In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Δεῖ δὴ οὖν ἄρα, κἂν ὦμεν ἐν πόνοις, χρησίμως ἡμᾶς παιδεύοντος τοῦ Θεοῦ, μὴ λίαν ἀκηδιᾶν, μήτε μὴν οἴεσθαι τὸν[*](a 863 A.) οὕτω φιλάρετον ἀφειδῆσαι τῶν ἀγαθῶν· περιεργάζεσθαι δὲ μᾶλλον τὰ ἐφ’ οἷς προσκεκρούκαμεν, ἐκμειλίσσεσθαί τε οὕτω, καὶ τὸν ἔλεον αἰτεῖν. εἰ δὲ δὴ καί τινες τῶν φιλαμαρτημόνων ἐν εὐπαθείαις εἶεν κοσμικαῖς, τὴν τῶν προσκαίρων ἀπόλαυσιν ἔχοντες, ἀπονέμειν ἀκόλουθον ταῖς ἀπορρήτοις οἰκονομίαις τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας τοὺς λόγους.

Καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις [*](b) τοι κύρω καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. καὶ ἔσονταί μοι, λέγει Κύριος Παντοκράτωρ, εἰς ἡμέραν ἥν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπo αἱρετιεῖ ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τοι ἔδ’ δουλεύοντα αὐτῷ.

Κατακερτομούντων αὐτοῦ τῶν ἐξ ’Ισραὴλ, καὶ ἀνόσια πεφλυαρηκότων κατ’ αὐτοῦ, “προσέσχε μὲν καὶ εἰσήκουσεν.’’ εἶτα δέον τοῖς ἡμαρτηκόσι τὴν πρέπουσαν ἐπαρτῆσαι δίκην, καὶ τοὺς τῆς ἀθυροστομίας εἰσπράττεσθαι λόγους, παρίησι [*](c) μὲν ὡς Θεὸς ἀμνησικάκως καὶ τοῦτο· ἐγγραφει δὲ βιβλίον μνημοσύνου τοῖς φοβουμένοις αὐτὸν, περὶ ὧν οἶμαί που καὶ [*](1. οἷον om. Β. 7. ἐβαρύνετε Edd. iit supra. 9. ἔτι pro ὄρα iid. 20. αἱρετιεῖ Β. (26, 49.) αἱρετίζει Edd, 21. εὖ assumptum ex Β. (22, 36, 51, 238.) 22. αὐτὸν Edd. 23. πεφλυαρηκότων κατ’ αὐτοῦ hoc ordine Β. 24. ἡμαρτημένοις iid. 25. πράττεσθαι jid. πάρεισι iid. 26. γράφει iid.)

616
αὐτὸς ἔφασκεν ὁ Δαυεὶδ πρὸς τὸν γράφοντα τὸ βιβλίον [*](Ps. cxxxviii. 16.)“ Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.”

Εὑρήσομεν δὲ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν [*](S. Luc. x. 20.) τοῖς ἁγίοις λέγοντα μαθηταῖς “ Μῆ χαίρετε ὅτι τὰ “ δαιμόνια ὑποτάσσεται ὑμῖν· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ “ ὀνόματα ὑμῶν ἐγράφη ἐν τῷ οὐρανῷ.’ ἐπαρᾶται δὲ καὶ [*](d) σφόδρα εἰκότως ὁ θεσπέσιος Δαυεὶδ τοῖς Ἰουδαίων δήμοις [*](ΠPs. lxviii. 29.) ἀπεκτονόσι Χριστὸν οὕτω λέγων “Ἐξαλειφθήτωσαν ἐκ “βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.” γράφεται τοίνυν τὸ τοῦ μνημοσύνου βιβλίον τοῖς φοβουμένοις Θεὸν, οὓς καὶ οἰκείους ἔσεσθαι φησιν ἑαυτῷ καὶ γνωριμωτάτους κατά γε τὸν τῆς περιποιήσεως καιρὸν, ὅτε καθιεῖται μὲν ὁ Χριστὸς ἐπὶ θρόνου δόξης αὐτοῦ, δορυφορούντων s.Matth. ἀγγέλων, “ καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ [*](S. Matth xxv. 33. 34.) “ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν Δεῦτε οἱ “ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι- “ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. τότε γὰρ αὐτοὺς αἱρετιεῖ, τουτέστιν αἱρετοὺς ποιήσεται, παραχωρῶν οὐδὲν εἰς φιλοστοργίαν τοῖς καθ’ ἡμᾶς πατράσιν, οἳ τοῖς ἰδίοις ἐπιγάνυται τέκνοις, ὅταν εἶεν μάλιστα σοφὰ καὶ εὐήνια, καὶ διὰ πλείστης ὅσης αἰδοῦς ποιοῦνται τοὺς φύσαντας.

Καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ανὰ [*](864 Α. a) μέσον ἀδίκου, καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος τῷ Θεῷ καἰ τοῦ μὴ δουλεύοντος.