In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἰστέον δὲ, ὅτι καὶ κατὰ τὸν ἐσώτατον νοῦν, κἂν εἰ ἐν προσκρούσει γένοιντό τινες τῶν εἰδότων Θεὸν, κἂν εἰ παιδεύοιντο [*](b) δεύοιντο ἁμαρτίας, ἀλλ’ οὖν οὐκ εἰσάπαν αὐτοὺς ἀπολέσθαι συμβαίνει. κατοικτείρει δὲ Θεὸς παιδεύσας ἀρκούντως, καὶ ἀνακομίζει πάλιν πρὸς εὐθυμίαν. τοῖς ’δε γε τὸ γήινον ἀγαπῶσι φρόνημα, καὶ εἰς μόνα βλέπουσι τὰ σαρκὸς, μάχεται διηνεκῶς καὶ τῆς ἐπ’ αὐτοῖς ὀργῆς παρατενεῖ τοὺς χρόνους· “ κληθήσεται γὰρ αὐτοῖς, φησὶν, ὅρια ἀνόμων καὶ [*](Supra ver. 4.) “ λαὸς ἐφ’ ὃν παρατέτακται κύριος ἕως τοῦ αἰῶνος. ”

Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. καὶ εἰ πατὴρ ἐΓώ εἰμι, ποῦ ἕου ἡ δόξα μου ; καὶ εἰ κύριός [*](c) εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φοβούμενός με; λέγει Κύριος Παντοκράτωρ.

Ἔξω τοῦ καθήκοντος ἰόντας λόγου, καὶ ὧν ἥκιστα ἐχρῆν ἀφειδεῖν ᾑρημένους, ἀποφαίνει πανταχῆ. τοῖς μὲν γὰρ ἐπιεικέσι τῶν υἱῶν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ μετα- ποιεῖσθαι σφόδρα τῆς τοῦ φύσαντος δόξης, ἵνα καὶ εὐκλεεστάτου πατρὸς ὀνομάζηται τέκνον. εἰ δὲ δή τις εἴη καὶ οἰκέτης γνήσιος, περιφανῆ που πάντως καὶ διαβόητον [*](d) [*](6. πρὸς] περὶ Edd. 10. ἁμαρτίαν iid. 12. εἰς iid. 13. γήϊνον] ἀνθρώπινον Β. 15. αὐτοῖς φησὶν hoc ordine Β. ἀνομίας Edd. 16. παρατέταται Aub. τοῦ assumptum ex Β. (62, 86, 147). 17. φοβηθήσεται assumptum ex Β. (22. al.) 18. εἰμι ἐγὼ inverso ordine Edd. (A.V. c.) 19. ὁ φοβούμενός με] ὁ φόβος μου Edd. (A.V. c.) cf. infra, 21. χρῆν Edd. 22. πανταχοῦ Β. μὲν om. Β. 24. σφόδρα oiii. Β. 25. ὀνομάζωνται τέκνα Edd.)

556
τὸν οἰκεῖον εὔξεται γενέσθαι δεσπότην, οὐκ ἄσημον εἶναι καὶ πεπατημένον. μεθέξει γὰρ οὕτω καὶ αὐτὸς τῆς ἔν γε τούτοις εὐημερίας, καύχημα τε τὸ χρῆμα ποιήσεται, καὶ θυμηδίας τῆς ἀνωτάτω λογιεῖται πρόφασιν. ὑμεῖς δὲ, φησὶν, ὡς πατέρα δοξάζειν ὀφείλοντες, δεδιέναι δὲ καὶ ὡς δεσπότην, κατ’ ἄμφω τοῦ πρέποντος οὐ μετρίως διημαρτηκότες ἁλώσεσθε, μήτε ὡς πατρὶ τὴν δόξαν, μήτε μὴν ὡς δεσπότῃ [*](e) τὸν φόβον ἀνάπτοντες. ποῦ γὰρ ἡ δόξα μου 5 ποῦ δὲ ὁ φόβος, εἰ μηδὲν τῶν εἰς δόξαν ὁρώντων τὴν ἐμὴν ἀνέχεσθε δρᾶν, μήτε μὴν τὸ κολάζεσθαι δεδιότες, τοῖς δεσποτικοῖς εἴκετε [*](Esai. i. 2.) νόμοις τι ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου “ Ἄκουε “ οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν Υἱοὺς “ ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.”

Χρὴ τοίνυν ἡμᾶς τὰ εἰς δόξαν Θεοῦ ζητεῖν, καὶ μὴν [*](1 Reg. ii. 30) καὶ ἐπείγεσθαι κατορθοῦν, τὸ γεγραμμένον εἰδότας “ Ζῶ “ ἐγὼ, λέγει κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ [*](824 A. a) “ ὁ ἐξουθενῶν με ἐξουδενωθήσεται.” δοξασθήσεται δὲ πρὸς ἡμῶν ὡς πατὴρ ὁ τῶν ὅλων Θεὸς, οὐχὶ τὸ αὐτοῖς ἡμῖν ἡδύ τε καὶ φίλον ἀποπεραίνειν ἐσπουδακότων· ἀνατεθεικότων δὲ μᾶλλον αὐτῷ τὸν νοῦν καὶ τοῖς αὐτοῦ νεύμασιν ἑπομένων πανταχοῦ. φοβηθησόμεθα δὲ καὶ ὡς Κῦρον, τὴν εἰς φαυλότητα ῥοπὴν ἀνακόπτοντες αἰδοῖ τοῦ προσκρούειν αὐτῷ, καὶ [*](2 Cor. v. 10) τὸν ἐπὶ τοῦ θείου βήματος εὐνοοῦντες ἔλεγχον. “ τοὺς γὰρ “ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος “ τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, [*](b) “ πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.”

Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου, κὼ εἰπατε Ἐν τένι ἐφαυλίσαμεν τὸ ὄνομά θοῦ ; προσάγοντες npoc τὸ θυσιασήριόν [*](3. καύχημά τε] καὶ καύχημα Edd. 4. ἀνωτάτης iid. 5 πατέρα] + με iid. 6. διημαρτήκατε, ἁλώσεσθε δὲ iid. 7. μὴν om. Β. 10. δεσπότου iid. 12. ἐνωτίζου] + ἡ iid. 17. ἐξουδενωθήσεται) ἀτιμωθήσεται iid. Statim δοξάσεται iid. 18. ὁ pro ὡς iid. 24. τοῦ βήματος om. Β.)

557
μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε ’ν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῶ, λέγει ὑμᾶς Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστι, καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.

Ἐπαιτιᾶται σφόδρα τῶν Ἰουδαίων τὸ ῥᾴθυμον, οἷς καὶ ὁ νόμος ἐπιφωνεῖ τό “ Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ.” [*](c Lev. xv. 31.) ἕψεται γὰρ ὡς ἐπίπαν ταῖς τῶν ἡγουμένων ἐπιεικείαις ἡ ὑπὸ χεῖρα πληθὺς, ἀδικεῖται δὲ οὐ μετρίως, ὅταν ἴδῃ κατημεληκότας τῆς πρὸς Θεὸν αἰδοῦς. συγκαθίσταται γὰρ εὐθὺς καὶ συναρρωστεῖ τὸ ῥᾴθυμον εἰς εὐλάβειαν καὶ τῇ τῶν καθηγητῶν ὑπτιώσει συμπλάττεται. ὅτι ’δε ἐστιν ἀληθὴς ὁ λόγος, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεός “ Ὅτι οἱ [*](Hier. x. 21.) “ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν, [*](d) “ διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν ” οὐκοῦν ὡς ἐπίπαν οἱ τῶν θείων μυστηρίων ἱερουργοὶ πρόφασις εὑρίσκονται τοῖς ἄλλοις εὐδοκίμου μὲν ζωῆς, εἴπερ ἕλοιντο διαβιοῦν ὀρθῶς, καὶ καθ’ ὃν προσήκει τρόπον Θεῷ τὸ σέβας ἀνάπτειν· αἰσχρῶν δὲ καὶ βδελυρῶν ἐπιτηδευμάτων, εἰ πρό γε τῶν ἄλλων οὗτοι τὰ τοιάδε τῶν κακῶν εὑρίσκοιντο κατηρρωστηκότες. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τελοῦσι διδασκαλίας ἐπεφώνει σοφῶς, ὅτι προσῆκεν αὐτοὺς τύπους γενέσθαι τοῖς ποιμνίοις. ὑμεῖς ἐστε [*](e 1 S. Pet. v. 3.) τοίνυν, φησὶν, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, οἱ φαυλιζοντες τὸ ὄνομά μου. κἂν εἰ βούλεσθε μαθεῖν τοῦ φαυλισμοῦ τὸν τρόπον, ἀκούσεσθε διακεκραγότος Ἐν τῷ προσφέρειν ὑμᾶς εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. εἰ δὲ δὴ λέγοιτε καὶ πρὸς τοῦτο πάλιν τίνα δὴ τρόπον ἠλισγήσαμεν αὐτούς; ἐρῶ πρὸς ὑμᾶς ὗς οἴεσθε μὲν ἴσως, [*](2. ἐξουδενωμένη Β. (XII.) cf. infra. ἠλισγημένη Edd. (A. V. ℵ). 3. βρώματα om. Β. invito F. (Alex. XII.) et cf. infra. 5. τό om. Β. 316. d, 793 C. ἐζήτησαν Β. (Vat.) supra 756 e. 14. μυστ.] θυσιαστηρίων Edd. 15. μὲν ζωῆς hoc ordine Β. 16. Θεῷ accessit ex B. 20. Παῦλος Β. Πέτρος Edd. διδασκάλοις iid. 23. κἂν] κοὶ iid. 25. προφέρειν iid. 26, 27. λέγοιτε] λέγοιντο iid. δὴ alt. et μὲν om. B.)

558
μᾶλλον δὲ καὶ αὐτοῖς βοᾶτε πράγμασιν, ὅτι Τράπεζα Κυρίου [*](825 A. a) εξουδενωμένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.

Ἐπειδὴ δὲ ἕκασ·τα τῶν εἰρημένων ἀναμηρύσασθαι χρὴ καὶ διερμηνεῦσαι σαφῶς, φέρε λέγωμεν, τί ποτε ἄρα βούλεται δηλοῦν ὁ ἄρτος ὁ ἠλισγημένος. ἠλισγημένον μὲν οὖν τὸν μεμολυσμένον καὶ ἀκάθαρτον ὀνομάζει. εἰδέναι δὲ ἀναγκαῖον, [*](Num.xv. 4-12.) καῖον, ὅτι κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν ἐπὶ ταῖς τελουμέναις θυσίαις καὶ ἄρτοι προσεκομίζοντο· πλὴν ἄζυμοί τε [*](Lev. vii. 3.)καὶ καθαροί· μόνην δὲ τὴν τῆς αἰνέσεως θυσίαν ἐπ’ ἄρτοις [*](b) ζυμίταις τελεῖσθαι προστέταχε. καὶ τίς ὁ περὶ τούτων [*](Cf. De Ador. lib. xvi. init.) μυστικὸς ἃν γένοιτο λόγος, ἀποχρώντως ἐν ἑτέροις ειρηκαμεν· ἀφηγήσομαι δὲ καὶ νῦν ἐν ἐπιδρομῇ, ὡς ἃν μὴ δοκοίην ὀκνηρὸς εἶναί τις ἔν γε τοῖς οὕτω λυσιτελεστάτοις. οὐκοῦν ὁ μὲν ἄζυμος ἄρτος σημεῖον ἃν γένοιτο ζωῆς τῆς ἀζύμου καὶ καθαρᾶς. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐν [*](1 Cor. v. 8.) πίστει δεδικαιωμένοις ἐπιστέλλει λέγων “ Ὥστε ἑορτάζωμεν “ μὴ ἐν ζύμη παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, “ ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.” καὶ πάλιν [*](Ib. 7. c) “ Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, “ καθὼς καί ἐστε ἄζυμοι.” παρεγγυᾷ δὲ Χριστὸς τοῖς ἁγίοις [*](S.Matth. xvi. 6.) ἀποστόλοις οὕτω λέγων “ Προσέχετε ἀπὸ τῆς ζύμης τῶν “ Φαρισαίων καὶ Σαδδουκαίων. ” οὐκοῦν καθαρᾶς καὶ ἡγιασμένης καὶ ἀζύμου ζωῆς σημεῖον ὁ ἄρτος. προσεκόμιζον τοίνυν ἀνθ’ ἑαυτῶν ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς οἱ προσάγοντες ἄρτους τε ἀζύμους καὶ λαμβάνοντες καὶ ἄζυμα κατὰ τὸν νόμον.

Ἐπειδὴ δὲ καὶ τοὺς ἔτι κατηχουμέυνους, μένους, καὶ οὔπω τὴν [*](d) ἁμαρτίαν ἐκνενιμμένους διὰ τοῦ ἁγίου βαπτίσματος οὐκ ἐκπέμπομεν τῶν ἐκκλησιῶν δοξολογοῦντες Θεὸν, ποιούμεθα δὲ μᾶλλον κοινωνοὺς, τὴν τῆς αἰνέσεως πληροῦντες θυσίαν, [*](2. Heac καὶ τὰ ἔπιτ’. βρ. ἐξουδενωμένα accesserunt ex Β. 6. κοὶ] ἤγουν τὸν Edd. 12. καὶ νῦν hoc ordine Β. 13. γε τοῖς om. Β. 17. μηδὲ ἐν. ζ. κ. καὶ πονηρίας om. Β. 20. καἰ assuinptum cx Β. 24. ὡς om. Β. 25. καὶ λαμβάνοντες assumpta ex Β.)

559
ταύτῃτοί φησι καὶ ὁ νόμος “ ἐπ’ ἄρτοις ζυμίταις χρῆναι [*](Λεω. ωιι. 3.) δρᾶν αὐτοὺς, ἄρτον ζυμίτην λέγων αἰνιγματωδῶς τὸν οὕπω κεκαθαρμένον, ὡς ἔφην, διὰ τοῦ ἁγίου βαπτίσματος, ἔχοντα δὲ ὥσπερ τινὰ ζύμην ἐν ἑαυτῷ τὰ τῆς ἀρχαίας φαυλότητος λείψανα.

Ὑμεῖς οὖν φησιν οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου [*](e) διὰ τὸ προσφέρειν εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. χρὴ τοιγαροῦν φροντίδα ποιεῖσθαι πολλὴν τοὺς τὴν θείαν ἔχοντας ἱερωσύνην, μὴ ἄρα τι δρῷτο τοιοῦτον ἐν ἐκκλησίαις· εἰδέναι τε, ὅτι ἡ μὲν ἀκριβὴς ἐπιτήρησις εὐφρανεῖ Θεὸν, καταλυπήσει δὲ λίαν τὸ ῥᾳθυμεῖν ἑλέσθαι καὶ ἀμελεῖν τῶν οὕτω σεπτῶν· ὅτι γὰρ οὐκ ἀζήμιον τοῖς ὑπτιουμένοις τὸ πρᾶγμα, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ἀκουόντων ἐκείνων Υμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου ; φαύλισμα γὰρ [*](a 826 A.) ὥσπερ εἰς Θεὸν τῶν ἱερέων τὸ ῥᾴθυμον, καὶ εἰς τὴν αὐτῷ πρέπουσάν τε καὶ ὀφειλομένην δόξαν ἀναφέρεται τὸ πλημμέλημα.

Διότι ἐᾶ προσαγάγητε τυφλὸν εἰς Θυσίαν, οὐ κακόν; κὼ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήψεται πρόσωπόν σου, λέΓε Κύριος Παντοκράτωρ.

Μωμοσκοπεῖν τοῦ νόμου τὰ ἱερεῖα προστάττοντος, καὶ [*](b) ἀπόβλητον μὲν ποιεῖσθαι τὰ ἔμπηρα, καθιεροῦν δὲ τὰ ἄμωμα, προσεκόμιζον τῷ θυσιαστηρίῳ κατ’ ἐκεῖνο τοῦ καιροῦ χύδην καὶ ἀδιακρίτως, καὶ τῆς μὲν προσηκούσης τῷ Θεῷ δόξης ὀλίγος ἦν παντελῶς ὁ λόγος· φροντὶς δὲ λίαν ἐσπουκαὶ [*](1. om. Β. 2. αὐτοὺς] αὐτὴν Edd. 8. πολλὴν assumptum ex Β. 10. ἐκκλησίαις] ἐκκλησίᾳ iid. II. λυπήσει Β. καὶ ἀμελεῖν et γὰρ assumpta ex Β. 1 2. τοῖς ὑπτιουμένοις τὸ πρᾶγμα] τὸ χρῆμα τοῖς ὑπτ. Edd. 13. οὐκ ἀταλαίπωρον edidi. οὐκ ἀκαταλαίπωρον (sic) Β. οὐ ταλαίπωρον Edd. 18. θυσίαν B.F. (ℵ Alex. XII.) cf. infra. θυσίας Edd. (Vat.) 24. καιροῦ] + πάντα Edd. 25. προσηκούσης] πρεπούσης iid. Statim τῷ Θεῷ δόξης hoc ordine Β. 26. ὁ om. Β.)

560
δασμένη, τὸ πλεῖστά τε ὅσα συναγείρειν θύματα, καὶ κρεῶν ἀφθονίαν οἴκοι τε ἔχειν καὶ ἐν αὐτῇ που τάχα τῇ ἁγίᾳ σκηνῇ. ἆρ’ οὖν, ὦ τοῦ νόμου φύλακες, εἰ προσάγει τις [*](c) τυφλὸν εἰς θυσίαν, οὐ κακὸν τὸ θῦμα ; εἰ δὲ δὴ καὶ χωλὸν ἢ ἄῤῥωστον, τὸν τῆς ἐμπηρίας διαφεύξεται μῶμον ; οὐ γὰρ δὴ καὶ τὰ τοιάδε λογιεῖσθε κακὰ καὶ πρὸς θυσίαν οὐκ ἐπιτήδεια ; ἀλλ’ εἴπερ οἴεσθε κατὰ σφᾶς οὐχ ὧδε ἔχειν, ἀποφερέτω τις αὐτὰ ξένιον καὶ ἐν δώρου τάξει τῶν καθηγητῶν ἑνί. ἁλλ’ οὐκ ἃν προσδέξαιτο φησὶν, οὐδ’ ἃν τὸ τοῦ πρόσ’ κομίζοντος πρόσωπον αἰδεσθεὶς, οἰστὸν τὸ χρῆμα ποιήσαιτο, χαλεπανεῖ δὲ λίαν ὡς ὑβρισμένος.

Ἔστι τοίνυν τῶν ἄγαν ἐκτοπωτάτων, Θεῷ προσφέρειν ἀποτολμᾶν, ἃ μηδ’ ἂν εἷς τῶν καθ’ ὑμᾶς ἕλοιτο λαβεῖν· [*](d) πολὺ δὲ τοῦτο παρ’ ἡμῖν τὸ πλημμέλημα. εἰ γάρ τι μέλλοιμεν προσκομίζειν Θεῷ, ὧν ἂν ἔχοιμεν τὰ αἰσχίω καὶ δεύτερα ζητοῦμεν οἱ τάλανες, οὐκ ἐννοοῦντες, ὅτι τὴν Καΐν [*](Gen. iv. 7.) θυσίαν οὐκ ἐποιεῖτο δεκτὴν, ὅτι προσεκόμιζε μὲν ὀρθῶς, διεῖλε δὲ οὐκ ὀρθῶς, ἑαυτῷ μὲν τὰ πρῶτα καὶ ἐξαίρετα τετηρηκὼς, τιμᾶν δὲ νομίσας τοῖς δευτέροις Θεόν. ἀλλ’ οὐ προσέσχεν αὐτοῦ ταῖς θυσίαις ὁ τῶν ὅλων Θεός. οὐ γὰρ λογιεῖται τιμὴν τῶν προσφερόντων τὸ ῥᾴθυμον.

[*](e)

Ἀπαράδεκτα γεμὴν ὁ νόμος εἰς θυσίαν ἐποιεῖτο τὰ τυφλὰ τῶν θρεμμάτων, καὶ μὴν τὰ χωλά τε καὶ ἄῤῥωστα, τοῦ μὲν τυφλοῦ σημαίνοντος αἰνιγματωδῶς τοὺς τὸν θεῖον οὐκ ἔχοντας ὀφθαλμὸν ἐν καρδίᾳ· τοῦ δὲ χωλοῦ τοὺς οὐκ εἰδότας ὀρθοποδεῖν ἐν ἀγαθοεργίαις· τοῦ γεμὴν ἀῤῥώστου τοὺς μὴ λίαν εὐσθενῶς, ἐκλύτως δὲ ὥσπερ καὶ κατημελημένως τὴν ὑπὸ Θεοῦ πληροῦντας δοῦλε ίαν. ἔφη δέ που καὶ διὰ φωνῆς [*](Hier. xxxi. 10.)προφήτου ἑ οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον κυρίου ἀμελῶς. [*](827 A. a) χρὴ τοιγαροῦν ἡμᾶς πεφωτισμένον μὲν ἔχειν τὸν νοῦν, [*](1. τε assumptum ex Β. δρεῶν] κριῶν Edd. 13. καθ’ ἡμᾶς iid. 14. δὲ assumptum ex B. 15. ὦν] ὡς iid. 16. ζητοῖμεν iid. τὴν] καὶ iid. 17. ὀρθῶς, διεῖλε δὲ assumpta ex Β. 25. ὀφθαλμὸν ἐν καρδίᾳ] φωτισμὸν ἐν καρδίαις iid.)

561
ὀρθοποδοῦντα δὲ καὶ ἰσχύοντα. τότε γὰρ ἐσόμεθα δεκτοὶ τῷ Κυρίῳ καὶ ἱεροὶ παρὰ τῷ φιλανθρώπῳ Θεῷ.

Kαὶ νυν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶ Aerei Κύριος Παντοκράτωρ, καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶ γέγονε ταῦτα· ei λήψομαι ἕε ὑμῶν πρόσωπα ὑμῶ, λέγει Κύριος Παντοκράτωρ.

Kαλεῖ πρὸς μετάγνωσιν τοὺς ἠσεβηκότας, καὶ τὴν ἐπὶ τοῖς πεπαρῳνημένοις ὀργὴν προαποσείσασθαι δεῖν εὖ μάλα φησὶ [*](b) ταῖς εἰς τὰ ἀμείνω μεταβολαῖς. καὶ γάρ ἐστιν ἀγαθὸς καὶ [*](Ps.cxliv. 14. et cxlv. 8. Ez. xxxiv. 16.) ἀνορθῶν τοὺς κατεῤῥαγμένους, μένους, καὶ ἰώμενος τὸ συντετριμμένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον. λέγων δὲ τό Εξιλασκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ἥμων, ὑπεμφήνειεν ἀν’, καὶ μάλα εἰκότως, ὡς ἀποστρέφεται Θεὸς τοὺς προσκρούειν αὐτῷ μὴ παραιτουμένους, καὶ ὅτι τῶν μὴ ζητούντων τὴν δόξαν αὐτοῦ τοὺς ἰδίους ὥσπερ ὀφθαλμοὺς ἀποφέρει, μήτε φειδοῦς, ἢ ἀγάπης, μήτε μὴν ἐποπτείας ἀξιῶν. “Ὀφθαλμοὶ [*](c Ps. xxxiii. 16.) “ γὰρ κυρίου ἐπὶ δικαίους,” κατὰ τὸ γεγραμμένον. ἔφη δὲ καὶ πρός τινας τῶν ἀλιτηρίων διὰ φωνῆς Ἠσαίου “ Ὅταν [*](Es. i. 15.) “ τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς “ μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσα- “ κούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.

Χρὴ τοιγαροῦν ἐξιλάσκεσθαι τοὺς ἡμαρτηκότας, εἰ δή πὼς ἄρα μεταστρέψειαν ἐφ’ ἑαυτοῖς τὸ πρόσωπον τοῦ Θεοῦ, καὶ τὰ ἐκ τῆς ἀποστροφῆς ἐσόμενα διακρούσαιντο βλάβη. καθορίζει ορίζει γὰρ τῶν ἱερουργῶν τὸ πλημμέλημα, καὶ ἀναιρεῖ τὴν [*](d) ἄρνησιν. οὐ γὰρ ἃν ψευδοεπήσῃ λέγων Ἐν χερσὶν ὑμῶν [*](1. ὀρθωποδοῦντα (sic) Edd. ante Migne. δὲ] τε B. δεκτοὶ τῷ Κυρίῳ] δεκτοί τε Edd. 2. φιλαρέτῳ iid. 3. Haec λέγει κύριος Παντοκράτωρ accesserunt ex B. (sol.) 8. προαποσείσασθαι] προσαποσείεσθαι Edd. 12. ἡμῶν Β. (147.) ὑμῶν iid. Statim ὑπεμφαίνειεν iid. 16. ὀφθαλμὸς iid. 23. μεταστρέψειεν iid, 24. τὰ assumptum ex B. ἀποκρούσαιντο Edd. καθαρίζει B.)

562
γέγονε ταῦτα. μονονουχὶ γάρ φησιν οὐχ ἐτέρων ἡμαρτηκότων ὑμεῖς σεσιγήκατε, ἀλλ’ οἷον αὐτόχειρες ὑμεῖς αὐτοὶ καὶ αἴτιοι γεγόνατε τῶν εἰς ἐμὲ δεδυσσεβημένων, καὶ τῆς ὑμῶν ῥᾳθυμίας εἶεν ἂν τὰ ἐγκλήματα μεσολαβοῦντος οὐδενός. πλὴν εἰ καί τινες ἐκδεδίασι τυχὸν τὸ ποιεῖσθαι πρὸς ὑμᾶς τοὺς περὶ τούτων ἐλέγχους, ἀλλ’ οὖν οὐκ ἔσομαι καὶ αὐτὸς ἐγὼ καθὰ [*](e) καὶ εἷς ἐξ ὑμῶν, οὐδ’ ἃν λάβοιμι πρόσωπον τῶν ἠσεβηκότων. [*](Ps. xlix. 21) ὅμοιον τούτῳ καὶ τὸ διὰ φωνῆς τοῦ Δαυείδ “ Ὑπελαβες “ ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος. ἐλέγξω σε, καὶ παραστήσω “ κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.” οὐ γὰρ οἶδε πρόσωπον ὁ κριτής· ἀλλ’ ἔστιν εὐθὴς καὶ ἀδέκαστος ὡς Θεός.

Δῶτ’ κα ἑ ὕμ’ συγκλεισθήσονται θύραι, κω οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεᾶι.

[*](828 A. a)

Εὐαφόρμως σφόδρα τῆς ἐν Χριστῷ πολιτείας ὡς ἐν προαγορεύσει τέως προαναφαίνει τὸ κάλλος· ὡς γὰρ τῆς ἐν νόμῳ σκιᾶς ὅσον οὐδέπω πεπαυσομένης καὶ τῆς ἀρχαίας ἐκείνης ἱερωσύνης, μελλόντων τε ἀναδείκνυσθαι κατὰ καιροὺς τῶν τῆς ἀληθείας ἱερουργῶν, οἳ καὶ τῆς ἐν πνεύματι λατρείας ἔσονται λειτουργοὶ, ζητήσουσί τε καὶ μάλα γοργῶς τὴν τοῦ Θεοῦ δόξαν, συγκλεισθήσεσθαι τὰς θύρας φησὶν ἐπ’ αὐτοὺς, [*](Hiob xii. 14.) ἢ εὐωδίας οὐκ ἐσομένης τοῖς κατὰ νόμον ἱερατεύουσιν· “ Ἐὰν [*](b) “ γὰρ κλείση κατὰ ἀνθρώπου, φησὶν, τίς ἀνοίξει ” ἤγουν, τῆς ἀληθεστέρας ἀναδειχθείσης σκηνῆς, τουτέστι τῆς Ἐκκλησίας, οὐκ εἰσελάσουσιν ἐν αὐτῇ τινες τὴν κατὰ νόμον ἱερωσύνην τηροῦντες ἔτι, ἐκκλειόμενοι δὲ ὥσπερ διὰ τῆς ἀπιστίας, ἔξω τε μενοῦσι καὶ τῶν ἁγίων οὐχ ἅψονται. ὅτι [*](1. 2. οὐχ et καὶ αἴτιοι assumpta ex Β. 5. τὸ] τὸν Edd. ἡμᾶς iid. Utrumque correxit Migne. 6. ἐγὼ asstxmptum ex Β. 8. τούτου iid. Statim καὶ assuniptura ex B. διὰ φωνῆς oin. B. 9. σε assumptum ex B. 11. εὐθὺς Edd. 15. εὐάφορμον B. 17. παυσομένης B. Statim καὶ τῆς—ἀναδείκνυσθαι om. Β. 21. τὰς Β. δὲ Edd. 26. τηροῦντες] πληροῦντες iid. διὰ τῆς] δι’ iid.)

563
γὰρ ἐκπεπτώκασι τῆς ἱερουργίας, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος διὰ φωνῆς Ὠσηέ “Διότι ἡμέρας πολλὰς καθί- [*](Hos. iii. 4.) “ σονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, “ οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, “ οὔτε δήλων.” οὐκοῦν τῆς ἐν νόμῳ λατρείας τὴν οἱονεὶ κατάλειψιν, καὶ τῆς κατ’ αὐτὸν ἱερωσύνης τὸν συγκλεισμὸν, [*](c) κατασημήνειεν ἂν, ὥς γε μοι δοκεῖ, τὸ δεῖν ἐπ’ αὐτοῖς συγκλεισθήσεσθαι τὰς θύρας εἰπεῖν, οὐ προσιεμένης ὥσπερ αὐτοὺς τῆς Ἐκκλησίας· οὐ γὰρ τοῦ μηλοσφαγεῖν ἔτι καιρὸς, ἀλλ’ ἤδη ταῖς ἀναιμάκτοις τιμᾶται θυσίαις ὁ τῶν ὅλων Θεός.

Ἐπειδὴ δὲ προσεπάγει τούτοις τό Οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεὰν, ἐν ἤθει φαμὲν γεγενῆσθαι τὸν λόγον. βούλεται γὰρ ἤδη δηλοῦν, ὅτι κέκληνται πρὸς ἱερουργίαν, καὶ εἰς τὸ πῦρ ἐνιέναι τῷ θυσιαστηρίῳ, οὐχ ἵνα τὴν τοῦ [*](d) κεκληκότος αὐτοὺς παραλύσωσι δόξαν, ἀλλ’ ἵνα τιμῷεν τοῖς καθήκουσι τρόποις, καὶ τὰ τῆς ἱερωσύνης ἔχοιεν γέρα. οἱ δὲ δὴ τῶν οὕτω σεπτῶν οὐ πεφροντικότες σπουδασμάτων, μήτε μὴν αἰδοῖ τῆς ἱερουργίας προσκρούειν Θεῷ παραιτούμενοι, δικαίως ἂν ἤδη κολάζοιντο. ἔγκλημα γὰρ οὐ μικρὸν εἴη ἂν, καὶ μάλα εἰκότως, τὸ ποιεῖσθαι παρ’ οὐδὲν τῶν παρὰ Θεοῦ δεδωρημένων τὴν μέθεξιν, ἀποσείεσθαί τε καὶ λίαν ἀβούλως τὰς παρὰ Θεοῦ τιμάς. καὶ γοῦν ὠνόμασται γήινός τε καὶ [*](e) βέβηλος ὁ Ἡσαῦ, ὅτι “ βρώσεως μιᾶς προὔδωκε τὰ πρωτο- [*](Heb. xii. 16.) “ τόκια αὐτοῦ.” οὐκοῦν ὅταν λέγη Οὐκ ἀνάψετε τὸ θυσταστήρίον μου δωρεὰν, βούλεται δηλοῦν, ὡς οὐκ ἀγέραστον μὲν ἡ ἱερωσύνη· πλὴν οὐδὲ ἔξω δίκης, εἰ μὴ προσφέροιτό τις αὐτὴ, καθ’ ὃν ἂν προσήκοι τρόπον τε καὶ λόγον.

Ἰστέον δὲ ὅτι ἡ τῶν Ἑβραίων ἔκδοσις ἑτέραν ἔχει τὴν [*](4. Haec οὐδὲ ὄντος θυσιαστηρίου assumpta ex Β. 6. κατάλειψιν] κατάληξιν Edd. 8. κλεισθήσεσθαι iid. 8, 9. τὰς et ὥσπερ et τοῦ assumpta ex Β. 12. ἀνάψετε] ἂν ἅψετε iid. ante Migne. 16. τιμῷεν] τιμῶντες iid. 21. καὶ μάλα εἰκότως om, Β. 23. παρὰ Θεοῦ] παρ’ αὐτοῦ iid. ὠνόμασται] + τε iid. 24. προὔδωκε] ἀπέδοτο iid. 25. ἑαυτοῦ iid. λέγει iid. 27. ἡ om. Β.)

564
τῶν νοημάτων ἀπόδοσιν, καὶ αὐτὴν δὲ τὴν τῆς λέξεως συν- [*](829 A. a) θήκην. ἔφη γάρ Ὅτι ὑμεῖς τε οἱ Λευῖται, καὶ μὴν καὶ οἱ ἱερεῖς, οἵ τε τὴν ἐσχάτην ἐν τῷ ναῷ τάξιν ἔχοντες, καὶ τεταγμένοι πρὸς ὑμῶν εἰς τὸ κλείειν τὰς θύρας, οὐκ ἀνάψετε τὸ θυσιστήριόν μου δωρεὰν, τουτέστιν, οὐκ ἀμισθὶ ποιεῖσθε τὴν δουλείαν, ἤγουν τὴν ἱερωσύνην, προσαγόντων ὑμῖν τῶν λαῶν δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια.