In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

OIHΘΕΙΗ μὲν ἄν τις περιττὸν εἶναί πὼς καὶ εἰκαιόβουλον, [*](a) καὶ οὔτι που σφόδρα τῶν ἀναγκαίων εἰς ὄνησιν, καὶ πολλοῖς ἤδη προειρημένα μονονουχὶ καὶ ἀνασκαλεύειν ἐπιχειρεῖν, καὶ τοῖς τῶν προλαβόντων πόνοις ἐπεισφέρειν ἐτέρους. καίτοι καὶ λίαν ἀποχρώντως ἐχόντων ἐκείνων εἴς γε τὸ δύνασθαι διατρανοῦν εὖ μάλα τὰς τῶν ἁγίων προφητῶν [*](b) συγγραφάς· ἐγὼ δὲ τὸ χρῆμα φαίην ἂν οὐχ ὧδε ἔχειν· πολλοῦ τε καὶ δεῖ. μεμνήσομαι γὰρ ἐπιφωνοῦντος τοῦ Παύλου τοῖς παρ’ αὐτοῦ μυσταγωγουμένοις “Tὰ αὐτὰ [*](Phil. iii. 1.) “λέγειν 5 ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.”

Ἅθρει δὲ ὅπως ἐστὶν ἀληθὴς ὁ λόγος. εἰ γάρ τι προκέοιτο τῶν ἀναγκαίων εἰς εἴδησιν, εἶτα πολλοὶ καὶ παρὰ πολλῶν ἐπ’ αὐτῷ δὴ τούτῳ γένοιντο λόγοι, βλάβος μὲν ἔσται τὸ σύμπαν οὐδέν· ὀνήσειε δ’ ἂν ὅτι μάλιστά γε τοῖς ἀκροωμένοις. εἰ μὲν γὰρ ἀλλήλοις συμβαίνοντας ποιοῖντο τοὺς λόγους οἱ διερμηνεύειν εἰωθότες, ἀσφαλεστέρα που πάντως a 2 Α τοῖς φιλακροάμοσιν εἰσ’ κρίνεται γνῶσις· εἰ δὲ δή τι φαί- [*](Codices B.D. (D initio mutilus.) 4 1. Tit. Β. Edd. 4. 4 ὑπομνηματικὴ 18. τῶν] + ὧν Β. 19. δὴ τούτῳ] Sic Β. Edebatur οὕτω. 23. 5 τι] τοι Edd.)

2
νοιτο τὸ ἐφ’ ἑκάστῳ καινοπρεπὲς καὶ τὸ τῷ δεῖνι τυχὸν οὐ σφόδρα διεγνωσμένον ὀρθῶς καὶ ἀνεπιλήπτως, εἰ ἐπὶ νοῦν ἥκοι τὸν ἑτέρου, τί τὸ λυποῦν; μᾶλλον δὲ, πῶς οὐκ ἄμεινον ἀμφιλαφῆ καὶ εὐκρινεστέραν τὴν τῶν νοημάτων γίνεσθαι παράθεσιν; οὐκοῦν, κἂν εἰ πολλοὶ γεγράφασι πρὸ ἡμῶν, [*](b) τὰ ἐν τοῖς ἁγίοις προφήταις διερμηνεύοντες, οὐχὶ ταύτης ἕνεκεν τῆς αἰτίας σιωπήσομεν· διωσόμεθα δὲ μᾶλλον ὡς ἀδρανῆ τὸν ὄκνον, καὶ ἥνπερ ἂν καὶ ἡμῖν αὐτοῖς ἐπιδοίη [*](Dan. ii. 22.) χάριν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, ταύτην καὶ ετεροις φανερὰν καταστήσομεν, μεμνημένοι λέγοντος τοῦ [*](S. Matth. x. 8.) Χριστοῦ, “Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.’

Αρχόμενος τοίνυν τῆς εἰς τὸν μακάριον προφήτην Ὠσηέ σαφοῦς ἑρμηνείας, ἐκεῖνα προεκθήσομαι καὶ περὶ τῆς τῶν ἄλλων προφητῶν συγγραφῆς. ἔθος γὰρ ἅπασιν, οὓς ἃν [*](C) ἕκαστοι ποιοῖντο λόγους μεταπλάττειν εὐκόλως ἐπὶ τὸ δοκοῦν τῷ Ἁγίῳ Πνεύματι, ὥς ποτε μὲν ἐκ τῆς ἱστορίας, ἤτοι τῶν αἰσθητῶν καὶ οἱονεί πὼς ἐν ὄψει κειμένων καὶ γεγονότων πραγμάτων, ἀναφοιτᾶν εὐκόλως εἰς τὰ ἐσώτατα καὶ πνευματικά· ὅτε δὲ αὖ καθικνεῖσθαι πάλιν, καὶ πολὺ δὴ λίαν ἀσυμφανῶς, ἐπὶ τὰ ἐν αἰσθήσει πράγματα· πλείστη δὲ ὅση παρ’ αὐτοῖς καὶ ἡ τῶν προσώπων ἐπεισφορὰ, σχετλιασμοί τε καὶ ἀναφωνήσεις, καὶ τῶν ἤδη παρωχηκότων ἡ μνήμη, καὶ τῶν ἐσομένων προάγγελσις. δεῖ δὴ οὖν ἕκαστα [*](d) σαφῶς Φιλοκρινοῦντας ὡς ἔνι, τὴν τῶν νοημάτων τάξιν καὶ τὴν τῶν προσώπων διαφορὰν ἀναγκαίως ἐπιτηρεῖν· σαφὴς γὰρ οὕτως ἡμῖν καὶ ἀσύγχυτος, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένος μένος ἔσται που πάντως ὁ λόγος. χρῆναι δὲ ὑπολαμβάων, προαφηγήσασθαί τινα τῶν συμβεβηκότων τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἵνα μὴ ταράττοιτο τῶν ἐντευξομένων ὁ νοῦς, ποτὲ μὲν ἀκούων Ἐφραὶμ καὶ Ἰσραὴλ καὶ μέν τοι καὶ Σαμαρειαν, Ἰούδαν τε αὖ καὶ Βενιαμίν. πλείστη γὰρ ὅση [*](1. ἀφ’ ἑκάστου Edd. 5. εἰ] Edebatur οἱ. 9. ἀποκαλύπτων] ἀπολάμπων Edd. 13. ἐκεῖνο iid. τῆς assumptum ex Β. 18. τὰ ἐσώτατα καἰ Β. ἐσώτατα Edd. 19. ὄτε] Sic B. ποτὲ Edd. 24. καὶ pro ὡς εἰ iid.)

3
τῶν τοιούτων ὀνομάτων παρὰ τοῖς ἀγίοις προφήταις η μνήμη.

[*](e)

Ινα τοίνυν εἰδεῖεν ἕκαστα σαφῶς, ἀκουόντων ὅτι τὴν τοῦ πατρὸς βασιλείαν περιέπων κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Σολομῶν, ἀνεδείματο μὲν τῷ Θεῷ τὸν διαβόητον ἐκεῖνον καὶ ἀξιάγαστον νεών· ἀλλὰ καίτοι λίαν γεγονὼς διαπρεπὴς διά τε πλούτου λαμπρότητα καὶ περιουσίαν χρημάτων, εἰς γῆρας ἐληλακὼς, διά τοι τὴν εἰς γυναῖκας αἰδῶ προσκέκρουκε τῷ Θεῶ. καὶ ποῖος αὐτῷ γἐγονε πλημμελείας ὁ τρόπος, τὸ ἱερὸν ἡμῖν ἀφηγήσεται γράμμα· γράμμα. [*](a 3 Α.) ἔχει γὰρ οὕτως “καὶ 5 ὁ βασιλεὺς ἔλαβε γυναῖκας ἀλλοτρίας, [*](3 Reg. xi.1—10.) “καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, ᾿Αμμανίτιδας, Σύ “ρας καῖ Ἰδουμαίας, Χετταίας καὶ Ἀμοῤῤαιας, ἐκ τῶν ἐθνῶν “ὧν ἀπεῖπε κύριος τοῖς υἱοῖς Ἰσραὴλ Οὐκ εἰσελεύσεσθε “εἰς αὐτοὺς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, ἵνα μὴ “ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν· “εἰς αὐτὰς ἐκολλήθη Σολομῶν τοῦ ἀγαπῆσαι· καὶ ἦσαν “αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τρια- [*](b) “κόσιαι· καὶ ἐγενήθη ἐν τῷ καιρῷ γήρως Σολομῶν καὶ “ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ “ὀπίσω θεῶν ἑτέρων· καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία “μετὰ ε κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυεὶδ “πατρὸς αὐτοῦ. καὶ ἐπορεύθη Σολομῶν ὀπίσω Ἀστάρ- “της ε βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ Βάαλ “ υἱῶν Ἀμών. καὶ ἐποίησε Σολομῶν τὸ πονηρὸν ἐνώπιον “κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω κυρίου, ὡς Δαυεὶε ὁ [*](c) “πατὴρ αὐτοῦ. τότε ᾠκοδόμησε Σολομῶν ὑψηλὸν τῷ “Χαμὼς εἰδώλῳ Μωὰρ, καὶ τῶ Βάαλ εἰδώλῳ υἱῶν Ἀμὼν, “καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. καὶ οὕτως “ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ “ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ὀργίσθη “θυμῷ κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ [*](22. κυρίου] + τοῦ Edd. 32. σολομῶν] Sic Β. σολομῶνα Edd.)

4
“ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς, καὶ “ἐντειλαμένου 4 αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ “ μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων· καὶ φυλάξαι καὶ [*](d) “ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ κύριος ὁ Θεός.”

Απάσης μὲν οὖν ἐπέκεινα δυσσεβείας τὰ τοῦ Σολομῶντος ἐν γήρει τολμήματα. τί γὰρ ἂν γένοιτο τῶν οὕτως ἐκτόπων πλημμελημάτων τὸ δυσαχθέστερον; ἢ πῶς οὐ πέρα λόγου παντὸς, ἀλογῆσαι μὲν τιμῆς καὶ ἀγάπης τῆς εἰς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, τὸ δὲ αὐτῷ καὶ μόνῳ προσὸν ἀξίωμα καὶ τῶν δαιμονίων ἀπονέμειν ἀγέλαις, μᾶλλον δὲ λίθοις ἀνάπτειν καὶ ξύλοις; ἐπειδὴ δὲ ἥλω πεφρονηκώς τε καὶ δράσας ἃ μηδὲ θέμις εἰπεῖν, καὶ τοῖς [*](e) οὕτως αἰσχροῖς πλημμελήμασιν ἔνοχος γεγονὼς κατεφωρᾶτο, [*](3 Reg. xi.11—13.) λοιπὸν ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός “Ἀνθ' ὧν “ἐγένετο “ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς “ μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαῤῥήσσων “σων διαῤῥήξω τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσω “αὐτὴν 5 τῷ δούλῳ σου. πλὴν ἐν ταῖς ἡμέραις σου οὐ “αὐτὰ, 3 διὰ Δαυεὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ “λήψομαι αὐτήν. πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· [*](4 Α. a) “σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου, διὰ Δαυεὶδ τὸν δοῦλόν “μου, καὶ διὰ Ἰερουσαλήμ τὴν πόλιν ἣν ἐξελεξάμην.” Ἐπειδὴ γὰρ, ὡς ἔφην, τῆς εἰς γυναῖκας ἐπιθυμίας ἡττώμενος, καίτοι σοφὸς ὢν ἄγαν ὁ Σολομῶν, μονονουχὶ καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν τὴν τοῦ Θεοῦ βασιλείαν διέρρηξεν, εἰδώλοις ἀνάπτων τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην τιμήν τε καὶ δόξαν, ταύτῃ τοι, καὶ μάλα εἰκότως, [*](b) διαρρηγνύναι Θεὸς ἐπηπείλει τὴν βασιλείαν αὐτοῦ, τοῖς ἴσοις ἀντιλυπῶν, κατὰ τὸ ἐν τῷ προφήτη γεγραμμένον Ἰεζεκιήλ [*](1. θεοῦ assumptum ex Β. 4. οὕτω] + ὁ Edd. 9. τι τὸ] τῷ iid. Migne. 11. ἀνάπτειν] ἀναπλάττειν Cat. in 4 libb. Regum, [Maii Ν. Bibl. Tom. iii. 441, e Cod. S. Marci, Ven. xvi. desumpta: et Cod. Coisl. viii. fol. 93 V.] 23. τῆς εἰς γ, ἐπιθυμίας] ταῖς εἰς γ. ἐπιθυμίαις Cat. cit. [Maii, p. 442, et Cod. Coisl. viii. ib.] 25. ἥκει pro ἧκεν Edd. 26. καὶ om. Cat. cit.)

5
“καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου [*](Obad. 15.) “ἀνταποδοθήσεται εἰς κεφαλήν σου.’’

Ἐπειδὴ δὲ ἀπεβίω Εολομῶν, κέκληται πρὸς βασιλείαν ὁ ἐξ αὐτοῦ, τουτέστιν, ὁ Ῥοβοάμ. τότε δὴ τότε κατασχίζεται λοιπὸν ὁ Ἰσραὴλ, καὶ ἀποφοιτῶσι μὲν τῶν Ἰεροσολύμων αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραΐμ. κατελογίζοντο γὰρ εἰς μίαν φυλὴν οἱ ἐξ Ἰωσὴφ γεγονότες υἱοὶ Ἐφραΐμ τε καὶ [*](c) Μανασσῆς, τοῦτο τοῦ προπάτορος Ἰακὼβ κρατεῖν ἐθελήσαντος. εἴρηται γὰρ πρὸς τὸν Ἰωσήφ “Νῦν οὖν οἱ δύο υἱοί [*](Gen. xiviii. 5.) “ σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ ἐλθεῖν με πρὸς “ σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραΐμ καὶ Μανασσῆ, ὡς καὶ “ Ρουβὴμ καὶ Συμεὼν, ἔσονταί μοι. ” οὐκοῦν αἱ μὲν δέκα φυλαὶ, καὶ τὸ ἥμισυ τῆς μιᾶς τουτέστιν ὁ Ἐφραΐμ, ἀπῴχοντο μὲν εἰς τὴν Σαμάρειαν, ἔξω δὲ τῆς Ῥοβοὰμ γεγόνασι βασιλείας· ἀπομεμενήκασι δὲ ἐν τοῖς Ἰεροσολύμοις οἱ [*](d) ἐκ φυλῆς ’Ιούδα καὶ Βενιαμίν. ἐπειδὴ δὲ ἀβασίλευτοί τε καὶ ἀστρατήγητοι μένοντες οἱ ἐν Σαμαρείᾳ τὰς ἐκ τοῦ Ῥοβοὰμ ἐφόδους ὑπώπτευον, καὶ ἑαυτοὺς δὴ μάλα τοῖς φιλτάτοις συνδιόλλυσθαι προσεδόκων, μεταπέμπονται τὸν Ἰεροβοάμ. οἰκέτης δὲ οὗτος ἦν Σολομῶνος ἀποδρὰς εἰς Αἴγυπτον πρὸς [*](3 Reg. xi. 40. Ib. xii. 20.) Σουσακεὶμ βασιλέα· καὶ δὴ καὶ ἐλθόντα κεχειροτονήκασιν εὐθὺς εἰς ἡγούμενον, καὶ σκήπτρῳ τῆς βασιλείας τετιμήκασι τὸν ἀλιτήριον. καὶ ἦν Ἰεροβοὰμ ἐξ ὄρους καὶ φυλῆς Ἐφραΐμ. [*](e) ἐπειδὴ δὲ κεχειροτόνητο βασιλεὺς, ἐξεμηχανᾶτο λοιπὸν, τίνα τρόπον αὐτῷ τὰ τῆς βασιλείας στήσεται, καὶ ἐν βεβαίῳ μενεῖ, τῆς τῶν χειροτονησάντων γνώμης οὐ μεθισταμένης εἰς ἑτέραν τινὰ βουλήν τε καὶ σκέψιν. εἶτα δεδιὼς μὴ ἄρα πὼς τῆς ἐν νόμῳ λατρείας, καὶ τῶν ἐν τοῖς Ἰεροσολύμοις ἐπιτελουμένων ἑορτῶν εἰς ἀνάμνησιν ἐνεχθεὶς ὁ Ἰσραὴλ, παλινδρομεῖν ἕλοιτο εἰς τὸ ἐν ἀρχαῖς, καὶ τοῖς Ῥοβοὰμ [*](a 5 Α.) [*](2. ἀνταποδοθήσεται] + σοι Cat. cit. [Codd. Ven. et Coisl. σοι om. Cod. Esc. Σ. ii. 19.] 9. γὰρ] + τὸ Edd. lO. πρὸς σὲ εἰς αἵγυπτον om. B. 11. ἐφραῖμ καὶ μανασσῆ ὡς om. Β, 13. ὁ assumptum ex Β. 18. ἐπώπτ. Edd. αὐτούς Β. 20. σολομῶνος] σολομῶντος Edd. 26. τῆς] καὶ iid.)

6
ὑπενεχθείη ζυγοῖς, δύο δαμάλεις ἐργάζεται χρυσᾶς, καὶ πρὸς τὸ ἐν Αἰγύπτῳ σέβας ἀναβιβάζων τὸν Ἰσραὴλ, ἐκέλευε [*](3 Reg. xii. 29.) προσκυνεῖν αὐταῖς, καὶ ὁλοκαυτοῦν. “καὶ ἀπέθετο, φησὶ, “τὴν μὲν εἰς Γάλγαλα, τὴν δὲ εἰς Δάν·” πόλεις δὲ αὗται περιφανέστεραι τῶν τῶν ἄλλων, αἳ ἦσαν ἐν χώρᾳ Σαμαρειτῶν.

Oὐκοῦν διττὴ γέγονε τῶν δέκα φυλῶν ἡ ἀπόστασις, καὶ τοῦ ἡμίσους φυλῆς Ἐφραΐμ. ἐξῴχοντο γὰρ, οὐχὶ μόνον [*](b) τῶν Ἱεροσολύμων, ἀλλὰ καὶ αὐτῆς τῆς εἰς Θεὸν εὐσεβείας, δαμάλεσι προσκυνοῦντες χρυσαῖς, θύοντές τε καὶ λατρεύοντες [*](Hier. i. 16.) “τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καθὰ γέγραπται. οἱ ’δε γε ἀπομεμενηκότες ἐν τοῖς Ἰεροσολύμοις, Ἰούδας τε φημι καὶ βενιαμὶν, αἰδῶ μέν τινα καὶ λόγον τῶν διὰ Μωυσέως ἐποιοῦντο θεσπισμάτων. ἔθυον γὰρ ἐν τῷ ναῷ· πλὴν οὐχ ὁλοτρόπως τῆς εἰς Θεὸν ἀγάπης ἐξείχοντο, κατεμερίζοντο δὲ καὶ αὐτοὶ πρὸς ἀπόστασιν. ἔθυον γὰρ εἰδώ- [*](C) λοις “ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου “ἀλσώδους,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅταν ἀκούῃς τῶν ἁγίων προφητῶν ὀνομαζόντων τὸν Ἰσραὴλ ἤτοι τὸν Ἐφραΐμ, τότε δή μοι νόει τοὺς ἐν τῆ Σαμαρείᾳ· ὅταν δὲ τὸν Ἰούδαν καὶ Βενιαμὶν, τοὺς ἀπομείναντας ἐν Ἰεροσολύμοις. ἦσαν δὲ καὶ προφῆται παρ’ αὐτοῖς, ἀδιακρίτως περί τε τῶν ἐν τῇ Σαμαρείᾳ, καὶ τῶν ἐν τοῖς Ἰεροσολύμοις προφητεύοντες. καὶ οἱ μὲν ἐν τοῖς Ἱεροσολύμοις, οἱ δὲ τὴν Σαμαρειτῶν οἰκοῦντες χώραν, τοὺς παρὰ Θεοῦ τοῖς ἀκροωμένοις διεκόμιζον [*](d) λόγους.

Ιστέον δὲ, ὅτι μετὰ τὸ ἀπορραγῆναι τῶν Ιεροσολύμων τὰς δέκα φυλὰς καὶ τὸ ἥμισυ φυλῆς Εφραΐμ, ἰδίοις ἐχρῶντο βασιλεῦσι καὶ οἱ ἐν τῇ Σαμαρείᾳ καὶ οἱ ἐν τοῖς Ιεροσολύμοις καὶ τοῦτο κεκράτηκεν ἄχρι καιροῦ τῆς τελευταίας [*](1 Esdr. i. iii.) αἰχμαλωσίας, ὅτε καὶ ὑπενόστησαν ἐν Ἱεροσολύμοις, Κύρου κεκρατηκότος, καὶ ἀνέντος αὐτοῖς τὴν ἀποδρομὴν, [*](2. Haec ἐν Αἰγύπτῳ accesserunt ex Β. 4. πόλεις δὲ] πόλεις γὰρ Edd. 21. καὶ assumptum ex Β.)

7
καθηγουμένου μὲν Ζοροβάβελ τ τοῦ Σαλαθιὴλ, ὃς ἦν φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ Ἰησοῦ τοῦ Ἰωσεδέκ. τότε καὶ [*](e) τὸν ναὸν ἀνεδείμαντο, καὶ ὑπὸ μίαν γεγόνασιν ἀρχὴν, καὶ κατῳκήκασιν ἐν Ἱεροσολύμοις, διχονοίας ἁπάσης ἐξηρημένης. ὅσαι δὲ κατὰ καιροὺς αἰχμαλωσίαι γεγόνασιν ἀνὰ μέρος τῶν δέκα φυλῶν, καὶ μέν τοι καὶ τοῦ ἡμίσεος φυλῆς Ἐφραΐμ, καὶ τῶν ἐν τοῖς Ἰεροσολύμοις, Ἰούδα τέ φημι καὶ Βενιαμὶν, προιὼν ὁ λόγος ἐπιδείξει σαφῶς. ἀνάγραπτοι δὲ γεγόνασιν ἀναγκαίως καὶ οἱ χρόνοι, καθ’ οὓς ἕκαστος τῶν ἁγίων λελάληκε προφητῶν, ἴν' εἰδείημεν ἀκριβῶς ἐν ποίᾳ τινὶ καταστάσει [*](a 6 Α.) στάσει τῶν πραγμάτων κειμένων, τίνα τε τρόπον ἐχόντων, οἱ παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγόνασι λόγοι.

[*](6. ἡμίσεος] ἡμἱσεως Edd.)