In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διαγελᾷ δὴ πάλιν ὁ λόγος, καὶ τῆς Ἰουδαίων ἀμαθίας [*](1. εἶχον τὸ pro ἔχειν ᾤοντο Α. 2. ἀνετίθεσαν] + δὲ Α. 4. δέδωκα Α. (Alex. XII.) ἔδωκα Edd. (Vat.) 6. Haec αὐτὴ δὲ assumpta ex Β. αὐτοὶ δὲ A. Statim καὶ add, Edd. καὶ habuit Β. sed erasum. ἐποίησαν Α. 7. δὲ assumptum ex Α. Β. 9. ὁ παράφρων Ἰσραὴλ Α. 12. Haec ἐστιν ἁ accesserunt ex Α. ἃ Β. 13. πλούτου Aubertus. 15. ἦ ἢ Β.] γὰρ ἂν Α. Β. εἰ γὰρ ἦν Edd. ἠγνοηκότες et ἀνῆψαν et ἀνετίθουν Α. 17. ὡμολογεῖν (sic) Α. 19. ὡς φυτεία Β. εἰς φυτὸν Α. εἰς φυτείαν Edd. 20. ἀγαθοῖς Β. sed in mg. manu ead. εὐημερίαις. 22. εὐθυμίας] εὐθηνίας Α. 24. πορνείας A. B. πόρνης Edd. (51, 95, 185.) Statiin κατέστρεψεν F. Edd. (62, 147.) 25. δὴ assumptum ex Α. ὁ λόγος om. Α. Ἰουδαίων A. Ἰούδα Edd.)

613
κατειρωνεύεται σὺν ἤθει πολλῷ· τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρασκευάζοντας. [*](a 399 A.) οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνεστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν. οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα.

Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ [*](b 8) γυμνὴ, ποιήσεται κοπετὸν ὠς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων· ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτὴς, διότι ἦλθεν [*](9) ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μοῦ, ἕως ̔ ιερουσαλήμ.

Ἐπειδὴ γὰρ διεβίω φησὶν ἐν πλάναις, καὶ κατέληξε μὲν οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα Δεσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ’ οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψεται [*](c) θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ’ ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἢ δέ γε γυμνότης [*](2. ὑπονοίας Edd. ἐναργῆ pro ἐμφανῆ Α. τὰ — κείμενα Α. τὴν — κειμένην Edd. 3. ναὶ Β. καὶ Edd. 4. ἀνετίθει] ἀνέθει Edd. 5. αἰσθήσεως] φρονήσεως B. ἐσθὴς ἐμῆς (sic) Α. Statim πλέως Edd. 7. αὐτῷ Α. post σύναγ’. transp. Β. αὐτοῦ Edd. εὐπαθείαις Α. Β. εὐπαθείᾳ Edd. 12. συνήνεγκεν Α. Β. συνήγερκεν Edd. ἐν om. Α. 13. συμπεπλεγμένην Α. 15. ἀνυποδητος F. (42.) 17. διῆλθεν F. 19. διεβίω] διέβη Α. 21. διευφημεῖται Α. εὐθυμεῖ Β. διευθυμεῖται Edd. 22. δὲ Α. τε Edd. Statim haec φησὶ λοιπὸν accesserunt ex A. ἐλήλακε Β. 23. τισὶν ἐπαλγ. τυχὸν Α. τυχὸν ἐπαλγ. τισὶν Edd. 25. αὐτῆς Α. οὖ Edd. Neutrum habet Β. Statim καταπταιομένη Edd. ante Migne. γε A. δὴ Edd.)

614
καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει· οὕτω καὶ ὁ μακάριος προφήτης Ἠσαίας τὴν ὅσον οὐδέπω παρεσομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν [*](Es.xx.2.) ̔ Ιερουσαλὴμ, “γυμνός τε καὶ ἀνυπόδετος,” Θεοῦ τὸ χρῆμα [*](d) γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρμούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα. σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἢ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ [*](e) εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ’ ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπῳάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκράτησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν ̔ Ιερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν [*](400 Α. a) ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περιεκάθισε τὴν ̔Ιερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπείλησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν.

Oὐκοῦν, ὅταν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Δεσπότην ἀφέντες προσκεῖσθαι σπουδάσωμεν τοῖς ἀκαθάρτοις δαίμοσι, τότε πάντη τε καὶ πάντως ἑαυτοὺς θρηνήσομεν, καὶ ταῖς ἑαυτῶν ἀβουλίαις ἐποιμώζοντες, γυμνοὶ μὲν ἐσόμεθα τῆς παρ’ [*](1. ἀνυποδεσία Β. ἀνυποδησία Edd. δηλοῖ pro δεικνύει Α. 8. καταπταίοντά Edd. ante Migne. 1 1, εἰδότα A.b. εἰωθότα Edd. Statira καὶ om. Α. 13. ἀποκαλεῖ A.b. καλεῖ Edd. λάλιστά Α. λάλιστα· ἠ καὶ (sic) b. 15. ἐναδίοις (sic) Α. Statim ἐπωάζουσι A.b. ἐπῳάζουσαι Β. Edd. 24. ἐμπρήσειν A. αὐτήν Α. αὐτάς Edd. 25. τῆς Ἐζεκίου βασιλείας Α. Ἐζεχ. τοῦ βασιλέως Edd.)

615
αὐτοῦ χάριτός τε καὶ βοηθείας, ἀσχήμονα δὲ καὶ ἀκαλλῆ [*](b) διαζήσομεν βίον· τοῦτο γὰρ ἡ ἀνυποδεσία δηλοῖ. ὑποκεισόμεθα δὲ καὶ πλήττοντι τῷ σατανᾷ, καὶ οὐδὲν ἔτι τὸ κωλῦον ἐν παντὶ γενέσθαι κακῷ.

Οἱ ἐν γὲθ μὴ μεγαλύνεσθε, οἱ Ἐνακεὶμ μὴ ἀνοικοκομεῖτε ἐξ οἴκου [*](10) καταΓέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν.

Περισκεπὴς μὲν ὁ λόγος καὶ δυσάλωτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς καὶ τῶν ἐφεξῆς ἔτι κειμένων. πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. καταθέοντος τοῦ πολέμου τὰς ἐν τῇ [*](c) Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πὼς ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν [*](d) ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν. ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας μεμενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περιοίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ ̔Ραψάκης τοῖς ἐν τῷ τείχει τῶν ̔ Ιεροσολύμων προσλαλῶν, [*](e) τούτων αὐτῶν διεμέμνητο λέγων “Ποῦ ἐστιν ὁ [*](Es.xxxvi. 19,20.) “θεὸς Αἰμὰρ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως [*](1. τε om. Α. σωτηρίας pro βοηθείας Α. 2. ἀνυποδεσία Α. Β. ἀνυποδησία Edd. 4. γίνεσθαι Α. 5 μεγαλύνεσθε] + κοὶ Edd. (Vat.) ἐν ἀκεὶμ Α. (106, 311.) 6. καταπάσσασθε Edd. ante Migne. 7. Περισκεπὴς] περισχερὴς Α. 8. ἐφεξῆς Α. ἑξῆς Edd. ἔνι διειπεῖν Β. ἴδει εἰπεῖν Α. ἔνι δὴ εἰπεῖν Edd. 10. τὸ om. Α. 12. τῶν pro τῆς Α. ἐκ γειτόνων] ἐκγειτονούντων Edd. 13. γελῶντες Α. 15. ἀναλκὲς Α. δεῖν om. Β. 19. ἐκείνας Edd. 22. Θεὸς deest in Α. 23. του] τῷ Migne. 24. προσλαλούντων αὐτῷ (sic) pro προσλαλῶν, τούτων αὐτῶν Α. 26. Αἰμὰθ Β. (VIII.) αἰνὰθ Α. Αἰμαθὶ ̔Edd. ἀρφάθ Α. Β. Ἀρφαθί Edd. πόλεως] + τοῦ Α.)

616
“Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- “ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο “τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;” ἔστι τοίνυν ἡ Γὲθ μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῆ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν [*](401 A. a) οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, τουτέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονονουχὶ τῶν ἀπολωλότων κατορχούμενοι. μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ’ ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθάπέρ [*](b) τινα γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ’ ὑμῶν καταγελωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμειδιάσουσιν οἱ ἐχθροί. σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ [*](Prov. xxiv. 17,18.) λέγοντος “ Ἐὰν πέσῃ ἔση ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι “ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν “θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ.”

Πράττουσι δὲ τοῦτο καὶ οἱ Χριστὸν οὐκ εἰδότες. διωκομένων [*](c) γὰρ ἔσθ’ ὅτε τῶν ἐκκλησιῶν, καὶ δοκιμαζομένων ἁγίων ἤτοι τῶν ἐν αὐταῖς, τότε δὴ τότε μάλιστα τοὺς ἰδίου αὐτοὶ καταθαυμάζουσι θεούς. ἀλλ’ ὁ γέλως αὐτοῖς ἐκτελευτᾷ πρὸς δάκρυον, κατευμαρίζοντος μὲν τὰ δεινὰ τού [*](1. Σεπφαρουείμ Β. Σεφαρ. Α. Edd. Statim Ἀνὰ καὶ Ἀβά (e 4 Reg. xvii.) add. Edd. repugnantibus A.B. ἠδύνατο Α. (308.) δύνανται Β. Edd. (ἐδύναντο A.V. c.) 2. Haec τίς—χειρόε μου accesserunt ex Α. 4. τῶν om. Α. 5. ἡ assumptum ex B. Statim ἐνακὶμ Β. 7. μὲν Α. Β. γεμὴν Edd. 10. οἰκήτορσιν (sic) Α. ἐνακὶμ B. 11. πρόφασιν Α. 12. ταῦτα] τοῦτο Α. Statim μηδὲ accessit ex Α. B. ὑμῖν Α. 13. ὁ] οἱ Α. 16. καταγέλωτα A. γέλωτα Edd. 18. οἱ assuraptum ex Α. Β. 19. ἐπιμεμνῆσθαι Α. μεμν. Edd. 25. τότε alt. assumptum ex Α. 26. καταθαυμάζουσι Α. θαυμ. Edd.)

617
Χριστοῦ, κατευνάζοντος δὲ τὰ κεκινημένα, καὶ ἀποσοβοῦντος μὲν τὸ λυποῦν, ἀνευρύνοντος δὲ τοῖς ἁγίοις θυμηδίαν καὶ χαράν· τέλος γὰρ πόνων εὔκλεια καὶ τρυφή. καί μοι δοκεῖ φάναι τι τοιοῦτον ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς [*](d Ps. lxv. 12.) “εἰς ἀναψυχήν.”

Κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα [*](11) Σενναὰρ κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.

Ἐκδεδώκασι μὲν οἱ ἑβδομήκοντα Σενναὰρ, Ἀκύλας δὲ ἔφη Σενὰν, εὐσθενοῦσαν δὲ ὁ Σύμμαχος, τάχα που τουτὶ τοῦ Σενὰν ὑπεμφαίνοντος. ἀλλ’ εἰ μὲν νοοῖτο Σεναὰρ, φαμὲν ὅτι χωρίον [*](e) ἐστὶ πλατὺ κατὰ πόλεις τε καὶ κώμας οἰκούμενον ἀλλοφύλοις μὲν, πλὴν ἐν ὁρίοις τῆς Ἰουδαίας· εἰ δὲ δὴ νοοῖτο Σενὰν, λαμπρὰν καὶ ἐπίσημον Αἰγύπτου πόλιν κατασημαίνει. εὐσθενεῖται δὲ ὅτι πίων ἡ χώρα, καὶ ληίοις κατάκομος, πῶς ἔστιν ἀμφιβαλεῖν; Σεναὰρ τοίνυν φησὶν ἤτοι Σενὰν ἡ καλῶς τὰς ἑαυτῆς οἰκοῦσα πόλεις. ἥξει δὲ ὁ λόγος κατὰ τῶν οἰκούντων αὐτάς· αὐτάς· οὐκ ἐπεδάκρυσε τοῖς ἐγγὺς οἰκτρῶς καὶ ἀθλίως διολωλόσιν· οὐκ ἐξῆλθε κόψασθαι τὸν ἐχόμενον οἶκον, τουτέστιν, [*](a 402 Α.) οὐ τεθρήνηκε τοὺς ἐκ γειτόνων. ἐγγὺς δὲ τῆς Ἰουδαίας ἡ Σενναὰρ, ὡς ἔφην, καὶ μέντοι καὶ ἡ Σενὰν, τουτέστιν ἡ Αἰγυπτίων. διαπίπτοντι δὲ καὶ πεπορθημένῳ τῷ Ἰσραὴλ, οὐκ ἐπήλγησε μᾶλλον, ἀλλ’ ἐπετώθασεν, ἐπέχαιρε δὲ καὶ αὐτὴ, [*](1. Χριστοῦ] Θεοῦ Α. 8. σεναὰρ Β. et infra scholio ineunte. 11. σενὰν Β. σε. νᾶν. Α. Σεναὰν Edd, τουτὶ τοῦ Α. τί τοῦ Β. τι τοῦτο Edd. Σενὰν Β. σε. νᾶν. Α. Σεναὰν iid. Statim ὑποφαίνοντος Α. 12. χῶρος ἐστὶ πλατὺς—οἰκούμενος Β. 13. ἀλλοφύλων Α. Statim μὲν om. Α. 14. ὁρίοις Α. ὅροις Edd. νοοῖτο om. Β. Statim Σενὰν Β. σε.νᾶν Α. σεναὰν Edd. 15. ἐπίσημον et λαμπρὰν inter se transp. Β. ἐπίδημον (sic) Edd. κατασημαίνει] κατασημᾶναι Edd. invitis Α. Β. εὐσθενεῖται δὲ Β. εὐθυνεῖται δὲ Α. εὐσθενῆ τε Edd. 16. ὅτι] + καὶ Edd. invitis Α. Β. 17. τοίνυν φησὶν] τοι φησὶ νῦν (sic) Α. φησιν om. Β. σεναὰν Edd. 22. ἡ prius om. Α. Σεναὰν Edd. 23. Αἰγυπτίων Β. αἰγύπτων Α. Αἰγυπτία Edd. 24. καὶ assumptum ex A. Β. Statim αὐτῇ Edd. αὐτῷ Migne.)

618
[*](Supra ver. 10.) καθάπερ οἱ ἀπὸ Γὲθ καὶ Ἐνακείμ. τί οὖν Ἰσραήλ; ἆρα γελάσουσιν εἰκῆ τὰ περίοικα τῶν ἐθνῶν, καὶ ταῦτα δρώντων ἐκείνων ἀνεξικακήσει Θεός; ἀνέξεται δὲ παρ’ ἐχθρῶν γελωμένης [*](b) αὐτοῦ τῆς δόξης; οὐδαμῶς, φησὶν, ἀλλ’ ἐξ ὑμῶν ἤτοι δι’ ὑμᾶς λήψεται πληγὴν ὀδύνης· τουτέστι, καταδῃωθήσεται καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ. πεπόρθηται δὲ καὶ ἡ Σεννααρ, καὶ μέντοι καὶ Αἴγυπτος, καταθέοντος αὐτὴν Σεναχηρείμ. [*](1 Cor. x. 12.) Δεῖ δὴ οὖν ἄρα καὶ τὸν ἑστῶτα καλῶς φοβεῖσθαι μὴ πέσῃ, καὶ ῥίπτειν μὲν ὡς ἀπωτάτω τὸ τοῖς πεπονθόσιν ἐπιμειδιᾶν, [*](Rom. xii. 15.) “Κλαίειν δὲ μᾶλλον μετὰ κλαιόντων” καὶ μὴ ταῖς ἑτέρων ἐξοφρυοῦσθαι συμφοραῖς, ἐκδεδιέναι δὲ μᾶλλον τὸ τοῖς ἴσοις περιπεσεῖν.

[*](C)[*](12)

Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικοῦσα ὀδύνας; ὅτι κατέβη κακὰ [*](13) παρὰ Κυρίου ἐπὶ πύλας ̔ Ιερουσαλὴμ. ψόφος ἁρμάτων καὶ ἱππευόντων.

[*](Supra vv. 10,11.)

Ὦ Γετθαῖοι, φησὶν, ὦ τῆς Ἐνακεὶμ, ὦ τῆς Σενναὰρ ἤτοι Σενὰν οἰκήτορες, οὐκ ἐπλήγητε ταῖς τῶν ὁμόρων συμφοραῖς, γέλωτος ὑμῖν γέγονεν ἀφορμὴ πίπτων τε καὶ διολλύμενος ὁ πάλαι δεινὸς ὑμῖν καὶ ἀφόρητος Ἰσραήλ. ᾠήθητε δὲ ὅτι καὶ Θεὸς ἠσθένησεν ὁ σώζων αὐτοὺς, ἔρρωται δὲ τὰ παρ’ [*](d) ὑμῖν χειρόκμητα καὶ πρὸς τοῦτο διάττει σθένους, ὡς ἀμογητὶ δύνασθαι τὰς ὑμῶν διασῶσαι πόλεις. οὐκοῦν ἀπὸ τῶν πραγμάτων φέρε δὴ φέρε καταθρήσωμεν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· τίς ὁ παναλκὴς, καὶ ἄμαχον ἀπονέμων οἷς ἂν ἕλοιτο τὴν ἐπικουρίαν. ἥλωσαν μὲν γὰρ καὶ πεπόρ- [*](1. καθὰ κοὶ Α. οὖν] + ὦ Edd. invito Α. 6. Σενὰν Β. 7. αὐτὰς Α· Statim τοῦ add. Β. 8—12. Δεῖ δὴ usque ad fin. scholii desunt 9. ἀπωτάτω Α. ἀνωτάτω Edd. aute Migne. 11. ἐκδεδιέναι Α. εἰσδεδ. Edd. 14. κυρίου] Θεοῦ Α. 16. ὦ . . . ὧ . . . ὧ] οἱ . . . οἱ . . . οἱ Α. γετθαῖοι Β. Γεθθαῖοι Edd. Γεθαῖοι Migne. Σεναὰρ Β. οἱ τῆς pro ἤτοι Α. Statim Σεναὰν Edd. 17.οὐκέτι ἠλγήκατε pro οὐκ ἐπλήγητε Α. 18. τοίνυν pro ὑμῖν A. Statim γεγ όνασιν Edd. invitis Α.Β. 19. καὶ om. Α. 20. καὶ Α. ὁ Edd. Neutrura habet Β. 21. ὑμῶν Α. Statim χειρότμητα Α. διάττεσθαι νῦν pro διάττει σθένους Α. 23. Haec δὴ φέρε accesserunt ex Α.Β. Statim καταθρήσω Α· 24. ἄμαχον ἀπονέμων οἷς] ἄμαχος, ἀποφαίνων ὡς Α. 25. ἥλων Edd.)

619
θηνταί φησιν αἵ τε τοῦ Ἰσραὴλ, καὶ αἱ παρ’ ὑμῖν δὲ πόλεις, καὶ κοινὴν ὥσπερ ἀνέτλητε συμφοράν. ποία δὴ οὖν ἄρα πόλις ἐν ὀδύναις οὖσα καὶ τοῖς περὶ τῶν ἐσχάτων δείμασι· τοῦτο γάρ ἐστι τὸ κατοικοῦσα ὀδύνας διανένευκεν ἀδοκήτως [*](c) εἰς ἀγαθὰ, τουτέστιν, εἰς εὐθυμίαν καὶ εὐημερίαν; ἆρα μία τῶν παρ’ ὑμῖν; οὐδαμῶς φησὶν, ἀλλ’ ἢ ἐμὴ πάλιν ̔ Ιερουσαλήμ. κατεβη μὲν γὰρ ἐπ’ αὐτὴν παρὰ Κυρίου κακα, τουτέστιν, ἐγὼ λελύπημαι καὶ πεπαίδευκα, καὶ τὸν Ἀσσύριον αὐτοῖς ἐπενήνοχα, καὶ ἐξ ἐμῆς ὀργῆς ἡ κατ’ αὐτῶν γέγονε κάκωσις. πλὴν ἀπέσβη καὶ λέλυται, τῆς ἐμῆς νικώσης χειρὸς καὶ παραδόξως ἐκρυομένης τοὺς τὰ ἐμὰ σέβοντας [*](a 403 A.) κράτη. μέχρι γὰρ πυλῶν ἔστη τὸ λυποῦν. ἴσμεν δὲ ὅτι πολλὴν ἵππον ἔχων ὁ ̔Ραψάκης ἀφίκετο μὲν ἐν τοῖς ̔Ιεροσολύμοις, μόνον δὲ οὐχὶ καὶ αὐτῶν ἥψατο πυλῶν, εἷλε δὲ οὐδαμῶς· δεδαπάνηται γὰρ ὁ Ἀσσύριος ἐν μιᾷ νυκτί. καὶ [*](4 Reg. xix. 35.) γοῦν τεθρηνήκασιν οἱ ἐν τοῖς ̔Ιεροσολύμοις, ὡς αύτίκα δή μάλα τεθνηξόμενοι, ἄυπνόν τε κλαίοντες διατετελέκασι νύκτα· σκιδναμένης δὲ τῆς ἠοῦς, ὤφθη τὸ παράδοξον. ἔκειντο γὰρ εἰς γῆν ἀναρίθμητοι νεκροὶ, ὡς ἀνασκιρτῶντας λέγειν τοὺς [*](b) διὰ Θεοῦ παραδόξως νενικηκότας καὶ σεσωσμένους “Τὸ [*](Ps. xxix. 6.) “ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλ- “ λίασις.” ὁρᾷς οὖν ὅπως πρώτη τε καὶ μόνη παρὰ τὰς ἄλλας πόλεις ἤρξατο διανεύειν εἰς ἀγαθὰ, καίτοι κατοικοῦσα ὀδύνας; οὐ γὰρ περιόψεται παντελῶς τοὺς ἰδίους Θεὸς, ἀλλὰ παιδεύσας συμμέτρως, ἀνασώζει πάλιν, καὶ τῆς αὐτῷ πρεπούσης εὐκλείας οὐ μετρίαν ποιεῖται φροντίδα, κἂν εἰ προσκρούωμεν ἡμεῖς. ἔφη γάρ που δι’ ἑνὸς τῶν προφητῶν “Οὐ [*](Ezek. xxxvi. 22.) “δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος, ἀλλ’ ἢ δία τὸ ὄνομά μου.”

[*](c)[*](1. ὑμῶν Α. Statim δέ om. Α. 3. λείμμασι Α. 4. τὸ assumptum ex Α. ὀδύναις Α. 5. ἀγαθὰ Α. ἀγαθὸν Edd. ἀρωμάτων (sic) pro ἆρα μία τῶν Α. 7. ἐπ’ αὐτὴν Α. ἐπ’ αὐτοὺς Edd. 10. ἀπέβη Α. λελύπηκε prp λέλυται Α. 12. ἔστη] ἔσται Edd. 15. γὰρ] δὲ Α. 16. τεθρηνήκασιν] τεθήπασιν Β. 20. Haec νενικηκότος καὶ accesserunt ex Α. 23. ἤρξατο διανεύειν Α. διανένευκεν Β. διανεύει Edd. ἀγαθὰ edidi ex Α. ἀγαθὸν prius scripti ον calamo percurrit, ὰ suprascripsit Α. ἀγαθὸν Edd. 24. περιόψηται Edd. 26. εἰ assumptum ex Α. προσκρούοιμεν Α. προσκρούωμεν Edd.)
620

Κατοικοῦσα Λάχις ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶ τῇ θυγατρὶ Σὼ, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.

Λάχις δὴ πάλιν πόλις μέν ἐστι τοῖς Ἰούδα σκήπτροις ὑποκειμένη, γείτων δὲ καὶ ὅμορος τῶν Φυλιστιεὶμ, ἐκτόπως δὲ καὶ αὕτη πικρὰ καὶ εἰδωλολάτρις, καὶ ἀποσπουδάζουσα [*](d) μὲν τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν εἰς τὸν νόμον αἰδῶ, περὶ πλείστου δὲ ποιουμένη τὸ καὶ πλανᾶσθαι φιλεῖν, καὶ προσαπολλύειν ἑτέρας. ταύτην τάχα που καὶ πρώτην Σεναχηρεὶμ τῶν πόλεων ἑλὼν τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, πέπομφεν ἐκεῖθεν τὸν ̔Ραψάκην εἰς ̔Ιεροσόλυμα. ἡ τοίνυν Λάχις, φησὶν, ἡ καλῶς οἰκοῦσά ποτε, καὶ ἀσφαλῶς ἱδρυμένη, αὕτη γέγονεν ἀρχηγὸς ἁμαρτίας τῇ Σιῶν, ἤτοι τῆ ̔Ιερουσαλήμ. ηὕρηνται γὰρ ἐν αὐτῇ ἀσέβειαι τοῦ Ἰσραὴλ, τουτέστι τὰ χειρόκμητα [*](e) καὶ τῶν ψευδωνύμων θεῶν οὐ μετρία πληθύς.

Τί οὖν ὁ λόγος βούλεται δηλοῦν; ἀπολογεῖται τρόπον τινὰ τοῖς τῶν ἀλλοφύλων δήμοις, καὶ ἀναπείθειν πειρᾶται διακεῖσθαι λοιπὸν, ὡς οὐκ ἂν ἠσθένησεν ὁ σώζων Θεός. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς αὐτὸν αἱ τοῦ Ἰούδα πόλεις, παραδέδονται τοῖς ἐχθροῖς. ἀρχηγὸς γάρ φησιν ἡ Λάχις ἁματρίας τῇ Σιῶν γινομένη, καὶ ἀποστασίας πρόφασις πρώτη δέδοται τῷ Σεναχηρείμ. ἀπόλωλε δὴ οὖν ὁ Ἰσραὴλ, ὡς [*](404 Α. a) ἀπό γε τῆς Λάχεως ἔξεστιν ἰδεῖν, οὐκ ἠρρωστηκότος Θεοῦ τὸ ἄναλκι· πολλοῦ γε καὶ δεῖ· τὸ πλανᾶσθαι δὲ μᾶλλον ἠρρωστηκὼς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἀσυνέτως προσκείμενος.

[*](1. Λάχις Α. Β. Λαχὶς F. Λαχεὶς Edd. (A.V.) ἔσται Β. (153.) Statim θυγάτηρ pro τῇ θυγατρὶ (sic) Α. 2. εὑρέθησαν] + οἱ F. (Alex.) 3. Λαχεὶς Edd. correxi passim. δὴ Α. δὲ Edd. 4. Φιλιστιεὶμ Aubertus. 5. αὐτὴ Α. 7. καὶ τὸ inverso ordine Α. φιλεῖν assumptum ex Α. 8. Σεναχηρεὶμ accessit ex Β. Statim τῶν πόλεων ἑλὼν Β. ἑλὼν πόλιν A. πόλιν ἑλὼν Edd. 12. ἁμαρτίας ἀρχηγὸς inv. ordine Β. Statim τῆς pro τῇ Α. 13. εὕρηνται Edd. χειρότμητα Α. 15. βούλεται δηλοῦν hoc ordine Α. 16. δύνατο pro πειρᾶται Α. 17. ζῶν pro σώζων Α. 18. τοῦ Ἰούδα Α. τῆς Ἰουδαῖος Edd. 20. τῇ Σιῶν γινομένη Α. γενομένη τῇ Σιῶν Edd. Statim καὶ assnmptum ex Α. Β. ἀποστάσεως Α. 22, Δοκὶς Α. 23. δὲ om. Β.)
621

Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, [*](14) οἴκους ματαίους, εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσι· κατοικοῦσα Λάχις [*](15) κληρονομία ἕως Ὀδολὰμ ἥξει.

[*](b)

̔Υποπεπτωκότος τοῦ Ἰσραὴλ τοῖς ἐξ ὀργῆς κινήμασι, καὶ τῶν εἰς Θεὸν πεπλημμελημένων ἀποτιννύντος δίκας, οἱ ἀπὸ Γέθ τε καὶ Ἐνακεὶμ τῆς τοῦ Θεοῦ δόξης καταμειδιᾶν ἀπετολμων. [*](Supra ver. 10.) ᾤοντο γὰρ ὅτι, καθάπερ ἤδη προεῖπον, οὐ σέσωκε τοὺς ἰδίους, ὡς τῆς Ἀσσυρίων χειρὸς ἡττώμενος. εἶτα πρὸς τοῦτο Θεὸς ἀναπείθειν ἤθελεν, ὡς ἀπό γε τῆς Λάχεως, ὅτι [*](c Supra ver. 13.) δέδονται τοῖς ἐχθροῖς διὰ τὸ ηὑρῆσθαι πολλὰς ἀσεβείας τοῦ Ισραὴλ ἐπ’ αὐτοῖς, καὶ ὅτι γεγόνασιν ἁμαρτίας ἀρχηγοὶ τῇ θυγατρὶ Σιῶν, τουτέστι τῆ ̔Ιερουσαλήμ. ταῦτα Θεοῦ λέγοντος, συνεὶς εὖ μάλα τὸ δηλούμενον καὶ πρό γε τῶν ἄλλων ὁ μακάριος Προφήτης, ἀποδέχεται τοὺς λόγους, καὶ μονονουχὶ ταῖς παρ’ ἑαυτοῦ ψήφοις εἰς ἀλήθειαν στεφανῶν, ἀναπεφώνηκεν εὐθύς Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. ναί φησιν, ὦ Δέσποτα, [*](d) βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ ἐξαποσταλήσονται παρὰ σοῦ, τὴν ἐνεγκοῦσαν ἀφέντες, καὶ εἰς τὴν τῶν Ἀσσυρίων μεταχωρήσαντες, οὐχὶ μόνοι, φησὶν, οἱ ἐν Σαμαρείᾳ, ἀλλὰ γὰρ καὶ οἱ ἐν Τεύ. οἱ μὲν γὰρ γεγόνασιν ἀποστάται καὶ ὑβρισταὶ, καὶ τῶν σῶν κατόπιν ἰέναι θεσπισμάτων οὐκ ἀνεχόμενοι· οἱ δὲ πεπραχόσιν ἀθλίως ἐπιτωθάζοντες, τῆς σῆς δόξης ἐποιοῦντο κατάρρησιν τὸ συμβεβηκός. αὐτὸς οὖν δώσεις ἐξαποστελλομενους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. [*](e) [*](1. ἐμοὶ pro ἕως (sic) Α. 2. ἐγένετο Α. Β. (Alex.) ἐγένοντο Edd. (Vat.) 4. κληρονομίαν Α. (22. al.) Statim σου add. F. Edd. (42.) Ὀδολὰμ B.F. (62, 147, 153, 310,311.) ὀδολλὰμ A.V.] Ὠδολλὰμ Edd. ante Migne. Statim capitis rel. hic add. Edd. invitis A.B. 5. κινήμασι] μηνίμασι Β. cf. supra 74 b. 9.ἰδίους] οἰκείους Β. 10. Λάχεως] Λάχις Α. 11. ηὑρῆσθαι Α. εὑ ρῆσθαι B. εὑρῆσαι Edd. 12. παρ’ pro ἐπ’ Α. 14. συνήσεις (sic) Α. 15. ἀπεδέχετο Α. 16. παρ’ ἑαυτοῦ Α. Β. παρ’ ἑαυτῷ Edd. 17. δώσει Α. (Vat.) ἕως] + τῆς Edd. invito Α. 18. οἴκους om. Α. 21. μόνον Α. γὰρ om. Α. 22. οἱ μὲν γὰρ Α. Β. ὧν οἱ μὲν Edd. 24. πεπράχασιν Α.)

622
μάταιοι γὰρ οἶκοι καὶ ὁ τοῦ Ἐφραῒμ καὶ οἱ τῶν ἀπὸ Γὲθ, διάτοι τὸ μήτε Θεὸν ἀνέχεσθαι τιμᾶν, ἀπονέμειν δὲ τὰς λατρείας τοῖς γλυπτοῖς, καὶ ὅτι μόνα πεφρονήκασι τὰ σαρκὸς, καὶ τοῖς ἐπιγείοις προσκείμενοι, οὐδένα τῆς ἀρετῆς ἐποιοῦντο λόγον. εἶτα μεταξὺ σχετλιάζει τρόπον τινὰ, καὶ μονονουχὶ τὼ χεῖρε συμπλήττει ὁ μακάριος Προφήτης, εἰς ἔννοιαν ἐρχόμενος τῶν κατὰ καιροὺς πεπραγμένων ἐν Σαμαρείᾳ. διαλογίζεται δὲ τὴν τῶν βασιλέων ἀγερωχίαν, καὶ [*](405 Α. a) ὅτι τῆς ἐκείνων σκαιότητος ἀνοσίου ἀνοσιουργήματα γεγόνασι τὰ ἐφ’ οἷς πεπλημμέληκεν ὁ Ἰσραήλ. αὐτῶν γὰρ εὑρήματα καὶ αἱ δαμάλεις ἦσαν, καὶ τὰ τῶν ἑτέρων εἰδώλων τεμένη. οὐ διαλελοίπασι δὲ διὰ παντὸς τρόπου παροτρύνοντες τὸν Δημιουργόν. ἀσχάλλων δὴ οὖν ὁ Προθήτης Εἰς κενα φησιν ἐγένετο τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσιν. ὅμοιον ὡς εἰ λέγοι τῶν εἰς ματαιότητα σπουδὰς μάτων οὐ κατέληξαν οἱ βασιλεῖς, ἄχρις ἂν εἰς τοῦτο [*](b) πεπτώκασιν ἀθλιότητος, ὡς ἑτέρων γενέσθαι κλῆρον τὸν ἐκνεμηθέντα αὐτοῖς παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον Ἀσσύριοι τῆς Ἰουδαίων ἁπάσης κατάρξαι γῆς, δέχεται δύο πόλεις ἐν ἐσχατιαῖς τῆς ὅλης χώρας κειμένας, τήν τε Λάχιν φημὶ καὶ [*](2 Par. xi 7,9.) τὴν Ὀδολὰμ, ἃς ᾠκοδόμησε ̔Ροβοὰμ, καί φησι Κατοικοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει. κληρονομήσει γὰρ τὴν Λάχις καίτοι καλῶς σφόδρα τετειχισμένην· μένην· τοῦτο γὰρ τὸ κατοικεῖν ἐστι· παρατείνει δὲ, φησὶ, καὶ ἕως τῆς Ὀδολάμ.

[*](c)

Οὐκοῦν εἰ μὲν ἕλοιτό τις σοφὸς εἶναι καὶ εὐήνιος [*](1. οἱ assumptnm ex Α. 3. καὶ assumptum ex Α. Β. 6. συμπλήττει Β. συμπλήττων Edd. 7. ἔννοιας Α. Statim ἔρχεται Α. 8. τῶν om. Α. ἀγερουχίαν (sic) Α. 9. γέγονε Α. 10. εὑρέματα Β. 11. ἑτέρων om. Α. 13. οὖν om. Α. 14 ἐγένοντο Aubertus. τοῦ om. Α. 15. ὅμοιον] + δὲ Edd. invitis Α. Β. 18. δέ μὲν Α. invito b. οἱ ante Ἀσσ. add. b. 19. τῆς] + τῶν Edd. invitis Α. b. 20. Λάχις Α. 21. Ὀδολλάμ Α. Migne. ̔Οδολάμ D. Quae sequuntur usque ad μᾶλλον (625. 21.) tum in Edd. tum in B. desunt. adhibuimus ex A.D. 22. κληρονομία D. κληρονομίας Α. (153, 311.) 24. τὸ assumpturn ex D. παρατείνει D. παρέτεινε Α. Statim δὲ assumptum ex D. 25. μὲν accessit ex D. ἕλοιτό D. λέγοιτό A. εὐήνιος D. συνετὸς Α.)

623
καὶ τοῖς θείοις νεύμασιν ἀντιτάττεσθαι μισῶν, ἐν μακραῖς εὐημερίαις ἔσται, καὶ ἐν καλῷ τῶν ἰδίων κείσεται κλήρων· ἔσται γὰρ ἐλπίδος ἐπίμεστος ἀγαθῆς καὶ συναναλάμψει τοῖς ἁγίοις κατὰ καιρούς· εἰ δὲ δὴ φαίνοιτο τραχὺς καὶ δυσάγωγος καὶ τοῖς θείοις οὐκ εἴκων νόμοις, ἐξωσθήσεται πάντως τῆς τῶν ἁγίων ἐλπίδος καὶ ἀπολέσει κλῆρον τὸν παρὰ Θεῷ, ἔσται δὲ καὶ κλῆρος ἐχθρῶν αὐτοῦ, κατά τοι τὸ ἐν ψαλμοῖς [*](d) ᾀδόμενον περί τινων “Μερίδες ἀλωπέκων ἔσονται,” τουτέστι [*](Ps. lxii. 11.) δυνάμεων πονηρῶν μερίδα καὶ πανούργων καὶ κακεντρεχῶν.

̔H δόξα τῆς θυγατρὸς Ἰσραὴλ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα [*](16) τά τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σου.

Ομοιον ὡς εἰ λέγοι πάλιν Ὦ τρισμακαρία ποτὲ θύγατερ Ιερουσαλὴμ, ἡ λίαν εὐκλεεστάτην καὶ περιφανῆ λαχοῦσα τὴν δοξαν, Ἰερουσαλὴμ ἤτοι Σαμάρεια, οἴχεταί σου τὰ [*](e) τέκνα τὰ τρυφερὰ, καὶ διόλωλεν ἡ πάλαι σπαταλῶσα πληθὺς, ἡ λαμπρά τε καὶ ἁβροδίαιτος, ἡ καθεύδουσα μὲν “ Ἐπὶ κλινῶν ἐλεφαντίνων, κατασπαταλῶσα δὲ καὶ ἐν ταῖς [*](Amos vi. 4—6.) “στρωμναῖς αὐτῆς· ἡ ἔσθουσα μὲν ἐρίφους ἐκ ποιμνίων “καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· ἡ ἐπικρο- “τοῦσα πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ἡ ὡς ἑστῶτα “αὐτὰ λογισαμένη καὶ οὐχ ὡς φεύγοντα· ἡ τὸν διυλισ- [*](f) “μένον οἶνον πίνουσα καὶ τὰ πρῶτα μῦρα χριομένη·” [*](1. μισῶν ἀντιτάττεσθαι inverso ordine D. ἐν μακραῖς εὐημερίαις ἔσται D. ἐν εὐημερίαις ἔσται μικραῖς (sic) Α. 5. πάντως ἐξωσθήσεται inverso ordine D. 7. αὐτοῦ D. αὐτοῖς Α. τοι deest in Α. 8, 9. Haec τουτέστι — κακεντρεχῶν accesserunt ex D. 10. ̔Η] + δὲ Α. ξύρησε (sic) Α. κεῖραι D. κεῖρε Α. cf. De Adorat. 579 c. 11. σου τὰ τρυφερὰ pro τὰ τρ. σου D. (22. al.) 12. αἰχμάλωτ’. Α. 13. λέγοι] Sic edidi. γ’ λε’ = λέγη vel λέγοι D. λέγοιτο Α. ὦ et ποτε accesserunt ex D. θυγάτηρ D. 14. ὦ pro ἡ D. τὴν δόξαν λαχοῦσα περιφανῆ inv. ordine D. 15. οἴχεταί σου D. οἰχήσεταί σοι Α. 16. ἡ πάλαι σπαταλῶσα πληθὺς] πᾶσα πληθὺς σπαταλῶσα D. 19. αὐτῶν D. ἐσθίουσα D. Statim μὲν om. D. 21. ὀργάνων] Hic transponit καὶ τὰ πρῶτα μύρα χριομένη D. 22. πῖν’. τὸν διυλ. οἶνον inv. ordine Α. χριωμένη (sic) Α.)

624
ἀπαμφίεσαι δὴ οὖν ὦ θύγατερ ̔Ιερουσαλὴμ, τουτέστιν ἀπόθου τὴν δόξαν καὶ γυμνὴ τῆς ἀρχαίας ἐκείνης εὐημερίας ἀναδεδειγμένη· εἶτα πλατὺ καὶ ἀσύνηθες κατοιμώζουσα καὶ τὰς ἀετῶν βαρυθυμίας ἀπομιμεῖσθαι σπουδάζουσα· θρήνησόν σου τὰ τέκνα, καὶ γὰρ αἰχμάλωτοι βαδιοῦνται, χήρα δὲ ἔση καὶ μεμονωμένη. φασὶ δὲ οἱ ταῦτα σοφοὶ [*](g) καὶ πτηνῶν ὡς ἔνι μάλιστα περιεργαζόμενοι τὰς φύσεις, φιλότεκνόν τι χρῆμα τὸν ἀετόν· κατολοφύρεσθαι δὲ δεινῶς ἐκπεπτωκότων αὐτῷ τῆς καλιᾶς τῶν νεοττῶν, ἤγουν ὑπό του σεσυλημένων. ὅτι δὲ τῶν εἰς φιλοπαιδίαν ἠθῶν οὐκ ἂν ἀμοιρήσειε τὸ πτηνὸν, ἀναπείσει λέγων καὶ ὁ θεσπέσιος [*](Deut.xxxii.11.) Μωυσῆς περί τε Θεοῦ καὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Ὡς “ ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς “αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐ- [*](h) “τοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.’’ ὁρᾷς ὅπως ἐπιποθεῖν ἔφην τὸν ἀετὸν ἐπὶ τοῖς ἰδίοις νεοττοῖς, καὶ πτερύγων εἴσω ποιεῖσθαι φιλεῖν, ὡς ἐκ πολλῆς ἀγάπης κατασκιάζοντα τὸ τεχθέν. ἐμπλάτυνον δὴ οὖν τὴν χηρείαν σου φησὶν ὡς ἀετός.

Επιφωνήσειε δ᾿ ἄν τις καὶ τοῦτο εἰκότως οὐχὶ μόνοις τοῖς ἀρχαιοτέροις τῶν Ἰουδαίων δήμοις, ἀλλὰ γὰρ καὶ τοῖς [*](i ) ἐν καιρῷ γεγονόσι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ὅτε καὶ σταυρῷ παραδόντες αὐτὸν δειναῖς καὶ ἀφύκτοις περιπεπτώκασι [*](Ezek. xii. 14.) συμφοραῖς· διεσπάρησαν δὲ καὶ εἰς πάντα ἄνεμον, οἱονείπως ἑτέρῳ τρόπῳ τοὺς τῆς αἰχμαλωσίας ὑπομένοντες πόνους.

[*](1. ἀπαμφίεσαι D. ἀπαμφίασε Α. γοῦν pro δὴ οὖν D. Statim ὦ accessit ex D. ̔ Ιερουσαλὴμ] Ἰσραὴλ D. 2. ἐκείνης accessit ex D. 3. εἶτα accessit ex D. 5. σου assuraptum ex D. κοὶ γὰρ αἰχμάλωτοι βαδιοῦνται D. βαδιοῦνται γὰρ αἰχμάλωτοι Α. 6. δὲ alt. D. γὰρ Α. 7. πτηνῶν ὡς ἔνι μάλιστα περιεργαζόμενοι τὰς φύσεις] τὰς πτηνῶν ὡς ἔνι φύσεις περίεργ’. D. 8. κατωλοφύρεσθαι Α. Statim τε pro δὲ D. 12. τε om. D. 13. σκεπάσαι D. σκεπάζων Α. 16. ἐπιποθεῖν ὅπως inverso ordine D. 17. ὡς assumptum ex D. 20. εἰκότως καὶ τοῦτο iuv. ordine D. 21. δήμοις τῶν Ἰουδαίων inverso ordine D. 22. τῆς assumptum ex D.)
625