In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

τότε δὴ τότε, φησὶ, τῆς οὕτω σαθρᾶς εἰκαιομυθίας ἀποπαυσάμενοι καὶ τὴν ἀκρατῆ καὶ ἀπαίδευτον ἀνακόπτοντες γλῶσσαν, διαλοιδορήσεσθε μὲν οὐκ ἔτι τῷ φιλαρέτῳ Θεῷ, μονονουχὶ δὲ τὴν μέθην ἀποπεμψάμενοι, καὶ οἷον ἐπιστρέτὸ [*](1. assumptum ex Β qui τὸν prius scripsit. 6. ἐγράφησαν Edd. τοῖς οὐρανοῖς iid. καὶ assumptum ex Β. 21. ὅσης accessit ex B. 23. ἀδίκου B.F. (Alex.) ἀνόμου Edd. rf. infra. καὶ alt.] + ἀνὰ μέσον F. (32 al.) 25. σαθρᾶς] λαθρᾶς (sic) Pont. λαθραῖος Aub.)

617
φοντες ἐκ πλάνης, εὖ μάλα καταθρήσετε τί τε καὶ ὅσον ἐστὶ τὸ μεταξὺ δικαίου τε καὶ ἀνόμου, τοῦ δουλεύοντος Θεῷ καὶ τοῦ μὴ δουλεύοντος. οἱ μὲν γὰρ ἄνομοί τε καὶ ἐξήνιοι, καὶ τὸν [*](b) τῆς ὑπ’ αὐτῷ δουλείας ἀποσειόμενοι ζυγὸν, οἰχήσονται πρὸς ἀπώλειαν καὶ εἰς ἀτελεύτητον κόλασιν· “Ἔκει ἔσται ὁ [*](S. Matth. viii. 12.) “ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,’’ καθ’ ἁ γέγραπται· οἱ δὲ ἀγαθοὶ καὶ φιλόθεοι, καὶ τῶν θείων νόμων ἐπιστήμονες, καὶ ἁπάσης ἀρετῆς ἐπιμεληταὶ, λαμπροὶ καὶ ἡγιασμένοι, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον, καὶ ἐν ταῖς ἄνω γεγονότες μοναῖς, συνδιαιτήσονται μὲν ἁγίοις ἀγγέλοις, κοινωνοὶ δὲ τῆς δόξης ἀποφανέντες χριστοῦ, τοῖς εἰς μακραίωνα βίον ἐντρυφήσουσιν ἀγαθοῖς “Ἂ ὀφθαλμὸς οὐκ [*](c 1 Cor. ii. 9.) “ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ ἀνέβη,’’ κατὰ τὸ γεγραμμένον. πλὴν εὐημεροῦντας βλέποντες ἐν τῷδε τῷ βίῳ τοὺς τῆς φαυλότητος ἐραστὰς, γεγόνασι μὲν ἐν λογισμοῖς τῶν ἁγίων τινὲς, οὐκ ἠγνόησαν δὲ ὅτι τοῦ βίου τὸ πέρας ἕξουσιν εἰς ἀπώλειαν. καὶ γοῦν ὁ μακάριος Ἱερεμίας οὕτω πὼς φησί “ Δίκαιος εἶ κύριε, ὅτι “ ἀπολογήσομαι πρὸς σὲ, πλὴν κρίματα λαλήσω πρὸς σέ. “ τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ “ ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐῤῥιζώ- [*](d) “ θῆσαν· ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ “ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. “ καὶ σὺ, κύριε, γινώσκεις με, ἐδοκίμασας τὴν καρδίαν μου ἐναντίον σου.’’ εἶτα πάλιν φησίν “ Ἅγνισον αὐτοὺς ἐν [*](Ib. 3, 4.) “ ἡμέρᾳ σφαγῆς αὐτῶν. ἕως πότε πενθήσει ἡ γῆ;” ὁρᾷς ὅπως ἐμπέπτωκεν εἰς λογισμῶν δυσχέρειαν, οὐκ ἦγ’ νόησε δὲ τῶν δυσσεβούντων τὸ πέρας. ” Διότι πᾶσα σὰρξ χόρτος, καὶ [*](Es. xl. 6.) “ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου,’’ κατὰ τὸ γεγραμμενον.

[*](e)[*](1. ἐκ πλάνης om. Β. τί τε] τότε Edd. 2. τε assumptum ex Β. 17. τοῦ βίου τὸ hoc ordine Β. 19. κρῖμα iid. 20. ἅπαντες iid. 25. ἐν ἡμέρᾳ] εἰς ἡμέραν iid. (A.V. c.) 27. ἠγνόηκε iid. 28. διότι assiimptum ex B. 29. ἀνθρώπων iid. χόρτους Aubertus. )
618
[*](Κεφ. δ΄.)

Διότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὡς κλίβνος, καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ πιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἕε αὐτῶ ῥίζα οὐδὲ κλῆμα.

[*](865 A. a)

Ἐν πυρὶ γὰρ ἔσεσθαι τὴν τῆς κρίσεως ἡμέραν ἐννοεῖν [*](2 8. Pet. iii. 10, 13.) ἀκόλουθον “ἐν ᾗ ἐν ᾗ οἱ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα ’δε καυσούμενα λυθήσονται, γῆ ’δε καὶ τὰ ἐν “ αὐτῇ ἔργα κατακαήσεται πάντα. καινοὺς δὲ οὐρανοὺς καὶ “ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν·” ἔφη γὰρ ὧδέ τις τῶν ἁγίων μαθητῶν. ἥξει τοίνυν φησὶν ὡς κλίβανος ἡ ἡμέρα Κυρίου, καὶ καταφλέξει μὲν ἅπαντας τοὺς ἀλλογενεῖς, προσθήσει δὲ τούτοις καὶ τοὺς ποιοῦντας [*](b) τὰ ἄνομα· μία γὰρ ἔσται τις κατ’ ἀμφοῖν ἡ δίκη. ἄθρει δὲ ὅπως ἀστειότατα νυνὶ διαμέμνηται τῶν ἀλλογενῶν. [*](Supra iii. 15.) ἐπειδὴ γὰρ αὐτοὺς ἐμακάριζον λέγοντες “ καὶ νῦν ἡμεῖς “ μακαρίζομεν ἀλλοτρίους, καὶ οἰκοδομοῦνται ποιοῦντες “ ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν,’’ ταύτῃτοι καταφλεχθήσεσθαί φησιν αὐτοὺς, ὡς τῇ τοῦ Θεοῦ δόξη πεπολεμηκότας, [*](Rom. i. 25.) καὶ προσκυνεῖν ἑλομένους τῇ κτίσει παρὰ τὸν κτίσαντα.

Λογιούμεθα δὲ καὶ ἑτέρως ἀλλογενεῖς ὀνομάζεσθαι τοὺς [*](c) εἰδωλολάτρας καὶ τοὺς καθ’ ἕτερόν τινα τρόπον ἠλλοτριωμένους τοῦ ἱεροῦ τε καὶ ἀπολέκτου γένους, οἷόν τι φημὶ τοὺς αἱρετικοὺς, περὶ ὧν ἃν λέγοιτο, καὶ μάλα εἰκότως [*](1 S. Joan. ii. 19.) “ Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν “ ἐξ ἡμῶν, μεμενήκεσαν ἃν μεθ’ ἡμῶν.’’ οὗτοι τὴν θείαν [*](3. ἡ prius om. Edd. (147.) 8. λυθήσονται habet Β. g. ἔργα om. Β. Statim κατακαυθήσεται Β. cf. supra 801 init. lO. αὐτοῦ om. B. 14. τις] τοῖς Edd. ante Migne. 15. ὅπως ἀστειότατα] οὕτως ἀστειότητα iid. Statim νῦν Β. 17. οἰκοδομοῦνται Β. ἀνοικοδ. Edd. 18. ὄνομα] + κοὶ iid, invito Β. (Alex, XII.) τοι assumptum ex Β. 20. τὴν κτίσιν Edd. 22. δὲ assuinptvim ex Β. 24. οἷόν τι φημὶ] φημὶ δὴ Β. 27. μεμενήκεσαν habet Β. )

619
εὐγένειαν ἀποβεβληκότες, ἀπονοσφιζόμενοί τε τοῦ ἱεροῦ καὶ ἀπολέκτου γένους τοῦ γεγονότος εἰς περιποίησιν· διὰ πίστεως [*](1 S. Pet. ii. 9.) δὲ δηλονότι τῆς ἐν Χριστῷ· οἱ τοιοῦτοι γοῦν πυρὸς ἔσονται τοῦ παμφάγου τροφή. ἐν ἴσῃ δὲ μοίρᾳ κείσονται παρὰ Θεῷ καὶ οἱ ποιοῦντες ἄνομα, κἂν εἰ ἐγκρίνοιντο τυχὸν τοῖς πεπιστευκόσι [*](d) καὶ ἐξειλεγμένοις, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδόσι Θεόν. οὐ γὰρ ἀπόχρη τοῦτο αὐτοῖς εἰς ἀπόνιψιν ἁμαρτίας, εἴπερ ἐστὶν ἀληθὲς, ὡς “ πίστις χωρὶς ἔργων νεκρά [*](S Jac. ii. 20.) “ ἐστι.’’ δικαιοῖ μὲν γὰρ ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ τῆς τῶν προεπταισμένων ἀπαλλάττει κηλῖδος. εἰ δὲ δή τις μετὰ τοῦτο ῥᾴθυμός τε καὶ ἀναπεπτωκὼς εὑρίσκοιτο, πρός τε τὰ σαρκὸς καὶ τὰ τοῦ κόσμου πάθη ἐπιρρεπὴς, νενέκρωκεν οἱονείπως ἐν ἑαυτῶ τὴν πίστιν, προστιθεὶς μὲν οὐδὲν τῶν [*](e) ἐπαίνου μένων, παλινδρομήσας δὲ μᾶλλον ἐπὶ τὴν ἀρχαίαν τοῦ βίου σκαιότητα. περὶ τῶν τοιούτων φησὶ καὶ ὁ θεσπέσιος μαθητής “ κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι [*](2 S. Pet. ii. 21, 22.) τὴν ὀδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω “ ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· “ συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων “ ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς “ κύλισμα βορβόρου.’’ οὐκοῦν ἐν ἴσῳ τοῖς ἀλλογενέσι καὶ [*](a 866 A.) οἱ ποιοῦντες ἄνομα, οἳ καὶ ἔσονται καλάμη, καταφλεχθήσονται δὲ οὕτως ὡσανεὶ κἀκείνη πυρὸς ἐπενηνεγμένου. μένου. συνάγεται γὰρ ὁ σῖτος εἰς ἀποθήκην, καθὰ καὶ ὁ Σωτῆρ’ φησι περὶ [*](S.Matth. iii. 12. Ib. xiii. 30.) τῶν ἁγίων θεριστῶν· τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέστῳ. Ib.xiii. καὶ οὐ μὴ ὑπολειφθῇ αὐτοῖς ῥίζα οὐδὲ κλῆμα, τουτέστιν, οὐδεμίαν ἕξουσιν ἐλπίδα τοῦ καὶ αὖθις ἀναφυῆναι πρὸς ζωὴν, ζωὴν δέ φημι τὴν ἀξιέραστόν τε καὶ ὡς ἐν δόξῃ τῇ παρὰ Θεῷ, τὴν ὡς ἐν ἁγιασμῷ καὶ μακαριότητι νοουμένην. ῥίζης b μὲν γὰρ οὐκ εἰσάπαν ἐκκεκομμένης, οὔτε μὴν κλήματος οἷον ἐκ βάθους ἐξῃρημένου, σώζεταί τις ἐλπὶς τοῦ καὶ [*](3. Haec οἱ τοιοῦτοι γοῦν accesserunt ex Β. 6. τε] δὲ (sic) Edd. 7. πρὸς iid. 8. ὡς] + ἡ iid. 12. ἐπιρρεπὴς accessit ex B. 14. μᾶλλον] πόλιν Β. 20. τὸν ἴδιον ἔμετον Β. τὸ ἴδιον ἐξέραμα Edd. 27. ἀναφῦναι B. )
620
[*](Hiob xiv. 7.) ἀναφῦναι πάλιν· “ Ἔστι γὰρ δένδρῳ ἐλπὶς,” κατὰ τὸ γεγραμμένον· “ ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος “ δὲ αὐτῆς οὐ μὴ ἐκλίπῃ.’’ εἰ δὲ δὴ κάτωθεν καὶ ἐξ αὐτῆς, ὡς ἔφην, ἀναβοθρεύοιτο ῥίζης, καὶ ἀγρίαν τῶν φυμάτων ὑπομένοι τομὴν, συνδιολεῖται πάντως αὐτῶ ἐλπὶς ἅπασα τοῦ καὶ εἰσαῦθις ἀναφυῆναι δύνασθαι πρὸς ζωήν. οὐκοῦν [*](c) ὡς ἐξ ὁμοιότητος τῆς τῶν φυτῶν ἐξῃρῆσθαί φησιν ἅπασαν τῶν φιλαμαρτημόνων μόνων ἐλπίδα. καὶ τοῦτο σαφῶς ὁ [*](Es. Ixvi. 24.) ῾Ησαΐας ἐπαγγέλλεται λέγων “῾Ο σκώληξ αὐτῶν οὐ τελευ- “ τήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται “ εἰς ὅρασιν πάσῃ σαρκί.”

Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά νοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· κοὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. καὶ καταπατήσετε [*](d) ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶι ποδῶν ὑμῶ ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποῶ, λέγει Κύριος παντοκράτωρ.