In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Kαὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ὑποστρέψαι εἰς τι γῆν, καὶ οὐκ [*](13) ἠδὐναντο, ἄτι ἡ θάλασσα ἐπορεὐετο καἰ ἐξηγείρετο μᾶλλον ἐπ αὐτούς. κα ἀνεβόησαν πρὀς κόρωι καὶ εἶπον Μηδδαμῶς κύριε, [*](14 b) μἠ ἀπολὠμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καί μὴ δῷς ἐφ' ἡμᾶς οἴνα δίκαιον, ὅτι δὺ κύρω ὅν τρόπον ἐβούλου πεποίηκας. καὶ ἔλαβον τοι Ἰωνᾶν καὶ ἔβαλον αὐτον. [*](15) εἶς τἠν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.

Ἑαυτοῦ μὲν τὸν θάνατον ὁ Προφήτης κατεψηφίζετο, καὶ τῷ κινδύνῳ τῆς ἰδίας ψυχῆς καταλύειν αὐτοὺς ἠξίου τὸ δεῖμα. οἱ ’δε ἤσαν ἔτι περιδεεῖς καὶ ὀκνηροὶ πρὸς μιαιφοίαν, δοῦλον δὲ ἄντα Θεοῦ σώζειν ἤθελον, καὶ ζῶντα δοῦναι [*](c) τῇ χέρσῳ· οὐτῶ ’δε μᾶλλον ἀποφορτίσασθαι τὴν ὀργήν. ταύτῃτοι παρεβιάζοντο καὶ προσοκεῖλαι τὴν ναῦν, ἀλλ’ ἦν τῶν ἐγχειρημάτων ἀνήνυτος ὁ σκοπὸς, ἄμαχον αὐτοῖς τὸ κῦμα διανιστάντος τοῦ πνεύματος, καὶ ἀλριωτέραις ὁρμαῖς καταθέοντος τῆς ὁλκάδος. ταύτῃτοι λοιπὸν ἐκμειλίσσονται μὲν διὰ προσευχῆς, συγγνώμονα δὲ παρακαλοῦσιν αὐτοῖς γεβάλετε [*](5. ut supra Β 8. λάβοι τὸν] λάβη τὸ Edd. καταλήξοι iid. 10. ὑποστρέψαι Β. (42.) ἐπιστρέψαι Edd. 11. ἐξεγείρετο Εdd. 13. ἔνεκα Εdd. (228.) 14. ὄτι Β. (Alex. XII.) διότι Edd. (Vat. XII mg.) in F. Edd. (240.) Statim ἐκ om. B. 18. αὐτοῖς Edd. 10 καὶ om. B. 23. κοπὸς pro ὁ σκ. Edd. 26. αὐτοῖς γίνεσθαι παρακ. Edd.)

576
νέσθαι τὸν Θεὸν, οὐ φονᾶν ἐθέλουσιν, ἀλλ’ ὡς τοῖς αὐτοῦ [*](d) παραχωροῦσι κρίμασι, καταβιαζομένοις τε λοιπὸν πρὸς τὸ δοῦναι τῆ θαλάσσῃ τὸν Ἰωνᾶν, καὶ δὴ καὶ δεδώκασιν. ἡ δὲ λαβοῦσα, σπένδεται μόλις, ἁπλοῖ δὲ γαλήνην, καὶ δίδωσι τοῖς ναυτίλοις τοῦ σώζεσθαι τὴν ἐλπίδα· πανταχοῦ δὲ τοῖς θείοις εἴκουσα νεύμασι, καὶ δεσποτικοῖς προστάγμασιν ύπηρετούσα ετοῦσα γοργῶς, ἐξ αὐτῶν ἐφαίνετο τῶν πραγμάτων.

[*](16)

Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβω μεγάλῳ τὀν κύρω, καὶ ἄθυσαν. [*](e) θυσίας τῷ Κυρίῳ καὶ ηὔεαντο εὐχάς.

Ὠφέληνται λίαν, ἕνα τε τὸν φύσει Θεὸν εἶναι πιστεύουσι, καίτοι μεμερισμένοι πρὸς ἔκτοπον πλάνησιν, καὶ μυρίους εἶναι νομίζοντες ἀνὰ τὸν κόσμον θεούς. τοιγάρτοι θύουσι τῷ φύσει καὶ μόνῳ καὶ ἀληθῶς Θεῷ, παρέντες τοὺς ἑαυτῶν, καὶ ἐρρῶσθαι φράσαντες τοῖς ἐξ ἀπάτης τετιμημένοις, καὶ τὴν Θεῷ πρέπουσαν ὑποκλέπτουσι δόξαν. ἐπαγγέλλονται δὲ καὶ εὐχὰς, καίτοι τοῦτο δρᾶν εἰωθότες τοῖς ἐναλίοις δαίμοσι. [*](375 Α. a) δοκεῖ γὰρ Ἑλλήνων παισὶ καὶ τὸ τῆς θαλάσσης ἀνῆφθαι κράτος Ποσειδῶνά τινα· μῦθοι γὰρ πάντα τὰ παρ’ ἐκείνοις, τερθρεία τε καὶ ἀποπληξία δεινή. ἡμεῖς δὲ τὸν [*](Ps. lxxxviii. 10,12.) φύσει Θεὸν δοξάζοντες, αὐτῷ καί φαμεν ἀληθῶς “Σὺ δε- “σπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν “κυμάτων αὐτῆς σὺ καταπραύνεις. σοί εἰσιν οἱ “καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς “σὺ ἐθεμελίωσας.”

[*](Κεφ. β΄.)

Καὶ προσέταξεν Κύριος κήτει μεγαλῳ καταπιεῖν τὸ Ἰωνᾶν. κοὶ [*](1. ἀλλ’ ὡς] ἀλλὰ Β. 4. δίδωσι] + μὲν Edd. 7. πράων (sic) iid. 8. ἐφόβησαν (sic) iid. 10. καὶ pro τὸν iid. πιστεύοντες Aub. 12. νομίζοντες] πιστεύοντες Β. νομίζοντες Β mg. 14. ἕῤῥεσθαι Edd. 17. κοὶ assumptum ex Β. 18. Ποσειδῶνί τινι Edd. 20. καί assnmptum ex Β. όληθῶς Β. ἀληθεύοντες Edd. 21–24. τὸν δὲ — ἐθεμελίωσας] καὶ τὸ ἑξῆς iid. 25. καὶ προσέταξε] δὲ Β.)

577
Ην Ιωνας ἐν τῇ κοιλίᾳ Τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νυκτας.

Προστάττει τῷ κήτει ὁ Θεὸς ἐν τῷ κατανεῦσαι· τὸ ἐθελῆσαί τι πρὸς πέρας ἐλθεῖν, τοῦτο καὶ νόμος ἐστὶ, καὶ πλήρωσις, καὶ νόμου δύναμιν ἔχει. οὐ γάρ που φαμὲν, καθάπερ ἀμέλει καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἁγίοις ἀγγέλοις, ἐντετάλθαι τῷ κήτει τὸν τῶν ὅλων Θεὸν, ἐνηχοῦντά πὼς εἰς νοῦν τὸ πρακτέον, καὶ καρδίαις ἐνιέντα τὴν ὧν ἂν ἕλοιτο γνῶσιν. εὔηθες γὰρ κομιδῆ καὶ ἀποπληξίας οὐ μακρὰν τὸ [*](c) καὶ κνωδάλοις ἡγεῖσθαι κατὰ τοιόνδε τινὰ τρόπον τὸν τῶν ὅλων προσφέρεσθαι Θεὸν, ἀλλ’ εἰ δή τι λέγοιτο προστάττειν ὅλως ἢ ζῴοις ἀλόγοις ἤγουν τοῖς στοιχείοις ἢ μέρει κτίσεως, νόμον εἶναί φαμεν καὶ πρόσταγμα τὸ αὐτῶ δοκοῦν. πάντα γὰρ εἴκει τοῖς αὐτοῦ νεύμασι, καὶ ἀπόρρητος μὲν ἡμῖν παντελῶς ὁ τῆς ὑπακοῆς τρόπος, ἐγνωσμένος δὲ πάντως αὐτῷ. καταπίνεται τοίνυν ὑπὸ τοῦ κήτους ἠδικημένος οὐδὲν, καὶ ἦν ἐν αὐτῷ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

[*](δ)

Δόξειε δ’ ἃν ἴσως τὸ χρῆμά τισιν ἀκαλλὲς εἶναί πὼς, καὶ πέρα λόγου τοῦ πρέποντος. ἀπιστήσουσι γὰρ καὶ πρό γε τῶν ἄλλων οἱ τὸν φύσει καὶ ἀληθῶς οὐκ εἰδότες Θεὸν, προσκείμενοι δὲ ταῖς τῶν δαιμόνων ἀπάταις. ἐροῦσι ’δε Ἠὼς ἃν διεσώθη γεγονὼς ἐν κήτει ; πῶς δὲ οὐκ ἂν ἐφθάρη κατα- πινόμενος ; ἢ πῶς ἠνέσχετο τῆς ἐκφύτου θερμότητος ; ὑγρότητι δὲ τῇ τοσαύτῃ περιεχόμενος, τῇ ἐν νηδύι· φημὶ, πῶς διεβίω, μᾶλλον δὲ πῶς οὐκ ἐν ἴσῳ τροφῆς δεδαπάνηται καθεψόμενος ; ἀσθενὲς γὰρ κομιδῇ καὶ πολὺ λίαν ἕτοιμον [*](e) εἰς καταφθορὰν τὸ σαρκίον. φαμὲν οὖν, ὅτι παράδοξον ἀληθῶς, καὶ λόγου καὶ συνηθείας ἐπέκεινα, νοοῖτ’ ἂν εἰκότως τὸ συμβεβηκός. ἀλλ’ εἰ Θεὸς λέγοιτο κατορθοῦν, τίς ὁ ἀπιπλήρωσις [*](5. καὶ v. δ. ἔχει D. Edd. πρόσταξις Β. 8. καὶ καρδ.—γνῶσιν om. B. ἐνιέντα D. ἐνιόντα Edd. 9–11. τὸ τοιοῦτον pro καὶ ἀποπλ.—θεὸν invito D. 11. λέγοιντο Edd. Φμηὶ iid. 18. πὼς om. Β. 19. ἀπιστοῦσι lid. 23. ἐκφύτου Edd. Legendum ἐμφύτου ut infra 376 a.)

578
στήσων ἔτι; παναλκὲς γὰρ τὸ θεῖον, καὶ τὰς τῶν ὄντων φύσεις μεταπλάττον εὐκόλως πρὸς ὅπερ ἃν ἕλοιτο, καὶ τοῖς ἀρρήτοις αὐτοῦ νεύμασι τὸ ἀντεξάγον οὐδέν. τὸ γὰρ φθείρεσθαι πεφυκὸς, κρεῖττον ἂν γένοιτο καὶ φθορᾶς, αὐτοῦ [*](376 Α. a) γε θέλοντος, καὶ τὸ πεπηγὸς καὶ ἀκράδαντον, καὶ τοῖς τῆς φθορᾶς δυσάντητον νόμοις, πάθοι ἂν εὐκόλως τὴν φθοράν. φύσις γὰρ οἶμαι τοῖς οὖσι τὸ τῷ κτίσαντι δοκοῦν. πλὴν κἀκεῖνο ἰστέον, ὅτι καὶ Ἑλλήνων παῖδες τοὺς παρά σφισιν αὐτοῖς συντεθέντες μύθους, Ἡρακλέα φασὶ τὸν Ἀλκμήνης καὶ Δῖός καταποθῆναι μὲν ὑπὸ κήτους, ἐκδοθῆναι δὲ πάλιν ἐκ τῆς ἐμφύτου θερμότητος, ἐψιλωμένης αὐτῷ τῆς κεφαλῆς, καὶ μόνης τριχὸς πεπονθότα τὴν ἀπόθεσιν. μέμνηται δὲ [*](b) τῆς ἱστορίας Λυκόφρων· εἷς δὲ οὗτος τῶν παρ’ αὐτοῖς λογάδων· ἔφη γὰρ περὶ αὐτοῦ,
  • Τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
  • Τρίτωνος ἠμάαψε κάρχαρος κύων.
  • Ἀλλ’ οὐκ ἐκ τῶν παρ’ ἐκείνοις μυθολογουμένων τὰ θεῖα πιστούμεθα, διαμεμνήμεθα χρησίμως, τοὺς ἀπιστοῦντας ἐλέγχοντες, ὅτι καὶ τῆς παρ’ αὐτοῖς ἱστορίας ὁ λόγος οὐκ ἀποβλητα ποιεῖται τὰ τοιάδε τῶν διηγημάτων. ἐπειδὴ δὲ τῷ παραδόξως γεγενημένῳ καὶ ἐκ τῶν ἔτι δρωμένων κατὰ βούλησιν Θεοῦ χρῆναι συνειπεῖν τῶν ἀναγκαίων ὑπολαμβάνω, [*](c) ’φερε δὴ λέγωμεν, ὅτι καὶ ἐν μήτρᾳ τὸ ἔμβρυον ὑγρότητι μὲν ἐννήχεται τῆ φυσικῇ, κατακέχωσται δὲ ὥσπερ τῆ τῆς κυοφορούσης νηδύι; καὶ τὸ ἀναπνεῖν οὐκ ἔχει, ζῆ δὲ καὶ οὕτω, καὶ σώζεται, τοῖς τοῦ Θεοῦ νεύμασι παραδόξως τιθηνούμενον. ἀλλ’ οὐδεὶς ἂν τῶν τοιούτων ἐφίκοιτο λόγος, οὐδ’ ἂν γένοιτό [*](Es. xl. 13: Rom. xi. 34; 1 Cor. ii. 16.) τισιν ἁλώσιμα τὰ τοῦ Θεοῦ “Τίς γὰρ ἔγνω νοῦν [*](1. ἔτι] ἐστὶ Β. 2. μεταπλάττων Edd. 3. νεύμασι] κρίμασι Β. 5. ἐθέλοντος pro γε θέλ’. Edd. 6. τὴν deest in Edd. 8. καὶ assumptum ex B. παρά σφισιν] παρ’ Β. 1 1, ἐκφύτου Edd. 12. πεπονθότι τὴν ἀπόφασιν iid. 17. τῶν] τῆς Edd. ante Migne. 21. παραδόξῳ pro παραδόξως γεγενημένῳ Edd.)

    579
    κατὰ τὸ γεγραμμένον· ἢ τίς ἃν εἰδείη τὰς τῶν παραδόξων ὁδούς ; ἣ τίνος ὅλως οὐκ ἃν ὑπερφέροιντο νοῦν τὰ λόγου δύναμιν ὑπερτρέχοντα ; ἐπισφαλὲς οὖν ἄρα τὸ ἀπιστεῖν, κἀν [*](d) εἴ τι τῶν ἄγαν ἐπέκεινα λόγου Θεὸς ἐργάζοιτο· παραδεξόμεθα δὲ ὡς ἀληθὲς τὴν ἄκαιρον ἐξιστάντες βάσανον.

    Χρῆναι δέ φημι τῆς ἐν Χριστῷ νοουμένης διακονίας παραληφθέντος εἰς τύπον τοῦ μακαρίου Προφήτου, προσεπειπεῖν ἀναγκαίως, ὅτι κεκινδύνευκεν ἡ σύμπασα γῆ, κατεχειμάζετο τὰ ἀνθρώπινα, μονονουχὶ καταθρωσκόντων αὐτῆς τῶν τῆς ἁμαρτίας κυμάτων, δεινῆς τε καὶ ἀφορήτου περικλυζούσης ἡδονῆς, καὶ ὡς ἐν τάξει κλύδωνος κατεξανισταμένης [*](e) τῆς φθορᾶς, καὶ πνευμάτων ἀγρίων καταῤῥηγνυμένων, τοῦ τε διαβόλου φημὶ καὶ τῶν ὑπ’ αὐτῷ τε καὶ σὺν αὐτῷ δυνάμεων πονηρῶν. ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, ἠλέησεν ὁ Δημιουργὸς, πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ τὸν Υίὸν, ὃς ἐν σαρκὶ γεγονὼς, καὶ εἰς γῆν ἀφιγμένος τὴν κινδυνεύουσαν καὶ χειμαζομένην, καθῆκεν ἑαυτὸν ἑκὼν εἰς θάνατον, ἵνα στήσῃ τὸν κλύδωνα, καὶ κοπάσῃ [*](a 377 A.) μὲν ἡ θάλασσα, κατευνασθείη δὲ καὶ τὸ κῦμα, καταλήξῃ δὲ καὶ ὁ κλύδων. σεσώσμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ. καὶ ὁ μὲν χειμὼν παρελήλακεν, ὁ ὑετὸς ἀπῆλθεν, τὰ κύματα ἐστορέσθησαν, λέλυται τῶν πνευμάτων ἡ βία, βαθεῖα δὲ λοιπὸν ὑπέστρωται γαλήνη, καί ἐσμεν ἐν εὐδίαις ταῖς νοηταῖς, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν. ἔχεις τι τούτων τὸ παραπλήσιον ἐν εὐαγγελικοῖς συγγράμμασι. διέπλει μὲν γάρ ποτε τῶν Ἀποστόλων τὸ σκάφος τὴν Τιβεριάδος θάλασσαν. [*](b) εἶτα ῥαγδαίου τοῖς ὕδασιν ἐμβεβηκότος πνεύματος, ἀφορήτως κάτεχε κατεχειμάζοντο· καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις κίνδυνον ὑπομένοντες, καθεύδοντα διανύττουσι συνόντα Χριστὸν, διαῤῥήδην ἀνακεκραγότες Ἐπιστάτα σῶσον, [*](S.Matth. viii. 25.) [*](1–3. κατὰ τὸ γεγρ. et ἢ τίνος — ὑπερτρέχοντα om. Β. 7. μακαρίου in Edd. 9. τὸ ἀνθρώπινον Edd. 10. αὐτῇ iid. 13. ὑπ αὐτόν iid. 19. καὶ assumptum ex Β. 23. ἔστρωται Edd. εὐδείαις iid. 27. ἐκβεβ. iid.)

    580
    “ἀπολλύμεθα.” ὁ δὲ διεγερθεὶς, φησὶν, ἐπετίμα μὲν [*](S. Marc. iv. 39.) θαλάσσῃ τό “Σιώπα, πεφίμωσο’’ μετ’ ἐξουσίας εἰπὼν, διέσωζε δὲ τοὺς μαθητάς. τύπος δὲ ἄρα τὸ δρώμενον ἦν τῶν τῇ ἀνθρωπείᾳ φύσει συμβεβηκότων. δι’ αὐτοῦ γὰρ, [*](c) ὡς ἔφην, ἀπηλλάγμεθα καὶ θανάτου καὶ φθορᾶς καὶ ἁμαρτίας καὶ παθῶν, καὶ ὁ πάλαι χειμὼν ἀπελήλαται, μετακεχώρηκε δὲ πρὸς γαλήνην τὰ καθ’ ἡμᾶς.

    [*](2)

    Καὶ προσηύξατο Ἰωνᾶς πρὀς Κύριον τὸ Θεὀν αὐτοῦ ἐκ τῆς [*](3) κολίας τοῦ κήτους, καὶ εἶπεν Ἐβὀηας ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλιας ᾅδου κραυγής μου ἤκουσας φωνῆς μου.

    Ἀδικηθεὶς μὲν οὐδὲν, οἴκῳ δὲ ὥσπερ τῷ κήτει χρησάμενος, [*](d) ἔννους τε ὑπάρχων, καὶ κατ’ οὐδένα τρόπον ἢ σῶμα τυχὸν ἣ φρένας λελωβημένος, αἰσθάνεται τῆς ἐπικουρίας. οἶδε γεγονότα τὸν Θεὸν εὐμενῆ· οὐκ ἠγνοηκὼς δὲ τὸ συμβὰν ἐκ τοῦ κατοκνῆσαι τὴν διακονίαν, τρέπεται πρὸς εὐχὴν, καὶ χαριστηρίους μὲν ἀνατείνει λιτὰς, ὁμοῦ δὲ τὴν δόξαν ὁμολογεῖ τοῦ σώζοντος, καὶ καταθαυμάζει τὴν ἐξουσίαν, καὶ ἀνακηρύττει τὴν ἡμερότητα. δεχθῆναι γὰρ ἔφη τὴν ἑαυτοῦ προσευχὴν, καὶ τοῦτο οἶμαι που προφητικῷ πνεύματι συνιείς. τὸ δὲ ἐκ [*](e) κοιλίας ᾄδου, τὸ οἷον ἐκ τῆς τοῦ κήτους γαστρός φησιν, ᾅδῃ καὶ θανάτῳ παρεικάζων εὐφυῶς τὸ θηρίον· ἅτε δὴ καὶ φονεύειν εἰδὸς, καὶ καταρροφᾶν ἀγρίως τὸν ἀλισκομένον.

    [*](4)

    Ἀπέῤῥιψἀς με εἰς βάθη καρδίας θαλάσσης, κα ποταμὼ ἐκύκλωσάν με, πάντες οἱ μετεψρισμοί σου καἰ τὰ κὐματά σου ἐπ’ [*](5) ἐμὲ διῆλθον. κἀγὼ εἶπον Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου.

    [*](2. τό om. Β. 5. καὶ sec. deest in Edd. 6. καὶ prius om. Β. 8. προσεύξατο iid. Κύριον om. F. iid. τῆς om. Β. 12. μὲν assumptum ex B. 13. εὔνους Edd. 14. φρένα iid. 16. εὐχὰς iid. 18. θαυμάζει Β. 21. φησιν assumptum ex Β. 23. καταῤῥοφεῖν Edd.)
    581

    Ἐξηγεῖται πολυτρόπως τὸ συμβεβηκὸς, ἀνακομίζων ὥσπερ ὑψοῦ τὴν χάριν, καὶ τοῖς θείοις νεύμασιν ἐπιμαρτυρῶν τὸ [*](a 378 Α.) καὶ ἐκ παντὸς δύνασθαι κακοῦ διασώζειν εὐκόλως. ἐν αὐτοῖς μὲν γὰρ γεγενῆσθαί φησι τοῖς τῆς θαλάσσης μυχοῖς, καὶ ἐν συγχύσει πολλῶν ὑδάτων, ποταμίοις ἐν ἴσῳ κύμασιν ἐπικλυζόντων αὐτὸν, καὶ συμφορᾶς εἰς τοῦτο κατωλισθηκέναι, ὡς ἐννοῆσαι λοιπὸν παντελῆ τῶν θείων ὀμμάτων ὑπομεῖναι τὴν ἀποστροφὴν, καὶ εἰς ἀπόγνωσιν τῆς σωτηρίας ἐλάσαι. Πάνδεινον δὲ τὸ χρῆμα καὶ ὀλέθρου πρόξενον, τὸ ἐξ [*](b) ὀμμάτων φημὶ γενέσθαι Θεοῦ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου [*](Ps. xxvi. 9.) “ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σον.” ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ χρῆναι παθεῖν τὴν θείαν ὀργὴν, μᾶλλον δὲ προανατελεῖ που καὶ προηγήσεται τῆς ἀποστροφῆς ὁ θυμός. Ἀρα προσθήσω ἐπιβέψαι με πρὸς ναόν τὸν ὅγιόν σου ; Οἶδε μὲν ὅτι δυνάμει Θεοῦ τετήρηται, καὶ τῆς ἄνωθεν ἐπικουρίας ἠξιωμένος διεβίω καὶ σέσωσται· καὶ τοῦτο ἐν [*](c) κήτει καὶ ἐν κοιλίᾳ θηρὸς παραδόξως καὶ ὑπὲρ λόγον. ἐνδοιάξει δοιάζει γεμὴν, κατὰ τὸ εἰκὸς, εἰ καὶ ἐκδοθήσεται καὶ εἰς φῶς ἐλάσει πάλιν. τριπόθητον δὲ ποιεῖται καὶ πολύευκτον ἀληθῶς τὸ καὶ εἰς αὐτὸν εἰσελάσαι τὸν θεῖον ναὸν, ἀναθεῖναί τε τὰς δοξολογίας τῷ σεσωκότι Θεῷ, καὶ τῆς τοιᾶσδε χάριτος εὔχεται τυχεῖν, τὸ πάντα δύνασθαι κατορθοῦν, ὡς ἔφην, ἐπιμαρτυρῶν τῷ Θεῷ.

    Περιεχύθη μῶ ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με [*](6) [*](3. καὶ om. Β. Hujus Β. Jonae Prophetae cantus pauca frustula citantur inter ᾦδας in Catenis. contuli igitur cum codice Regio Parisiensi 139, sec. x. ineuntis, quem f. signavi. 5. κύμασιν] νάμασιν f. 6. ἐπικλυζόντων f. Edd. περικλυζόντων Β. κατωλισθηκέναι Β. κατωλισθηκότα Edd. καθελκόντων f. 10. ὁ κλυζόντων assumpta ex Β. 12. καὶ assumptum ex Β. (13. al.) 19. ἐν assumptum ex Β. 22. εἰσελάσαι f. ἐλάσαι Edd. ναὸν Β. f. νεὼν Edd. 24. τὸ] τῷ f.)

    582
    [*](d) [*](7) ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμἀς ὀρέω· κατέβην εἰς γῆν, ἧς οἱ μοχλοί αὐτῆς κάτοχοι αἰώνιοι. καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωἠ μου πρὸς δὲ, Κὐρις ὁ Θεός μου.

    Αῤῥήτῳ δυνάμει σεσωσμένος παρὰ Θεοῦ, λαμπροτέρας ἠβούλετο τὰς τῶν εὐχαριστηρίων ἀναπέμπειν ᾠδάς. ἀφηγεῖταί που πάντως τὰ συμβεβηκότα, καὶ ποίᾳ μὲν γέγονε περίσχετος [*](e) συμφορᾷ διδάσκει λεπτῶς, σέσωσται δὲ ὅπως ἀνακηρύττει πάλιν. ὅτι τοίνυν ἐν θαλάσσῃ γέγονε, καὶ ἐν ἀβύσσῳ πολλῇ, καὶ ἐν σχισμαῖς ὀρέων, καταδυομένου κατὰ τὸ εἰκὸς τοῦ κήτους ἐν πέτραις καὶ τοῖς ἐν ἁλὶ σπηλαίοις, οὐκ ἠγνόηκεν ὡς προφήτης· καθικέσθαι δέ φησιν εἰς γῆν, ἧς οἱ μαλοὶ αὐτῆς κάτοχοι αἰωνιοι, τουτέστι τὸν ᾅδην, οὐχ ὅτι γέγονεν ἐκεῖσε· τεθνεῶτα γὰρ οὐχ εὑρήσομεν· ἀλλ’ ὅτι τοῦ κινδύνου τὸ μέγεθος καὶ τῶν συμβεβηκότων τὸ ἄχθος οὐδὲν ἀποδεῖ τοῦ καὶ ἐκτεθνάναι δοκεῖν, καὶ εἰς [*](379 Α. a) αὐτὸν ἀφικέσθαι τὸν ᾅδην, ὅθεν οὐκ ἃν ἐξοίχοιτό τις, ὑπονοστήσειε δ’ ἃν οὐδαμῶς ὁ ἅπαξ ἐνειλημμένος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ κατόχους ἔχειν εἰς αἰῶνα τοὺς μαλοὺς, ἀρρήκτους καὶ ὑπ’ οὐδενὸς πώποτε νενικημένους ἤγουν παραλελυμένους. ὅτι δὲ οὐ τέθνηκε, διεβίω δὲ, ὡς ἔφην, ἐν τῷ κήτει, καὶ ἦν ἐν αὐτῷ, τῶν εἰς θάνατον ἢ καταφθορὰν πεπονθὼς οὐδὲν, ἀποφήνειεν ἂν εὐκόλως τὸ καὶ ἐν ἐλπίσιν εἶναι τοῦ σωθήσεσθαι πάλιν. ταύτῃτοί φησι τό Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου. ἐκδοθῆναι γὰρ εἰς [*](b) φῶς εὔχεται, καὶ οἷον ἐξ ᾅδου τῆς τοῦ κήτους ἀνενεχθῆναι γαστρὸς.

    [*](5. ἠβούλετο B.D. βούλεται Edd. τῶν εὐχαριστηρίων D. Edd. εὐχαριστηρίους Β. 6. που D. Edd. δὲ Β. 10. ἁλὶ] θαλάσσῃ f. 12. οὐτῇ D. invito b. 13. γὰρ] + αὐτὸν Β. 14. τῶν κινδύνων Edd. invitis B.b.f. 15. ἐκτεθνάναι b. Edd. τεθνάναι Β. τεθνηκέναι f. 16. ὑπονοστείσειε (sic) Edd. 18. αἰῶνας iid. 20. Haec ὡς ἔφην assumpta ex B. 23. τό om. B, 25. ἀναχθῆναι Β.)
    583

    Ἐν τῶ̣ ἐκλείπειν τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, τοῦ Κυρίου ἐμνήσθην· [*](8) καὶ ἔλθοι πρὸς σἐ ἡ προσευχή μου πρὸς ναὀν ἅγιόν σου.

    Tοῖς ἐθέλουσιν εὐδοκιμεῖν οὐκ ἀκερδὴς ὁ πόνος, οὐδ’ ἃν νοοῖτο τὸ θλίβεσθαι φορτικόν. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον·” [*](Ps.cxvii. 5.) ἕτερος δὲ αὖ τῶν ἁγίων προφητῶν “Κύριε ἐν θλίψει ἐμνη- [*](c Es. xxvi. 16.) “σθημέν σου. ἐδόκει δὲ σφόδρα καὶ τῷ θεσπεσίῳ Παύηῳ ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὴν θλῖψιν, τὴν ἐπ’ ἀρετῇ δηλονότι συμβαίνουσαν. ἔφη γάρ “Οτι ἡ θλίψις ὑπομονὴν κατερ- [*](Rom. v. 3—5.) “γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ “ἐλπὶς οὐ καταισχύνει.’’ ἐκλειπούσης δὴ οὖν τῆς τοῦ Προφήτου ψυχῆς, τουτέστι τὸν εἰς κίνδυνόν τε καὶ τὸν ἐπ’ ἐσχάτοις ὑπομενούσης πόνον, πάλιν τι τῶν ὠνησιφόρων ἐπράττετο. οὐ γὰρ, κατά τινας, εὐθὺς ἀπολισθήσας εἰς ἀκηδίαν τῶν θείων κριμάτων ἐποιεῖτο κατάρρησιν, ἀλλ’ ἐμνήσθη τοῦ σώζοντος. βεβόηκε γὰρ πρὸς αὐτὸν, δεδίψηκε τὴν ἐπικουρίαν, οὐκ ἀγνοήσας τὴν ἡμερότητα καὶ τὴν τῆς ἰσχύος [*](d) ὑπεροχὴν, τὰς πρὸς αὐτὸν ἐποιεῖτο λιτὰς, ῥυσθῆναι παρακαλῶν ἐκ θανάτου καὶ φθορᾶς τὴν ἑαυτοῦ ζωήν. μέγα δὴ οὖν καὶ [*](Supra ver. 7.) ἀξιάγαστον τὸ ἐν πόνοις μὴ ἀκηδιᾶν, ἱκετείαις δὲ μᾶλλον καὶ λιταῖς ἐκμειλίσσεσθαι τὸν Δεσπότην, καὶ παρ’ αὐτοῦ ζητεῖν τοῦ κακοῦ τὴν ἀνάβλησιν καὶ τῆς συμφορᾶς τὴν λύσιν.

    Φυλασσόμενοι Φυλασσόμενοι καὶ ψευδ, ἔλεοι αὐτῶ ἐγκατέλιπον. ἐγὠ [*](9 10) δὲ μετὰ φωνῆς αἰνἐσεως καὶ ἐξομολογήσεως θύσς σοι, ὅσα [*](e) ηὐεάμην ἀποσώσω σοι εἰς σωτηρίαν νοῦ τῷ Κυριῳ.

    Ἕτεροι μὲν γὰρ, φησὶ, σε τὸν τῶν ὅλων ἠγνοηκότες Δεσπότην, τὸν Δημιουργὸν, εἶτα τοῖς τῆς ματαιότητος ἐνειἀπ’ [*](1. ἐμοῦ ante et post τὴν ψυχὴν habent Edd. ante Migne qui ἀπ’ ἐμοῦ alt. delevit. 4. ὁ μακ. assumpta ex B. 6. ἐμνήσθημέν Β. Glaph. 282 ἐμνήσθην Edd. 10. ἡ δὲ ὑπομονὴ — οὐ καταιαχύνει ] καὶ τὰ ἑξῆς iid. 22. ἀνάκλησιν iid. 23. ἔλεον Β. (XII.) ἔλεος Edd. Α. V. ℵ) 27. τὸν D. Edd. καὶ Β.)

    584
    λημμένοι βρόχοις, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνατιθέντες τὸ σέβας, καὶ διώκοντες μὲν ὄρνεα πετόμενα, τὴν ἐπ’ ἐκείνοις [*](380 Α. a) δηλονότι ἐλπίδα, ποιμαίνοντες δὲ καὶ ἀνέμους, οὐκ ἐξαιτοῦσι παρὰ σοῦ τὸν ἔλεον, οὔτε μὴν ἐλπίδος εἴσω γεγόνασι τῆς τοιᾶσδέ ποτε. ἐγὼ δὲ οὐ κατ’ ἐκείνους· πόθεν ; ἀλλ’ οἶδά σε τὸν ἐπίκουρον, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα. τοιγάρτοι μετὰ φωνῆς καὶ δεήσεως ἐξομολογήσομαι σοί φησι, καὶ ὥσπέρ τι τῶν εὐοσμοτάτων θυμιαμάτων ἀναθήσω τὰς ᾠδὰς, χαριστηρίους δὲ δηλονότι καὶ πνευματικὰς προσοίσω σοι θυσίας, τὴν δοξολογίαν, τὰς εὐφημίας. ἀποπερανῶ δὲ, καὶ μάλα προθύμως, τὰς εἰς αωτηρίαν εὐχὰς, τουτέστιν, ὅσα μοι b τὸ σώζεσθαι κατεργάζεται, καὶ τὴν ἐμὴν ὀνίνησι ψυχήν. τοῦτο δὲ ἦν ἡ πρὸς ἅπαν ὁτιοῦν τῶν Θεῷ δοκούντων ὑπακοὴ, καὶ τῆς προφητικῆς λειτουργίας ἐκπλήρωσις, ὄκνου τε παντὸς καὶ μικροψυχίας ἐξῃρημένων.

    Εὔχεται μὲν οὖν ὁ Προφήτης ἐν τῷ κήτει γεγονώς. καὶ ὁ μὲν τύπος ἀνθρώπινος, ἡ δὲ ἀληθὴς τοῦ πράγματος εἰκὼν, τουτέστι Χριστὸς, ἐφαίνετο πρὸ τοῦ τιμίου σταυροῦ, μονονουχὶ καὶ εἰσβάλλοντος ἤδη τοῦ παθεῖν, πρὸς τὸν ἐν τοῖς [*](S.Math. xxvi. 39. C) οὐρανοῖς Πατέρα λέγων “Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ “τὸ ποτήριον τοῦτο, γέγονε δὲ καὶ περιδεὴς, καὶ ὡς συνεχόμενος. εἰ δὲ δὴ καὶ ἐν τοῖς ὑποχθονίοις ἀφικόμενος χώραις λελάληκέ τι τῶν ἀνθρωπίνων, αὐτὸς ἂν εἰδείη· σφᾶλερὸν γὰρ εἰπεῖν. πλὴν εὑρήσομεν τὸν θεσπέσιον Πέτρον αὐτῷ προσνέμοντα [*](Acta SS. App. ii. 27.) τὰ διὰ φωνῆς τοῦ Δαυείδ “Διὰ τοῦτο οὐκ ἐγκατα- “ λείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις ’τον ὅσιον “ σου ἰδεῖν διαφθοράν.” ἡ γὰρ σάρξ αὐτοῦ οὐκ εἰσε διαφθοράν. τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν [*](d) ὄντα κατὰ φύσιν, αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς.

    [*](1. ἀναθέντες D. Edd. 2. πετώμενα Edd. 3. δηλονότι assumptum ex Β. deest in D. ἀνέμους B.D. ἀνόμους Edd. 5. πόθεν;] Sic edidi ex B. ποτὲ Edd. 9. σοι om. B. 10, δοξολάγησιν, τὴν εὐφημίαν iid. 13. τοῦτο δὲ] τόδε iid. 22. τοῖς deest in Edd. χώροις Β. 27. Haec ἡ γὰρδιαφθορὰν accesserunt ex B.)
    585