In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὁ ΘΕΣΠΕΣΙΟΣ Ἰωνᾶς πατρὸς μὲν ἐξέφυ τοῦ Ἀμαθὶ, ὥρμητο γεμὴν ἐκ Γεθχοβέρ· πολίχνιον δὲ τοῦτο τῆς Ἰουδαίων γῆς, ἤτοι κώμη, κατά γε τὸν εἰκότα λόγον. ἔοικε δὲ τοὺς τῆς προφητείας πεποιῆσθαι λόγους κατ’ ἐκεῖνον τὸν καιρὸν, καθ’ ὃν καὶ οἱ πρὸ αὐτοῦ Ὠσηέ τε φημὶ καὶ καὶ Μιχαίας καὶ οἱ λοιποί. πλεῖστα δὲ ὅσα τοῖς Ἰουδαίων [*](b) δήμοις κατίδοι τις ἃν αὐτὸν κεχρησμῳδηκότα, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύσαντα λόγους, καὶ τὰ ἐσόμενα σαφῶς προαπηγγελκότα. ἔγγραφος μὲν οὖν τῆς παρ’ αὐτοῦ προφητείας λόγος ἕτερος οὐδεὶς παρὰ τοῦτόν ἐστιν. ὅτι δὲ διατετέλεκε ταῖς Ἰουδαίων ἀγέλαις τὰ κατὰ καιροὺς ἐσόμενα προαναφωνῶν, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή. ἐν γὰρ 1 τῇ τετάρτη τῶν βασιλειῶν ποιεῖται μὲν τοὺς λόγους τὸ γράμμα τὸ ἱερὸν περὶ τοῦ Ἱεροβοὰμ, οὐχὶ δὴ τοῦ [*](3 Reg.xv. 34, c.) καὶ ἐν ἀρχαῖς, ὃς ἦν τοῦ Ναβὰτ, ὃς καὶ ἐξήμαρτε τὸν Ἰσ- [*](365 Α. a) καθὰ γέγραπται, δαμάλεσι δηλονότι ταῖς χρυσαῖς [*](Codex Β. [D. initio adhibitus, postea raro.] 1–3. Sic Β. τοῦ Κυρίλλου εἰς Προφήτην Ἰωνᾶν, τόμος εἷς D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ἄρχιεπεσκόπου ἀλεξανδρέίας, ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην ᾿ Ιωνᾶν Edd. 5. γεθχοβέρ Β. γεικοβέρ D. Γὲθ Χιβέρ Edd. τουτὶ D. 12. ἄγγροφος (sic) D. 13. τοῦτο D. 18, ὀρχῇ Edd. 19. καθὰ D. Edd. καθὼς Β.)

561
προσκυνεῖν ἀναπείσας, ἀλλ’ ἑτέρου πάλιν Ἱεροβοὰμ μετὰ πολλοὺς γεγονότος· τίνα δὲ προανήγγειλεν ὁ μακάριος Ιωνᾶς, διεσάφησε λέγον “Οὗτος ἀπέστησε τὸ ὅριον Ἰσ- [*](4 Reg. xiv. 25—27.) “ραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, “κατὰ τὸ ῥῆμα κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ “δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ “Γεθχοβέρ ὅτι ἐπεῖδε κύριος ἐπὶ τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα· καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους· καὶ οὐκ ἦν ὁ βοηθῶν “τῷ Ἰσραήλ· καὶ οὐκ ἐλάλησε κύριος ἐξαλεῖψαι τὸ “σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς ἐκ “χειρὸς Ιεροβοὰμ υἱοῦ Ἰωάς.’’ τὸ δὲ ἐκ χειρός φησιν ἀντὶ τοῦ διὰ χειρός. Ἱεροβοὰμ γὰρ, ὡς ἔφην, ὁ τοῦ Ἰωὰς πεπολέμηκε πρὸς τοὺς ἀλλοφύλους, καὶ πόλεις διηρπασμένας τῆς [*](b) Ἰουδαίων γῆς ὑφ’ ἑαυτὸν πεποίηται πάλιν, καὶ βεβοήθηκεν οὐ μετρίως τοῖς ἐξ Ἰσραὴλ, Θεοῦ προασπίζοντος καὶ διασώζειν ἐθέλοντος, καίτοι πρὸς λῆξιν ἥκοντας τῆς ἁπασῶν ἐσχάτης ταλαιπωρίας. οὐκοῦν γεγόνασι μὲν καὶ ἕτεροι προφητειας λόγοι κατὰ καιροὺς τῷ μακαρίῳ Ιωνᾷ, ἀναγέγραπται δὲ τὰ περὶ αὐτοῦ νυνὶ χρησίμως τε καὶ οἰκονομικῶς. ἀξιάκουστον γὰρ τὸ χρῆμα, τὸ διακηρύξαι φημὶ Νινευίταις, καὶ παθεῖν τὰ μεταξύ. καταγράφει δέ πὼς ὡς ἐν σκιαῖς καὶ [*](c) τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ μυστήριον. καὶ γοῦν αὐτὸς ἔφη Χριστὸς Ἰουδαίοις προσλαλῶν “Γενεὰ πονηρὰ [*](S.Matth. xii. 39, 40.) “καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται “αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ “ἦν Ἰωνᾶς ἐν τῆ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ [*](2. γεγονότος] + ὅς ἦν τοῦ Ἰωάς Edd. invitis B.D. μακάριος deest in 3. ἄκουσον pro δίες. λέγον iid. 4. ἄῤῥαβα D. 6. δούλου αὐτοῦ et υἱοῦ—Γεθχοβέρ desunt in Edd. δούλου om. (sic) D. 7. ἐπεῖδε ] ἀπεῖδε Aub. 8—11. πικρὸν—οὐρανοῦ desunt in Edd. 8. ἐσπ.] ἐπανισταμένους D. 134, 242.) 12. υἱοῦ Ἰωάς—ἀντὶ τοῦ B.D. τουτέστι Edd. 13. ὡς ἔφην assumpta ex B.D. Ἰωὰς] Ἰωνᾶς Edd. 19. τῷ] τοῦ iid, μακαριῳ et νυνὶ assumpta ex B.D. 22. παθεῖν τὰ μετοξύ D. παθεῖν μεταξύ Edd. μαθεῖν τὸ ἐσόμενα Β. ὡς assumptum ex D. 23. καὶ γοῦν B.D. ὡς Edd. 24–562. 2. Haec Γενεὰ—νύκτας accesserunt ex B.D. 27. Ἰωνδς] + προφήτης D.)
562
“νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῆ “τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.”

Οὐκοῦν ἐξεικονίζεται μὲν καὶ διαπλάττεταί πὼς ἡμῖν ὡς ἔν γε τοῖς κατὰ τὸν θεσπέσιον Ἱωνᾶν τὸ Χριστοῦ μυστήριον. πλὴν ἐκεῖνο τοῖς ἐντευξομένοις εἰπεῖν οἰήσομαι δεῖν. ὅτε θεωρίας πνευματικῆς διαμορφοῦται λόγος, προκειμένου προσώπου, καὶ παραληφθέντος εἰς ὑποτύπωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δοκιμάζειν ἀναγκαῖον τὸν σοφόν τε ἐπιστήμονα, τίνα μὲν ἀκόλουθον ὡς ἄχρηστα ποιεῖσθαι τῷ [*](d) προκειμένῳ σκοπῷ, τίνα δὲ δὴ αὖ χρήσιμά τε καὶ ἀναγκαῖα, καὶ ὠφελεῖν ὅτι μάλιστα πεφυκότα τοὺς ἀκροωμένους. οἷον φέρε εἰπεῖν· προκείσθω Μωυσῆς ὁ μακάριος, ὃς παρέστησε μὲν τὸν Ἰσραὴλ τῷ Θεῷ ὑπὸ τὸ ὄρος τὸ Σινᾶ, γέγονε δὲ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. δεδιότες γὰρ οἱ ἐξ Ἰσραὴλ [*](Ex. xx. 19.) ἐλιπάρουν λέγοντές “Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω “πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀποθάνωμεν. ἀλλ’ ὅτι τὸ χρῆμα τὴν διὰ Χριστοῦ μεσιτείαν προανετύπου σαφῶς αὐτὸς [*](Deut. xviii. 17, 18. e) ἐδίδαξεν ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων “Ὀρθῶς “ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν “φῶν αὐτῶν ὥσπερ σὲ,’’ μεσιτεύοντα δηλονότι καὶ παρσταντα τῷ Θεῷ τὸ ἀνθρώπινον γένος καὶ ἀπαγγέλλοντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόρρητον [*](Ib. 18.) βούλησιν. “Θήσω γὰρ τοὺς λόγους μου εἰς τὸ στόμα “τοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι.’’ παρελήφθη δὴ οὖν ὁ θεσπέσιος Μωυσῆς εἰς τύπον Χριστοῦ, [*](366 Α. a) ἀλλ’ οὐ πάντα τὰ Μωυσέως καὶ αὐτῷ προσάψομεν, ἵνα μή τι τῶν ἀτόπων δρῶντές τε ὁμοῦ καὶ λέγοντες ἁλισκοίμεθα. ὡμολόγει μὲν γὰρ ὁ Μωυσῆς, ὅτι τε ἰσχνόφωνος εἴη καὶ βραδύγλωσσος καὶ ἀνικάνως ἔχων εἰς ἀποστολήν· ἔφασκε [*](7. Haec του — Σωτῆρος accesserunt ex B.D. 16. πρὸς ἡμᾶς D. Edd. ἡμῖν Β. ig. ὅσα deest in Edd. 24. λαλήσει] λαλήσω Edd. ἄν assumptum ex Β. ἐντεἰλωμαι] + αὐτῷ Edd. repugnantibus B.D, 26. προσαψόμεθα D. 27. τε om. Β. habet D. 29. εἰς B.D. πρὸς Edd. 29—563. 4. ἔφασκε—ὀποστελεἱς B.D. καὶ ἐδέετο ἄλλον προχειρισθῆναι Edd.)

563
γὰρ ὅτι “Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι· καὶ οὐκ [*](Exod.iv. 10.) εὔλαλος πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου·’’ παρεκάλει δὲ λέγων· “Δέομαι Κύριε προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστε- [*](Ib. 13.) “λεῖς.” ἀλλ’ οὐ βραδύγλωσσος ὁ Χριστὸς, οὔτε ἰσχνόφωνος κατ’ ἐκεῖνον, ἀλλ’ ἔστιν αὐτὸς ἡ μεγάλη σάλπιγξ. οὕτω γὰρ αὐτὸν ὁ μακάριος προφήτης Ἡσαΐας ὠνόμαζε, λέγων “Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη, σαλπιοῦσι [*](Es.xxvii. 13.) “τῇ σάλπιγγι τῆ μεγάλῃ.’’ περιαγγέλλεται γὰρ τοῦ Σωτηρος [*](b) ὁ λόγος, καὶ ἀκουστὸς γέγονε τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη Δαυείδ “Θεὸς Θεὸς [*](Ps. xlix. 1.) θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν “ἡλίου μέχρι δυσμῶν.”

Οὐκοῦν μεσιτεύει μὲν ὁ Μωυσῆς εἰς τύπον Χριστοῦ, βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῶ. παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουήλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχήμασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον. ἀλλ’ οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ [*](c) ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς θεωρίαις χρήσιμα, ἀλλ’ εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ’ ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ [*](d) προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου [*](7. Haec ὁ μακάριος προφήτης assumpta ex B.D. 11. Haec ὁ μακάριος flesunt in Edd. 15. δεικνύων τὸν τύπον hoc ordine D. δεικνὺς ἐκεῖνον 15. παρελήφθη om. Β. μακάριος deest in Edd. 19. ἠμφιεσμένος D. ἤμφιεσμένα Β. ἀμφιεσάμενος 20. παραθήσομεν Edd. Statim οὐδὲ Β. οὐ D. Edd. 25. φέροιτό Edd. 26. ἑαυτοῦ iid. 28. τοῦ om. D. 29. θεσπεσίου deest in iid.)

564
συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον.

Πλὴν οὐ πάντα τὰ συμβεβηκότα αὐτῶ νοοῖτ᾿ ἂν εἰς τοῦτο χρήσιμά τε καὶ ἀναγκαῖα· οἷον, ἀπεστάλη κηρύξαι τοῖς Νινευίταις, ἀλλ’ ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν· ἀπέσταλται καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς διακηρύξων τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν, οὔτε μὴν ἐζήτησε φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός. παρεκάλει τοὺς [*](Infra i. 12. e) ἐμπλέοντας ὁ Προφήτης λέγων “Ἄρατέ με καὶ ἐμβάλετε εἰς “τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶν· κατεπόθη καὶ ὑπὸ τοῦ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ, καὶ πεπλήρωκε τὴν δισκονίαν· λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος Θεοῦ τοὺς ἀπὸ τῆς Νινευί. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον· [*](367 Α. a) ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, [*](S. Matth. xii. 40; xxvii. 63.) ἀνεβίω τε αὖ, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν [*](S.Matth. xxviii. 19.) ἀρχήν· ἐνετέλλετο γὰρ τοῖς μαθηταῖς μαθητεύειν “πάντα “τὰ ἔθνη· καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς “καὶ τοῦ Υίοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.’’ πλὴν οὐ σωζομένους ὁρῶν εἰς μετάγνωσιν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἴωνας. οὔκουν εἰ μὴ πάντα τῆς ἱστορίας ’τον λόγον εἰς τὸν τῆς πνευματικῆς θεωρίας περιτρέψομεν σκοπὸν, αἰτιάσθω μηδείς. ὥσπερ γὰρ αἰ μέλιτται λειμῶνάς τε καὶ ἄνθη περιιπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσι πρὸς [*](b) τὴν τῶν κηρίων κατασκευὴν, οὕτω καὶ ὁ σοφὸς ἐξηγητὴς τὴν ἁγίαν καὶ θεόπνευστον ἀνερευνώμενος γραφὴν, τὸ τελοῦν εἰς διασάφησιν τῶν τοῦ Χριστοῦ μυστηρίων ἀεὶ συλλέγων [*](1. συνήσομεν Ἰωιᾶ hoc ordine B.D. 3. αὐγῶν Edd. 7. ὁ Πατρός inv. ord. iid. 9. ἐκ B.D. ἀπὸ Edd. Haec καὶ Πατρὀς desunt in 10. ἐμβάλετε D. ἐμάλλετε Edd. βάλετε Β. 11. ἡμῶν D. 12. καὶ secundum assumptum ex B.D. 15. ἀπὸ B.D. ὑπὸ Edd. 18. κοὶ τοῦ ] κοὶ καὶ (sic) Aubertus. 19–21. Haec ἐνετέλλετο — Πνεύματος ex D. 23. Haec ὁ μακάριος desunt in Edd.)

565
καὶ συντιθεὶς, εὐφυᾶ τε καὶ ἀνεπίπληκτον ἀποτελέσει τὸν λόγον. ἐντεῦθεν οὖν ἡμῖν ἀρκτέον τῆς ἐξηγήσεως.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ λέγων [*](Kεφ. α΄.) Ανάστηθι καὶ πορεύθητι εἰς Νινευί τὴν πόλιν τὴν μεγάλην [*](2) καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς [*](c) πρὸς μέ.

Τὴν Ἰωνᾶ προφητείας διακονίαν τε καὶ ἀποστολὴν ἐννενοηκὼς, φαίη τις ἂν καὶ μάλα εἰκότως ἐπὶ καιροῦ, τὸ διὰ τῆς τοῦ μακαρίου Παύλου φωνῆς ὑμνούμενον Ἢ Ἰου- [*](Rom. iii. 29, 30.) “ δαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν ; ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ Θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ “ἀκροβυστίαν διὰ τῆς πίστεως.’’ πείρᾳ δὲ τοῦτο καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Πέτρος, ἀναπεφώνηκε λέγων “ Ἐπ’ ἀληθείας καταλαμβάνομεν, ὅτι οὐκ ἔστι ἔστι προσω- [*](Acta SS. Ap. x. 34,35.) “ πολήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος [*](d) “αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.’’ δεεημιούργηκε μὲν γὰρ αὐτὸς γῆν τε καὶ οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς, πεποίηκε δὲ τὸν ἄνθρωπον ἐν ἀρχαῖς κατ’ ἰδίαν εἰκόνα καὶ καθ’ ὁμοίωσιν, ἵνα τῶν εἰς ἀρετὴν σπουδασμάτων [*](Gen. i. 26.) ἐχόμενος διαβιῴη λαμπρῶς ἐν ἁγιότητι καὶ μακαρισμῷ, καὶ τῶν αὐτοῦ χαρισμάτων πλουσίαν ἔχοι τὴν μέθεξιν. εἶτα παρεκομίσθη πρὸς ἁμαρτίαν, τοῖς τοῦ διαβόλου κακουργήασι πεφενακισμένος· μένος· ταύτῃτοι καὶ γέγονεν ἐπάρατος [*](e) καὶ ὑπὸ φθοράν. προώριστο μὲν οὖν καὶ προέγνωστο πρὸ καταβολῆς κόσμου Χριστὸς εἰς τὴν τῶν ὅλων ἐπανόρθωσιν. εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ “Ἀνακεφαλαιώσασθαι τὰ [*](Eph. i. 10.) [*](1, 2. Haec τὸν et ἐντ’. — ἐξηγήσεως assumpta ex Β. desunt in D. 3. τοῦ om. Aub. (130, 311.) 7. προφητείας Β. προφητείαν D. προφήτου Edd. τε assumptum ex B. 8. φοίη τις ἄν desunt Edd. 10. μόνον D. Edd. μόνων Β. δὲ assumptum ex Β. deest in D. ναὶ κοὶ ἐθνῶν desunt in Edd. 11. ἐπείπερ B. invitis D. Edd. Haec ὅς — τῆς πίστεως assumpta ex Β.D. 13. αὐτὸς ἡμῖν ὁ θ. Πέτρος B.D. Πέτρος ἡμὶν Edd. 1 4. ἀληθείαν Edd. 18. ὀρχῇ iid. 21. αὐτῶν iid. ἔχη iid. 24. γὰρ pro οὖν iid.)

566
“πάντα ἐν αὐτῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. ἀλλ’ ἐφυλάττετο μὲν τὰ τοιάδε τῶν κατορθωμάτων γεγονότι καθ’ ἡμᾶς τῷ Μονογενεῖ, καὶ ἐπιλάμψαντι τῷ κόσμῳ μετὰ σαρκός. ὅτι δὲ τὴν ὕπερ γε τῶν πεπλανημένων φροντίδα, [*](368 A. a) καὶ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν ἀναγκαίαν ἐποιεῖτο Θεὸς, καὶ τοῖς ἐξ ἀμαθίας ὠλισθηκόσιν ἐχαρίζετο τὴν ἐπίσκεψιν, καὶ διὰ πραγμάτων ἠθέλησε πληροφορεῖν. ταύτῃτοι προστέαχε τῷ μακαρίῳ Προφήτῃ βαδίζειν εἰς Νινευί. δὲ πόλις ἡ Νινευὶ πρὸς ἀκτῖνα κειμένη, καὶ διαβόητος, [*](Hier xxvii. 38.) καὶ, ὥς φησιν ὁ προφήτης Ἱερεμίας “Γῆ τῶν γλυπτῶν “ ἐστι.” πλεῖσται μὲν γὰρ ὅσαι τῆς Ἰουδαίων ἦσαν ὅμοροι [*](Joel iii.4.) πόλεις, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμεναι. “Τύρος [*](b) “τε γὰρ καὶ Σιδῶν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων’’ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀναριθμήτων παρ’ αὐτοῖς δαιμονίων ἕδη τε ἦσαν καὶ βωμοὶ καὶ τεμένη.

Τί οὖν, εἶπε μοι, τὰς ἐκ τῶν γειτόνων παραδραμὼν ἀποστέλλει τὸν Προφήτην εἰς Νινευὶ τὴν ἀπωτάτω κειμένην, ἐν ᾗ μάλιστα, καθάπερ ἤδη προεῖπον, πληθὺς ἦν ἀγρία διανενευκότων ἀσχέτως ἐπὶ τὸ χρῆναι προσκυνεῖν ἡλίῳ καὶ ἄστροις καὶ πυρί ; ἀνεπτόητο γὰρ καὶ πέρα λόγου παντὸς εἰς θεομισῆ γοητείαν. εἴρηται γὰρ πρὸς αὐτὴν διὰ τῆς [*](Nahum iii. 4. c) Ἱερεμίου φωνῆς Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρ- “μάκων.” οἶμαι δὴ οὖν ἔγωγε τὸν πάντα εἰδότα Θεὸν βεβουλῆσθαι χρησίμως καὶ αὐτοῖς ἐπιδεῖξαι τοῖς ἀρχαιοτέροις, ὅτι καὶ οἱ λίαν ἐξεστηκότες καὶ τοῖς τῆς πλανήσεως βρόχοις ἐνειλημμένοι, σαγηνευθήσονται μὲν κατὰ καιροὺς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, κἂν εἶεν σφόδρα δεινοί τε καὶ ἀτεράμονες καὶ πολὺ λίαν κεχωρηκότες εἰς τὸ ἐξήνιον. ἔχει γὰρ οὐκ ἀνικάνως ὁ τοῦ Θεοῦ λόγος, εἴς γε τὸ δύνασθαι [*](1. ἐν ἑαυτῷ Edd. 2. γεγονότων iid. 5. ἀναγκαίως iid. 9. ἦν καὶ pro ἢ Νινευὶ iid. 11. Ἰουδαίας iid. 15. δαιμόνων εἴδη iid. 17. ἀπωτὰτην iid. 19. προσκυνῆσαι iid. 22. Ἱερεμίου B.D. Pont. Correxit ad Ναοὺμ Aub. sic corrigente Pont. quoque inter errata. 23. εἶναι pro οὖν Edd. 24. καταδεῖξαι D. iid. τῆς ἀρχαιότητος Edd. 25. οἱ λίαν ἐξεστηκότες] οἱ λίαν ἐξέστησαν iid. 28. ἀτερόμενοι iid. 29. γε assumptum ex B.D.)

567
διαθρέψαι νοῦν, καὶ ἀναπεῖσαι μαθεῖν τὰ δι’ ὧν ἃν γένοιτο [*](d) σοφός. ἀκούση δὲ λέγοντος πρὸς Ἱερεμίαν, ποτὲ μὲν ὅτι “Ἱδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ [*](Hier. v. 14.) “τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς· ποτὲ δὲ αὖ “Οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος, [*](Ib. xxiii. 29.) “καὶ ὡς πέλεκυς κόπτων πέτραν;" ἐπέμπετο δὴ οὖν πρὸς Νινευίτας οὐ μάτην ὁ θεσπέσιος Ἰωνᾶς, ἀλλ’ ἵνα τις γένοιτο προατόδειξις τῆς ἐνούσης ἡμερότητος τῷ Θεῷ, καὶ δοθησομένης κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς ἐξ ἀμαθίας πεπλανημένοις. ὁμοῦ δὲ καὶ εἰς κατάκρισιν τῷ Ἱσραὴλ τὸ δρώμενον [*](e) ἦν· ἠλέγχετο γὰρ ὡς δυσάγωγος, ὡς ἀπειθὴς, ὡς ὀλίγα πεφροντικὼς τῶν τοῦ Θεοῦ νόμων. Νινευῖται μὲν γὰρ ἑνὸς προφήτου διακηρύξαντος ἀμελλητὶ μεταπλάττονται πρὸς τὸ δεῖν ἑλέσθαι μετανοεῖν, καίτοι πλείστην ὅσην κατηῤῥωστηκότες τὴν πλάνησιν· οἱ δὲ Μωυσέως καὶ προφητῶν ἀλογήσαντες, καὶ αὐτοῦ καταπεφρονήκασι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καίτοι ταῖς διδασκαλίαις προσεπάγοντος τὰς τερατουργίας, δι’ ὧν ἦν εἰκὸς ἀναπείθεσθαι, καὶ μάλα ῥᾳδίως, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, ἅπασαν μὲν ἀνασώσων [*](a 369 A.) τὴν ὑπ’ οὐρανὸν, πρὸ δέ γε τῶν ἄλλων ἁπάντων αὐτούς. ὅτι δὲ τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ εἰς ἐλέγχου δύναμιν εἴη ἂν, καὶ μάλα εἰκότως, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός “Ἄνδρες [*](S. Matth. xii. 41.) “Νινευῖται ἀναστήσονται ἐν τῆ κρίσει μετὰ τῆς ταύτης καὶ κατακρίνουσιν ἀυτὴν, ὅτι μετενόησαν εἰς τὸ “κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. πῶς δὲ πλεῖον ἐν Χριστῷ παρὰ τὸν ’lωνᾶν ; ὁ μὲν γὰρ ἠπείλησε μόνον Νινευίταις τὴν καταστροφὴν, ὁ δέ γε κύριος ἡμῶν [*](2. ἄκουε Edd. ὅτι assumptum ex B.D. 5. δὴ] δὲ D. 7. θεσπέσιος deest in Edd. 10. δὲ] τε D. 11. ἀπαθὴς pro ἀπειθὴς Edd. 13. προφήτου διακηρύξαντος B.D. προδιακηρ. Edd. μεταπλάττονται Β. μετεπλάττοντο D. Edd. 14. χρῆναι pro δεῖν ἑλέσθαι Β. invitis D. Edd. 15. προφητῶν] προφ. (sic) Aub. προφήτου pont. 16. Haec τοῦ π. ἠμ’. Σωτῆρος assumpta ex B.D. 21. χρῆμα B.D. πρᾶγμα Edd. 22. συφηνιεῖ ] σαφηνίζει Edd. Statim αὐτὸς ὁ Xp. λέγων inverso ordine Β. 23—25. μετανοήσαντες εἰς τὸ κήρυγμα Ἰωνᾶ, κατακρινοῦσι τὴν γενεὰν ταύτην ἰδοὺ γὰρ Edd. 25. Ab Ἰωνᾶ ad Ἴωνα transilit D. 26. περὶ τοῦ Ἰωνᾶ ; Edd. 27. Haec Κύριος μῶ Ἰ. ὁ assumpta ex B.D. ὁ suprascriptum D.)
568
Ἰησοῦς ὁ Χριστὸς δι’ ἀρρήτου τερατουργίας καταπλήττων [*](b) ἐθαυμάζετο· ὁλκὸς δὲ πρὸς πίστιν ἀειπως ἐστὶ συντρέχον τῷ λόγῳ τὸ θαῦμα. οἰκονομικώτατα τοίνυν ἀποστέλλεται κηρύξων ὁ μακάριος Ἰωνᾶς τοῖς κατῳκηκόσι τὴν Νινευὶ ὅτι ἀνέβη ἡ κραυγή τῆς κακίας αὐτῶν πρὸς τὸν τῶν ὅλων Θεόν. ἠγνόηκε μὲν γὰρ παντελῶς οὐδέν· εἰ δὲ δὴ κινοῖτο πρὸς ἐπίσκεψιν τῶν τισὶ πεπλημμελημένων, τότε καὶ ἀναβῆναί φησι πρὸς ἑαυτὸν τὴν ἐκ τῶν ἔργων καταβοήν. κριτὴς γάρ ἐστι τῶν ὅλων ὡς Θεός. καταβοῆσαι δὲ λέγεται καὶ τῆς [*](Gen. iv. 10; xviii. 21. c) τοῦ Καΐν μιαιφονίας τὸ Ἅβελ αἷμα, καὶ πόλεων δὲ τῶν ἐν Σοδόμοις τῆς αἰσχρουργίας ἡ ἀγριότης.

[*](3)

Καὶ ἀνἐστη Ἰωνᾶς του φυγεῖν εῖς Θαρσεῖς ἐκ προσώπου κὼ κατέβη εἰς Ἰόππην, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸ ναῦλον αὐτοῦ, καὶ ἐνέβη εἰς αὐτὸ, τοῦ πλεῦσαι μετ’ αὐτῶι εἰς Θσρσεῖς ἐκ προσώπου Κυρίου.

Ἰόππη μὲν οὖν Παλαιστίνης ἐστὶ πόλις, ἐπ’ αὐτῇ θαλάσσῃ κειμένη· ἐπίνειον δὲ τῶν ἐπιτηδείων τοῖς ἐκ τῆς Ἰουδαίας ἐπὶ [*](d) ναυτιλίαν ἰοῦσι καὶ εἰς πόλεις μάλιστα τὰς πρὸς ἠῶ. κάτεισι δὴ οὖν ὁ Προφήτης, εἶτα πλοῖον ἀπαῖρον εἰς Θαρσεῖς καταλαβών· προετέθειτο γὰρ τῇ νηὶ κατὰ τὸ εἰκὸς ὁ αὐτόθι δρόμος· ἐδίδου τὸ ναῦλον, καὶ συναπέπλει τοῖς ἄλλοις. Θαρσεῖς δέ φησι τοὺς νῦν καλουμένους Ταρσοὺς, ἤτοι Ταρσόν. τινὲς μὲν οὖν οἴονται πόλιν διὰ τούτου κατασημαίνεσθαι τὴν παρ’ Αἰθίοψι καὶ Ἰνδοῖς, καὶ ἐστι μὲν ὁμολογουμένως παρ’ ἐκείνοις Θαρσεῖς· ἡ γοῦν σύμπασα τῶν Ἰνδῶν διὰ τοῦ Θαρσεῖς σημαίνεται χώρα· πλὴν εἴς γε τὸ παρὸν οὐκ ἐκεῖνο οἶμαι [*](1. ἀρρήτην τερατουργίαν Edd. 2. ὁλκὸς δὲ πρὸς πίστιν ἀεἰπως ἐστι D. nisi quod ὁλκὸν scribit. ὁλκὸς δέ πὼς ἀεὶ πρὸς πίστιν ἐστὶ Edd. ἕλκων τε πρὸς πίστιν ἀεί πὼς εἶχε Β.· 4. μακάριος deest in Edd. 5. τῆς κακίας αὐτῶν D. Edd. (95. 130, 185, 240, 311.) αὐτῆς (sic) Β. 7. τισὶ assuinptum ex B.D. 8. καταβολήν Aubertus. 12. Θαρσεῖς B.D. (8 (ℵ Alex.) Θορσὶς (bis) Edd. 14. ἀνέβη D. (Vat.) 15. εἰς Θαρσείς om. D. (24O.) 16. οὖν ora. B. 17. τοῖς deest in Edd, 20. προετέθειτο Β. προὐτέθειτο Edd. προστέθειτο D. νηὶ κατὰ τὸ εἰκὸς B.D. Νινευὶ Edd. 22. Ταρσὸν] τορσί D. 26. ἐκείνην Edd.)

569
βούλεσθαι δηλοῦν τὸν λόγον· ὅτι τοῖς ἀποπλεῖν ἐθέλουσιν [*](e) ἐπὶ τὰ Ἰνδῶν ἔθνη, γένοιτ’ ἂν εἰκότως οὐ διά γε τῆς Ἰόππης ὁ πλοῦς, ἀλλὰ διὰ θαλάσσης μᾶλλον τῆς Ἐρυθρᾶς, εἰ μὴ ἄρα τις οἴοιτο τυχὸν βεβουλῆσθαι τὸν Προφήτην διὰ Περσῶν τε καὶ Ἀσσυρίων εἰς Αἰθίοπας τοὺς ἐσωτάτω ποιεῖσθαι τὴν ἀποδρομήν. ἀλλ’ ἢλίθιον οἶμαι τὸ χρῆμα παντελῶς· Θαρσεῖς δὴ οὖν ἔοικεν ἀποκαλεῖν, ὡς ἔφην, τοὺς νυνὶ Ταρσούς· Κιλίκων δὲ αὕτη πόλις, τὸ Κύδνου πίνουσα [*](a 370 Α.) νᾶμα, καὶ εἰς αὐτοὺς τοὺς πρόποδας τοῦ Ταύρου κειμένη· ὄρος δὲ τοῦτο Κιλίκων παμμέγεθες. ἀπαίρει γοῦν ὁ Προφήτης, καὶ πρόφασις αὐτῷ τῆς ἀποδημίας τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. ἐνταῦθα λοιπὸν οὐκ ἀζήτητος ἡμῖν ὁ λόγος, μᾶλλον δὲ τῆς φυγῆς ὁ τρόπος. οἶμαι δὴ οὖν ὅτι τὸ παραιτήσασθαι τὴν ἀποστολὴν καὶ οἱονεὶ κατοκνῆσαι τὴν διακονίαν, τοῦτό ἐστι τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ.

Ἄπεισι δὲ εἰς Θαρσεῖς ἀνθ’ ὅτου, καὶ ὅ, τι διεσκεμμένος, οὐκ ἔχω νοεῖν. εἰ μὴ ἄρα τις ἐκεῖνο καθ’ ἑαυτὸν ἐννοήσειεν, [*](b) ὅτι μικρά τις καὶ ἐν αὐτῷ, καθὰ καὶ ἐν τοῖς ἀρχαιοτέροις ἁγίοις ἡ περὶ Θεοῦ διάλγψις ἦν· ᾤοντο γάρ τινες, μόνης τῆς Ἰουδαίων χώρας ἀνῆφθαι τὸ κράτος τὸν τῶν ὅλων Θεὸν, συστέλλεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καὶ γῆς ἀπανίστασθαι τῆς ἑτέρας. καὶ γοῦν ὁ θεσπέσιος Ἰακὼβ ἀπεφοίτα μὲν κατὰ καιροὺς τῆς πατρῴας ἑστίας, ἠπείγετο δὲ πρὸς Λάβαν, καὶ εἰς τὴν μέσην τῶν ποταμῶν. εἶτα κατηυλίζετο μὲν ἐν χώρᾳ τινὶ, λίθον δὲ ὑποθεὶς τῆ κεφαλῇ κατὰ τὸ εἰωθὸς ἐκάθευδεν. εἶτα τὴν κλίμακα τεθέαται τὴν ἐκ γῆς διήκουσαν εἰς οὐρανὸν, [*](c) καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντάς τε καὶ καταβαίνοντας δι’ αὐτῆς, ἐπεστηριγμένον δὲ ἐν αὐτῇ τὸν Κύριον. [*](2. τὰ] + τῶν Edd. invitis B.D. γένοιτο D. 3. Ἰόπης D. 4. τυχὸν assumptum ex B.D. 6. τὸν ἀπόδρομον Edd. οἶμαι assumptum ex B.D. 7. ὡς ἔφην desunt in Edd. 8. νῦν iid. τε pro δὲ D. 9. Ταύρου D. Ταρσοῦ Edd. 10. γοῦν B. μὲν D. μὲν οὖν Edd. Θεοῦ ad Θεοῦ transilit D. 15. Haec τοῦτό ἐστι accesserunt ex B. 16. πάρεισι Edd. invitis B.D. 17. νοήσειεν D. 18. καθὼς Edd. 21. γῆς om, D. 25. ἐπιθεὶς b. invitis D. Edd. τὸ assumptum ex B.D. 27. τε om. B.b. habet D.)

570
[*](Gen. xxviii. 16.) ἔφασκέ τε διαναστάς “Ὅτι ἔστι Θεὸς ἐν τῶ τόπω τούτω, “ἐγὼ δὲ οὐκ ἤδειν.’’ οἴμαι δὴ οὖν, ὅτι τοιοῦτον τι καθ’ ἑαυτὸν ἐννενοηκὼς καὶ ὁ μακάριος Προφήτης, τῆς μὲν Ἰουδαίας ἀπενοσφίζετο, ἀπεχώρει δὲ εἰς πόλεις τὰς Ἑλληνικάς. τοῦ δὲ κατοκνῆσαι τὴν πρόφασιν, καὶ μὴ προθύμως ἑλέσθαι [*](d) πληροῦν τὴν διακονίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν αὐτοῦ λόγων. διεκήρυξε μὲν γὰρ ὕστερον ἀπελθών· ἐπειδὴ δὲ οὐκ ἐκβέβηκεν αὐτῷ τὰ τῆς προφητείας εἰς πέρας, λελύπηται σφόδρα, [*](Infra iv. 2,3.) καὶ δὴ καὶ ἔφασκεν “Ὦ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου “ὄντος μου ἐν τῇ γῆ μου ; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν “εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι σὺ εἶ ἐλεήμων καὶ “μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις· “καὶ νῦν, Δέσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, [*](e) “ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.’’ οὐκ ἠγνόησε μὲν γὰρ ὡς προφήτης τῆς διακονίας τὸ πέρας· ἐδεδίει γεμὴν μὴ ἄρα τῶν δι’ αὐτοῦ κηρυγμάτων οὐκ ἐνηνεγμένων εἰς πέρας, ἀγνοήσωσι μὲν Νινευῖται τοῦ κατοικτείραντος Θεοῦ τῆς χρηστότητα, διαχρήσωνται δὲ, καὶ ἀνέλωσιν αὐτὸν, ὡς βωμολόχον, ὡς ἀπατεῶνα καὶ ψευδοεπῆ, καὶ εἰκῆ πονεῖν αὐτοὺς ἀναπεπεικότα. προαλὲς γὰρ ἀεὶ τὸ βάρβαρον εἰς ὀργὰς, καὶ λίαν ἑτοίμως ἀποταυρούμενον, κἂν εἰ μὴ πρόφασιν ἔχοι τῆς μανίας εὔλογον.

[*](371 Α. a)[*](4)

Καὶ Κὐριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύσων μέγας ἐν τῇ θαλάσση, καὶ τὀ πλοῖον ἐκινδύνευε συντριβῆναι. [*](5) καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὀς τὸν θεὸν αὐτῶν, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῶ̣ πλοίω εἰς τὴν θάλασσαν τοῦ κουφισθήναι ἀπ’ αὐτῶν.

Κατεξανίσταται μὲν τῆς νεὼς τὸ κλυδώνιον, οἰκονομοῦντος Θεοῦ καὶ πνευμάτων ἀγρίαις ἐμβολαῖς διακυκῶντος τὴν [*](6. οἰησόμεθα D. 9. ἔτι assumptum ex B.D. 21. ἔχῃ Edd, invitis B.D. 23. μέγα assumptum ex B. (22. al.) deest in D. 26. αὐτων B.D.F. (Alex. XII.) αὐτοῦ Edd. (Vat. 8 XII suprascript.) τῶν alt. om. Edd. 28. νεὼς B.D. ναὸς Edd. 29. ἀγρίων ἐκβολαῖς iid.)

571
θάλασσαν· ἐμπίπτει δὲ τοῖς πλωτῆρσι τὸ δεῖμα, καὶ ὁ λόγος [*](b) ἦν ἤδη περὶ τῶν ἐσχάτων αὐτοῖς, ἀποτριζούσης μὲν, κατὰ τὸ εἰκὸς, τῆς ὁλκάδος, μονονουχὶ δὲ καὶ ἀπειλούσης ἤδη πὼς, ὅτι δὴ μέλλοι συνθραύεσθαι. κέχρηται δὲ ταῖς ἐξ ἔθους ἐπικουρίαις ὁ τῶν ναυτῶν ὅμιλος, καὶ ἀποφορτίζει τὴν ναῦν, ὡς ἂν ὑψοῦ τε εἴη κυμάτων, εὐπετεστέρα δὲ οὕτω λοιπὸν ἐποχοῖτο τοῖς ὕδασι. μέγα δὲ πρὸς ἀπόδειξιν τοῦ χειμάζεσθαι, τὸ καὶ αὐτοὺς τοῖς δείμασι βεβλῆσθαι τοὺς ναυτίλους, καὶ σωτῆρας ἥκειν αὐτοῖς τοὺς ἰδίους θεοὺς ἐκτενέστατα παρακαλεῖν, ὡς ἀπεγνωκότας ἤδη τῆς σωτηρίας.

[*](c)

Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου κὼ ἐκάθεθδε καὶ ἔρεγχε. καὶ προσῆλθε πρός αὐτὀν ὁ πρωρεὐς κοὶ εἶπεν αὐτῷ [*](6) Τι οὐ ῥἐγχεις ; ἀνάστα καὶ ἐπικαλοῦ τὀv θεόν σου, εἴπως ὁ Θεὸς ἡμᾶς καὶ μἠ ἀπολώμεθα.

Ἁρμόσειεν ἂν ἥκιστά γε νήψεσι προφητικαῖς τὸ ῥᾴθυμον εἰς εὐχὰς, κινδύνων ἐπηρτημένων, καὶ τὸ ὑπτιοῦσθαι φιλεῖν, καλούντων εἰς πόνους καιροῦ καὶ πράγματος, ἐφ’ ᾧπερ ἃν [*](d) πρέποι μᾶλλον τὸν τῶν ὅλων ἐκμειλίσσεσθαι Θεόν. ὅθεν ἔστιν ἐννοεῖν, ὡς πρὸ χειμῶνος ὁ ὕπνος ἦν· εἰωθότος δὲ σφόδρα κατηρεμεῖν τὸ καὶ εἰς αὐτὴν καθικέσθαι τοῦ πλοiου τὴν κοίλην. φίλον γὰρ ἀεὶ τοῖς ἁγίοις καὶ περισπούδαστον, τὸ τύρβης ἀποφοιτᾶν, καὶ ὄχλων ἀπονοσφίζεσθαι, καὶ διατελεῖν κατὰ μόνας, καθὰ καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας “Ἀγαθὸν ἀνδρὶ, φησὶν, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· [*](Thren. iii. 27,28.) καθίσεται κάτα μόνας, ὅτι ἦρεν ἐφ’ ἑαυτῷ. ἀνακεκράγει δὲ πάλιν περὶ τῆς τῶν ἀπειθούντων πληθύος “Κύριε παντο- [*](Hier. xv. 16,17.) [*](4. μέλλει συνθραῦσθαι Edd. 6. τε εἴη D. Edd. μὲν ἴοι Β. 7. ἐποχοῖτο D. ἐποχῆται Β. ἐποιχοῖτο Edd. 9. ἐντενέστατα Edd. 13. ἀνἀστηθι F. Edd. (XII ex corr.) Statim καὶ assumptum ex D. (ℵ B.D. (22. al.) διασώσῃ F. (ℵ Α. V. XII.) σώσῃ Edd. (87, (87, 97.) B.D. (ℵ 49, 233.) οὐ μὴ Edd. οὐ suprascr. XII.) 15. γε asisumplum ex 16. φιλεῖν Β. δοκεῖν D. Edd. 19. δὲ B.D.b. γὰρ Edd. 21. κοίλην D. Edd. κοιλίαν Β. 22. τύρβης b. τρυφῆς D. Edd. 23. καθὼς Edd. ὁ θ. πρ. desunt in iisd. 25. κατὰ μόνας] + καὶ σιωπήσει Aub. invitis B.D. 26. τῶν assumptum ex B.D.)

572
[*](e) “κράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων αὐτῶν, ἁλλ’ ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαθή- “ μὴν, ὅτι πικρίας ἐνεπλήσθην.” τὸ δέ γε ἱζῆσαι κατὰ μόνας, τὸν ἠρεμαῖον οἶμαί που κατασημαίνει βίον, καὶ τὸ ἀπαλλάττεσθαι μερίμνης καὶ φροντίδος βιωτικῆς, καὶ τὸ μὴ ἀναμὶξ ἰέναι τοῖς ἄλλοις, οἱ τὴν φιλήδονον καὶ φιλόσαρκον τετιμήκασι ζωήν. ἀπονυστάζει δὴ οὖν ὁ Προφήτης, οὐκ ἀφειδήσας [*](372 Α. a) τοῦ πρέποντος, ἀλλ’, ὡς ἔφην ἤδη, πρὸ τῆς τῶν χειμώνων ἐμβολῆς. διανύττει γεμὴν ὁ πρωρεὺς, χρῆναι δὴ εἰπὼν ἐπικόιλεῖσθαι τὸν Θεὸν αὐτοῦ. λυπεῖ γὰρ ἀείπως τοὺς κινδυνεύοντας τὸ δοκεῖν ἀμείνους δειμάτων εἶναί τινας, καὶ οὐκ ἐν καιρῷ τιμῆσαι τὸ ῥᾴθυμον.

[*](7)

Kαὶ εἶπεν ἕκαστος πρὸς τὀν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κάκω αὕτη εστίν ἑ [*](b) καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.

Περιεπγότατα μὲν οἱ πλωτῆρες καὶ ἀσύνηθές τι μελετῶσι καὶ ξένον, τὸ ἐπείγεσθαι κλήρῳ διαμαθεῖν τὸν ἐφ’ ᾧ λελύπηται ὁ Θεός. πλὴν οἰκονομεῖται καὶ τοῦτο χρησίμως, ὡς ἃν γένοιτο καταφανὴς ὁ νομίσας δύνασθαι φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ· πίπτει γὰρ ὁ κλῆρος ἐπ’ αὐτὸν, καὶ τὸν ἐκ τοῦ πράγματος ἔλεγχον ὑπομένων ὁρᾶται. ἐδεδίει γὰρ, κατὰ τὸ εἰκὸς, τῆς οἰκείας σκέψεως προαλεστέραν ποιεῖσθαι τὴν κατάρρησιν. καλὸν οὖν ἄρα καὶ σοφὸν τοῖς ἐθέλουσι τηρεῖν, [*](Sir. iv. 26. c) τό “Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου.”

[*](8)

Καὶ εἶπαν προὸς αὐτόν Ἀπάγγειλον ἡμῖν, τἰνος ἕνεκεν ἡ κάκω αὕτη εστίν ἑ ἡμῖν· τίς σου ἡ ἐργασία εστί, κὼ πόθεν καὶ ποῦ πορεύῃ, κοὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ ; [*](9. ἐκβολῆς Edd. 13. βάλλωμεν Edd. (62, 153.) 14. ἐστὶν ἐν ἥμιν B.D. ἐφ’ ἡμῖν [ὑμῖν F.] ἐστι F. Edd. (153, 310.) 16. περιεργότατον Edd. 18. om. Β, 20. ἐπ’ αὐτῷ D. 25. εἶπαν B.D. (ℵ Alex. XII.) εἶπον (Vat.) ἀνάγγειλον F. Edd. Statim δὴ add. F. Edd. (XII mg.) 26. ἐν om. F. Edd. 27. χώρας] + εἶ σὺ Β. invito D. σὺ εἶ inverso ordine B. (XII.))

573
καὶ εἶπε πρὸς αὐτούς Δοῦλος Κυρίου ἐγώ εἰμι, καὶ τοι Κύριον [*](9) Θεὸν τοῦ οὐρανοῦ ἐγώ σέβομαι, ὅς ἐποίησε τἠν θάλασσαν καὶ τὴν ξηράν. καὶ ἐφοβήοθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν [*](10) πρὸς αὐτό Τί τοῦτο ἐπόησας ; διότι ἐπέγνωσαν οἱ ἄνδρες, [*](d) ἅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοἶς.

Φιλοπευστοῦσι χρησίμως, ὡς ἤδη μὲν κλήρῳ τὸν αἴτιον ἐπεγνωκότες οὐ μὴν ἔχοντες σαφῶς διειδέναι τῆς πλημμελείας τὸν τρόπον. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, ποῖον μὲν αὐτῷ τὸ ἐπιτήδευμα, ποῖα δὲ χώρα καὶ πόλις, καὶ ἐκ ποῶν ἔρχεται λαῶν προστετάχασιν εἰπεῖν, ζητοῦντες οἶμαι μαθεῖν, ποίῳ προσκέκρουκε Θεῷ. ἴδιος γὰρ ἦν καὶ τῶν ἐμπλεόντων [*](e) ἑκάστῳ, καὶ οὐχ εἷς ὁ πάντων Θεός. ᾤοντο δὲ, ὅτι τὸν λελυπημένον ἐπ’ αὐτῷ θεραπεύσαντες δαίμονα, τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούσονται βλάβη. ἐπειδὴ δὲ ὁ Προφήτης οὖλον ἑαυτὸν ὠνόμαζε Θεοῦ τοῦ τεκτηναμένου γῆν τε καὶ οὐρανὸν, καὶ αὐτὸν ἔφη ποιεῖσθαι προσκυνητὸν, συνῆκαν εὐθὺς ὅτι πέφευγεν ἐκ προσώπου Θεοῦ. συνῆκαν δὲ ὅπως ; ὅτι μὴ ἐξῆν Ἰουδαίοις τῆς ἐκνεμηθείσης αὐτοῖς ἀπονοσφίζεσθαι χώρας, μήτε μὴν ἀλλοφύλοις ἐπιφοιτᾶν, μήτε πόλεσιν [*](a 373 Α.) ἐμβάλλειν εἰσωλολατρεῖν εἰθισμέναις. μῶμος δὲ τὸ χρῆμα παρ’ αὐτοῖς, καὶ οὐκ ἀνύποπτον εἰς ἀπόστασιν· ἐδόκει δὴ εἶναι καὶ ἔξω νόμου, καὶ τῶν ἐν αἰτίᾳ καὶ δίκῃ. καὶ γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπολισθήσειν αὐτοῦ τῆς σωτηρίας, τῆς ὡς ἐν πίστει φημὶ, διεβεβαιοῦτο σαφῶς, εἰ μὴ ἕλοιντο καταδράττεσθαι παρόντος ἔτι καὶ ἐνδημοῦντος ἐν κόσμῳ· ἔφασκε γάρ “Ἐτι μικρὸν χρόνον μεθ’ [*](S. Joan. vii. 33,34.) “ὑμῶν εἰμὶ, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετε με [*](b) [*](1. Κύριον assumptum ex D. deest in F. Edd. (87. al.) 2. σέβομαι] φοβοῦμαι F. Edd. (23, 91, 130, 153, 31 1.) 4. ἐπέγνωσαν B.D. (198, 240.) ἔγνωσαν Edd. Post haec D. non contuli, nisi paucis locis. 6. ἐγνωκότες τὸν αἴτιον b. 7. οὐ μὴν B.b. οὐκ Edd. 10. μαθεῖν assumptum ex B. που b. Neutrum habent Edd. 11. καὶ assumptum ex B. 20. εἰσωλολατρίαις Edd. 22. τῶν deest in Edd. 23. Haec ἡμῶν Ἰησοῦς ὁ Χριστὸς accesserunt ex B. 24. αὐτοῦ Β. αὐτοὺς Edd. 26. Ἔτι μ. χρ. μεθ’ ὑμῶν] δτι μεθ’ ὑμῶν μικρὸν χρόνον iid.)

574
“καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ ἐλθεῖν·’’ οἱ δὲ τὴν Ἰουδαίων ἀπόστασιν ἐπὶ τὰ ἔθνη κατονεισίχοντες, [*](S. Joan. vii. 25.) ἔφασκον ἀμαθῶς “Ποῦ μέλλει οὗτος ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτὸν ; μὴ εἰς τὴν διασπορὰν “τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς “Ἕλληνας;” ὡς γὰρ ἐξίτηλόν τε καὶ ἔξω τριβῆς, καὶ ὡς ἀπωτάτω τοῖς παρ’ αὐτοῖς, ὑπὸ μῶμον ἄγουσι τὸ τοῖς Ἑλλήνων ἀναφύρεσθαι δήμοις. ὅτι τοίνυν οὐ μεμένηκεν [*](C) ἐν τοῖς τῆς Ἰουδαίας ὅροις, συνέπλει δὲ αὐτοῖς εἰς Ταρσοὺς, δέχονται τὰς ὑποψίας, διατεκμαίρονται δὲ ὅτι παραιτεῖται τάχα που καὶ τὴν ἐν νόμῳ ζωὴν, καὶ τοῖς τῶν Ἑλλήνων ἔθεσιν ἑαυτὸν ἐπιδοὺς, τὴν ὡς ἐκ προσώπου Θεοῦ μεμελέτηκε φυγήν.

[*](11)

Καὶ είπαν προς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἠ ἀφ’ ἡμῶν ; ὅτι ἡ θάλασσα ἐnορεύετο, καὶ ἐξήγειρε μᾶλλον [*](12) κλύδωνα. καὶ εἶπεν Ἰωνᾶς πρὸc αὐτούς Ἄρατε με καὶ [*](d) ἐμβάλετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶ· διὀτι ἔγνωκα ἐγὼ, ὅτι δἰ ἐμὲ ὁ κλύδων οὗτος ὁ μἐγας ἐφ’ ὑμᾶς ἐσιν.

Δεδίασι μὲν ἀγριαίνουσαν κατ’ αὐτῶν οὐ φορητῶς τὴν θάλασσαν· καταπεφρίκασι δὲ οὐδὲν ἧττον τὸν τῶν Ἑβραίων Θεόν· οὐ γὰρ ἦσαν ἐν ἀγνοίᾳ τῆς ἐνούσης αὐτῷ δυνάμεως τε καὶ δόξης, καίπερ ὄντες ἀλλογενεῖς. ἐπειδὴ δὲ δοῦλον ἑαυτὸν ἔφη Θεοῦ, διαποροῦσι λοιπὸν καὶ μερίζονται τὰς [*](e) γνώμας. ὀκνοῦσι μὲν γὰρ τὸν φόνον, ὑποβλεπόμενοι τὴν ὀργὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ. ἐπιθρωσκούσης δὲ τῆς θαλάσσης αὐτοῖς οὐ μεῖον ἢ πρὶν, ἀναγκαίαν τὴν ὑπέρ γε σφῶν αὐτῶν ποιοῦνται φροντίδα. ταύτῃτοι παρακαλοῦσιν εἰπεῖν τὸ, τί ἂν γένοιτο παρ’ αὐτῶν, καὶ κατευνασθήσεται μὲν [*](1. ἐγώ εἰμι inverso ordine Edd. 5. καὶ deest in Edd. 12. δοὺς 17. βάλετε Β. 18. οὗτος ὁ μέγας hoc ordine B. (26, 95, 114, 185, 228.) 29. τὸ om. B.)

575
ὁ κλύδων, κατηρεμήσει δὲ καὶ τὸ κῦμα, καὶ τὸν ἐπὶ τοῖς ἐ‘σχάτοις αὐτοὶ διαφεύξονται κίνδυνον. τί οὖν ὁ Προφήτης ; ὸμολογεῖ τὸ πλημμέλημα, καὶ προσκεκρουκὼς αἰσχύνεται, καὶ τῆς ἑαυτοῦ δυσβουλίας καταψηφίζεται· Ἄρατέ με γάρ φησι καὶ ἐμβάλετε εἰς τὴν θάλασαν. μονονουχὶ γὰρ τοῦ [*](a 374 A.) κατοκνησαι τὴν ἀποστολὴν ἐξαιτεῖσθαι παρ’ αὐτῶν δεῖν ἔφη τὰς δίκυς. ἤδει γὰρ ὅτι σπένδεταί πὼς τῇ νηὶ τὸ κλυδώνιον, εἰ λάβοι ’τον ζητούμενον, καὶ καταλήξει τῆς μάχης ἡ θάλασσα, ἔχουσα λοιπὸν τὸν προσκεκρουκότα.