In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα, καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραήλ.

Ἐπιβήσεσθαι λέγων τὸν τῶν ὅλων Θεὸν ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεσθαι μὲν ὑπ’ αὐτοῦ τὰ ὄρη, κηροῦ δὲ δίκην καὶ ὕδατος ἐκτακήσεσθαι καὶ καταρρεῖν τὰς κοιλάδας, ἐπιφέρει λοιπόν Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα. ἄθρει δὴ οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν [*](e) αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς ̔ Ιεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἃν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλάδες [*](Supra ver. 4.) δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ’ οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ. ταύτητοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς, [*](396 A. a) καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ’ οἷον ἐλέγχων, καὶ μετατιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδεστέρα. ἔφη τοίνυν ὅτι Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα τάντα καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώπους. ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν.

[*](b)

Τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ ̔ Ιερουσαλήμ;

Ἰακώβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραΐμ [*](7. κεκρυμμένων pro προκειμένων Α. 9. ἀφηγήσασθαι Α. 11. τοῦ pro τὸ Α. Statim κατηδονεῖσθαι (sic) Α. κοιλάδες δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν] κηροῦ δὲ δίκην ἐκτακῆναι κοιλάδας Β. 12. φερόμενον ἔσονται A. ἔσεσθαι φερόμενον Β. ἔσονται καταφερόμενον Edd, Statim ἐν assuraptum ex Α. 13. κατασημῆναι Α. 14. τοῖς ἐξ Ἰσραήλ om. Α. 15. προσεπάγει Α. ἐπάγει Edd. 18. πρεπωδέστερα] εὐωδέστερα Α. δι’ ἀσέβειαν Ἰακὼβ et καὶ om. Α. Statim διἁμαρτίαν Α. 20. γένος assumptum ex Α. Β. 21. γάρ om Α. 22. γε om. Α. 23. τοῦ assumptum ex Α. (Vat.) [οἴκου pro τοῦ Alex.] Θεοῦ pro οὐ (sic) Α. οὐχὶ F. (Alex.) 24. Ἰούδα] Ἰσραήλ Α. (228.) Statim οὐχ Α. (97, 310.))

609
δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμάρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων [*](c) πλεονεξίας. ἔφη γὰρ ὅτι “Κατεκονδύλιζον εἰς κεφαλὰς [*](Amos ii. 7.) “πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.’ καὶ πρὸς τούτοις ἔλεγον “Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ [*](Ib.viii.5.) “τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν “μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν “ἄδικον;" ἁμαρτιαν καὶ τοῦ Ἰούδα τὴν ̔ Ιερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατῃτιᾶτο [*](d) δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς “ Ὅτι κατ’ ἀριθμὸν πόλεων σου ἦσαν [*](Hier. ii. 28,29.) “θεοί σου Ἰούδα, καὶ κατ’ ἀριθμὸν διόδων τῆς ̔ Ιερουσαλὴμ “ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῆ Βάαλ. ἵνα τί λαλεῖτε “πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- “βήσατε εἰς ἐμὲ, λέγει κύριος παντοκράτωρ. ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς ̔ Ησαΐου λέγων “ Πῶς ἐγένετο [*](Es. i. 21-23.) “πόρνη πόλις πιστὴ Σιῶν, πλήρης κρίσεως, ἐν ἧ δικαιο- “σύνῃ ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον [*](e) “ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. “οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες “δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ [*](2. φησιν εἶναι inverso ordine Α. 3. πω pro που Edd. invitis A.B.b. 4. Σαμάρειαν ’δε] ἁλλὰ Σαμάρειαν Β. invito b. 7. ἔφη] λέγει Α. κεφαλὴν πτωχοῦ Β. 8. ἐξέκλινον Α. (22. al.) 9. ἀπεμπολήσομεν Β. cf. supra in Amos 331 d. ἐμπολήσομεν ἐνπ. Α.) Α. Edd. 11. τοῦ om. Α. 13. που] πὼς Edd. 14. αἰτιασόμεθα Α. Β. αἰτιώμεθα Edd. οἰησόμεθα b. οἰσόμεθα (sic) Α. οἰηθησόμεθα Edd. 16. που assumptum ex Α. 17. ἦσαν] + οἱ Edd. invitis Α. Β. 19. ἐτάξατε Α. ἐπήξατε Β. ἐπέταξας (sic) Edd. τῷ pro τῇ Edd. invitis Α. Β. 27. κρίνοντες, καὶ κρίσει] κρίνοντες κρίσιν καὶ Α. sed cf. supra 266 c.; in S. Luc. Hom. 83. p. 280. reliquiarum Graec. cf. ed. Syr.)
610
“κρίσει χήρας οὐ προσέχοντες.” γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς ̔ Ιεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις.

[*](397 Α. a)

Δεῖ δὴ οὖν ἄρα καὶ Θεὸν ἀγαπᾶν, καὶ τοῦτο ἐξ ὅλης ψυχῆς καὶ καρδίας, ἀποσείεσθαι δὲ καὶ τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν, καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιίαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν.

[*](b 6)

Καὶ θήσομαι Σαμάρειαν ὡς ὀπωροφυλάκιον ἀΓροῦ καὶ ὡς φυτείαν ἀμπελῶνος· καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ [*](7) τὰ Θεμέλια αὐτῆς ἀποκαλύψω· καὶ πάντα τὰ Γλυπτά αὐτῆς κατακόψουσι· καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν.

Τίνα δὴ πάλιν ἔσονται τῶν οὕτω προσκεκρουκότων τὰ [*](c) πάθη, διηγεῖται σαφῶς. ἔσται γὰρ ἡ Σαμάρεια φησιν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμτελῶνος. τὰ μὲν γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, καταλήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν παθοῦσαν εὑρήσομεν. ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, [*](1. χήρας Α. Β. (Alex. XII.) χηρῶν Edd. εἰς ἁμαρτία, om. Α. 4. Haec καὶ τοῦτο accesserunt ex Α. 7. εὐποιΐαις Α. ἐπιεικείαις Edd. Statim καὶ assumptum ex Α.Β. 9. δὴ assumptum ex A.B. 11. κολάζων assumptum ex iisdem. 12. ἔηι om. Α. 13. ὡς prius A.F. (Alex.) εἰς Edd. (Vat.) ὡς alt. B.F. (153.) εἰς Edd. 14. χάσμα pro χάος F. 15. ἐπικαλύψω F. 16. ἐμπρήσουσιν Α ἐμπρήσομαι Edd. 9153.) 17. τὰ deest in Edd. 19. καὶ pro ὡς Edd. invitis A.B. 20. εἰς φυτείαν Α. 21. ἀναπλέξαντες Β. 23. καταλήγουσι Α.Β. καταλαλήσουσι Edd.)

611
μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, [*](d) τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτωκεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτεταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἠσαίας “ Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν, ὡς σκηνὴ ἐν ἀμπε- [*](Es. i. 8.) “λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ.” ἐγκατελείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων. ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. [*](e) ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεων τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ [*](a 398 Α.) τοὶ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλαστον πρὸς τούτῳ φησίν. οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ τὰ καταπιμπράμενα, τάχα τάχα που τὰ ἀναθήματα δηλοῖ. προσεκόμιζον [*](b) γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν [*](2. ἔργοις] ὅροις Edd. Statim ἀνατείνασα Α. Post h. V. τὸ assumptum ex Α. Β. 7. σικυηλάτῳ Β. συκηλάτῳ Α. σικυηράτῳ Edd. (A.V.) 9. Hoc λογικὴ accessit ex Α. πνευμάτων pro ταγμάτων Α. 10. εἰς φυτείαν Α. 13. ἀμπελώνων Β. ἀμπέλων Edd. αὐταῖς Α. 14. πρέποντα om. Α. 19. ἔσεσθαι δέ τι Α. ἔσεσθαί τε Edd. 21. συνδιόλλυνται Α. συνδιολοῦνται Edd. 22. αὐτοῖς Α. Statim κατεμπρησθήσονται Β. καταπρησθήσονται Edd. 23. φησιν οἰχήσονται inverso ordine Α. 25. καταπιμπράμενα Α. πιμπράμενα Β. πιμπρώμενα Edd. 27. Haec εἰωθόσιν ἤγουν accesserunt ex Α.)
612
ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω [*](Os.ii. 8.) λέγων “Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον “καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον “ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ “Βάαλ·” οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά [*](c) τε καὶ ἀντέκτισιν τῆς ἔπι γε τῷ πλανᾶσθαι σπουδῆς κατελογίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον [*](Ib. 12.) συνήσεις Θεοῦ πάλιν λέγοντος “καὶ ἀφανιῶ ἄμπελον αὐτῆς “καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά “ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου.” ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς. ἦ γὰρ ἃν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς [*](d) χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ’ οὐδὲ ὡς φυτεία ἀμπελῶνος, ἐπ’ ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, μένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο.

Δίω ἐκ μισθωμάτων πορνείας συνήγαγε, κὼ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.

[*](e)

Διαγελᾷ δὴ πάλιν ὁ λόγος, καὶ τῆς Ἰουδαίων ἀμαθίας [*](1. εἶχον τὸ pro ἔχειν ᾤοντο Α. 2. ἀνετίθεσαν] + δὲ Α. 4. δέδωκα Α. (Alex. XII.) ἔδωκα Edd. (Vat.) 6. Haec αὐτὴ δὲ assumpta ex Β. αὐτοὶ δὲ A. Statim καὶ add, Edd. καὶ habuit Β. sed erasum. ἐποίησαν Α. 7. δὲ assumptum ex Α. Β. 9. ὁ παράφρων Ἰσραὴλ Α. 12. Haec ἐστιν ἁ accesserunt ex Α. ἃ Β. 13. πλούτου Aubertus. 15. ἦ ἢ Β.] γὰρ ἂν Α. Β. εἰ γὰρ ἦν Edd. ἠγνοηκότες et ἀνῆψαν et ἀνετίθουν Α. 17. ὡμολογεῖν (sic) Α. 19. ὡς φυτεία Β. εἰς φυτὸν Α. εἰς φυτείαν Edd. 20. ἀγαθοῖς Β. sed in mg. manu ead. εὐημερίαις. 22. εὐθυμίας] εὐθηνίας Α. 24. πορνείας A. B. πόρνης Edd. (51, 95, 185.) Statiin κατέστρεψεν F. Edd. (62, 147.) 25. δὴ assumptum ex Α. ὁ λόγος om. Α. Ἰουδαίων A. Ἰούδα Edd.)

613
κατειρωνεύεται σὺν ἤθει πολλῷ· τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρασκευάζοντας. [*](a 399 A.) οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνεστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν. οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα.

Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ [*](b 8) γυμνὴ, ποιήσεται κοπετὸν ὠς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων· ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτὴς, διότι ἦλθεν [*](9) ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μοῦ, ἕως ̔ ιερουσαλήμ.

Ἐπειδὴ γὰρ διεβίω φησὶν ἐν πλάναις, καὶ κατέληξε μὲν οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα Δεσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ’ οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψεται [*](c) θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ’ ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἢ δέ γε γυμνότης [*](2. ὑπονοίας Edd. ἐναργῆ pro ἐμφανῆ Α. τὰ — κείμενα Α. τὴν — κειμένην Edd. 3. ναὶ Β. καὶ Edd. 4. ἀνετίθει] ἀνέθει Edd. 5. αἰσθήσεως] φρονήσεως B. ἐσθὴς ἐμῆς (sic) Α. Statim πλέως Edd. 7. αὐτῷ Α. post σύναγ’. transp. Β. αὐτοῦ Edd. εὐπαθείαις Α. Β. εὐπαθείᾳ Edd. 12. συνήνεγκεν Α. Β. συνήγερκεν Edd. ἐν om. Α. 13. συμπεπλεγμένην Α. 15. ἀνυποδητος F. (42.) 17. διῆλθεν F. 19. διεβίω] διέβη Α. 21. διευφημεῖται Α. εὐθυμεῖ Β. διευθυμεῖται Edd. 22. δὲ Α. τε Edd. Statim haec φησὶ λοιπὸν accesserunt ex A. ἐλήλακε Β. 23. τισὶν ἐπαλγ. τυχὸν Α. τυχὸν ἐπαλγ. τισὶν Edd. 25. αὐτῆς Α. οὖ Edd. Neutrum habet Β. Statim καταπταιομένη Edd. ante Migne. γε A. δὴ Edd.)

614
καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει· οὕτω καὶ ὁ μακάριος προφήτης Ἠσαίας τὴν ὅσον οὐδέπω παρεσομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν [*](Es.xx.2.) ̔ Ιερουσαλὴμ, “γυμνός τε καὶ ἀνυπόδετος,” Θεοῦ τὸ χρῆμα [*](d) γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρμούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα. σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἢ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ [*](e) εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ’ ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπῳάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκράτησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν ̔ Ιερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν [*](400 Α. a) ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περιεκάθισε τὴν ̔Ιερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπείλησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν.

Oὐκοῦν, ὅταν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Δεσπότην ἀφέντες προσκεῖσθαι σπουδάσωμεν τοῖς ἀκαθάρτοις δαίμοσι, τότε πάντη τε καὶ πάντως ἑαυτοὺς θρηνήσομεν, καὶ ταῖς ἑαυτῶν ἀβουλίαις ἐποιμώζοντες, γυμνοὶ μὲν ἐσόμεθα τῆς παρ’ [*](1. ἀνυποδεσία Β. ἀνυποδησία Edd. δηλοῖ pro δεικνύει Α. 8. καταπταίοντά Edd. ante Migne. 1 1, εἰδότα A.b. εἰωθότα Edd. Statira καὶ om. Α. 13. ἀποκαλεῖ A.b. καλεῖ Edd. λάλιστά Α. λάλιστα· ἠ καὶ (sic) b. 15. ἐναδίοις (sic) Α. Statim ἐπωάζουσι A.b. ἐπῳάζουσαι Β. Edd. 24. ἐμπρήσειν A. αὐτήν Α. αὐτάς Edd. 25. τῆς Ἐζεκίου βασιλείας Α. Ἐζεχ. τοῦ βασιλέως Edd.)

615
αὐτοῦ χάριτός τε καὶ βοηθείας, ἀσχήμονα δὲ καὶ ἀκαλλῆ [*](b) διαζήσομεν βίον· τοῦτο γὰρ ἡ ἀνυποδεσία δηλοῖ. ὑποκεισόμεθα δὲ καὶ πλήττοντι τῷ σατανᾷ, καὶ οὐδὲν ἔτι τὸ κωλῦον ἐν παντὶ γενέσθαι κακῷ.

Οἱ ἐν γὲθ μὴ μεγαλύνεσθε, οἱ Ἐνακεὶμ μὴ ἀνοικοκομεῖτε ἐξ οἴκου [*](10) καταΓέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν.

Περισκεπὴς μὲν ὁ λόγος καὶ δυσάλωτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς καὶ τῶν ἐφεξῆς ἔτι κειμένων. πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. καταθέοντος τοῦ πολέμου τὰς ἐν τῇ [*](c) Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πὼς ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν [*](d) ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν. ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας μεμενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περιοίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ ̔Ραψάκης τοῖς ἐν τῷ τείχει τῶν ̔ Ιεροσολύμων προσλαλῶν, [*](e) τούτων αὐτῶν διεμέμνητο λέγων “Ποῦ ἐστιν ὁ [*](Es.xxxvi. 19,20.) “θεὸς Αἰμὰρ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως [*](1. τε om. Α. σωτηρίας pro βοηθείας Α. 2. ἀνυποδεσία Α. Β. ἀνυποδησία Edd. 4. γίνεσθαι Α. 5 μεγαλύνεσθε] + κοὶ Edd. (Vat.) ἐν ἀκεὶμ Α. (106, 311.) 6. καταπάσσασθε Edd. ante Migne. 7. Περισκεπὴς] περισχερὴς Α. 8. ἐφεξῆς Α. ἑξῆς Edd. ἔνι διειπεῖν Β. ἴδει εἰπεῖν Α. ἔνι δὴ εἰπεῖν Edd. 10. τὸ om. Α. 12. τῶν pro τῆς Α. ἐκ γειτόνων] ἐκγειτονούντων Edd. 13. γελῶντες Α. 15. ἀναλκὲς Α. δεῖν om. Β. 19. ἐκείνας Edd. 22. Θεὸς deest in Α. 23. του] τῷ Migne. 24. προσλαλούντων αὐτῷ (sic) pro προσλαλῶν, τούτων αὐτῶν Α. 26. Αἰμὰθ Β. (VIII.) αἰνὰθ Α. Αἰμαθὶ ̔Edd. ἀρφάθ Α. Β. Ἀρφαθί Edd. πόλεως] + τοῦ Α.)

616
“Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- “ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο “τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;” ἔστι τοίνυν ἡ Γὲθ μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῆ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν [*](401 A. a) οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, τουτέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονονουχὶ τῶν ἀπολωλότων κατορχούμενοι. μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ’ ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθάπέρ [*](b) τινα γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ’ ὑμῶν καταγελωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμειδιάσουσιν οἱ ἐχθροί. σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ [*](Prov. xxiv. 17,18.) λέγοντος “ Ἐὰν πέσῃ ἔση ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι “ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν “θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ.”

Πράττουσι δὲ τοῦτο καὶ οἱ Χριστὸν οὐκ εἰδότες. διωκομένων [*](c) γὰρ ἔσθ’ ὅτε τῶν ἐκκλησιῶν, καὶ δοκιμαζομένων ἁγίων ἤτοι τῶν ἐν αὐταῖς, τότε δὴ τότε μάλιστα τοὺς ἰδίου αὐτοὶ καταθαυμάζουσι θεούς. ἀλλ’ ὁ γέλως αὐτοῖς ἐκτελευτᾷ πρὸς δάκρυον, κατευμαρίζοντος μὲν τὰ δεινὰ τού [*](1. Σεπφαρουείμ Β. Σεφαρ. Α. Edd. Statim Ἀνὰ καὶ Ἀβά (e 4 Reg. xvii.) add. Edd. repugnantibus A.B. ἠδύνατο Α. (308.) δύνανται Β. Edd. (ἐδύναντο A.V. c.) 2. Haec τίς—χειρόε μου accesserunt ex Α. 4. τῶν om. Α. 5. ἡ assumptum ex B. Statim ἐνακὶμ Β. 7. μὲν Α. Β. γεμὴν Edd. 10. οἰκήτορσιν (sic) Α. ἐνακὶμ B. 11. πρόφασιν Α. 12. ταῦτα] τοῦτο Α. Statim μηδὲ accessit ex Α. B. ὑμῖν Α. 13. ὁ] οἱ Α. 16. καταγέλωτα A. γέλωτα Edd. 18. οἱ assuraptum ex Α. Β. 19. ἐπιμεμνῆσθαι Α. μεμν. Edd. 25. τότε alt. assumptum ex Α. 26. καταθαυμάζουσι Α. θαυμ. Edd.)

617
Χριστοῦ, κατευνάζοντος δὲ τὰ κεκινημένα, καὶ ἀποσοβοῦντος μὲν τὸ λυποῦν, ἀνευρύνοντος δὲ τοῖς ἁγίοις θυμηδίαν καὶ χαράν· τέλος γὰρ πόνων εὔκλεια καὶ τρυφή. καί μοι δοκεῖ φάναι τι τοιοῦτον ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς [*](d Ps. lxv. 12.) “εἰς ἀναψυχήν.”

Κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα [*](11) Σενναὰρ κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.

Ἐκδεδώκασι μὲν οἱ ἑβδομήκοντα Σενναὰρ, Ἀκύλας δὲ ἔφη Σενὰν, εὐσθενοῦσαν δὲ ὁ Σύμμαχος, τάχα που τουτὶ τοῦ Σενὰν ὑπεμφαίνοντος. ἀλλ’ εἰ μὲν νοοῖτο Σεναὰρ, φαμὲν ὅτι χωρίον [*](e) ἐστὶ πλατὺ κατὰ πόλεις τε καὶ κώμας οἰκούμενον ἀλλοφύλοις μὲν, πλὴν ἐν ὁρίοις τῆς Ἰουδαίας· εἰ δὲ δὴ νοοῖτο Σενὰν, λαμπρὰν καὶ ἐπίσημον Αἰγύπτου πόλιν κατασημαίνει. εὐσθενεῖται δὲ ὅτι πίων ἡ χώρα, καὶ ληίοις κατάκομος, πῶς ἔστιν ἀμφιβαλεῖν; Σεναὰρ τοίνυν φησὶν ἤτοι Σενὰν ἡ καλῶς τὰς ἑαυτῆς οἰκοῦσα πόλεις. ἥξει δὲ ὁ λόγος κατὰ τῶν οἰκούντων αὐτάς· αὐτάς· οὐκ ἐπεδάκρυσε τοῖς ἐγγὺς οἰκτρῶς καὶ ἀθλίως διολωλόσιν· οὐκ ἐξῆλθε κόψασθαι τὸν ἐχόμενον οἶκον, τουτέστιν, [*](a 402 Α.) οὐ τεθρήνηκε τοὺς ἐκ γειτόνων. ἐγγὺς δὲ τῆς Ἰουδαίας ἡ Σενναὰρ, ὡς ἔφην, καὶ μέντοι καὶ ἡ Σενὰν, τουτέστιν ἡ Αἰγυπτίων. διαπίπτοντι δὲ καὶ πεπορθημένῳ τῷ Ἰσραὴλ, οὐκ ἐπήλγησε μᾶλλον, ἀλλ’ ἐπετώθασεν, ἐπέχαιρε δὲ καὶ αὐτὴ, [*](1. Χριστοῦ] Θεοῦ Α. 8. σεναὰρ Β. et infra scholio ineunte. 11. σενὰν Β. σε. νᾶν. Α. Σεναὰν Edd, τουτὶ τοῦ Α. τί τοῦ Β. τι τοῦτο Edd. Σενὰν Β. σε. νᾶν. Α. Σεναὰν iid. Statim ὑποφαίνοντος Α. 12. χῶρος ἐστὶ πλατὺς—οἰκούμενος Β. 13. ἀλλοφύλων Α. Statim μὲν om. Α. 14. ὁρίοις Α. ὅροις Edd. νοοῖτο om. Β. Statim Σενὰν Β. σε.νᾶν Α. σεναὰν Edd. 15. ἐπίσημον et λαμπρὰν inter se transp. Β. ἐπίδημον (sic) Edd. κατασημαίνει] κατασημᾶναι Edd. invitis Α. Β. εὐσθενεῖται δὲ Β. εὐθυνεῖται δὲ Α. εὐσθενῆ τε Edd. 16. ὅτι] + καὶ Edd. invitis Α. Β. 17. τοίνυν φησὶν] τοι φησὶ νῦν (sic) Α. φησιν om. Β. σεναὰν Edd. 22. ἡ prius om. Α. Σεναὰν Edd. 23. Αἰγυπτίων Β. αἰγύπτων Α. Αἰγυπτία Edd. 24. καὶ assumptum ex A. Β. Statim αὐτῇ Edd. αὐτῷ Migne.)

618
[*](Supra ver. 10.) καθάπερ οἱ ἀπὸ Γὲθ καὶ Ἐνακείμ. τί οὖν Ἰσραήλ; ἆρα γελάσουσιν εἰκῆ τὰ περίοικα τῶν ἐθνῶν, καὶ ταῦτα δρώντων ἐκείνων ἀνεξικακήσει Θεός; ἀνέξεται δὲ παρ’ ἐχθρῶν γελωμένης [*](b) αὐτοῦ τῆς δόξης; οὐδαμῶς, φησὶν, ἀλλ’ ἐξ ὑμῶν ἤτοι δι’ ὑμᾶς λήψεται πληγὴν ὀδύνης· τουτέστι, καταδῃωθήσεται καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ. πεπόρθηται δὲ καὶ ἡ Σεννααρ, καὶ μέντοι καὶ Αἴγυπτος, καταθέοντος αὐτὴν Σεναχηρείμ. [*](1 Cor. x. 12.) Δεῖ δὴ οὖν ἄρα καὶ τὸν ἑστῶτα καλῶς φοβεῖσθαι μὴ πέσῃ, καὶ ῥίπτειν μὲν ὡς ἀπωτάτω τὸ τοῖς πεπονθόσιν ἐπιμειδιᾶν, [*](Rom. xii. 15.) “Κλαίειν δὲ μᾶλλον μετὰ κλαιόντων” καὶ μὴ ταῖς ἑτέρων ἐξοφρυοῦσθαι συμφοραῖς, ἐκδεδιέναι δὲ μᾶλλον τὸ τοῖς ἴσοις περιπεσεῖν.

[*](C)[*](12)

Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικοῦσα ὀδύνας; ὅτι κατέβη κακὰ [*](13) παρὰ Κυρίου ἐπὶ πύλας ̔ Ιερουσαλὴμ. ψόφος ἁρμάτων καὶ ἱππευόντων.

[*](Supra vv. 10,11.)

Ὦ Γετθαῖοι, φησὶν, ὦ τῆς Ἐνακεὶμ, ὦ τῆς Σενναὰρ ἤτοι Σενὰν οἰκήτορες, οὐκ ἐπλήγητε ταῖς τῶν ὁμόρων συμφοραῖς, γέλωτος ὑμῖν γέγονεν ἀφορμὴ πίπτων τε καὶ διολλύμενος ὁ πάλαι δεινὸς ὑμῖν καὶ ἀφόρητος Ἰσραήλ. ᾠήθητε δὲ ὅτι καὶ Θεὸς ἠσθένησεν ὁ σώζων αὐτοὺς, ἔρρωται δὲ τὰ παρ’ [*](d) ὑμῖν χειρόκμητα καὶ πρὸς τοῦτο διάττει σθένους, ὡς ἀμογητὶ δύνασθαι τὰς ὑμῶν διασῶσαι πόλεις. οὐκοῦν ἀπὸ τῶν πραγμάτων φέρε δὴ φέρε καταθρήσωμεν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· τίς ὁ παναλκὴς, καὶ ἄμαχον ἀπονέμων οἷς ἂν ἕλοιτο τὴν ἐπικουρίαν. ἥλωσαν μὲν γὰρ καὶ πεπόρ- [*](1. καθὰ κοὶ Α. οὖν] + ὦ Edd. invito Α. 6. Σενὰν Β. 7. αὐτὰς Α· Statim τοῦ add. Β. 8—12. Δεῖ δὴ usque ad fin. scholii desunt 9. ἀπωτάτω Α. ἀνωτάτω Edd. aute Migne. 11. ἐκδεδιέναι Α. εἰσδεδ. Edd. 14. κυρίου] Θεοῦ Α. 16. ὦ . . . ὧ . . . ὧ] οἱ . . . οἱ . . . οἱ Α. γετθαῖοι Β. Γεθθαῖοι Edd. Γεθαῖοι Migne. Σεναὰρ Β. οἱ τῆς pro ἤτοι Α. Statim Σεναὰν Edd. 17.οὐκέτι ἠλγήκατε pro οὐκ ἐπλήγητε Α. 18. τοίνυν pro ὑμῖν A. Statim γεγ όνασιν Edd. invitis Α.Β. 19. καὶ om. Α. 20. καὶ Α. ὁ Edd. Neutrura habet Β. 21. ὑμῶν Α. Statim χειρότμητα Α. διάττεσθαι νῦν pro διάττει σθένους Α. 23. Haec δὴ φέρε accesserunt ex Α.Β. Statim καταθρήσω Α· 24. ἄμαχον ἀπονέμων οἷς] ἄμαχος, ἀποφαίνων ὡς Α. 25. ἥλων Edd.)

619
θηνταί φησιν αἵ τε τοῦ Ἰσραὴλ, καὶ αἱ παρ’ ὑμῖν δὲ πόλεις, καὶ κοινὴν ὥσπερ ἀνέτλητε συμφοράν. ποία δὴ οὖν ἄρα πόλις ἐν ὀδύναις οὖσα καὶ τοῖς περὶ τῶν ἐσχάτων δείμασι· τοῦτο γάρ ἐστι τὸ κατοικοῦσα ὀδύνας διανένευκεν ἀδοκήτως [*](c) εἰς ἀγαθὰ, τουτέστιν, εἰς εὐθυμίαν καὶ εὐημερίαν; ἆρα μία τῶν παρ’ ὑμῖν; οὐδαμῶς φησὶν, ἀλλ’ ἢ ἐμὴ πάλιν ̔ Ιερουσαλήμ. κατεβη μὲν γὰρ ἐπ’ αὐτὴν παρὰ Κυρίου κακα, τουτέστιν, ἐγὼ λελύπημαι καὶ πεπαίδευκα, καὶ τὸν Ἀσσύριον αὐτοῖς ἐπενήνοχα, καὶ ἐξ ἐμῆς ὀργῆς ἡ κατ’ αὐτῶν γέγονε κάκωσις. πλὴν ἀπέσβη καὶ λέλυται, τῆς ἐμῆς νικώσης χειρὸς καὶ παραδόξως ἐκρυομένης τοὺς τὰ ἐμὰ σέβοντας [*](a 403 A.) κράτη. μέχρι γὰρ πυλῶν ἔστη τὸ λυποῦν. ἴσμεν δὲ ὅτι πολλὴν ἵππον ἔχων ὁ ̔Ραψάκης ἀφίκετο μὲν ἐν τοῖς ̔Ιεροσολύμοις, μόνον δὲ οὐχὶ καὶ αὐτῶν ἥψατο πυλῶν, εἷλε δὲ οὐδαμῶς· δεδαπάνηται γὰρ ὁ Ἀσσύριος ἐν μιᾷ νυκτί. καὶ [*](4 Reg. xix. 35.) γοῦν τεθρηνήκασιν οἱ ἐν τοῖς ̔Ιεροσολύμοις, ὡς αύτίκα δή μάλα τεθνηξόμενοι, ἄυπνόν τε κλαίοντες διατετελέκασι νύκτα· σκιδναμένης δὲ τῆς ἠοῦς, ὤφθη τὸ παράδοξον. ἔκειντο γὰρ εἰς γῆν ἀναρίθμητοι νεκροὶ, ὡς ἀνασκιρτῶντας λέγειν τοὺς [*](b) διὰ Θεοῦ παραδόξως νενικηκότας καὶ σεσωσμένους “Τὸ [*](Ps. xxix. 6.) “ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλ- “ λίασις.” ὁρᾷς οὖν ὅπως πρώτη τε καὶ μόνη παρὰ τὰς ἄλλας πόλεις ἤρξατο διανεύειν εἰς ἀγαθὰ, καίτοι κατοικοῦσα ὀδύνας; οὐ γὰρ περιόψεται παντελῶς τοὺς ἰδίους Θεὸς, ἀλλὰ παιδεύσας συμμέτρως, ἀνασώζει πάλιν, καὶ τῆς αὐτῷ πρεπούσης εὐκλείας οὐ μετρίαν ποιεῖται φροντίδα, κἂν εἰ προσκρούωμεν ἡμεῖς. ἔφη γάρ που δι’ ἑνὸς τῶν προφητῶν “Οὐ [*](Ezek. xxxvi. 22.) “δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος, ἀλλ’ ἢ δία τὸ ὄνομά μου.”

[*](c)[*](1. ὑμῶν Α. Statim δέ om. Α. 3. λείμμασι Α. 4. τὸ assumptum ex Α. ὀδύναις Α. 5. ἀγαθὰ Α. ἀγαθὸν Edd. ἀρωμάτων (sic) pro ἆρα μία τῶν Α. 7. ἐπ’ αὐτὴν Α. ἐπ’ αὐτοὺς Edd. 10. ἀπέβη Α. λελύπηκε prp λέλυται Α. 12. ἔστη] ἔσται Edd. 15. γὰρ] δὲ Α. 16. τεθρηνήκασιν] τεθήπασιν Β. 20. Haec νενικηκότος καὶ accesserunt ex Α. 23. ἤρξατο διανεύειν Α. διανένευκεν Β. διανεύει Edd. ἀγαθὰ edidi ex Α. ἀγαθὸν prius scripti ον calamo percurrit, ὰ suprascripsit Α. ἀγαθὸν Edd. 24. περιόψηται Edd. 26. εἰ assumptum ex Α. προσκρούοιμεν Α. προσκρούωμεν Edd.)
620

Κατοικοῦσα Λάχις ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶ τῇ θυγατρὶ Σὼ, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.