαυροὺς hoc ordine A. 8. ἀδικία Α. (Alex.) ἀδικίαν Edd. 12. καὶ alt. accessit ex A.B. (Alex.) cf. infra 456 b. 13. ἐμπλησθήσῃ Α. ἐξοίσω (sic) A. 15. διασωθῶσιν A. σωθῶσιν F. Edd. cf. infra 452 c. 19. αὐτῶν] αὐτοῦ Edd. (153. et ex corr. 22.) invito A. 20. παραδώσσει Α. (153.) invito F. οἰκοῦντας pro κατοικ. F. (86, 130.) 21. λαῶν om. B. 22. γεγόνσιν οἶκοι inverso ordine B. 23. συναγ. γὰρ pro καὶ συναγ. Α.)

706
ἀρχαῖς ἤδη πως τεθεῖσθαί φησιν, ὡς ἀναλόγως τοῖς πταίσμασι [*](452 Α. a) κατ᾿ αὐτῶν ἔσεσθαι τὸν ἀφανισμόν. καταπτοεῖ δὲ χρησίμως, καὶ τοῖς τῶν ἐσομένων δείμασι καθαπερεί τινι μονονουχὶ χλαινῷ περιτρέπει πρὸς τὸ δρᾶν ἑλέσθαι τὰ βελτίω, καὶ τοῖς δευτέροις ἐκμειλίσσεσθαι Θεόν. ἀπαριθμεῖται δὲ ὥσπερ, καὶ ἐν ὄψει τίθεται τὰς πληγάς. λιμῷ τε γὰρ αὐτοὺς κολασθήσεσθαί φησὶ, καὶ ταῖς τῶν ἐπιτηδείων ἐνδείαις, καὶ αὐτοὺς ἐν ἑαυτοῖς ἐξολοθρευθήσεσθαι, καὶ καταληφθήσεσθαι μὲν, οὐ μὴν ἔτι καὶ διαδρ;ναι παντελῶς. ἀλλ᾿ εἰ καί τινες ὅλως τὰ παραυτίκα βλάβη φυγεῖν ἰσχύσειαν, [*](b) τούτους ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, ἔργον τε γενήσεσθαι τῆς ἑτέρωων ῥομφαίας. ἐκεῖνο δὲ ἔοικεν ἡμῖν διὰ τούτου δηλοῦν. πλεῖστοι μὲν γὰρ ὅσοι κεκίνηνται πόλεμοι κατὰ τῶν ἐξ Ἰσραὴλ, ἤγουν κατὰ παντὸς τοῦ Ἰούδα, πλὴν οὐκ ἀεὶ παρ᾿ ἐχθρῶν· ὡπλίζοντο δὲ καὶ αὐτοὶ κατὰ σφῶν αὐτῶν, ὡς ποτὲ μὲν τὸν Ἐφραΐμ ἤτοι τὰς δέκα φυλὰς, κατεξανίστασθαι τοῦ Ἰούδα, ποτὲ δὲ καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις αὐτοῖς καταστρατεύεσθαι τοῦ Ἐφραΐμ· οὐκ εὐαρίθμητοι δὲ διολώλασι πόλεις, ὡς αὐτοὺς ἐν ἑαυτοῖς ἐξωσθῆναι πολλάις· c καὶ κατὰ τοῦτον τὸν τρόπον διωκομένους ἐκ πόλεων, 20 καταλαβεῖν μὲν ἑτέρας, πλὴν ἁλῶναι καὶ κατὰ καιροὺς, ἢ καὶ αὐτῶν που τάχα Περσῶν τε καὶ Μήδων. τοῦτο οἶμαί ἐστι τό Ἐξώσω σε ἐν σοὶ καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται. 1. ἀρχαῖς Α. ἀρχῇ Edd. 3. δείγμασι (sic) A. Statim haec καθαπερεί τινι accesserunt ex B. 5. ἐκμειλίσσεκθαι] μὲν ἐκμειλίσσεσθαι ea quae sequuntur usque ad καταληφθήσεσθαι μὲν (9.) omittens A. 8. ἐν ἑαυτοῖς ἐξολοθρευθήσεσθαι B. ἐν αὐτῷ ἐξαρθήσεσθαι Edd. καταληφθήσεσθαι] Hanc lectionem priorem B. edidi. καταλή ... ψεσθαι (sic ex corr. et litt. trium ras.) B. καταλήψεσθαι Edd. 9. διαδράνει pro διαδράναι Εdd. ante Migne. 10. ὅλως accessit ex A.B. praemittit εἰσὶν Α. 11. τε om. B. 12. ἐκεῖνο δὲ ἔοικεν ἡμῖν διὰ τούτου] ἔοικε δὲ διὰ τούτων ἐκεῖνο (omittens ἡμῖν) A. 14. ἤτοι pro ἤγουν κατὰ Α. τοῦ assumptum ex A. 17. καὶ om. A. τοὺς assumptum ex B. 18. αὐτοῖς Β. αὐτοὺς Edd. ante ἐν transp. A. 19. αὐτοὺς Α.Β. ἑαυτοὺς Edd. Statim ἐν αὐταῖς Α. 20. πόλεων Α. πόλεως idd. 21 μὲν om. A. Statim ἑτέρουε Edd. καὶ om. A. 22. τῆς om. A. βασιλέων Α. βασιλείων Edd. 23. τε assumptum ex A. 25. ἐὰν pro ἂν Α. (22. al.) Statim σωθῶσιν Edd. invitis A.B.

707

Ὅτι δὲ καὶ τῆς ἐξ ἀγρῶν εὐκαρπίας ἐστερημένοι, καὶ ταῖς τῶν ἀναγκαίων ἐνδείαις ἐκτετηγμένοι διαβιώσονται μὲν ἀθλίως, ἀποτίσουσι δὲ δίκας τῶν ἀνοσίως αὐτοῖς εἰργασμέων, καθίστησιν ἐναργὲς, διά γε τῶν ἐφεξῆς. σπερεῖς γάρ φησι [*](d) καὶ οὐκ ἀμήσεις, καταφθείροντος οἶμαι Θεοῦ τοὺς καρποὺς, καὶ πιέσεις μὲν ἐλαίαν αὐτός· ἐλαιοφόρος γὰρ ἡ Σαμαρειτῶν χώρα· ἔσῃ δὲ οὕτως ἐλαίου, φησὶν, ἐνδεὴς, ὡς μηδ᾿ ἂν εἰ ἕλοιο, πρὸς ἀλοιφὴν εὑρεῖν εὐπορῆσαί που τάχα. πολυαμπέλου δὲ λίαν οὔσης ὑμῖν τῆς χώρας καὶ εὐοινούσης ἄγαν, ὡς καὶ πόλεσιν αὐτὸν διανέμειν ἑτέραις, οὐκ ἂν εὕροις πιεῖν αὐτός. ἀργήσει δὲ καὶ τὰ νόμιμά φησιν, ἃν σὺ τέθεικας τοῖς [*](e) εἰδώλοις προσκομίζων αὐτοῖς τῆς εὐκαρπίας τὰς ἀφορμάς. ποῖος γὰρ ἔτι λοιπὸν ἀπαρχῆς ἀνάθεσις, εἰ ἅπας ὑμῖν διόλωλεν ὁ καπρὸς καὶ κατεφθάρη τὰ ἐν ἀγροῖς; ἢ ποῖα προσοίσεις χαριστήρια, καὶ ἐπὶ τίσιν εἰκότως, ὁ πίπτων ἀθλίως καὶ δαπανώμενος;

Εἶτα διδάσκων ὄτι οὐχ ἕτερος αὐτῷ παραίτιος ἂν νοοῖτο τῆς συμφορᾶς γενονὼς, ἀλλ᾿ αὐτὸς ἑαυτὸν ἀδικήσας ἁλώσεται τῶν ὅτι μάλιστα δεδυσσεβηκότων ζηλώσας τοὺς τρόπους, ἐπιφέρει καί φησι Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε [*](a 453 A.) ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμόν. Ζαμβρὴ γέγονε βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ, αὐτὸς δέ ἐστιν ὁ Ἀχαὰβ πατὴρ, ἀλλ᾿ ὡς τὸ γράμμα φησὶ τὸ ἱερὸν, πεπόρευται μὲν “ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ,” ὃς ἐξήμαρτε [*](3 Reg. xvi. 26. Ib. 25.) τὸν Ἰσραήλ· “ἐπονηρεύσατο δὲ ὑπὲρ πάντας τοὺς πρὸ [*](2. ἐκτετηγμένοι B. ἐντετηγμένοι Α. ἐκτετρυμένοι Edd. 4. γε om. B. 6. μὲν pro γὰρ Α. ἐστιν post Σαμ. suprascr. A. post γὰρ add. Edd. invito B. 7. ἐτελοῖτο (sic) pro εἰ ἕλοιο Α. 9. ὑμῖν οὔσης inverso ordine B. ἅμα pro ἄγαν ὡς A. 10. αὐτὴν pro αὐτὸν Edd. invitis A.B. εὑρήσεις προ εὕροις Β. 12. ἀφορμάς Β. ἀπαρχάς Edd. 13. ποῖος γὰρ ἔτι λ. ἀπαρχῆς ἀνάθεσις Α. ποίας γὰρ ἔ. λ. ἀπαρχὰς ἀναθήσεις; Edd. Statim haec εἰ [modo ῆ, modo ὴ, ut vid.] A.B. Ζαμβρὶ Edd. 22. αὐτοῦ iid. 23. Ζαμ- βρὴ A.B. Ζαμβρὶ Edd. Pro Ἀμβρὶ, Achaabi pater, habent Ζαμβρὶ Alex. XI. unde Zimri cum Omri, Achaabi patre, confundit B. Cyrillus ut patet ex his quae sequuntur. 25. ὁδῷ A. ὁδοῖς Edd.)

708
“αὐτοῦ γεγονότας.” τοιγάρτοι καὶ δεδαπάνηται πυρὶ, κατ- [*](3 Reg. xvi. 18.) εμπρήσας αὐτὸς ἐφ᾿ ἑαυτῷ τὸν ἴδιον οἶκον· γέγραπται γὰρ [*](b) ὡδί. οἶκον δὲ, ὡς ἔοικεν, Ἀχαὰβ τὴν Ἰεζάβελ ἀποκαλεῖ· φόνοι δὲ ἦσαν ἐν ἐκείνῃ καὶ ἁρπαγαὶ καὶ διώξεις ἁγίων τὰ ἐπιτηδεύματα. ταῦτα δὴ οὖν τετήρηκάς φησιν, ἵνα σε καὶ ἀφανίσω δικαίων, καὶ γέγωτα ποιήσωμαι καὶ ὄνειδος τῶν ἄλλων.

Ἁρμόσομεν δὲ τὸν τοιόνδε λόγον καὶ τοῖς τῆς ἀληθείας ἐχθροῖς, οἳ ταῖς ἑαυτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ ἀθλίων νοημάτων συναγείροντες συρφετοὺς, πλουτοῦσιν ὥσπερ ἐξ ἀδικίας, συλλέγοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν, [*](c) καὶ τὰς τῶν ἁπλουστέρων ἀγέλας πολεμίων δίκην καταδῃοῦν εἰωθότες, καὶ εἰς ἔκτοπον αὐτὰς ἀποφέροντες πλάνησιν. ἀκουέτωσαν τοίνυν Θεοῦ λέγοντος Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς. περιτυγχάνοντες γὰρ ταῖς θείαις γραφαῖς, εἶτα τῶν τῆς ἀληθείας δογμάτων οὐκ ἐμφορούμενοι, καίτοι δοκοῦντες ἐσθίειν, φθείρονται λιμῷ, οἰόμενοι δὲ καὶ καταλαμβάνειν τὴν τῆς σωτηρίας, οὐκ ἂν εὕροιεν, ὁδὸν, σπείροντες δὲ, ὥς γε νομίζουσιν, οὐδένα τῶν πόνων [*](d) εὑρήσουσι τὸν μισθὸν, καὶ τὴν νοητὴν ἐλαίαν ἐκθλίβοντες, τουτέστι, τὸ γράμμα τὸ ἱερὸν, τῇ τοῦ Πνεύματος χάριτι μακρὰν εὐφροσύνης ἔσονται τῆς πνευματικῆς· τετηρήκασι γὰρ τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, τουτέστιν, ἐπονηρεύσαντο, πεπλεονεκτήκασι, καὶ διωγμοὺς εἰργάσαντο κατὰ τῶν ἁγίων. ἔσονται δὴ οὖν εἰς [*](3. Ἀχαὰβ] ὁ praemittit A. τὴν] + ἐξ Edd. repugnantibus A.B. 4. ἐν assumptum ex A. 5. καί σε inverso ordine B. 8. Ἁρμόσωμεν Α. Statim δὲ om. A. 9. ἀναθαρσήσαντες Edd. invitis A.B. 11. αὐτοῖς τὰ Edd. 12. δίκην πολεμίων inverso ordine A. 15. ταράξαι pro om. A. 23. πιαίνονται B. Statim οἷον pro οἶνον Edd. 25. γὰρ assumptum ex A. δὲ pro γὰρ B. Ζαμβρὶ Edd. 26. πεπλεονάκασιν iid.)

709
ἀφανισμὸν, καὶ εἰς ἐπονείδιστόν τε καὶ ἐπάρατον ἀληθῶς καταστρέψουσι τέλος.

[*](e)

Οἴμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς Κεφ. ζ΄. ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.

Ἐξ ἀγάπης ὁ Προφήτης κατοιμώζει τοῦ Ἰσραὴλ, ὡς ὅσον οὐδέπω κατοιχησομένου εἰς ὄλεθρον, καὶ εἰς τοῦτο [*](a 454 A.) λοιπὸν ἥξοντος ἀριθμοῦ, ὡς ὀλίγους κομιδῇ καὶ μόλις περιλιμπάνεσθαι, ἐοικέναι δὲ τοῖς ἀποπίπτουσι τῶν σταχύων, οὓς αἱ τῶν ἀμώντων παρατρέχουσι χεῖρες, ὀλίγοι δὲ οὗτοι καὶ τοῖς τὴν καλάμην συλλέγουσι σπανιάκις ἁλώσιμοι. ἐοικέναι δὲ οὐδὲν ἧττον καὶ ταῖς καλουμέναις ἐπιφυλλίσιν, ἃς αἱ τῶν τρυγώντων παρῆλθον δρεπάναι. οἶμαι δὲ ὅτι καὶ τὸ τῶν ἁγίων δυσεύρετον διὰ τούτων ὑποδηλοῖ, ὡς ἐν ὀλίγοις ὄντων λειψάνοις κατ᾿ ἐκεῖνο καιροῦ, εὑρισκομένων δὲ οὕτως, ὡς ἂν εἰ καὶ ἄσταχυς εἷς ἐν ληΐοις τεθερισμένοις, [*](b) ἢ καὶ ἐν τοῖς πρωτογόνοις τῶν βοτρύων αἱ τῶν δευτέρων ἐπεκβολαί. ἀέρος μὲν γὰρ καταθάλποντος, ἐκβράττεται τῶν κλημάτων ὁ βότρυς ὁ ἐν ἀρχαῖς τε καὶ πρῶτος. προϊόντος γεμὴν τοῦ καιροῦ, νόθη τις ἔσθ᾿ ὅτε καὶ δευτέρα μετ᾿ ἐκείνους ἀκολουθεῖ βοτρύων διεκβολή. ταῦτα δή ἐστι τοῖς τρυγῶσι δυσεύρετα, διάτοι τὸ ὡς ἐν πολλῇ τῇ φυλλάδι διαλανθάνειν εὐκόλως, καὶ ἐν ὀλίγαις εἶναι ῥαξί. ταῦτα συλλέγουσιν οὐκ ἀνιδρωτὶ, περιεργότερον ταῖς ἀμπέλοις ἐνιέντες [*](c) [*](3. ἐγενόμην B. (Alex. XII lect. Vat. suprascripto 23, 49, 86, 106, 130, 311.) ἐγενάμην Α. ἐγενήθη Edd. ὡς alt. om. a. Statim ἐπιφυλίδας pro ἐπιφυλλίδα Edd. (Co.) 6. τοῦ—κατοιχησομένου B. τὸν—κατοιχησομένους Edd. 8. ἥξοντος correxi ex B. ἥξοντας iid. μόλις Α. μόνους Edd. εὐαριθμήτους B. in lacunam, sed a prima manu, effarcitum. 10. ὀλίγοι Α. οὗτοι Edd. οὗτοι Α. οὕτω iid. Neutrum habet B. 11. σπανίως Edd. invitis A.B. 13. δρεπάναι Α. χεῖρες Eud. 14. Haec διὰ τούτων accesserunt ex A. b. 15. ἐκεῖνο] + τοῦ Edd. invitis B.b. 16. στάχυς Β. Statim εἷς om. A. ληΐνοις pro ληΐοις Aubertus. 18. ἐπεκβολαί A. ἐπεμβολαί Edd. 19. ὁ alt. om. A. 20. νόθη τις A.B. εἰκότως Edd. 21. δή Α. δέ iid. 22. ὡς assumptum ex A.)

710
τὸν ὀφθαλμὸν οἱ τοῖς τρυγῶσιν ἑπόμενοι. ἔοικε δὴ οὖν τῶν ἐπιεικῶν τὴν σπάνιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατολοφύρεσθαι λόγος. ὅτι δὲ πρὸς ζημίας γέγονε τοῖς ἐξ Ἰσραὴλ τὸ χρῆμα, τὸ ἐν ἐνδείᾳ γενέσθαι, φημὶ, τῶν ἁγίων, πῶς ἐστιν ἀμφιβαλεῖν; κήδεται γὰρ ἔσθ᾿ ὅτε καὶ χωρῶν καὶ πόλεων, καὶ πολλὰ λίαν ἀφίησιν ἐγκλήματα, φιλάνθρωπος ὢν ὁ Δεσπότης, πέντε που μόλις ἁγίων ἐν αὐτοῖς ηὑρημένων, κἂν ἐσώθησαν αἱ Σοδομιτῶν ποτὲ πόλεις, κατοικτείροντος Θεοῦ αἰδοῖ τῇ πρὸς τοὺς ἁγίους, καὶ ὀλίγους κομιδῇ, καὶ τὴν ὀργὴν ἀνακόποντος.

Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει, πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ, ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ.

Ἀτρεκὴς, ὡς ἔοικεν ἡμῖν, ὁ λόγος. ὀδύρεται γὰρ ὁ Προ- [*](e) φήτης ὡς οὐκ ὄντος εὐλαβοῦς ἐν ὅλῃ τῇ γῇ, δῆλον δὲ ὅτι τῇ τῶν Ἰουδαίων, καίτοι κομώσῃ πάλαι πλείσταις τε ὅσαις ἁγίων κεφαλαῖς, καὶ διαφανῆ τὴν δόξαν ἐχούσαις. ταύτῃτοί [*](Es. i. 21.) φησι καὶ διὰ φωνῆς Ἡσαΐου Θεός “Πῶς ἐγένετο πόρνη [*](1. οἱ deest in Edd. 2. ὁ προφητικὸς ἡμῖν ἐν τ. κατολ. λόγος Α. ὁ Προφήτης ἡμῖν ἐν τ. κατολοφύρεσθαι Edd. 5. κήδεται Α.Β. φείδεται Edd. 6. ἀφίησιν Α. ἀνίησιν Edd. φιλάνθρωπος ὢν Α. Θεὺς ὢν φιλ. Edd. 7. αὐταῖς Α. Statim ηὑρημένων correxi ex A. εὑρ. Edd. 8. ἐσώθησαν αἱ Σοδομιτῶν ποτὲ πόλεις Α. ἔσωθεν οἱ Σοδομιτῶν ποταμοὶ Edd. Verba κἂν—πόλεις desunt in B. 9. Θεοῦ] + καὶ Edd. invitis A.B. τοὺς om. A. λόγοις pro ὀλίγους A. 10. καὶ assumptum ex B. ἀνακοπτόντων pro ἀν- ακόπτοντος A. 12. κατορθῶν] ὁ κατορθῶν B. (36 al.) οὐκ ἔστιν pro οὐχ ὑπάρχει B. 13. ἐνθλιβῇ pro ἐκθλιβῇ F. Edd. 14. κακῷ pro τὁ κακὸν F. 15. λόγους εἰρηνικοὺς inverso ordine A. (87, 91, 310.) 16. αὐτοῦ] + ἐστιν Edd. (A.V. etc.) invitis A.B. 17. Ἀτρεκὴς Α. Ἔστιν ἀτρ. Edd. ὁ προφήτης accesserunt ex B. 19. κατακομώσῃ pro καίτοι κομώσῃ Α. 20. κεφαλαῖς ἁγίων inverso ordine A. ἐχούσῃ] ἐχούσἠ᾿ [ =ἐχούσῃ et ἐχούσαις] B. Statim ταύτῃ Α. τοῦτό Edd. 21. καὶ assumptum ex A. λοιπόν pro Θεός Α.)

711
“πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοι- “μήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.” τὸ γὰρ δὴ μάλιστα φορτικώτατον καὶ εἰς ἄκρον αὐτοὺς φαυλότητος διελάσαι παρασκευάσαν, τὸ ἐφ᾿ αἵμασιν αὐτοὺς δικάζεσθαι, καὶ φονᾶν ἀγρίως, ἀποῤῥίπτεσθαι δὲ καὶ ὡς ἕωλον κομιδῇ τὸ ἀγαθουργεῖν, [*](a 455 A.) ὥστε καὶ ἀναγκαῖον ποιεῖσθαι σπούδασμα, τὸ ἐπὶ μόνῳ τῷ κακοῦν ἑτέρους τὰς χεῖρας ἔχειν εὐπρεπεῖς. οὐδὲν γάρ ἐστιν τοῖς ὧδε ζῆν ἐλευθερίας διαβέβληται τρόποις. ἆρ᾿ οὖν κατηῤῥώστησε μὲν τὸ ἐν τούτοις εἶναι τὰ ὑπήκοον, ἔῤῥωται δὲ τὸ ἡγούμενον, καὶ ὑγιαίνει τὸ κρίνον; οὐδαμῶς, φησίν· ὁ γὰρ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε. πολλοὶ πολλάκις τῶν εἰς ἀρχὴν τεταγμένων, γεγόνασι [*](b) μὲν ἀνόσιοι καὶ φιλοκερδέστατοι, καὶ καταπωλοῦντες εὐκόλως τὰς ἑαυτῶν γνώμας τοῖς παραφθείρειν ἐθέλουσιν. ἀλλ᾿ εἰ καὶ νενεύκασιν ἤδη εἰς τὸ οὕτω γοῦν ἡττῆσθαι δοκεῖν λημμάτων καὶ δωροδοκίας, ἀποτρέπονταί πως καὶ δόξῃ χρηστῇ κατακαλλύνειν ἐπείγονται τοὺς ἑαυτῶν τρόπους· τὸ δὲ δὴ προήκειν εἰς τοῦτο λοιπὸν ἀθλιότητος νοῦ καῖ τρόπων αἰσχρῶν, ὡς μονονουχὶ καὶ χεῖρα προτείνειν, κἂν εἰ μὴ λάβοι, δικάζων τὸν τοῦ δικαίου καταφθείρειν λόγον, καὶ ἀναισχύντως ἀπειλεῖν, πῶς οὐκ ἂν εἴη λοιπὸν ἁπάσης ἐπέκεινα [*](c) βδελυρίας; μετ᾿ ἐμφάσεως δὴ οὖν ὁ λόγος, καὶ οἱονεὶ [*](3. διελάσαι Α.Β. διέρχεσθαι Edd. 4. αὐτοῦ pro αὐτοὺς Α. 5. ἀποῤῥίπτεσθαι δὲ καὶ ὡς ἕωλον κομιδῇ τὸ ἀγαθουργεῖν Α. καὶ ὡς ἕωλ. κ. ἀποῤῥ. τὸ ἀγ. [τὸ ἀγ. ἀποῤῥ. Edd.] Β. Edd. 6. ἐπὶ μόνῳ τῷ κακοῦν ἑτέρους Α. ἐπὶ μόνον τό κακὸν Β. ἐπὶ μόνον τοὺς [τὰς Pont.] κατοικοῦντας Edd. 7. ἔχειν εὐπρεπεῖς Α. ἔχ. εὐτρεπεῖς conjecit vir inclytus Theod. Heyse, sed nonne ironice dicitur? ἐκείνους τρέπειν Edd. 8. εἰ Β. ἐν Edd. 13. ἀρχὰς Α. 15. παραφθείρουσιν pro παραφθ. ἐθέλουσιν Β. 16. ἤδη accessit ex B. τὸ οὕτω Β. τοῦτο τὸ Edd. Statim μὴ pro γοῦν Edd. repugnantibus A.B. ἡττᾶσθαι δοκοῦν pro ἡττῆσθαι δοκεῖν Α. 17. ἐγκλημάτων pro λημμάτων Edd. invitis A.B. Statim κἂν pro καὶ iid. ἀποτρέπονταί Α. ἀποτρέπωνταί Εdd. δωροδοκίαις ἐπιτέρπονται ὅμως pro δωροδ. ἀπ. πως Β. 18. ἐπείγωνται Edd. invitis A.B. τοὺς ἑαυτ. ante ἐπειγ. transp. B. 19. προσήκειν pro προήκειν Α. νοῦ καὶ τρόπων B. oὐκ ἐκ τρόπων (sic) A. οὐαὶ πρὸς τῶν Edd. 21. καταφθείρει Α. καὶ om. A. 22. ἀπειλῇ pro ἀπειλεῖν Edd. 23. μετεμφάσεως (sic) iid.)
712
κατακεκραγότος τῆς πλεονεξίας Ὁ ἄρχων αἰτεὶ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν.

Ἆρ᾿ οὖν αἰτιάσαιτό τις τὸν εἰς εἰρήνην συλλέγοντα τοὺς μεμερισμένους εἰς διαφοράν; εἶτα πῶς ἂν ἀληθὲς εἴη, ὅτι [*](S.Matth. v. 9.) “Μακάριοι οἱ εἰρηνοποιοὶ,” καὶ ποὶος αὐτῶν ὁ μισθός; ἀλλὰ σώζεται μὲν τοῖς τῆς εἰρήνης βραβευταῖς τὰ ἐ'ντεὺθεν αὐχήματα. πλὴν ὁ κρίνων ὀρθῶς, τὸ τῷ θείῳ δοκοῦν διερμηνεύει [*](d) ωόμῳ, καὶ τοὺς μὲν ἀδικοῦντας ἐλέγξει, συναγορεύσει δὲ πάντως τοῖς ἠδικημένοις. ὅταν δὲ τοῖς ἀδικοῦσι λέγωμεν λόγους εἰρηνικοὺς, οὐκ ἐλέγχοντες αὐτοὺς ὡς ἡμαρτηκότας, τότε δὴ τότε παραλύσομεν ἐναργῶς τὸ τῷ Νομοθέτῃ δοκοῦν. [*](Mal.ii.7.) ἔφη γὰρ ὅτι “Στόμα ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον “ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.” παρέπεται δέ πως ἀεὶ τοῖς δωροδοκεῖν εἰωθόσι τὸ μήτε δύνασθαι κρίνειν ὀρθῶς, μήτε μὴν ἐκ παῤῥησίας ἐλέγχειν τοὺς ἡμαρτηκότας, συμβου- [*](e) λεύειν δὲ μᾶλλον τὰ πρὸς εἰρήνην, κἂν εἰ πλείστην ὅσην ἐπιφέρωσί τισι τὴν πλεονεξίαν. καὶ τῆς νόσου τὴν αἰτίαν σαφῆ καθιστὰς ὁ Προφήτης, φησί Καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· ἀρέσκει γὰρ ἴσως αὐτῷ, φησὶ, καὶ τὸ ἐκτόπως γεγενημένον. εἶτα πῶς ἐπιτιμήσει τοῖς ἠδικηκόσιν; ὃ γὰρ ἐπαινέσας ἔχει, πῶς ἂν ἔτι καταμωμήσαιτο; χρῆμα δὴ οὖν ἀνόσιόν τε καὶ ἐπιζήμιον ἀληθῶς ἡ πλεονεξία καὶ τὸ καταθλίβειν ἑτέρους.