In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΔόΓος Κυρίου ὄς ἐΓενήθΗ πρὸς ὨσΗε τὸ τοῦ ΒεΗρὶ ἑ ἠμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἅχαζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, καὶ ἐν ἠμέραις Ἰεροβοὰμ υἱοῦ Ἱωὰς βασιλέβς Ἰσραήλ. Προφητεύει τοίνυν ὁ μακάριος Ὠσηέ ἐν ἡμεραις Ὀζίου [*](b) καὶ Ἰωάθαμ καὶ Ἅχαξ καὶ Ἐξεκίου, βασιλέων Ἰcύδα, 3 καὶ ἡμέραις Ἰεροβοαμ υἱοῦ Ἰωὰς βασιλέως ε Ἰσραήλ. καὶ ὁ χρόνος τῆς προφητείας μέχρι τούτου νοεῖται λαβὼν τὴν παράτασιν. χρὴ δὲ οἶμαι τὰ ἐφ’ ἑκάστῳ λοιπὸν ἀφηγεῖσθαι σαφῶς, ὡς ἃν ἔχωμεν ἐννοεῖν, καθάπερ ἤδη προεῖπον, ὁποῖοί τινες οἱ τοιοίδε γεγόνασι, πότερον ἀγαθοί τε καὶ εὖνοι πρὸς Θεὸν, ἤγουν ἀπονενευκότες ἐπὶ τὸ μὴ οὕτως ἔχον· καὶ τίνα τὰ ἐφ’ ἑκάστοις συμβεβηκότα, τοῖς τε ἐν τῆ Σαμαρείᾳ, [*](c) καὶ τοῖς ἐν τοῖς Ἰεροσολύμοις. εἰσόμεθα γὰρ ὧδε, καὶ λίαν εὐκόλως, ὅποι περ ἂν βλέπῃ τῆς προφητείας ὁ σκοπός. τελευταῖος μὲν οὖν ὠνόμασται Ἰεροβοὰμ ὁ τοῦ Ἰωὰς, βασιλεὺς 'Ισραήλ· 4 γέγονε δὲ πρὸ Ἀξαρίου, τοῦ καὶ ἰστέον δὲ, ὅτι ἕτερος ἡμῖν παρὰ τὸν πρῶτον ἐστὶν, ὃς ἐν καιροῖς γέγονε τῆς βασιλείας Ῥοβοὰμ, υἱοῦ Σολυμῶνος. πλὴν ἰσότροπος ἐκείνῳ καὶ εἰς ἀσέβειαν ἐμφερής. γέγραπ- [*](4 Reg. xiv. 23, 24.) τᾶι γὰρ ὡδὶ περὶ αὐτοῦ “Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμα- “σίου υἱοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἰεροβοὰμ [*](d) “υἱὸς Ἰωὰς ωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ, τεσσαράκοντα καὶ “ἔτος. καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, οὐκ “ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς “ἐξήμαρτε τὸν Ἰραήλ. ὁρᾷς, ὅπως ζηλωτὴς τῶν ἐκείνου [*](2. Λόγος—Ἰσραήλ om. Β. Βεηρὶ] Sic F. (teste Holmes et Pars.) Edd. 3. καὶ Ἅχας καὶ] καὶ utrumque deest in Edd. (Complut.). 4. Ἰσραήλ] τοῦ Ἰσραήλ Edd. (Co.) 6. Ἅχας] Sic correxi. Ἅχατς Edd. et passim (ut videtur) B. D. 19. τῆς βασιλλείας] Sic Β. βασιλέως Edd.)

9
γέγονε τρόπων, τὴν ἴσην ὥσπερ ἁμαξιτὸν ἐρχόμενος, καὶ οἱονεὶ κατὰ πόδας τῆς ἐκείνου δυσσεβείας ἐλθών; εἶτα, τί φησι τὸ γράμμα τὸ ἱερόν; “Én ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ [*](4 Reg. xv. 1—5) “τοῦ Ἱεροβοὰμ βασιλέως Ἱσραὴλ, ἐβασίλευσεν Ἁξαρίας “υἱὸς Ἀμασίου βασιλέως Ἰούδα, ὃς ἑκκαίδεκα ἐτῶν ἦν, ἐν [*](e) “τῶ βασιλεύειν αὐτόν, καὶ δύο καὶ πεντήκοντα ἕτη “ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ “Ἱεχελία ἐξ Ἱερουσαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφ- “θαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμασίας ὁ “πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς “ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. καὶ ἥψατο κύριος “τοῦ βασιλέως, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου “αὐτοῦ.” Εὐσεβὴς μὲν καὶ φιλόθεος ὁ Ὀξίας, πλὴν οὐχ ὁλοτρόπως. οὐ γὰρ περιεῖλε τὰ ὑψηλὰ, φησὶν, ἀλλ’ ἐθυμἱων [*](a 7 Α.) ἐν αὐτοῖς καὶ τοῖς δαιμονίοις προσῆγον θυσίας οἱ πλανώμενοι. εἶτα παρενεχθεὶς Ἀξαρίας, ἤγουν ὁ Ὀξίας, εἰς ἐκτόπους ἐννοίας, ᾠήθη πρέπειν τῆ τῆς βασιλείας δόξῃ καὶ τὸ χρῆναι πληροῦν τὰ νενομισμένα τῷ Θεῷ, καὶ λειτουργίας ἀντέχεσθαι τῆς ἱερᾶς· καὶ δὴ καὶ τέθυκε δι’ ἑαυτοῦ, τῶν διὰ Μωυσέως ἀλογήσας νόμων. ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὴν οὐδαμόθεν αὐτῷ πρέπουσαν λειτουργίαν, φημὶ δὴ τὴν ἱερὰν, [*](b) “Ἤψατο, φησὶ, κύριος αὐτοῦ, καὶ ἦν λελεπρωμένος ἕως [*](ib. 5.) “ἡμέρας θανάτου. ἀκάθαρτος μὲν οὖν κατὰ νόμους ὁ λεπρός, καὶ ἀπεπέμποντο τῆς παρεμβολῆς οἱ τῷ τοιῷδε πάθει κατειλημμένοι. ἔφη γάρ ποτε Θεὸς πρὸς τὸν ἱεροφάντην Μωυσέα “Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποσ- [*](Num. v. 2.) “τειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ γονορρυῆ, “καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ.” ἐπετιμᾶτο δὲ τῇ νόσῳ, τετολμηκὼς ἃ μὴ θέμις, καὶ ἀτιμίαν τοῦ βασιλέως κατεψηφίσατο Θεὸς τὴν ἱερὰν ἁρπάσαντος δόξαν.

[*](c)

Επειδὴ δὲ τῆς προφητείας ἡ δύναμις οὐκ εἰς μόνον βλέπει [*](1. γέγονε τρόπων hoc ordine Β. 10. ἔτι] + γὰρ Aubertus. 13. (??) assumptum ex Β. 2.3. θανάτου] + αὐτοῦ Edd.)

10
τὸν Ἰούδαν, τουτέστι, τοὺς ἐν τοῖς Ἰεροσολύμοις, ἔρχεται δὲ καὶ ἐπὶ τὸν Ἰσραὴλ, τουτέστι, τὰς δέκα φυλὰς τὰς ἐν τῇ Σαμαρείᾳ, φέρε λέγωμεν ἀναγκαίως τοὺς ἐπ’ αὐτὸν βεβασιλευκότας ἐν ἡμέραις Ἀξαρίου, τοῦ καὶ Ὀξίου, καὶ ποίαις αὐτοὺς συμβέβηκεν ἐναλῶναι συμφοραῖς κατηῤῥωστηκότας ἐκτόπως τὴν βέβηλον εἰδωλολατρείαν. ἤδη τοίνυν εἰκοστὸν καὶ ὄγδοον ἔτος ἐν τῷ βασιλεύειν ἔχοντος Ὀξίου, τοῦ καὶ [*](4 Reg. xv. 8. d) Ἀξαρίου, Ἀξαρίας ἕτερος, [τοῦ] Ἱεροβοὰμ, βεβασίλευκεν ἐπὶ τὸν Ἰαραὴλ μῆνας ἕξ. ἐπειδὴ δὲ καὶ αὐτὸς ἐν ὁδῷ πεπόρευται τοῦ πατρὸς, καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, δέδοταί τισι τῶν οἰκείων εἰς σφαγὴν, καὶ δὴ καὶ διόλλυται. προἰ·όντος δὲ τοῦ καιροῦ λοιπὸν, ἐν ἔτει τρια- [*](Ib 10.) κοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας Ὀξίου, χρίεται πάλιν ἐπὶ τὸν [*](Ib. 13.) Ἰσραὴλ ὁ Σελούμ, καὶ βεβασίλευκε μηνὸς ἡμέρας· ἀνῇ- [*](Ib 14.) ρηται γὰρ εὐθὺς ὑπὸ Μαναῒμ τ υἱοῦ Γαξῆ τοῦ ἐκ Θερσίν. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν, ὅτι γεγόνασιν υἱοὶ, καὶ [*](e) ἐξ αἵματος ἦσαν ἀμφότεροι τοῦ Ἰηοῦ, ὃς ἀπέκτεινε τὸν Αχαὰβ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν Ἰεξάβελ, ᾧ καὶ ὑπέ- [*](Ib. x. 30.) σχετο σχέτο ὁ Θεὸς, λέγων “γίοὶ τέταρτοι καθήσονται ἐπὶ τοῦ “θρόνου σου.” βεβᾶσί λεῦκε τοίνυν ὁ Μαναΐμ ἐπὶ τὸν [*](Ib. XV. 18.) Ἰσραὴλ, ἀπεκτονὼς τὸν Σελούμ. “καὶ ἐποίησε, φησὶ, τὸ “πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν “πονηρὸν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ.” βασιλεύοντος δὲ αὐτοῦ, φημὶ δὴ τοῦ Μαναΐμ, καὶ Θεῷ [*](8 Α. a) προσκρούοντος, διὰ τὸ προ[σ]κεῖσθαι λίαν ταῖς τῶν εἰδώλων προσκρούοντος, καταστρατεύεται τῆς Σαμαρείας Θούλας [*](Ib. 19.) βασιλεὺς Ἀσσυρίων· ὃν ἀμύνασθαι τοῖς ὅπλοις οὐκ ἔχων ὁ Μαναΐμ, πολλοῖς ἀναπείθει χρήμασιν ἀποφοιτῆσαι τῆς γῆς, καὶ λῦσαι τὴν μάχην. ἐπειδὴ δὲ τετελεύτηκεν ὁ [*](5. συμβέβηκεν ἐναλῶναι συμφοραῖς] συμφ. συμβ. ἐναλ. Edd. 8. ἀξαρίας ἕτερος] Sic Alex. τοῦ om. Β. 9. δὲ assumptum ex Β. 11, καὶ alterum assumptum e.x B. 13. τῆς om. Aubertus. 17. Ἰηοῦ] Sic Β. (Alex.) Ἰοὺ Edd. (Vat.) 20. σου assumptum ex B. 25. προσκεῖσθαι tacite correxit Migne. προκεῖσθαι Edd. 26. Φούλας] φυλὰς (sic) Edd. Φουὰ e suo correxit Μigne.)
11
Μαναῒμ, ε ἐν ἔτει λοιπὸν πεντηκοστῷ καὶ δευτέρῳ τῆς βασιλείας Ὀξίου χρίεται πάλιν ἐπὶ μὲν τὸν Ἰούδαν ἐν Ἰεροσολύμοις Ἰωάθαμ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, περὶ οὗ γέγραπται, ὅτι “ Ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου, [*](b 4 Reg xv. 34,35.) “κατὰ πάντα ὅσα ἐποίησεν Ὀξίας ὁ πατὴρ αὐτοῦ· πλὴν “τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν “τοῖς ὑψηλοῖς.” ἐπὶ δέ γε τὸν Ἰσραὴλ Φακέας υἱὸς τοῦ Μαναΐμ. “ βεβασίλευκε δὲ, φησὶν, ἔτη δύο, καὶ ἐποίησε [*](Ib. 23,24.) “τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου. εἶτα συνεστράφη, [*](Ib. 25, 28,29.) “φησὶν, ἐπ’ αὐτὸν Φακεὲ υἱὸς τοῦ Ῥομελίου ὁ τριστάτης “αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ, καὶ βεβασίλευκεν “ἀντ’ αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐποίησε τὸ πονηρὸν ἐν “ὀφθαλμοῖς κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἀμαρτιῶν [*](c) “τιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ. Αὐτοῦ βασιλεύοντος ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων, ὃς πᾶσαν ἑλὼν κατὰ κράτος τὴν Σαμάρειαν, ἀπῴκισε τὸν Ἰσραὴλ εἰς Ἀσσυρίους. τετελεύτηκε δὲ καὶ ὁ Φακεὲ, συστροφὴν ἐπ’ αὐτὸν ποιήσαντος Ὠσηὲ τοῦ υἱοῦ Ἠλὰ, ὃς [*](Ib. 30.) καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ, ἐν ἕτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ Ἀξαρίου. ἀλλ’ “Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, ἤρξατο [*](Ib. 37.) “κύριος ἐξαποστέλλειν ἐν Ἰούδα τὸν Ῥαασὼν βασιλέα “Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου.” ἀνόπιν ἡμῖν ἐν [*](d) τούτοις ὁ λόγος ἔρχεται· ἔφαμεν γὰρ, ὅτι τετελεύτηκεν ὁ Φακεὲ, Ὠσηὲ τοῦ υἱοῦ Ἠλὰ σύστρεμμα καὶ ἐπιβουλὴν ἐπ’ αὐτόν τινα ποιησαμένου· πλὴν ἐν χρόνοις αὐτοῦ γεγονὸς εἰς μέσον ἄγει διήγημα. “Ἥρξατο γὰρ, φησὶ, κύριος ἐν “ταῖς ἡμέραις ἐκείναις ἐξαποστέλλειν ἐν Ἰούδα τὸν Ῥαασὼν “βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου῍”

Φακεὲ μὲν γὰρ ὁ τοῦ Ῥομελίου πεπολέμηκεν ὡς ὁμόρους ὄντας τοὺς Ἱεροσολυμίτας. ἐπειδὴ δὲ δεινὴν καὶ ἄθραυστον ἐθεᾶτο τὴν ἀντίστασιν, ἀναπείθει τὸν Ῥαασὼν τὸν βασιλέα e [*](2. Ἰούδαν] + καὶ Edd. 13. κυρίου] + κοὶ iid. πασῶν accessit ex Β. 15. θεγλαβαλασὰρ passim iid. 29. μὲν aesumptum ex Β.)

12
τῶν Σύρων σύνοπλον αὐτῷ γενέσθαι καὶ συλλήπτορα, καὶ συνεκπολιορκῆσαι τὴν Ἱερουσλήμ. συνεστηκότος δὴ οὖν τοῦ πολέμου, τετελεύτηκε μὲν Ἰωάθαμ ὁ υἱὸς Ἀξαρίου. διαδέχεται δὲ τὴν βασιλείαν Ἅχαξ ὁ υἱὸς αὐτοῦ, πονηρὸς ὣν [*](4 Reg. xvi. 2—4) ἄγαν καὶ εἰδωλολάτρης, καὶ καταμεθύων οὕτω πρὸς πλά πλάνησιν νῆσιν εἰδωλομανη, ὡς καὶ ’τον ἴδιον υἱὸν διαγαγεῖν ἐν πυρὶ, καὶ πρὸς πᾶν ὁτιοῦν ἀπονεῦσαι τῶν ἐκτόπων, καὶ θυμιᾷν “ἐν τοῖς ὑψηλοῖς καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, [*](9 Α. a) κατὰ τὸ γεγραμμένον. τεθορυβημένος δὴ οὖν ὁ Ἄχαξ, [*](Ib. 7, 8.) πάντα συνενεγκὼν τὸν πλοῦτον τὸν εὑρεθέντα ἐν οἴκῳ κυρίου, ἀποστέλλει δι’ ἀγγέλων πρὸς Θεγλαφαλασὰρ βασιλέα Ἀσσυρίων, καὶ σώζεσθαι δι’ αὐτοῦ παρεκάλει. ὁπλίξεται [*](Ib. 9.) τοίνυν Ἀσσύριος κατὰ τῆς Ῥααὼν βασιλείας, καὶ δέχεται μὲν τὴν Δαμασκὸν, ἥ ἐστι μητρόπολις τῆς Συρίας, [*](Ib. 10) ἀναιρεῖ δὲ τὸν Ῥαασών. εἶτα κάτεισιν Ἅχαξ ἐκ τῶν Ἱεροσολύμων εἰς Δαμασκὸν, ὀψόμενος τὸν Ἀσσύριον. ἐν δὲ τοῖς τῶν εἰδώλων τεμένεσι θυσιαστήριον ἑωρακὼς, καινοπρεῆ [*](b) τινα καὶ ἀήθη κατασκευὴν ἔχον, καὶ ἡσθεὶς ἐπ’ αὐτῷ λίαν, ἐκτύπωμα λαβὼν, ἀποστέλλει πρὸς Οὐρίαν τὸν ἱερέα ἐν τοῖς Ἱεροσολύμοις, καὶ δὴ κατ’ αὐτὸ γενέσθαι προστέταχεν. εἰσενεγκὼν δὲ ἐν οἴκῳ κυρίου, καὶ μονονουχὶ καὶ ἀτιμάσας τὸ κατὰ βούλησιν Θεοῦ διὰ Μωυσέως γεγενημένον, ἐπ’ αὐτῷ πληροῦν τὰ νενομισμένα προστέταχε· καὶ ἕτερα δὲ πρὸς τούτοις κεκαινούργηκεν ἐν τῷ ναῷ, κατὰ τὸ αὐτῷ δοκοῦν, ἀπερισκέπτως καὶ ἀπᾳδόντως Θεῷ. ἀλλὰ καὶ ἐν τοῖς αὐτοῦ καιροῖς, ἔτι ζῶντος Ὡσηὲ υἱοῦ Ἠλὰ βασιλέως [*](c) Ἰσραὴλ, ἀνέβη Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὸν Ισραὴλ, ὃς καταδῃώσας τὴν Σαμάρειαν μετῴκισε τὸν Ισραὴλ ἐν ὄρεσι καὶ ποταμοῖς τῶν Μηδῶν· ἀπέκτεινε [*](Ib. xvii. 4.) δὲ καὶ αὐτὸν τὸν Ὠσηέ. καὶ διὰ ποίαν αἰτίαν; ὅτι μὴ προσκεκόμικεν αὐτῷ τὸ μανααὰ, φησὶν, ὃ ἦν σύμβολον [*](11. Haec δι’ ἀγγέλων accesseruiit ex Β. 27. ἀνέβη] + ὁ Edd. 28. μετῴκησε iid. 30. τὸν assumptum ex Β.)
13
ὑποταγῆς· ἐκάλει δὲ μᾶλλον εἰς ἐπικουρίαν τὸν Αἰγυπτίων τύραννον.

Εἶτα μετὰ τοῦτο τελευτήσαντος τοῦ Ἅχαξ, βεβασίλευκεν [*](4 Reg. xvi. 20; xviii. 1sqq.) Ἐξεκίας υἱὸς αὐτοῦ ἐπὶ τὸν Ἰούδαν ἐν Ἰερουσαλήμ. οὗτος ἀνὴρ γέγονεν εὐσεβὴς, καὶ τῶν ὅτι μάλιστα δικαιοσύνης ἐπιμελομένων, ὡς ἀσύγκριτον ἔχειν παρὰ τοὺς ἄλλους τῆν’ ἐν τε [*](d) τούτῳ διαφοράν. “Αὐτὸς καθεῖλε τὰ ὑψηλὰ, καὶ τὰ ἄλση, [*](Ib. xviii. 4,7.) “ φησὶν, ἐξέκοψε· καὶ ἦν κύριος μετ’ αὐτοῦ. αὐτοῦ βασιλεύοντος ἀνέβη Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, ἐπὶ [*](Ib. 13.) τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυράς· καὶ πολιορκήσας, εἷλεν ἀμογητί. τότε καὶ ὁ Ῥαψάκης αὐτοῖς τοῖς Ἱεροσολύμοις [*](Ib. 17 sqq.) ἐπιπηδᾷ, καὶ ἀπύλωτον ἀνοιγνὺς κατὰ Θεοῦ τὸ στόμα, τὰς παμβλασφήμους ἐκείνας ἀνίει φωνάς· τότε καὶ πεπτώ- [*](e Es. xxxvii. 36.) κάσιν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ἐν μιᾷ νυκτὶ, ἀγγέλου χειρὶ δαπανώμεναι. ταῦτα χρησίμως εἴρηται πρὸς τὸ παρόν· ἑκάστῳ γὰρ τῶν συμβεβηκότων ἐφαρμόσειεν εὐτέχνως τῆς προφητείας ὁ λόγος. ποτὲ μὲν γὰρ ἐπιτιμᾷ τοῖς ἐν Σαμαρείᾳ, ποτὲ δὲ τοῖς ἐν Ἱεροσολύμοις ἀπειλεῖ τὰς ἐφόδους· προαπαγγέλλει τὰς αἰχμαλωσίας· προκαταμηνύει τὸν φόβον· ἐπαγγέλλεται τὴν ἐπικοῦ καλεῖ καλεῖ πρὸς ἐπιστροφήν· καὶ οὐδεὶς τῇ προφητείᾳ καταλέλειπται λόγος ἢ τρόπος τῶν ἀναγκαίων εἰς ὄνησιν, τοῖς τοτηνικάδε πεπλανημένοις. τοίνυν φησίν·

[*](2)

Ἁρχὴ λόγου Κυρίου ἐν ὨσΗέ. καὶ εἶπε Κύριος πρὀς ὨσΗέ.

[*](a 10 A)

Ἅχεται μὲν γὰρ ἐν τῷ προφήτῃ Θεὸς ἀποκαλύπτειν μυστήρια κατ’ ἐκεῖνό που πάντως, τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον “ Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ [*](Abac. ii.1.) “ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί " λαλήσει ἐν ἐμοὶ κύριος ὁ Θεός.” ἀποκαλύπτει γὰρ τοῖς ἁγίοις εἰς νοῦν ἐνιεὶς τῶν ἐσομένων τὴν γνῶσιν, ὁ τῶν ὅλων [*](3. μετὰ] κατὰ Edd. 4. οὗτος] + γὰρ iid. 5. ἐπιμελομένων] ἐπιμελουμ. iid. 9. σεναχερεὶμ iid. II. ἀμογητὶ] ἀμογητί] (sic) iid. ἀμοχθί e suo correxit Migne. 13. ἀνίει] ἀνίησι iid. 24. ἐν ὠσηέ] πρὸς ὡσηὲ F. (al.); sed cf. ἐν lin. sq.)

14
[*](Ps. lxxxin.o.b) Θεός. καὶ γοῦν ὁ μακάριος φησὶ Δαυεἰδ “ Ἀκούσομαι τί “ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ “ τὸν λαὸν αὐτοῦ·’ οὐδὲν δὲ ἧττον ἡμῖν καὶ ὁ μακάριος προφήτης Ζαχαρίας διὰ τῶν ἴσων ἔρχεται λόγων· ἔφη γὰρ· [*](Zach. iv. 5.) “ καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.” ἐν ἔθει γὰρ ἦν τοῖς ἁγίοις προφήταις ἄγγελον ἀποκαλεῖν τὸν τοῦ Θεοῦ Λόγον, ὡς ἀπαγγέλλοντά τε αὐτοῖς καὶ ἐναργῆ καθιστῶντα τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρός. ἐπιμαρτυρήσει δὲ λέγων [*](Esai. ix. 5,6.) καὶ ὁ προφήτης Ἡσαΐας περὶ αὐτοῦ “Ὅτι πάσαν στολὴ στολὴν [*](C) “ ἐπισυνηγμένην μένην δόλῳ, μετὰ κατ’ ἀλλαγῆς ἀποτίσουσι, καὶ " θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον “ ἐγεννήθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης “ βουλῆς ἄγγελος. ὅτι δὲ ἦν ἰσχνὴ καὶ ἀσυμφανὴς ἐν τοῖς ἁγίοις ἡ ἀποκάλυψις, καὶ οὐχὶ γλώττη καὶ ῥήμασι τοῖς κακ’ [*](2 Cor. xiii. 3.) ἡμᾶς ἐπιτελουμένη, πληροφορήσει γράφων ὁ Παῦλος “Ἥ “ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” οὐκοῦν τὸ ἐν Ὠσηὲ γενέσθαι τὸν τοῦ Θεοῦ λόγον, εἴη ἃν, ὡς ἔμοιγε πάρεστι νοεῖν, ἕτερον οὐδὲν τοῖς ἀκροωμένοις κατασημαίνοντος, [*](d) ἢ ὅτι γέγονεν ἀποκάλυψις ἐν Ὠσηὲ, καὶ τῶν ἐσομένων ἡ γνῶσις φωτὸς ἐνήστραψε δίκην, οὐ σώματος ὀφθαλμοὺς, ἀλλὰ νοῦν καὶ καρδίαν καταλαμπρύνοντος. Τὸ δὲ δὴ φάναι πάλιν, Καὶ εἶπε Κύριος πρὸς Ὠσηὲ, πρὸς ἐννοίας ἧμας ἀποφέρει τοιαύτας. τὸ γὰρ τοι προστε- ταγμένον οὐ κοινὸν ἅπασι τοῖς ἐντευξομένοις ἦν, οὔτε μὴν προὔκειτο τοῖς ἐθέλοισιν ἀποπεραίνειν αὐτὸ κατὰ καιροὺς, ἀλλ’ ἰδικῶς καὶ πρὸς μόνον εἴρητο τὸν Ὡσηέ. οὐ γὰρ, ὥς [*](Hier. x. 2.) περ ἐστὶ κοινὸν καὶ ἐπωφελὲς παράγγελμα, τὸ “ τάδε λέγει [*](e) “ Κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε,” οὕτως ἂν νοοῖτο καλόν τε καὶ ὀνησιφόρον τὸ λαβεῖν γυναῖκα πορνείας, καὶ τέκνα πορνείας· ἀλλ’ ἐκεῖνο μὲν χρησίμως εἰς ἅπαντας [*](6. τοῖς] ἐν Aubertus. 16. τοῦ assumptum ex B. 18. κατασημαίνοντος] Sic Β. κατασημαῖνον Edd. 25. αὐτὐ] αὐτόν iid.)
15
διήκοι ἄν· τοῦτο γεμὴν ἰδικῶς πρὸς μόνον ἃν πρέποι τὸν προφήτην λέγεσθαι π[α]ρ[ὰ] Θεοῦ. τοῦτο οἶμαι ἐστὶ, καὶ εἶπε πρὸς Ὠσηέ, ὅμοιον ὡς εἰ τυχὸν λέγοι, οὐ πρὸς πάντας ἁπλῶς ὁ τοιόςδε λόγος, ἀλλὰ πρὸς μόνον τὸν Ὠσηέ. οὐ γὰρ ἔδει πρόφασιν αἰσχρᾶς τε καὶ φιληδόνου ζωῆς γενέσθαι [*](a 11 Α.) πολλοῖς, τὸ οἰκονομικῶς πρὸς ἕνα κατὰ καιροὺς εἰρημένον. Τι οὖν ἔφη Θεὸς πρὸς τὸν μακάριον Ὠσηέ ;

Bάδιζε, λαβὲ σεαυτῷ Γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἦ γῆ ἀπὀ ὅπισθεν τοῦ Κυρίου. κὼ ἐπορεύθΗ καὶ ἔλαβε ὦι Γόμερ Θυγατέρα Δεβηλαΐμ, κα [*](3) συνέλαβε κω ἕτεκεν αὐτῶ υἶόν.

Οὀδεὶς ἡμᾶς ἀναπείσει λόγος παραιτεῖσθαι τὸ γράμμα, καὶ τῆς ἱστορίας τὸ εἰκαῖον καταψηφίζεσθαι, καὶ αὐτοῦ τοῦ [*](b) πράγματος καθορίζειν τὸ ἀκαλλὲς, ἢ καὶ οἴεσθαι κατά τινας, μὴ οὕτως πεπρᾶχθαι, μήτε μὴν παρειλῆφθαι πρὸς γάμον, ἤτοι σύνοδον γαμικὴν, τὴν Γόμερ, ὅπου καὶ σύλληψιν γεγενῆσθαι φησὶ τὸ γράμμα τὸ ἱερὸν, καὶ μὴν καὶ ἀπότεξιν, μέμνηταί τε καὶ ὀνόματος τοῦ παιδίου, καὶ τὸν τοῦ γυναίου λέγει πατέρα, καὶ αὐτὸ δὲ πρὸς τούτοις τοῦ γυναίου τὸ ὄνομα. ἐπειδὴ δὲ ἀναγκαῖον ἦν ὁμολογεῖν, τῇ τῶν πεπραγμένων ἀληθείᾳ συνειπεῖν ἑλομένοις, ὅτι ταῦθ’ οὕτως γέγονεν ἀληθῶς, φέρε τοὺς τῶν κατασκώπτειν εἰωθότων παραθέντες [*](c) λόγους, τότε λοιπὸν ἐπαγάγωμεν ἐπὶ καιροῦ τῆς οἰκονομίας τὴν ἀφήγησιν.