In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἑ ταἳς [*](Κεφ.β΄.) κοίταις αὐτῶι, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ [*](c) ἦραν πρὸς τὸν Θεὸν τὰς χεῖρας αὐτῶ· καὶ ἐπεθύμουν ἀγροὺς, [*](2) καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστεουν, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.

Οτε μακροὺς περὶ τῆς τινῶν τιμωρίας ποιεῖται λόγους ὁ [*](k) τῶν ὅλων Θεὸς, ἵνα μή τις εἶναι νομίζηται σκληρὸς ἢ βαρύμηνις, δίκαιος δὲ μᾶλλον Κριτὴς κατὰ τὰ ἑκάστου πταίσματα ταλαντεύων ὀρθῶς, καὶ τοῖς πλημμελοῦσιν ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτῶν, παρατίθησιν εὐθὺς τὰ ἐγκλήματα, καὶ τῆς ἀσεβείας αὐτῶν ἀπογυμνοῖ τὸ μέγεθος· γεγόνασι τοίνυν φησὶ πονηροὶ τοὺς τρόπους καὶ εἰς τοῦτο σκαιότητος ἀφιγμένοι λοιπὸν ὡς βουλεύεσθαι μὲν ἐν νυκτὶ καὶ σχολῆς ἔργον ποιεῖσθαι κόπους, τουτέστι τὰς κατά τινων συντιθέναι [*](l) συντριβὰς, καὶ ἐργάζεσθαι κακὰ, τουτέστι πάλιν αἰτίας σκέπτεσθαι πληροῦν καὶ δύνασθαι κακοῦν τοὺς ἀσθενεστέρους. εἶτα δέον μεταβουλεύεσθαι καὶ δρᾶν ἑλέσθαι τὸ ἄμεινον, οὐδένα ταῖς ἑαυτῶν σκέψεσιν ἐνδιδόντες καιρὸν, ἅμα τῆ ἕω πρὸς πέρας ἦγον τὸ δοκοῦν, καίτοι δέον ἀνατεῖναι μᾶλλον τοῖς χεῖρας πρὸς Θεὸν, ὡς ἑωθινῆς θυσίας ἀναφερομένης κατὰ τὸν νόμον. ἦσαν δὲ αὐτοῖς ἐκεῖ τὰ ἐν νυκτὶ βουλεύματα καὶ ἡ σχολαία διάσκεψις, ἀγρῶν ἀλλοτρίων [*](d) ἐπιθυμίαι, οἴκων ἀνατροπαὶ, καταδυναστεῖαι καὶ πλεονεξίαι, ἀνδρός τε καὶ κλήρου διαρπαγαί. ταύτῃτοι δικαίως εξεπέμ- [*](1. ἐγένοντο] + δὲ Α. 2. αὐτῶν deest in Α. 3. Κύριον pro Θεὸν Edd. (Co.) cf. infra 409 b. Θεὸν infra et 607 b. Hom. Pasch. 24, 299 b. 5. ἄνδρα prius] τὸν ἄνδρα F. Edd. (68, 91, 97, 228.) 9. κριτὴς κατὰ] κριτὴς κοὶ D. 10. πλημμελῶσιν Α. 12. ἀσεβείας] πονηρίας D. 14. λόγων pro λοιπὸν D. ἐν om. D. 15. κόπους ποιεῖσθαι inverso ordine D. 16. αἴτιος — καὶ δύνασθαι Α. ἐκεῖνα σκ. πληροῦν ἃ καὶ δύναται D. 18. τὸ ἄμεινον ἑλέσθαι δρᾶν inverso ordine D. 19. καιρὸν ἐνδιδόντες inverso ordine D. 20. ἕω D. ἑξῆς Α. 21. τὰς χειρὸς μᾶλλον inverso ord. A. πρὸς] + τὸν A. 22. ἦσαν] Quae praecedunt, desiint in Β. lacuna unius et dimidii versus patente. γὰρ pro δὲ D. ἐκεῖ assumptum ex Α. 23. ἡ om. Α. σχολεὰ (sic) Α. 24. ἐπιθυμία A. καὶ om. D. 25. κλήρων (sic correctum manu eadem) D. Statim διαρπαγή Α.)

626
[*](Supra i. 14.) φθησαν ὡς οἶκοι μάταιοι, καὶ τὰ ἁνδάνοντα Θεῶ φρονεῖν οὐκ εἰδότες.

Αμεινον οὖν ἄρα καὶ ἀσυγκρίτως κατευμεγεθεῖν τῶν τοιούτων, καὶ φαυλότητος μὲν ἁπάσης ἀποφοιτᾶν, πλεονεξίαν δὲ ῥιπτοῦντας ὡς ἀπωτάτω, καὶ τῶν περιττῶν οὐκ [*](1 Tim.vi 8. e) ἐφιεμένους, διατροφὰς ζητεῖν καὶ σκεπάσματα, καὶ ὅσα [*](Ib. 9.) τοῖς σώφροσιν ἀπόχρη πρὸς τὸ βιοῦν. “Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας πολλὰς καὶ “ἀνοήτους καὶ βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώ- “ποὺς εἰς ὄλεθρον καὶ ἀπώλειαν.” ἐπιζήμιον δὲ πρὸς τούτῳ καὶ τὰς ἐν νυκτὶ σχολὰς τοῖς εἰς ἁμαρτίαν σκέμμασι δαπανᾶν· καλὸν δὲ ζηλοῦν τὸν μακάριον ψαλμῳδὸν πρὸς τὸν [*](Ps.cxviii.62.) τῶν ὅλων λέγοντα Θεόν “Μεσονύκτιον ἐξεγειρόμην τοῦ “ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.’’ [*](Ps. lxii.2.) καὶ πάλιν “Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ [*](406 A. a) “σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου.’’ καὶ πάλιν [*](Ib. 7.) “Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις “ἐμελέτων εἰς σέ.’’

[*](3)

Διὰ τοῦτο τάδε λέγει κύριος Ἴδου ἐΓὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧ οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.

[*](Supra ver.1.)

Ἐπειδὴ γὰρ αὐτοὶ κόπους ἐλογίζοντο, καὶ εἰργάζοντο κακά [*](b) τισι, τὸ πρὸς Θεὸν αἴρειν τὰς χεῖρας ὡς ἀκερδὲς καὶ ἀνόνητον παρωθούμενοι, ταύτῃτοι κἀγὼ, φησὶ, κατὰ πάσης τοιαύτης φυλῆς λογιοῦμαι κακα, τουτέστι, διασκέψομαι τὰ ἐφ’ οἷς ἃν [*](1. ἐξεπεμφθ. post μάταιοι transp. D. ἀδδάνοντα Α. Statim τῷ addit B. 4. πλεονεξίας Α. 5. ῥιπτοῦντες (sic) Α. περιττῶν om. A. habet D. 6. ἐφιεμένων (sic) Α. 8. καὶ om. Α. Statim ἀνονήτους Edd. invitis A. Β. 9. συνεθίζουσι habent A. D. 11. ἁμαρτίας D. 13. λέγοντα ante Ψαλμωδὸν transp. Α. ἐξεγειρόμην Α. ἐξηγειρ. Edd. 16. σε assumptum ex A.B.D. σοι e suo Migne. καὶ πόλιν assumptum ex Α. καὶ D. Statim Εἰ accessit ex A.B.D. addit quoque Migne. 20. τὴν ἐμὴν pro ταύτην Β. (153.) 21. ὄρθιοι F. ὄρθροι Alex.] ὀρθοὶ deest in Α. Statim ἐξαίφνης om. Edd. invitis A.B.D. 22. κόπους om. Α. 23. τῆ κτίσει pro τισι (sic) Α. παρωθ. καὶ ἀνόνητον inv. ord. Β. 24. φησι κἀγὼ pro κἀγώ φησι D. πάσης] + τῆς Β. κατὰ πόσης τοιαύτης φυλῆς post κακὰ transp. D.)

627
εἶεν κακοῖς, ἤγουν ἀνιάτοις συμφοραῖς· ἔσεσθαι δὲ οὕτω φησὶ δύσοιστά τε καὶ φορτικὰ τὰ ἐπενεχθησόμενα, ὡς ἐν ἴσῳ γενέσθαι τοῖς κεκυφόσι τοὺς πεπονθότας, καὶ τρόπον τινὰ κατακαμφθήσεσθαι, δεινῶς καὶ ἀφορήτως κατηχθισμένους. καιρὸς γὰρ ἔσται φησὶ πονηρὸς, καθ’ ὃν ἃν αὐτοῖς τὰ ἐξ ὀργῆς ἐπαρτήσειε. καὶ τοῦτο οἶμαί ἐστι τὸ ὑπό του σοφῶς ὑμνούμενον “Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν [*](c Ps.xxxvii.5) κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς οὕτω κατηχθισμένους πρὸς ἀπόθεσιν τῶν ἐπηρτημένων αὐτοῖς ἐκάλει λέγων “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορ- [*](S.Matth. xi. 28.) “τισμένοι, κἄγω ἀναπαύσω ὑμὰς. ἀλλ’ οἱ μὲν τῆ πίστει τὸν κεκληκότα τιμήσαντες, ἀπεσείσαντο τὸ φορτίον· ἀπομεμενήκασι δὲ κάμνοντες καὶ πεπιεσμένοι, καὶ σφόδρα εἰκότως, οἱ ταῖς ἀπειθείαις λελυπηκότες γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ ἡ σὺν αὐτοῖς ἑτέρα πληθὺς, οἳ καὶ οὐκ ἂν [*](d) δύναιντο βαδίζειν ὀρθοί. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ, ἀνακεκράγει πρὸς Θεόν “Σκοτισθήτωσαν οἱ ὀφ- [*](Ps.lxviii.24) “θαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν “διὰ παντὸς σύγκαμψον·” ἵνα τὰ ἄνω μὴ βλέποντες, μήτε μὴν ἀνακουφίζειν ἰσχύοντες τῆς διανοίας τὸν ὀφθαλμὸν πρὸς τὴν τῶν ἁγίων ἐλπίδα καὶ τὴν ἐν τοῖς οὐρανοῖς καλλίπολιν, πρὸς μόνα βλέπωσι τὰ ἐπὶ τῆς γῆς, μονονουχὶ κεκυφότες καὶ τοῖς προσκαίροις καὶ σαρκικοῖς τὸν ὑβριστὴν καὶ μισόθεον ἐνερείδοντες νοῦν.

[*](e)

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ’ ὑμᾶς παραβολὴ, καὶ [*](4) [*](2. ἐπαχθησόμενα D. Statim ὡς om. Α. 4. κατηχθημένους Edd. 5. οὖν pro γὰρ Α. Statim ἐστὶ Α. φησιν ἔσται inv. ord. D. 6. τοῦ σοφοῦ Α. 9. ὁ alt. assumptum ex Β. κατηχθημένους Edd. 10. τῶν ἐπηρτημένων αὐτοῖς inverso ordine D. 12. τῆ om. Β. 13. τὸν om. Α. 15. ἀπαθείαις Edd. invitis libris. 16. καὶ alt. assumptum ex A.D. 17. ὀρθοί B.D. ὀρθῶς Edd. 18. ἀνακεκράγει D. ἀνακέκραγε Β. ἀνεκεκράγει Edd. 20. μὴ τὰ ἄνω inverso ordine Α. 21. τὸν assumptum ex A.D. ante τῆς δίαν. transp. B. 22. τὴν alt.] τῶν postea additum A 25. ἐρείδοντες Α. 26. ἐκληφθήσεται F. ἡμᾶς Edd. (Ald.))

628
θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων Ταλαιπωρίᾳ ἐπαλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη έν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύω αὐτὸ τοῦ ἀποστρέψαι.

Δύο κατὰ ταὐτὸν συμβήσεσθαι λέγει, παραβολήν τε καὶ [*](407 Α. a) θρῆνον. καὶ ἡ μὲν παραβολὴ σημαίνειν ἔοικε τὸ οἱονείπως ἐν στόματι πάντων τὸν ἐπ’ αὐτοῖς, ἤτοι περὶ αὐτῶν, γενέσθαι λόγον· μνημονεύεται γὰρ ἀεὶ καὶ τὰ ἐξαίσια τῶν κακῶν, καὶ τῶν τοιούτων ἡ φήμη πόλεις τε καὶ χώρας ἐπιφοιτᾷ, καὶ μέχρι τερμάτων τῆς ὅλης διάττει γῆς. ὁ θρῆνος δέ γε τὸ δάκρυον καὶ τὰς ἐπ’ αὐτοῖς οἰμωγὰς, ἃς ἂν ἕτεροι ποιοῖντο τυχὸν, ἤγουν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὰ οἰκεῖα κλαίοντες πάθη. τοιγάρτοι φησί Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν. καὶ [*](b) τίς ἂν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, διατρανοῖ λέγων Μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ὰποστρέψαι. ὁ κλῆρος, φησὶν, ὁ ἐκνεμηθεὶς τῷ ἐμῷ καὶ ἠγαπημένῳ λαῷ· δῆλον δὲ ὅτι τῷ Ἰσραήλ· μεμέτρηται παρ’ ἐχθρῶν, τουτέστι, δασμοῖς καὶ τέλεσιν ὑπενήνεκται. τὸ γὰρ μετρούμενον ὑπὸ φόρον ἐστι καὶ τέλη. εἶτα τούτου γεγονότος καὶ παρ’ ἐλπίδα συμβεβηκότος, οὐκ ἦν ὁ κωλύσων. ποῦ δὴ οὖν ἄρα, φησὶν, αἱ δαμάλεις, ὁ Χαμὼς, ὁ Δαγὼν, ὁ Βεελφεγὼρ, ὁ Βάαλ, καὶ τὰ ἐν τοῖς τεμένεσι τῆς Σαμαρείας πολυειδῆ χειρόκμητα; σεσιγήκασιν, οὐκ [*](c) ἀντετάξαντο τοῖς μεριζομένοις· οὐ βεβοηθήκασι τοῖς ἰδίοις προσκυνηταῖς· οὐκ ἐπήγαγον ὀργὴν τοῖς μετροῦσι τὴν γῆν. τοιοῦτόν τι φησὶ καὶ διὰ φωνῆς ̔ Ιερεμίου περὶ τῶν ἐξ Ἰσραήλ [*](Hier. ii. 27,28.) “Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα καὶ σῶσον ἧμας. καὶ που εἰσιν οἱ θέοι σου οὑς ἐποίησας [*](1. θρῆνον Α. Statim ἐμμελῆ (sic) Α. λεγόντων F. (22 al.) 2. καταμετρηθήσεται Α. Statim ἐν om. Α. 5. ἐπὶ pro ἐν B. 7. γὰρ assumptum ex Α. Β. 9. ὁ assumptum ex Β. 12. φασί Β. 14. καταμετρηθήσεται (ut supra) Α. Statim ἐν deest in Edd. κωλύσων Α. (Alex. XII.) κωλύων Edd. 15. ὁ ait. assumptum ex Α. Β. 16. λαῷ accessit ex Α. 17. δασμοῖς] θεσμοῖς Edd. repugnantibus Α. Β. 18. ὑπὸ φόρον Α. Β. ὑπόφορόν Edd. τέλη Α. τέλος Β. τελοῦν Edd. 20, ποῦ Α. ποὶ Edd. 22. χειρότμητα Α. 23. ἀντετάσσοντο Α.)

629
“σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς “κακώσεως σου;" ἀλλὰ πῶς ἃν ἑτέρους ἐκσώσειαν, οἳ πάθοιεν ἂν εὐκόλως πᾶν ὅσον τις ἕλοιτο δρᾶν; εἰσὶ γάρ εἰσιν ἔργα χειρῶν ἀνθρώπων, ἀργύριον καὶ χρυσίον, καὶ [*](d Ps. cxiii.12.) λίθος καὶ ξύλα, κωφὴ καὶ ἀναίσθητος ὕλη. ψαλλέτω δὴ οὖν ὁ θεσπέσιος Δαυείδ “Ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ [*](Ib. 16.) “ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.”

Οἱ ἀγρῶ ὑμῶ διεμετρήθησαν· διὰ τοῦτο οὐκ ἔσται σοι βάλλω [*](5) σχοινίον ἑ κλήρῳ.

Φανερὰν ποιεῖται τῶν εἰρημένων τὴν δύναμιν. ἀπόκληροι γὰρ γεγόνατε φησι, καὶ μεμέτρηται μὲν τὰ ὑμῶν ἑτέροις, [*](e) σοὶ δὲ οὐκ ἔξεστι καταμετρεῖν τὰ σά. πεπονθότας δὲ τοῦτο κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν καὶ τοὺς ἀλαζόνας εὑρήσομεν Ἰουδαίους. ἐμπαροινήσαντες γὰρ τῷ Χριστῷ τῶν ἐκνεμηθέντων αὐτοῖς ἀπώλισθον κλήρων. ἦν μὲν γὰρ πρωτότοκος, καὶ αὐτῶν εἶναί φησι τὰς ἐπαγγελίας ὁ σοφώτατος Παῦλος, [*](Rom. ix. 4,5.) αὐτῶν τοὺς πατέρας, καὶ ἐξ αὐτῶν τὸ κατὰ σάρκα Χριστόν. ἐκπέπτωκε δὲ τῆς ἐλπίδος καὶ τῆς εἰς τοῦτο πάσης εὐκλείας· εἰσέφρησε δὲ τῶν ἐθνῶν ἡ πληθὺς καὶ εἰς τὸν ἐκείνων ἀντανέβη κλῆρον· αὐτῶν γὰρ γεγόνασιν αἱ ἐπαγγελίαι, ἀν’ [*](a 408 Α.) τῶν ὁ Χριστὸς, αὐτῶν οἱ πατέρες· τέκνα χρηματίζουσιν ̔Αβραὰμ, κατακολουθοῦντες “τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ [*](Rom. iv. 12.) “πίστεως’’ αὐτοῦ· “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴ, οὗτοι Ἴσ’, [*](Ib ix. 6,7,8.) “ραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα ̔Αβραὰμ, πάντες τέκνα, ἀλλὰ “τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα.” [*](1. ἀναστήτωσαν pro εἰ ἀναστήσονται Α. 2. ἐκσώσειαν] σώσωσιν Β. Statim οἳ om. Α. 4. λίθοι pro καὶ λίθος Α. 5. δὲ pro δὴ Edd. Statira οὖν assumptum ex Β. 6. πάντες accessit ex Α. cf. supra 180 b. et in Es. 513 c. 8. διεμετρήθησαν Α. Β. (Alex. XII.) διεμερίσθησαν Edd. (Vat.) σοι deest in A.F. Edd. (153) invito B. Statim ὁ add. F. Edd. (Co.) 10. δύναμιν] δήλωσιν Α. 11. μεμέτρηται Α. μεμετρήκασι Β. μεμέτρηνται Edd. Statim τὰ ὑμῶν ἑτέροις Α. τὴν ὑμῶν ἕτεροι Edd. 12. ἔξεστι καταμετρεῖν Α. ἐξέσται μετρεῖν Edd. 13. καὶ om. Α. Statim εὑρήσομεν τοὺς ἇλος inv. ord. Α. 15. μέν assumptum ex Α. 19. δὲ et καὶ assunipta ex Α. Β. ἀντανέβη] ἀντεισβέβηκε Β. 21. ἔνα] + γὰρ Edd. invito Α. 24. πάντες τέκνα desunt in Edd. 25. εἰς om. Α.)

630
τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης τὴν τῶν Ἰουδαίων ὀφρῦν [*](S.Matth. iii. 8,9.) καὶ τὸ ἵκανον φύσημα καταφέρων “Ποιήσατε οὑν κάρπους [*](S. Luc.iii. 8. b) “ἀξίους τῆς μετανοίας, φησὶ, καὶ μὴ δόξητε λέγειν ἐν - “ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν ̔Αβραάμ· λέγω γὰρ “ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι “τέκνα τῷ ̔Αβραάμ.” οὐκοῦν ἀποπέπτωκε μὲν τῆς κληρονομίας ὁ ἀπόπληκτος Ἰσραὴλ, ἀντανέφυ δὲ ὥσπερ ἡ ἐξ ἐθνῶν ἀγέλη, καὶ αὐτοῖς ὁ Χριστὸς τῶν ἄνωθεν ἀγαθῶν τὸν εὐκλεᾶ τε καὶ ἀξιόληπτον ἀπονέμει κλῆρον. συμπολῖται [*](Eph. ii. 19.) γὰρ γεγόνασι τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, σύσσωμοί τε τοῦ Χριστοῦ, καὶ τῆ πρὸς αὐτὸν ἑνότητι διὰ Πνεύματος ἐκλελαμπρυσμένοι, τὸν πολύευκτον ἀληθῶς διαζήσονται βίον, [*](c) ἐν ὁσιότητί τε καὶ ἁγιασμῷ καὶ ἀφθαρσίᾳ.

[*](6)

Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσιν, μηδὲ δακρυέτωσαν [*](7) ἐπὶ τούτῳ οἱ ὀφθαλμοὶ ὑμῶν· οὐ Γὰρ ἀπώσεται ὀνείδη ὁ λέγω Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ εστίν;

Ἀρ᾿ οὖν ἀπείργει τοῦ μετανοεῖν ἑλέσθαι τὸν Ἰσραήλ; ἀνακόπτει δὲ, εἶπε μοι, τὴν ἐπ’ αὐτοῖς ἡμερότητα Θεὸς, κἂν εἰ βούλοιντο μαθεῖν τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα, d καὶ δρᾶν ἤδη πὼς τὸ ἁνδάνον αὐτῷ; οὐ τοῦτό φησιν. ἁλλ’ ἔθος τισὶν, εἰ ὑπό του τυχὸν τῶν σοφῶν πεπλημμεληκότες ἐλέγχοιντο, τὸν τῆς μεταγνώσεως τρόπον μέχρι μόνου τοῦ δακρύσαι μετρεῖν, καὶ ὁμολογεῖν μὲν τὴν ἁμαρτίαν, τούτῳ [*](1. Βαπτιστὴς pro Ἰωάννης Β. 2. ἱκανὸν Α. εἰκαῖον Edd. 3. δόξητε] ἄρξησθε Β. [B. Lucae citatio.] 4—6. Haec λέγω ex Α. Quae sequuntur usque ad fin. schol. desunt in B. 10. ἁγίων Α. ἀγγέλων Edd. σύσσωμά Edd. 11. τοῦ om. Α. τὴν πρὸς αὐτὸν ἑνότητα τῇ (sic) Α. 14. δακρυέτω Edd. 15. τούτῳ Α. Β. (Alex.) τούτοις Edd. (Vat.) Statim οἱ ὀφθαλμοὶ ὑμῶν accesserunt ex Β. (22, 36, 51, 228 suprascr. 238.) οὐ A. Β. (Alex. XII.) οὐδὲ Edd.(Vat.) 19. εἴποιμι pro εἰπέ μοι Α. αὐτῷ Edd. 20. ἑαυτοῖς Edd. invito Α. 22. του τυχὸν] τῶν τυχόντων (sic) Α. τοῦ τυχόντος b. Statim τῶν om. Α. 23. μόνου accessit ex Α. b. 24. μέν deest in Edd. invitis A.B.b. ἀμετρίαν pro ἁμαρτίαν iid.)

631
τε καὶ μόνῳ ζητεῖν τὴν ἄφεσιν· οὐ μὴν ἔτι καὶ τῶν προκειμένων αὐτοῖς καταλήγειν κακῶν. τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, ὡς μηδὲ αὐτῶν ἔσθ’ ὅτε φείδεσθαι τῶν ἀμφίων. ἀλλὰ τί φησιν ὁ εἰς καρδίαν ὁρῶν καὶ νεφρούς; “Ἐπιστρέ- [*](Joel ii. 12, 13.) “ψατε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ [*](e) “ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαρρήξατε τὰς καρδίας “ὑμῶν καὶ μὴ τὰ ἱμάτια μῶν.,, ὅτι τοίνυν ψιλὸν ἐξ ὀμμάτων καταχέοντες δάκρυον, καὶ χρηστοεπεῖν ὑποκρινόμενοι, τῶν γεμὴν ἰδίων οὐ καταλήγοντες θελημάτων, οὐκ ἂν εὐμενῆ καὶ πρᾶον ἐφ’ ἑαυτοῖς καταστήσειαν τὸν κριτὴν, ἐκδιδάσκει λέγων Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσι. μὴ ποιεῖτε φησι πένθους οἶκον τὸν θεῶν ναόν· μηδὲ ἐπὶ τούτῳ δακρύετε, ὥστε δοκεῖν ἐν οἴκῳ μόνον κλαῦσαι Θεοῦ· ἀνόνητον γὰρ τὸ τοιόνδε παντελῶς· μήτε μὴν ἐκεῖνο λέ- [*](a 409 A.) γόντων τινές Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. ἀποτρίψαιτο γὰρ ἂν ἥκιστά γε τοὺς ἐφ’ οἷς πεπλημμέληκεν ὀνειδισμοὺς, κἂν εἰ ἕλοιτό τις ταῖς οὕτω χρησταῖς ἀποκεχρήσθαι φωναῖς. Εἰ ταῦτά ἐστι τὰ ἐπιτηδεύματα αὐτοῦ; καὶ ποῖα δὴ ταῦτα, φησίν· “ Ἐγένοντο λογιζόμενοι κόπους, [*](Supra ver. 1,2.) “καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῆ “ἡμέρᾳ συνετέλουν αὐτὰ, καὶ οὐκ ἦραν πρὸς τὸν κύριον [*](b) “τὰς χεῖρας αὐτῶν· καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον “ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα “καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.’ οὐκοῦν εἰ τοιάδε, φησὶν, εἶεν αὐτοῦ τὰ ἐπιτηδεύματα, πῶς ἃν διακρούσαιτο τὰ ὀνείδη, ψιλὸν καταχέων δάκρυον, ὁμολογῶν τε καὶ λέγων Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα κυρίου;

Χρὴ δὴ οὖν ἄρα μετανοεῖν ᾑρημένους ἀπαλλάττεσθαι μὲν [*](4. καρδίας Α. 5. τῆς om. Α. 6. ἐν prius om. Α. 12. οἶκον πένθους inverso ordine Α. μὴ pro μηδὲ Β. invito b. 13. δοκεῖν A.B.b. εἰπεῖν Edd. 14. τοιοῦτον Α. 15. τινῶν Α. ἀποτρίψαιτο Α. Β. ἀποκρύψ. Edd. 16. ἂν om. Α. ἐφ’ οὑς Α. 18. εἰσι pro ἐστι Α. 19. τρόπους pro κόπους (sic) Α. 21. συνετέλουν Α. συνετέλεσαν Edd. τὸν assumptum ex Α. 26. διακρούσεται Α. 27. παρώργισε] + τὸ Edd. invitis A. Β.)

632
τῶν εἰς φαυλότητα ἐγκλημάτων, δακρύειν δὲ οὕτω καὶ ἐξομολογεῖσθαι [*](c) Θεῷ, τετιμηκότας ἤδη τὸ ἀγαθουργεῖν. ὁ γὰρ Θεὸς οὐχ ἁπλῶς εἰς δάκρυον, οὐδὲ εἰς χρηστοὺς ἐμβλέψεται λόγους, ἀλλ’ εἰς ἤθη καὶ τρόπους. ὀνησιφόρον δὲ τότε δὴ τότε τὸ κλαίειν ἔσται, φησὶ, τισὶν, ὅταν φαίνωνται τῆς ἀγαθουργίας οἱ τρόποι τῇ τῆς φαυλότητος ἀνατροπῇ συνεισθέοντες. ἀναιρουμένης γὰρ ἐν ἡμῖν τῆς ἁμαρτίας, ἡ τῆς ἀρετῆς παρειστρέχει γένεσις.

Οὐχ οἱ λόγοι αὐτοῦ εἰσὶ καλοἰ μετ᾿ αὐτοῦ, καὶ ὀρΘὼ πεπόρευνται; [*](8) καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τῆς [*](d) εἰρήνης αὐτοῦ.

Kαταιτιᾶται δὴ πάλιν ὡς εἰωθότας μὲν ἀριστοεπεῖν, ἀσύμβατον δὲ τοῖς λόγοις τὴν διάνοιαν ἔχοντας. ὀρθοὶ μὲν γὰρ, φησὶν, οἱ παρ’ αὐτοῖς γίνονται λόγοι καλοὶ δὲ λίαν· ὁμολογοῦσι γὰρ τὰ ἐγκλήματα, χρηστόν τε καὶ ἀγαθὸν ὀνομάζουσι τὸν Θεὸν, καὶ κατειρωνεύονται πολυτρόπως, ἔργοις γεμὴν αὐτὸν παροτρύνοντες οὐ διαλελοίπασιν. ἴδοι δ’ ἄν τις αὐτοὺς ἑαυτοῖς γεγονότας ἐχθροὺς, καὶ τὴν σφῶν αὐτῶν ἀποσοβοῦντας εἰρήνην. αὐτὸς γὰρ ὁ λαός μου ἀντικατέστη [*](e) φησὶν ὡς ἐχθρὸς τῆ ἑωυτοῦ εἰρήνη. ἐξὸν γὰρ αὐτοὺς ἐν εὐπαθείαις εἶναι καὶ τρυφαῖς καὶ ἐν βεβαίῳ τῆς δόξης καὶ ἐρηρεισμένην ἔχειν τὴν εὐθυμίαν, εἰ τετίμηται Θεὸς, ἐθελοντὶ κατώλισθον εἰς ἀπόστασιν. ταύτῃτοι καὶ τὸ ἐν [*](1. εἰς φαυλότητα Α. ἐκ φαυλότητος Edd. δακρῦον Β. ἐξομολογ.] + τῷ A. 3. καὶ pro οὐδὲ Edd. 4. ἔθη iid. Haec δὴ τότε accesserunt ex Α. Β. 5. φησί τισιν assurnpta ex A. φαίνοιντο Α. 7. ὑμῖν pro ἐν ἡμῖν A. 9. οὐ οὐχὶ F. Edd. (22. al.) ὀρθῶς πεπόρευται Α. (cf. 153.) 10. ἀντέστη εἰς ἔχθραν inverso ordine Α. (153, 198, 233) ἀντικατέστη pro ἀντέστη F. (Alex.) et cf. infra. 12. ἤδη pro δὴ Α. εἰωθότα Edd. 13. τὴν assuraptum ex Α. ἔχοντα iid. 14. παρ’ αὐτοῖς] παρ’ αὐτοῦ Α. 16. Θεὸν] κύριον Edd. 17. αὐτὸν Β. αὐτοῖς Edd. 19. ἀποσοβοῦντες Edd. ante Migne. ἀντεκατεστάθη Α. 20. τῆς ἑαυτ. εἰρήνης Α. αὐτοῖς Edd. invitis Α. Β. 21. καὶ prius] + ἐν Α. τῆς δόξης om. Α. 22. ἐμπορίαν, οὐ (sic) pro εὐθυμίαν, εἰ Α. 23. ἐθέλοντες A.)

633
εἰρήνῃ διατελεῖν ἀποβεβληκότες, αὐτόκλητον ὥσπερ ταῖς σφῶν αὐτῶν κεφαλαῖς ἐπεγείρουσι πόλεμον. ὅτι δὲ οὐχὶ πάντως ἀκερδὲς τὸ χρηστοεπεῖν πρὸς Θεὸν τοὺς ἡμαρτηκοτας, ἤγουν εἰ ἕλοιτό τις τοῖς ἰδίοις πταίσμασιν ἐπερυθριᾶν, ἐξ αὐτῆς ἀποδείξομεν τῆς θεοπνεύστου γραφῆς. γέγραπται [*](a 410 A.) γὰρ ἐν τῇ δεύτερᾳ τῶν Παραλειπομένων μένων περὶ τοῦ ̔Ροβοάμ “καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία ̔Ροβοὰμ καὶ ὡς [*](2 Par. xii. 1.) κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς κυρίου, καὶ πᾶς Ισραὴλ μετ’ αὐτοῦ.” εἶτα Σουσακεὶμ ὁ τῶν Αἰγυπτίων τύραννος κατὰ τῶν ̔Ιεροσολύμων ὡπλίζετο, καὶ πανστρατιᾷ τῆς οἰκείας ἐξέθει γῆς. ἀφικνεῖτο δὲ μετὰ τοῦτο “Σαμαίας [*](Ib. 7.) “ὁ προφήτης πρὸς ̔Ροβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα, τοὺς συναχθέντας εἰς ̔Ιερουσαλὴμ ἀπὸ προσώπου Σου- “σακεὶμ, καὶ εἶπεν αὐτοῖς οὕτως εἶπε Κύριος ̔Υμεῖς [*](b) “ἐγκατελίπετέ με, κἀγὼ ἐγκαταλίπω ὑμᾶς ἐν χειρὶ Σουσακείμ. καὶ ᾐσχύνθησαν, φησὶν, οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεὺς, καὶ εἶπον Δίκαιος ὁ κύριος. καὶ ἐν τῶ ἰδεῖν “Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς “Σαμαίαν, λέγων Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς’’ πάλιν φησί “Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη [*](Ib. 12.) “ἀπ’ αὐτοῦ ἡ ὀργὴ κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς “τέλος· καὶ γὰρ ἐν τῷ Ἰούδᾳ, φησὶν, ἦσαν λόγοι ἀγαθοί.” ὁρᾷς οὖν, ὅπως οὐκ ἀκερδὲς τὸ ἀγαθοὺς ἔχειν ἐπὶ γλώττης [*](c) λόγους, εἰ παρέποιτο τὸ ἐντρέπεσθαι, καὶ τὰ ἐφ’ οἷς πεπλημμέληκε τις κατερυθριᾶν. οὐκοῦν ὡς ὁ Παῦλός φησιν [*](1. ἀποβεβηκότες Edd. αὐτόκλητον Α.Β. αὐτόκλητοι, Edd. 2. αὐτῶν om. B. ἐπεγείρουσι Β. ἐγεροῦσι Α. ἀγείρουσι Edd. 4. εἰ et τοῖς om. Α. 7. καὶ ὡς om. A. 10. πανστρατιᾶ Α. πανστρατὶ Εdd. 11. ἀφικνεῖται Α. Σαμαίας Α. Σαμέας Β. Edd. (74, 158.) 13. συναναχθέντας Edd. invitis A.B. Statim ἐν pro εἰς Α. (60, 74.) 15. ἐγκαταλίπω Α. (corr. ex: ἐγκαταλείπω) ἐγκαταλείψω B. (A.V. c.) ἐγκαταλείπω Edd. 16. ᾐσχύνθησαν] συνήχθησαν Α. Statim φησιν assumptum ex Α. 17. εἶπον] + ὅτι Α ὁ alt. om. Α. (XI.) ἐδεῖν] + τὸν Α. (93, 108.) 18. ὅτι om. Α. 19. Σαμαίαν Α. Σαμέαν Edd. ἐν σαμπὰν (sic) pro πρὸς Σ. Β. 20. αὐτὸν] αὐτοὺς Α. ἀπέστη pro ἀπεστράφη Β. 21. αὐτῶν Α. Statim ἡ assumptum ex A. (Alex.) καὶ οὐκ εἰς καταφθ. εἰς τέλος desunt in Β. spatio relicto. 22. φῇσιν om. Α. ἦσαν] + οἱ Α. 23. οὖν om. Β. Statim ὅτι pro ὅπως Α. 24. λόγους assumptum ex Α.Β. τὰ Α. τὸ Edd.)
634
[*](1 Cor. iv. 20.) “Οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει, [*](S Matth. vii. 21.) καὶ αὐτὸς δέ που Χριστὸς ἀναφανδὸν ἔφη “Οὐ πᾶς ὁ “λέγων μοι κύριε κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν “τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου “τοῦ ἐν τοῖς οὐρανοῖς.” εἰκαῖον οὖν ἄρα, καθάπερ ἔφην [*](d) ἀρτίως, τὸ χρηστὰ λέγειν περὶ Θεοῦ, ὅτε τὸ ἐν ἔργοις εὐδόκιμον οὐ παρομαρτεῖ.

Τὴν δορὰν αὐτοῦ ἐξέδειρα, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου.

Ἐπιφέρει πάλιν τοῖς καθηγεῖσθαι λαχοῦσι τῆς τῶν ἀγελαίων ἀπωλείας τὰ ἐγκλήματα. οὐ γὰρ ἃν ἱκανῶς ἔχοντες εἴς γε τὸ δύνασθαι παιδεύειν αὐτοὺς, καὶ εἰς τὴν ὀρθήν τε καὶ ἀδιάστροφον ἀποκομίζειν τρίβον, καὶ ἀντέχεσθαι μὲν ὅτι μάλιστα φιλεῖν τῆς εἰς Θεὸν εὐσεβείας, ὡς ἀχρεῖον δὲ καὶ ὀλέθρου πρόξενον ἀπορρίπτειν καὶ ἀπωτάτω [*](e) ποιεῖσθαι, τὸ προσκεῖσθαι γλυπτοῖς, αὐτοὶ γεγόνασιν ὀλετῆρες καὶ φθορεῖς, πρὸς πᾶν τοὐναντίον τὰς τῶν ὑπὸ χεῖρα μετατρέποντες γνώμας, καὶ Θεοῦ μὲν ἀποφοιτᾶν ἀναπείθοντες, ἐπαγάλλεσθαι δὲ μᾶλλον τοῖς τῆς πλανήσεως τρόποις. ταύτῃτοι Θεῷ προσκρούοντες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπώλισθον, ἢν εἴπερ ἔχοντες διετέλουν, οὐδὲν τὸ ἀπεῖργον ἦν καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν. οὐκοῦν ὡς ἐπὶ προβάτου φησὶν, ὅτι τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ [*](411 Α. a) ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου. ὅμοιον ὡς εἰ λέγοι Γυμνὸν ἀποφήναντες τῶν ἐξ ἐλπίδος περιβλημάτων, ἀπαμ- [*](4. ἀλλ’] ἀλλὰ πᾶς Edd. repugnantibus A. Β 11. οὐ γὰρ ἂν ἱκανῶς ἔχοντες ἔχοντα Edd.] εἴς γε τε Α.] τὸ δύνασθαι Α. Edd. οἱ γὰρ, ὀφείλοντες Β. 12. εἰς alt. om. Α. 14. φιλεῖ Edd. 16. αὐτοὶ] ἑαυτοῖς A. 17. φθοραὶ, εἰς pro φθορεῖς, πρὸς Α. 19. ἐπαγγέλλεσθαι (sic) Α. 20. Θεὸν ἀγάπης pro αὐτὸν ἐλπίδος Α. 22. τὸν ἐχθρόν Edd. 23. προβάτου. Α. προβάτων Edd. αὐτῶν iid. invitis Α. Β. 24. συντριμμὸν] + τοῦ Edd. invito Α. 25. γυμνὸς Aub. Statim ἀπεφήναντο Edd. ἀποφήναντο Pont.])

635
φιάσαντες δὲ ὥσπερ τῆς παρ’ ἐμοῦ φροντίδος καὶ ἐπικουρίας, εὐπαθῆ καὶ εὐάλωτον ἀποτετελέκασι. παρῄρηται γὰρ αὐτῶν ἡ εἰς Θεὸν ἐλπὶς, τοῦτο δὲ ἦν αὐτοῖς τοῦ πολέμου τὸ σύντριμμα. ὥσπερ γὰρ τοῖς ἀλόγοις τῶν ζῴων ἀσφαλὲς ἀμφίον ἡ δορὰ· κομιδῇ γὰρ εὐπαθὲς τὸ γυμνὸν σαρκίον· οὕτω καὶ ἡμῖν αὐτοῖς ἀσφαλὲς περίβλημα καὶ δορά τις ὥσπερ, τῆς εἰς Θεὸν ἐλπίδος ἡ δύναμις, ἢν εἴπερ ἔχοιμεν κατ’ οὐδένα τρόπον λυποῦντες Θεὸν, κατευμεγεθήσομεν τῶν [*](b) ἐχθρῶν, καὶ περιεσόμεθα μὲν πολέμου παντὸς σαρκικοῦ τε καὶ νοητοῦ· ἐπιβησόμεθα δὲ καὶ “Ἐπὶ ἀσπίδα καὶ βασι- [*](Ps. xc. 13.) “λίσκον, καὶ καταπατήσομεν λέοντα καὶ δράκοντα, κατὰ τὸ γεγραμμένον· ἀναμέλψομεν δὲ πεποιθότες “κύριε ὁ [*](Ps. lxxxiii. 13.) “Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σε.”

Διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀποῤῥιφήσονται ἐκ τῶ οἰκων [*](9) τρυφῆς αὐτῶι, δῶ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶ [*](c) ἐξώσθησαν.

Επειδὴ γὰρ, φησὶν, οἱ ταῖς εἰσηγήσεσι καὶ ταῖς νουθεσίαις ὠφελεῖν δυνάμενοι τοὺς ὑπεζευγμένους, μένους, οἱ χειραγωγοὶ καὶ πατέρες, οἱ ποιμένες καὶ ἐπιστάται τὴν δορὰν αὐτοῦ ἐξέδειραν, καὶ ἀφείλαντο τὴν ἐλπίδα τὴν εἰς Θεὸν, δι’ ἧς [*](Supra a.) εὔκολον ἦν πάντα συντρίβεσθαι πόλεμον, ταύτῃτοι δικαίως τὰ οἴκοι μεθέντες ἀγαθὰ, καὶ τῶν ὅτι μάλιστα φιλαιτάτων ἐστερημένοι, τέρψεώς τε καὶ τρυφῆς ἀπωλισθηκότες, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ πικροὺς τῆς ῥᾳθυμίας καὶ τῆς [*](d) φαυλότητος ἀποτίσουσι λόγους. ὅτι δὲ τοῦ παθεῖν οὐχ ἕτερός τις αὐτοῖς, αὐτοὶ δὲ μᾶλλόν σφισιν αὐτοῖς γεγόνασιν [*](1. τῆς om. Α. 6. περίβλημα Α. ἐπίβλημα Edd. II. κατὰ τὸ γεγραμμένον om. Β. 16. αὐτῶν ἐπιτηδεύματα pro ἐπιτηδ. αὐτῶν Α. 19. ὑφελειν Edd. καὶ pro οἱ Α. 20. αὐτῶν Α. 21. ἀφείλαντο Α. ἀφείλοντο Edd. ἀφεικότες pro καὶ ἀφείλ. Β. Statim τὴν ἐλπίδα — εὔκολον ἦν om. Α. 23. εὔκολον Β. εὐκόλως Edd. 23. καὶ assumptutn ex Α. 24. τέρψεων Α.)

636
ἀφορμὴ, σαφηνίζει λέγων Διὰ τὰ πονηρὼ ἐπιτηδεύματα αὐ- [*](Prov. i. 17,18.) τῶν ἐξώσθησαν. “Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς,” κατὰ τὸ γεγραμμένον· “αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, “θησαυρίζουσιν ἑαυτοῖς κακά.”

Αὐτοὶ δὴ οὖν ἡμεῖς ἑαυτοὺς ἀδικήσομεν, εἰ δρᾶν ἐθέλοι- [*](e) μὲν ἃ μὴ θέμις· ἐκπεμπόμεθα δὲ καὶ ἐξ οἴκων τρυφῆς. οἱ γὰρ Θεῷ προσκρούοντες, τὰς ἄνω καὶ ἐν οὐρανοῖς οὐκ ὄψονται μονὰς, ἀμέτοχοι δὲ μενοῦσι καὶ τῆς τῶν ἁγίων ἐλπίδος καὶ τῆς εἰς αἰῶνα τρυφῆς. ἀλλ’ οἵγε σοφοί τε καὶ ἀγαθοὶ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων διανενευκότες, οὐκ ἐν τούτοις ἔσονται· πόθεν; ἕξουσι δὲ πόλιν τὴν ἐν οὐρανοῖς Εκκλησίαν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσονται, καὶ τοῖς οὐρανίοις ἐντρυφῶντες ἀγαθοῖς.

[*](412 A. a)[*](10)

Ἐγγίσατε ὄρεσιν αἰωνίοις. ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις.