In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀνακομίζει τὸν λόγον ἐπὶ τοὺς ἁγίους τε καὶ εὐδοκίμως ἱερατεύσαντας, καὶ ἀξιάγαστον ἀληθῶς ἀποφαίνει χρῆμα [*](b) τὴν ἱερουργίαν, τό γε ἧκον εἰς νόμον, καὶ τὴν ἐκ τῶν θείων χρησμῳδημάτων ὄνησιν καὶ ἀσφάλειαν. ὡς γὰρ ὁ σοφώ- [*](Rom. vii. 12.) τατὸς γράφει Παῦλος “Ό νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία “καὶ δικαία καὶ ἀγαθή.” ὅταν τοίνυν δοκεῖ περὶ τοῦ Λευὶ ποιεῖσθαι τὸν λόγον, ἀναθετέον εὖ μάλα τῶν νοημάτων τὴν δύναμιν, οὐχὶ δήπου πάντως ἐκείνῳ, ὃς ἀνέφυ μὲν ἐξ Ἰακὼβ, ἐναρίθμιος δὲ τοῖς δυοκαίδεκα γέγονεν υἱοῖς· οὐ γὰρ ἱεράτευσεν ὅλως· συνήσομεν δὲ τῆς ἱερωσύνης τὸ χρῆμα, καὶ [*](c) αὐτὸ τοῦθ’ ὅπερ ἐστὶν ἱερουργία μονονουχὶ καὶ διαμορφούμενον ὡς ἐν προσώπῳ Λευί· ἦν τοίνυν, φησὶ, πρὸς αὐτὸν ἡ διαθήκη μου τῆς ζωῆς καὶ τῆς φήνης. λελάλητο μὲν γὰρ ὡς [*](4. εἶναι assumptum ex Β. χρῆμα pro χρῆναι Β. 7. διαθήκην] διάθεσιν Edd. 9. μυστηρίοις] θυσιαστηρίοις iid. 10. τῷ assumptum ex Β. πράττεσθαι Β. 23. τοὺς λόγους Edd. 23. εἴπ’ ἐκεῖνον iid. 24. ἱερατεύουσιν iid. 26. τοῦτο iid. 28. διάθεσίς iid. λελάληται iid.)

575
πρὸς Μωνσέα τὸν ἱερώτατον ὁ ἐν γράμμασι νόμος, διακονηθεὶς [*](Gal. iii. 19.) δἰ ἀγγέλων· τέθειται δὲ διὰ μεσίτου Μωυσέως τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἐπαγγελίαν ἔχων ζωῆς καὶ εἰρήνης τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς, καὶ κανόνα ποιεῖσθαι τῆς ἑαυτῶν ζωῆς τὸ τῷ νομοθέτῃ δοκοῦν.

Ἔοικε δέ τι καὶ τῶν ἀναγκαιοτέρων εἰς θεωρίαν ὁ λόγος ἡμῖν εἰς τὸ παρὸν ὑπαινίττεσθαι. δέδοται γὰρ ὁ νόμος τοῖς [*](d) ἀρχαιοτέροις, ἤγουν τοῖς ἐξ αἵματος τοῦ Ἰσραὴλ, παδαγωγίαν εἰσφέρων τὴν ἐπὶ Χριστῷ, καὶ εἰκόνα τινὰ καὶ ὑποτύπωσιν τύπωσιν ἐμφανῆ τῶν ἀληθεστέρων· ἡ δὲ ἀλήθεια ὁ Χριστὸς, ὅς ἐστι ζωὴ καὶ εἰρήνη, καὶ αὐτὸν ἡμῖν αἱ διὰ Μωυσέως γράφουσι σκιαί. τοιγάρτοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν Εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ· [*](S. Joan. v. 46.) “γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.” αὐτὸν ἐδήλου σφαζόμενος ἀμνὸς ἐν μηνὶ τῷ πρώτῳ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ [*](e Exod. xii. 2-13.) ἀνασώζειν ἐθέλων τῷ αἵματι τοὺς χρίειν ἐθέλοντας τἃς τῶν οἶκων φλιάς· αὐτὸν ἡ δάμαλις ἡ πυρρά τε καὶ ἄμωμος, ἧς ἡ [*](Num. xix. init.) σποδιὰ μεθ’ ὕδατος ἡγίαζε τοὺς κεκοινωμένους πρὸς τὴν [*](Heb. ix. 13.) “τῆς σαρκὸς καθαρόnιτα,” καθὰ γέγραπται· αὐτὸν ὁ ἄζυμος [*](Exod. xii. 15.) ἄρτος, αἱ τρυγόνες, οἱ νεοττοὶ τῶν περιστερῶν, καὶ απαξαπλῶς [*](Lev. i. 14. xii. 6.) ἔμπλεως ἦν ὁ νόμος τῆς ἐπὶ Χριστῷ θεωρίας. εἰκότως οὖν λέγεται Διόιθήκη ζωῆς καὶ εἰρήνης. ζωοποιηθέντες γὰρ ἐν αὐτῷ, δἰ αὐτοῦ δὴ πάλιν τὴν προσαγωγὴν ἐσχήκαμεν [*](a 837 A. Eph. ii. 18.) τὴν πρὸς τὸν Θεὸν καὶ Πατερα, εἰρηνεύομέν τε πρὸς αὐτὸν δἰ ὑπακοῆς καὶ πίστεως.

Καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσαι αὐτόν.

[*](2. μεσίτου Μωυσάως] μεσίτην Μωσέα Μωυσέα Pont.] Edd. 3. παραγγελίαν iid. 8. ἀρχαίοις iid. Statim ἤγουν assumptum ex B. Λευὶ pro τοῦ Ἰσραὴλ iid. 9. τὴν ἐπὶ] ἐπὶ τῷ iid. 10. ἡ δὲ ἁλήθεια ὁ ] ὀληθὴς δὲ iid. 12. ἔφασκον iid. ante Migne. 14. ὁ assuraptum ex Β. 16. ἀνασώζειν ἐθέλων] ἀνασώζων Β. 19. καθὼς Edd. 21. ἔμπλεως assumptum ex Β. 27. συστέλλεσθαι F. Edd.)
576

Ἀπαριθμεῖται χρησίμως τὰ λαμπρὰ τῆς ἱερωσύνης αὐχήματα, διὰ τῆς τοῦ νόμου μυσταγωγίας ἐξαιρόμενα. ἐνετίθει [*](b) γὰρ μάλιστα τοῖς ἱερουργοῖς τὸν τοῦ Θεοῦ φόβον, στέλλεσθαι μὲν ἀναπείθων ἀπὸ προσώπου ὀνόματος αὐτοῦ, τουτέστιν, ὑφορᾶσθαι καὶ ὑποστέλλεσθαι παρασκευάζων τὸ ὄνομα τὸ Δεσποτικὸν, αἰδῶ τε τὴν εἰς αὐτὸ ποιεῖσθαι δεῖν ἀναπείθων οὐ πάρεργον, ἁλλ’ ἐσπουδασμένην· οὗ τί ἃν γένοιτο [*](Prov. xiii. 13.)τιμαλφέστερον ; γέγραπται γὰρ, ὅτι “Ὁ φοβούμενος τὸν [*](Sir. i. 11.)“Κύριον, οὗτος ὑγιαίνει.” καὶ πάλιν “Φόβος κυρίου δόξα “καὶ καύχημα.” μεμαρτύρηκε τοίνυν τοῖς ὁσίως καὶ ἀληθῶς ἱερατευκόσι τὸ βεβηκὸς εἰς ἀσφάλειαν. οὐ γὰρ ἁπλῶς πεφοβῆσθαί [*](c) φησιν αὐτοὺς, ἀλλ’ ἐν φόβῳ πεφοβῆσθαι, τουτέστιν ὡς ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ τὸν θεῖον εἰσδέξασθαι φόβον. αἱ γὰρ ἐπιτάσεις ἐν τούτοις, καὶ ὁ τῶν λέξεων ἀναδιπλασιασμὸς τὸ ἐρηρεισμένον εἰς ἀρετὴν τῶν ἐπαινουμένων τοῖς ἀκροωμένοις κατασημαίνουσιν.

Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὐρέθη ἐν χείλεσιν αὐτοῦ.

[*](Lev. xix. 11.)

Ἐκέλευε γὰρ ὁ νόμος καὶ τοῦ ψεύδους ἀποφοιτᾶν, ὀρθά [*](Exod. xxiii. 1, 2, 6, 7.) τε καὶ δίκαια λαλεῖν καὶ τὴν ἐφ’ ἑκάστῳ πράγματι κρίσιν ἀληθῆ τε καὶ ἀδιάστροφον ποιεῖσθαι φιλεῖν. ἔοικε δὲ πάλιν [*](d) ἀλήθειαν ὀνομάζειν ὀνόμαζε ἱν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὗ τὸν νόμον ἐν χείλεαι πεφορεκέναι φησὶ τοὺς βιοτεύοντας ἱεροπρεπῶς. εἰ γὰρ καὶ ἦν, ὡς ἔφην, ἐν σκιαῖς ὁ νόμος, ἁλλ’ ἦν ἐν αὐτῷ τῆς ἁληθείας ἡ μόρφωσις, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἡ ὡς ἐν γράμμασιν ὑποτύπωσις. εὑρήσομεν γὰρ ἐν τοῖς τύποις τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. [*](2. ἐξαιρόμενα] ἐξευρημένα Edd. 6. αὐτὸν iid. 10. τοῖς assumptum ex Β. 13. ὡς assumptum ex B. 14. οἱ τῶν λέξεων ἀναδιπλασιασμοὶ Edd. 1 7. ἦν ἀληθείας inveiso ordine F. Edd. τῴ oin. F. Edd. 21. ἀλήθη] εὐθῆ Edd. 22. τὸν alt. om. B. 23. πεφορηκέναι Edd.)

577
ὅτι δὲ Χριστοῦ νόμος ἦν καὶ ὁ πάλαι τοῖς ἀρχαίοις διὰ Μωυσέως κεχρησμῳδημένος, ἀναπείσει λέγων αὐτὸς ὁ Σωτῆρ’ [*](e) “Μη νομίσητε ὅτι ἦλθον καταλύσαι ’τον νόμον ἤ τοὺς [*](S.Matth. v. 17. 18.) “προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν “γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα “ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἃν “πάντα γένηται.

Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ, καὶ πολλοὐς ἐπέστρεψεν ἀπὸ ἀδικιας.

Τὸ εἰρηνεύειν πρὸς Θεὸν, τί ἂν ἕτερον νοοῖτο πρός τε ἡμῶν αὐτῶν καὶ ἑτέρων, οἵπερ ἂν εἶεν τῶν θείων λογίων ἐπιστήμονες, ἢ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾶν ἃ βούλεται, καὶ [*](a 838 A.) κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, κατορθοῦν δὲ μᾶλλον ἐπείγεσθαι τὴν εὐκλεᾶ πολιτείαν καὶ ἀξιάγαστόν τε καὶ ἐννομωτάτην ζωήν; οὕτω καὶ ὁ θεῖος ἡμῖν προσπεφώνηκε Παῦλος “Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς [*](Rom. v. 1.) “Θεόν.” οὕτω μὲν γὰρ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην εἰδότες τιμῶμεν. ἀνάπτοντες δὲ τῆ κτίσει τὸ σέβας, καὶ κατακρατούσης τῶν ἡμετέρων ἐννοιῶν τῆς βεβήλου τε καὶ ῥυπαρᾶς ἁμαρτίας, ἀνθεστήκαμεν τῷ Δεσπότῃ, καὶ οἷον ἀντανιστάμεθα πρὸς μάχην αὐτῷ, σκληρὸν αἴροντες τὸν [*](b) αὐχένα, καὶ τὸ ἀπειθὲς καὶ δυσήνιον μελετῶντες ἔτι. καὶ πιστώσεται λέγων τοῦ Σωτῆρος ὁ μαθητής Οὐκ οἴδατε ὅτι [*](S. Jac. iv. 4.) “ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν ; ὃς ἐὰν βου- “λήθῃ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθί- “σταται.” ἐπιστρέψαντας δὲ πρὸς τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πίστεως, καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, τὸ μεσολαβοῦν οὐδὲν, οὐδ’ ἂν ἀπείρξειέ τις τῆς πρὸς αὐτὸν οἰκειότητος, [*](1. ἀρχαιοτέροις Edd. 5. γὰρ om. Β. 8. ἐπέστρεψεν] ἀπέστρεψεν F. Aub. (22 al.) cf. infra scholii sequentis sub initio. Statim ἐξ B, (sol.) sed cf. infra. 16. ὦμεν Pont. Quod legit B., nescio. 17. γὰρ et τε assumpta ex B. 18. δὲ] + καὶ Edd. 20. ῥυπαρᾶς] βδελυρᾶς iid. 24. καὶ ὃς iid. 26. ἐπιστρέψαντες iid.)

578
κολλώμεθα δὲ ὥσπερ αὐτῷ διὰ πάσης ἐπιεικείας, βαδιούμεθά [*](c) τε δἰ εὐθείας ὁδοῦ, καὶ τὴν καλὴν ἀληθῶς πορευσόμεθα τρίβον, ἀπευθύνοντες εἰς αὐτὴν ἑαυτούς τε καὶ ἑτέρους.

Πρέποι δ᾿ ἃν μάλιστα τὸ ἔν γε τούτοις εἶναι τοῖς ὁσίοις ἱερουργοῖς, περὶ ὧν ἃν λέγοιτο, τὸ μάλα εἰκότως Ἐν εἰρήνῃ κατευθυνων ἐπορεύθη μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεφεν ἀπὸ ἀδικίας. ἰχνηλατεῖ γάρ πὼς τὸ ὑπήκοον τὰς τῶν ἡγεμόνων ἐπιεικείας, καὶ οἵπερ ἃν ἔρχοιντο δι’ εὐθείας ὁδοῦ σώζουσι [*](d) πολλοὺς, ἀναπείθουσί τε ῥᾳδίως τὴν ἀσελγῆ καὶ ἐπάρατον ἀφέντας ζωὴν καὶ τοὺς τῆς ἀδικίας τρόπους, ἀνθελέσθαι τε καὶ ἀγαπᾶν τὰ ἀμείνω καὶ ἀξιάγαστα, καὶ οἷς ἃν ἕποιτο τὸ ἐπαινεῖσθαι δεῖν παρά τε Θεῷ καὶ ἀνθρώποις.

Ὅτι χείγη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζτήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου Παντοκράτορός ἀστι.

[*](Supra ver.6.)

Τίνα δὴ τρόπον πολλοὺς μὲν ἀπέστρεψεν ἀπὸ ἀδικίας, πεπόρευται δὲ, κατευθύνων ἐν εἰρήνῃ μετὰ Θεοῦ, διατρανοῖ [*](e) λέγων, ὡς πεφόρεκε μὲν ἐν χείλεσιν, ἤγουν ἐπὶ γλώττης, παντὸς τοῦ πρὸς ζωὴν ἀναγκαίου τὴν γνῶσιν, γέγονε δὲ [*](Rom. ii. 20.) “παιδευτὴς ἀφρόνων, διδάσκαλός τε νηπίων,” καὶ τοῖς ἐθέλουσιν ἀναμαθεῖν τὸ τῷ νόμω δοκοῦν ἀληθής τε καὶ ἀπλανέστατος ἐξηγητὴς, οὐχ ἑτέρωσε ποι μετατρέπων τῶν θείων [*](S.Matth. xv. 9.) λογίων τὸν νοῦν, οὔτε μὴν διδάσκων διδασκαλίας, ἐντάλ- “μάτα ἀνθρώπων· ἀλλ’ οἷον ἄγγελος Θεοῦ διαλευκαίνων εὖ μάλα τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ἀμυδρῶς ἔσθ’ ὅτε χρησμῳ- [*](839 A. a) δούμενον. ἀπαγγέλλει γὰρ οὐ τὸ οἰκεῖον θέλημα, οὔτε μὴν τοὺς ἀπὸ γνώμης ἰδίας ἐρεύγεται λόγους· ὑπηρετεῖ δὲ μᾶλλον Δεσποτικοῖς θεσπίσμασι. φαίην δ’ ἃν, ὅτι καὶ ἀληθὲς ἐν [*](1. δὲ assumptnm ex Β. . αὐτὴν) ἑαυτὴν Edd, τε assumptum ex Β. 4. εἶναι] + ζητεῖν Edd. 7. ἡγουμένων iid. 14. ὄτι F. (22. al.) 15. πολλὰς Edd. ἀπέστρεψεν habet Β. ἀπὸ ἀδικίας assurnpta ex Β. Statim παραπεπόρενται Edd. 16. ἐν εἰρηνῃ μετὰ] εἰρήνην κότα iid. 17. πεφόρηκε iid. 18. ἀναγκαῖον iid. ante Migne. 26. γνώμης] γνώσεως iid.)

579
τούτοις τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν “Θησαυρὸς ἐπι- [*](Prov. xxi. 20.) “ θυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ “ ἄνδρες καταπίονται αὐτόν.’’ πρὸς ἐπαίνου δ’ ἂν γένοιτο τοῖς ἀπαγγέλλουσί τι παρὰ Θεοῦ, τὸ μηδὲν οἷς ἀπαγγέλλουσι προστιθέναι πλέον, μήτε μὴν ὑφαίρεσίν τινα ποιεῖσθαι τολμᾶν. τοῦτό τοι μικροῦ παντελῶς ἀξιοῦντες λόγου, τὰ [*](b) τῶν Φαρισαίων ἀνόσια στίφη λήρου εἰς τοῦτο κατώλισθον ἀμαθῶς, ὡς διδάσκειν μὲν “διδασκαλίας, ἐντάλματα ἀν- [*](S.Matth. xv. 9.) “θρώπων,” διὰ δέ γε τὴν σφῶν παράδοσιν τὰς θείας ἀκυροῦν ἐντολάς. τοιαῦτα γὰρ γέγονεν αὐτοῖς παρὰ Χριστοῦ τὰ ἐγκλήματα. ἀσφαλὴς οὖν ὁ νόμος περὶ τῶν θείων λογίων· τὸ γὰρ ἐπ’ αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ [*](Deut. iv. 2.) ἔστιν ἀφελεῖν. φυλάξεται τοίνυν τῶν ἱερέων τὰ χείλη τὴν τοῦ νόμου γνῶσιν, καὶ αὐτὸν ἀπαγγελεῖ προστιθεὶς οὐδέν. [*](c) ταύτῃτοι καὶ ἄγγελος ὀνομάζεται Κυρίου πωντοκράτορος, καίτοι τὴν φύσιν ἄνθρωπος ὢν, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἀπαγγέλλει σαφῶς, καὶ νόμον ἔχει τῆς γλώττης τὸ κίνημα.

Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε έν νόμῳ, καὶ διεφθείρατε τὴν διαθήκην τοῦ Λεθὶ, λέΓε Κύριος Παντοκράτωρ.

Ἀντιπαρεξάγει τρόπον τινὰ ταῖς τῶν εὐδοκίμων ἐπιεικείαις τὰ τῶν ῥᾳθύμων ἐγκλήματα, καὶ ταῖς τῶν ἀμεινόνων [*](d) ἀντιπαραθέσεσιν ἐλέγχει τὸ φαῦλον. ὥσπερ γὰρ τὸ φῶς ἐν σκότει φαίνει, “τελεῖται δὲ καὶ ἐν ἀσθενείαις ἡ δύναμις·” [*](2 Cor xii. 9.) οὕτω καὶ τῆς ἀρετῆς τὸ κάλλος ἐμφανεστέραν ἔχει τὴν ἔνδειαν, εἰ δὴ παρακέοιτό τις φαυλότης ἢ ἁμαρτία. οὐκοῦν [*](4. ἀπαγγέλλουσι alt.] ἀκηκόασι Edd. 5. πλεἶον iid. 8. ἀνθρώπων] + καὶ iid. 10. γέγονεν] + ἐπ’ iid. 11. νόμος] + ἔφη γάρ που iid. 12. γὰρ assumptum ex Β. οὐκέτι pro οὐκ ἔστι iid. 14. ἀπαγγέλλει iid. 16. τὸ assumptum ex B. 18. πολλοὺς ἠσθενήσατε hoc ordine B. (Alex. XII.) οὐ 19. καὶ assumptum ex B. (Alex. VII.) τοῦ om. F. (91.) 24. τελεῖται B., τελεῖται ad τελειοῦται corriori volens. καὶ assumptum ex B. 25. ἐκφανεστέραν Edd. 26. ἔνδειαν ] εἰδέαν e suo correxit Migne, sed frustra.)

580
[*](Supra ver. 6.) διεβίωσαν τινες μὲν ἱεροπρεπῶς, ἐν εἰρήνῃ κατευθύνοντες ἑαυτούς τε καὶ ἑτέρους, καὶ ἦσαν μετὰ Θεοῦ, καὶ πολλοὺς [*](Ib. 7.) ἐπέστρεψαν ἀπὸ ἀδικίας. πεφορέκασι γὰρ ἐν χείλεσι γνῶσιν, [*](e) καὶ ἀκριβεῖς γεγόνασι τῶν θείων λόγων ἑρμηνευταί. οἱ δὲ δὴ μετ’ ἐκείνους, καὶ πρὸς οὓς ὁ λόγος, ἐκκεκλίκασιν ἐκ τῆς ὁδοῦ· παρώλισθον γὰρ τοῦ εἰκότος, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους οὐ μετρίως ἠδίκησαν· καὶ πολλοὺς ἠσθένησαν ἐν νόμω, τουτέστιν ἀσθενεῖς καὶ ἀδρανεστάτους ἀποτετελέκασι περί γε τὸ δεῖν ἑλέσθαι βιοῦν ἐννόμως. εἰ γὰρ ἔξω τοῦ πρέποντος οἴχεται τὸ ἡγούμενον, πῶς ἦν μὴ οὐχὶ πάντη τε καὶ πάντως συναποφοιτῆσαι τὸ ὑπήκοον, καὶ τοῖς προὔχουσι συγκατο- [*](840 A. a) λισθεῖν τὸ ἐν μοίρᾳ τῇ καταδεεστέρᾳ, καὶ ὡς ἐν συνέσει μειονεκτούμενον; ὥσπερ γὰρ ἔννομός τε καὶ ὅσιος ἱερεὺς μιμητὰς ἐργάσεται τῶν ἰδίων κατορθωμάτων τοὺς ὑπὸ χεῖρα λαούς· οὕτως καὶ τὸ ἐναντίον. εἰ γὰρ αὐτοὶ διεφθάρκασι τὴν διαθήκην τοῦ Λευὶ, πῶς ἦν εἰκὸς τοὺς παρ’ αὐτῶν μεμυσταγωγημένους σεπτὸν ἡγεῖσθαι τὸν νόμον;

Καὶ ἐγὠ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ’ ὦν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλ’ [*](b) ἐλαμβάνετε πρόσωπα ἐν νόμω.

Ἐπὶ τὰς τῶν πατέρων ἄνεισιν ἁμαρτίας, ὑπομιμνήσκει δὲ καὶ αὐτοὺς τῶν ἀρχαίων αἰτιαμάτων. καὶ ἐπείπερ ἦσαν οὐκ ἀσφαλεῖς περὶ τὴν τοῦ νόμου τήρησιν, ταύτῃτοι δεδόσθαι φησὶν αὐτοὺς τοῖς ἀποκομίσασιν εἰς αἰχμαλωσίαν οἰκτροὺς καὶ κατερριμμένους καὶ φειδοῦς ἁπάσης ἐκπεπτωκότας· τί γὰρ τῶν ἀνιαρῶν οὐ συνέβη παθεῖν αὐτούς; ἢ ποίαις οἱ τάλανες οὐ κεκοινωνήκασι συμφοραῖς; ἀλλ’ εἰ βούλεσθε, [*](1. τινὲς μὲν hoc ordine Β. 3. πεφορήκασι Edd. χερσὶ pro χείλεσι iid. 4. λόγων] νόμων iid. 7. ἠδικήκασι iid. 10. ἦν] + εἶκος iid. 14. ἐργάζεται iid. 16. διαθήκην] διάθεσιν iid. 18. καὶ παρειμένους assumpta ex Β. (XII. 62 al.) καὶ ἀπερριμμένους A.V. , cf. d infra. παρερριμμένους VII.] 22. ἀρχαιοτέρων Edd. 27. βούλοισθε iid.)

581
φησὶν, ἀναμαθεῖν τὰς αἰτίας τῆς ἐφ’ ὑμῖν γεγενημένης [*](c) ὀργῆς, ἀκούσεσθε λέγοντος Ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφνλάξασθε τὰς ὁδούς μου όἰλλ’ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. τοῦτο οἶμαί ἐστι τὸ διαφθεῖραι τὴν διαθήκην τοῦ Λευὶ, τὸ μὴ τηρεῖν [*](Supra ver. 8.) ἑλέσθαι τῆς ἐν νόμῳ ζωῆς τὴν ὁδὸν, ἐκτοπωτάτας δὲ λίαν καὶ τὰς ἐφ’ ἑκάστῳ πράγματι ποιεῖσθαι κρίσεις, καίτοι Θεοῦ λέγοντος ἐναργῶς “Ου λήψῃ πρόσωπον ἐν κρίσει, κάτα ’τον [*](Deut. i. 17.) “μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς.” δι’ ὧν δέ φησιν, ὡς ταύτης ἕνεκα τῆς αἰτίας δέδονται τοῖς ἐχθροῖς καὶ γεγόνασιν [*](d) ἀπεῤῥιμμένοι, διὰ τούτων αὐτῶν εὐφυᾶ ποιεῖται τὴν ἀπειλὴν, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, οὐδ’ ἂν αὐτὸς ἀπόσχοιτο τοῦ κολάζειν αὐτοὺς, ἕψεται δὲ τοῖς ὑβρίζουσι τὸν νόμον ἡ τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσά τε καὶ ἁρμοδιωτάτη δίκη.

Οὐχἰ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶ; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ του βεβηλῶσαι[*](e) τὴν διαθήκην τῶι πατέρων ὑμῶν ; ἐγκατελείφθη Ἰούδας, καὶ βδἐλυγμα ἐγένετο ἐν τῶ̣ Ἰσραἠλ καὶ ἐν Ἰερουσαλήμ.

Ἀρχόμενοι τῆς εἰς τὸν Προφήτην συγγραφῆς, ἐλέγομεν, [*](Supra 818 a.) ὅτι μετὰ τὴν ἐκ Βαβυλῶνος καὶ ἐκ γῆς Ἀσσυρίων ἐπάνοδον, ὀλίγα τῆς νομικῆς φροντίσαντες ἐντολῆς οἱ ἐξ Ισραὴλ, ταῖς ἀλλογενέσιν συνεπλέκοντο γυναιξί. καὶ δὴ καὶ πρὸς τοῦτο αὐτοῖς ἐξιτηλίας προέβη τὸ δρώμενον, ὡς καὶ αὐτοὺς τοῖς ἄλλοις συναποφέρεσθαι τοὺς ἱερατεύσαντας, καὶ τὰς μὲν ἤδη συνῳκισμένας, αἳ καὶ ἦσαν ἐξ αἵματος Ἰσραὴλ, ἀτιμοτάτας [*](a 841 Α.) ἡγεῖσθαι, καὶ ἀποπέμπεσθαι τῶν ἑστιῶν, εἰσοικίζεσθαι δὲ [*](1. ὑμῶν Edd. 8. κατὰ assumptum ex Β. μέγαν] + οὐ iid. 11. οὕτος om. Β. 14. Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; Β. (Alex. & manu prima. XII. VII.) infra et ἡμᾶς. . . ἡμῶν pro ὑμᾶς. . . ὑμῶν excepto) Hom. Pasch. vi. 86 d: clausulas tiansp. Edd. (Vat.) 15. ἐγκατελίπατε Β. 16. ἐγκατελείφθη] Sic correxi post Migne. ἐγκατελήφθη Edd. 21. Haec δὴ κοὶ accessenint ex B. 22. αὐτοῖς ἐξιτηλίας ] ἐξιτήλοις αὐτοῖς Edd. 23. ἱερατεύοντας iid.)

582
μᾶλλον τὰς ἀλλογενεῖς, Ἀμμανίτιδας τε καὶ Μωαβίτιδας καὶ Ἰδουμαίας. καὶ πολλή τις ἐντεῦθεν ἡ τοῦ Ἰσραὴλ βεβήλῶσις ἦν. οὐ γὰρ κατέληγον ἐκεῖναι τῶν. πατρῴων ἐθῶν, ἀλλ’ ἐλάτρευον μὲν εἰδώλοις ἔτι, προσεκύνουν δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἦν πὼς ἀνάγκη τοὺς ταῖς οὕτω τὴν φρένα κατεφθαρμέναις παρανόμως συνῳκηκότας συγκαταμιαινεσθαι [*](b) καὶ προσκρούειν Θεῷ. πολὺς δὲ λίαν ἐπί γε [*](1 Esdr. ix.) τουτοισὶ γέγονε λόγος ἐν τοῖς τοῦ Ἔσδρα βιβλίοις. καταιτιᾶται τοίνυν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, ὡς γύναια μὲν ἀτιμάζοντας τὰ ἐξ αἵματος Ἰσραὴλ, ἤγουν τοῦ Ἰούδα, προσκειμένους δὲ ἀνοσίως ταῖς τῶν ἀλλοφύλων θυγατράσι, καίτοι τοῦ νόμου τὴν σύνοδον ἀποφάσκοντος. ἀλλ’ οἱ τῶν οὕτω σεπτῶν οὐκ οἶδ’ ὅπως ὀλιγωρήσαντες, ἢ ταῖς τῶν γυναίων ὥραις πρὸς ἀσελγεῖς ἡδονὰς συνηρπάζοντο, ἢ τάχα που ταῖς ἐκ τῶν ἀλλοφύλων φιλίαις ὑπερέχειν ἤθελον, ἵνα μὴ μάχοιντο [*](c) πρὸς αὐτοὺς ὡς ἤδη γνωρίμους, καὶ τὴν ἐκ γάμων ἔχοντας ἀγχιστείαν. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ ταῖς ὀλιγοπιστίαις καθυβρίσαι Θεὸν, ὡς τῆς ἐκείνων χειρὸς ἐξελέσθαι μὴ δυνάμενον, ἤγουν ἀποφῆναι κρείττονας τῆς ἐξ ἀλλοφύλων πλεονεξίας. ἐλύπει δὴ οὖν κατὰ πάντα τρόπον τὸ χρῆμα Θεόν.

Ταύτῃτοί φησι καὶ τῆς ἐμφύτου φιλοστοργίας ἀλογοῦντας βλέπων Οὐχὶ Θεὸς εῖς ἔκτισεν ὑμᾶς ; οὐχὶ πατὴρ εῖς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ; εἷς [*](d) μὲν γὰρ ὁ πάντων ἐστὶ Δημιουργὸς, καὶ ἑνὸς οἱ πάντες Δεσπότου, βουλομένου μένου συνδεῖσθαι τὸ ποιηθὲν εἰς ἕνωσιν καὶ ὁμοψνχίαν τοῖς τῆς ἀγάπης θεσμοῖς. εἰ μὲν γὰρ ἦσαν δύο θεοὶ καὶ κύριοι, ἢ καὶ πλείους ἔτι, τὸ ἀπεικὸς οὐδὲν ταῖς τῶν ποιησάντων γνώμαις συγκαταβιάζεσθαι τὰ ποιήματα, καὶ τὴν πρὸς ἄλληλα στάσιν εὐαρμόστως εἰσδέχεσθαι, [*](1. Haec τε καὶ Μωαβίτιδας accesserunt ex Β. 4. κοὶ om. B. 6. παρανόμως accessit ex Β. 7. δὲ λίαν] δέ γε λίον ὁ Edd. 8. τοῦ assuinptum ex Β. 10. τὰ ] τὰς Edd. 14. που om. Β. 15. ὑποτρέχειν pro ὑπερέχειν Edd. 17 καὶ pro ἦν iid. 21. φησι post βλέπων transp. iid. 23. ἐγκατελίπετε habet Β. 20. δεσμοῖς Migne. 28.συγκαταβιάζεσθαι] συγκαταμερίζεσθαι iid. 29. εὐαρμόστως] εὔα· φόρμως iid.)

583
κατά γε τὸ τοῖς κρατοῦσι δοκοῦν. ἐπειδὴ δὲ εῖς ἐστιν ὁ διὰ [*](Eph. iv. 6.) πάντων, καὶ ἐν πᾶσι, καὶ ἐπὶ πάντων Θεὸς, ποία τίς ἃν γένοιτο τῆς διχονοίας πρόφασις; καὶ ἐπειδὴ πρὸς τούτῳ [*](c) καὶ εῖς ὁ πάντων τῶν Ἰουδαίων ἐστὶ κατὰ σάρκα πατὴρ, τουτέστιν ὁ θεσπέσιος Ἀβραὰμ, τί τὸ ἀναπεῖθον τὴν τῆς ἀφιλαλληλίας εἰσδέχεσθαι νόσον; ἢ πῶς οὐκ ἀκόλουθον τοῖς ἐξ αἵματος ἐγγὺς ὡς ἐν ὀφλήματος τάξει κατατίθεσθαι τὴν ἀγάπησιν; πῶς δὲ οὐ μανίας ἐγγὺς, τὸ ταῖς τῶν ἀλλοφύλων ἐπιμαίνεσθαι θυγατράσι, τὰς οἴκοι τε καὶ ἐκ γένους ἀτιμάζοντας, ἵνα βεβηλώσειαν τὴν διαθήκην τῶν πατέρων ὑμῶν· τετηρήκασι γὰρ ἐκεῖνοι τὰ τοῖς θείοις νόμοις διηγορευμένα [*](a 842 A.) περὶ γυναικῶν ὀθνείων. ἤκουον γάρ “Τὴν θυγατέρα σου [*](Deut.vii. 3, 4.) “οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ “πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.” οἱ δὲ παρ’ οὐδὲν ποιησάμενοι τὸ χρησμῴδημα, πεπατήκασι τὸν νόμον, καὶ τό γε ἧκον εἰς αὐτοὺς, ἀδρανῆ καὶ βέβηλον ἀποτετελέκασι τὴν διαθήκην, λυποῦντες ταῖς παραβάσεσι τῶν νόμων τὸν ἄριστον. κατατεθηπὼς δὲ ὥσπερ τὸ δρώμενον, καὶ ἀδικωτάτῳ [*](b) μίσει πλεονεκτούμενον βλέπων τὸ ἐξ αἵματος Ἰούδα τῶν γυναίων ἔθνος, ἐπάγει καί φησιν Ἐγκατελείφθη Ἰούδας, καὶ ἐν τοῖς κατοικοῦσιν Ἰερουσαλήμ· ὦ, φησὶ, παραδόξου πράγματος· οὐκ Ἀσσυρίοις, οὐ Μήδοις, οὐ Πέρσαις, οὐκ Ἐλαμίταις, οὐ τοῖς ἐκ γειτόνων ἐχθροῖς, ἀλλ’ αὐτῷ τῷ Ἰσραὴλ καὶ τοῖς κατοικοῦσι τὴν ̔Ιερουσαλὴμ βδελυρός τε καὶ ἀπηχθημένος γέγονεν ὁ Ἰούδας, τουτέστι, τὸ ἐξ Ἰούδα γένος καὶ ἡ τῶν ἀγχιστέρων γυναικῶν ἀθλία πληθύς.

Ἰστέον δὲ, ὅτι Ἰσραὴλ μὲν ὀνομάζει τὰς δέκα φυλὰς, [*](c) [*](2. πάντων alt.] πάντας Edd. 6. ἀφιλαλληλίας] φιλίας iid. 8. ἀγάπην iid. 10. βεβηλώσειαν — πατέρων ὑμῶν] βεβηλώσῃς αὐτὴν διάθεσιν αὐτῶν τῶν πατέρων iid. 18. τὸν ἄριστον om. Β., lacunam 12 fere litt. habens. 21. 22. καὶ ἐν τοῖς κατοικοῦσιν ̔Ιερουσαλήμ habet quoque Β. et cf. c infra. in mg. inferiore tamen ἐγκατελείφθη ἰούδας καὶ βδέλυγμα ἐγένετο ἐν τῷ ἰσραὴλ καὶ ἐν ἱερουσαλήμ corrigit Β. 23. Haec οὐ Μήδοις accesserunt ex B. 25. τε om. Β. κατηχθημένος Edd. 27. ἀγχιστέρων habet Β. γυναίων iid.)

584
αἳ κατῳκήκασιν ἐν τῆ Σαμαρείᾳ πρὸ τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἃς καὶ πρῶτον ἀπῴκισεν ὁ Σαλμανασὰρ εἰς Ἀσσυρίους καὶ Μήδους· τοὺς ’δε γε κατοικοῦντας τὴν ̔Ιερουσαλὴμ, ἐκείνους εἶναί φησιν, οὓς εἷλεν ὁ Ναβουχοδονόσορ κατὰ τὴν τελευταίαν αἰχμαλωσίαν, κατεμπρήσας τὰ ̔Ιεροσόλυμα καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν, οὓς καὶ ἀπεκόμισεν εἰς Βαβυλῶνα. αἰτιᾶται τοίνυν, μᾶλλον δὲ οὐ μετρίαν αὐτῶν ποιεῖται τὴν [*](d) καταβοὴν, ὅτι δὴ μεθέντες τὰς ἐξ Ἰούδα γυναῖκας, εἰσεδέχοντο παρανόμως τὰς ἐκ τῶν ἀλλοφύλων, καίτοι, καθάπερ [*](supra 841 a.) ἤδη προεῖπον, τῶν πατρῴων ἐθῶν ἀπρὶξ ἐχομένας, καὶ τοῖς τῆς εἰδωλολατρείας βορβόροις ἐγκαλινδουμένας ἔτι.

Παραφυλακτέον δὲ καὶ ἡμῖν αὐτοῖς, τοῖς ἐν Χριστῷ δεδικαιωμένοις καὶ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν τοῦ Ἀγίου Πνεύματος λαχοῦσι μέθεξιν, τὸ ἐπιμίσγεσθαί τισιν, οἵπερ ἂν εἶεν διεστραμμένοι τὸν νοῦν, βέβηλοί τε τὰς φρένας, [*](e) καὶ τὴν πίστιν ἔχοντες οὐκ ὀρθήν. ἀλλογενεῖς γὰρ οὗτοι [*](Acta SS. App. xx. 30.) καὶ βαρβαρόφωνοι καὶ “λαλοῦντες διεστραμμένα·” οἷς εἰ ἐπιμίσγεται τις, πάντη τε καὶ πάντως καταμιανθήσεται. [*](Sir. xiii. 1.) γέγραπται γὰρ “Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται.” ἐξὸν οὖν ἄρα καρποφορεῖν νοητῶς ἐν Ἐκκλησίᾳ Χριστοῦ, τίς ἂν γένοιτο λόγος τοῦ θέλειν ἑτέραις οἱονείπως συνάπτεσθαι, καὶ κοινωνεῖν βεβήλοις συναγωγαῖς, καὶ καταθήγειν ἐφ’ ἑαυτοῖς τὸν τῶν ὅλων Θέον;

[*](843 A. a)