In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ωσπερ οἱ τῶν ἰατρῶν ἐμπειρότατοι τὰς τῶν νοσημάτων εὖ μάλα περιαθροῦντες αἰτίας, τοῖς ἀπὸ τῆς τέχνης ἐπικουρήμασιν [*](b) ἀνακόπτειν ἐπείγονται· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς εἰς νοῦν ἔσω καὶ καρδίαν ὁρῶν, τὰς τῶν ἐν ἡμῖν παθῶν αἰτίας περιεργάζεται, οὕτω τε λοιπὸν [*](6. τροφορήσας (sic) Aubertus. 7. καὶ secundum om. D. 8. καθεὶς b. 9. ἀγγέλου D. b. sed cf. De Ad. 233 a. Glaph. 287 a. ἀγγέλων habet B. Statim κοὶ assumptum ex B.D. 10. εὐθυμίαν] εὐθηνίαν Edd. invitis B.D. b. 19. καὶ pro ὡς Edd. 21. Καὶ prius om. F. (Alex. 106.) 22. ἐπελάθετο D. 24. περιαρθροῦντες Edd. 25. ἐπάγονται pro ἐπείγονται iid.)

266
τοῖς καθήκουσι περιστέλλει φαρμάκοις τὸν ἀῤῥωστήσαντα νοῦν. αἰτιᾶται τοίνυν τοὺς ἐξ ᾿Ισραὴλ, ὡς ἐκ τῆς ἄγαν εὐημερίας πρὸς λήθην ἐνηνεγμένους τοῦ πάντα αὐτοῖς χορηγοῦντος τὰ ζωαρκῆ καὶ τὰ ὅσαπερ ἃν φαίνοιτο καταλαμπρύνειν [*](c) λαμπρύνειν εἰδότα· καίτοι προηγορευκότος τοῦ νόμου [*](Deut. viii. 11—15.) “Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ κυρίου τοῦ Θεοῦ σου, τοῦ μὴ “φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώ- “ματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον· μὴ “καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας, καὶ κατοι- “κήσας ἐν αὐταῖς, καὶ τῶν προβάτων σου καὶ τῶν βοῶν “σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυν- “θέντων σοι, καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων “σοι, ὑψωθῇς τῆ καρδίᾳ σου, καὶ ἐπιλάθῃ κυρίου τοῦ Θεοῦ [*](d) “σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δου- “λείας· τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ “τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων, καὶ σκορπίος, καὶ “δίψα, οὗ οὐκ ἦν ὕδωρ.” ἔχει γὰρ οὐκ ἀνικάνως ἀεί πὼς ἡ τρυφὴ, καὶ τὸ ἀδοκήτοις τιμαῖς ἐναβρύνεσθαι, καὶ εἰς λήθην ἡμᾶς ἀποφέρειν Θεοῦ, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατασείειν δύνασθαι τὸν ἀνθρώπινον νοῦν. ἀρκέσει δὲ οἶμαι πρὸς ἔλεγχον ἀποσκιρτήσας ὁ ᾿Ισραὴλ, καὶ τὸ τῆς [*](e) εὐημερίας πλάτος τῆς εἰς τοῦτο δεινῆς ἀρρωστίας εὑράμενος ἀφορμήν· καὶ ἐπειδὴ κρείττους ἦσαν ἐθνῶν, ἐπαμύνοντος δηλονότι τοῦ πάντα ἰσχύοντος Θεοῦ, νενοσήκασι τὴν ἀλαζονείαν, ἑαυτοῖς που τάχα καὶ οὐ τῷ προασπίζοντι Θεῷ τὴν ἐκ τῶν κατορθωμάτων ἀνατιθέντες λαμπρότητα.

Σφαλερὸν οὖν ἄρα καὶ δυσδιοίκητον ἡ τρυφὴ, καὶ λεία τις ὥσπερ ὁδὸς εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ· παρὰ πολὺ δὲ ἀμείνων ἡ σύμμετρος θλίψις. πιστώσονται δὲ πρὸς τοῦτο ἡμᾶς αἱ τῶν ἁγίων φωναί. ὁ μὲν γάρ τις ἔφασκε [*](Es. xxvi. 16.) “Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ [*](4. φαίνοιντο Edd. 1 1, σου om. D. 12 ὅσα D. 23—26. Haec καὶ ἐπειδὴ—λαμπρότητα accesseruut ex D.)

267
“παιδεία σου ἡμῖν·” ὁ δέ γε σοφώτατος Παῦλος, παντὸς ἡμῖν ἀγαθοῦ ῥίζαν οἷαπερ καὶ γένεσιν τὴν θλῖψιν ἐτίθει λέγων “Ὅτί ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπο- [*](a 184 A. ) “μονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καται- [*](Rom. v. 3-5) “σχύνει.” ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυείδ “᾿Αγαθὸν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ [*](Ps. cxviii. 71.) “δικαιώματά σου.”

Και εσομαι αὐτοῖο ώα πάνθΗρ και ώο πάρδαλιο- κατά thv οδόν [*](7) ἐκεῖ 0κύνιm δρυμοῦ, ωρ(α ἀΓρο6 δaanά6ει άπορουμένΗ, και [*](8) διαῤμ̔εω 0υΓκλΗ0μὸι καρΜαc αὐτῶ, κΜ φάρονται αὀτοὺc ’πειδὴ γὰρ τῆς θΗρία άρρου διασπάσει γέγονεν.

[*](b)

’Έ/πειδη γὰρ της εὐθυμίας το πλάτος γεγονεν αυτοϊς. ὀλέθρου πρόξενον καὶ ἀποστασίας ἀφορμὴ, ταύτητοι λοιπὸν αἱ θλίψεις ἐπάγονται, καὶ ἀναλόγως τοῖς ἀρρωστήμασι. τὰ γάρ τοι πολὺ νενοσηκότα τῶν σωμάτων καὶ σεσηπότα λοιπὸν, εἴξειεν οὐδαμῶς ἠπίοις μὲν ἔτι φαρμάκοις, δέοιτό δ ἃν μᾶλλον καὶ σιδήρου καὶ πυρός. οὐκοῦν ἐπειδήπερ τὸ τῆς θείας ἡμερότητος μέγεθος ὤνησεν ὀλίγα τοὺς ἐξ Ἰσ- ραὴλ, ἵνα μὴ λέγοιμι παντελῶς οὐδὲν, θηριοπρεπὴς αὐτοῖς ἀγριότης ἐπάγεται. ἑαυτὸν δὲ παρεικάζει τοῖς ὅτι μάλιστα [*](c) τῶν θηρίων δεινοτάτοις καὶ βοροῖς, καὶ πολὺ λίαν ἔχουσι τὸ εἰς ὠμότητα βλέπον. οὐχ ὅτι πάντως ἡ θεία τ ε καὶ ἀπόρρητος φύσις γεν́οιτ ἃν ἐν τοιαύταις ὀργαῖς, ἀλλ’ ἐκεῖνό που τάχα διδάσκει πάλιν, ὅτι κεχρήσονται μὲν οἱ Ἀσσύριοι ταῖς οὕτως ἀκράτοις ὀργαῖς, ἀπάνθρωποί τε καὶ ἀτεράμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, γεγονότες ἁλώσονται· δόξειε δ’ ἂν εἶναι Θεοῦ τὸ πραττόμενον, ἐπεί τοι γενέσθαι συγκε- χώρηκεν αὐτὸς, τοῖς οὕτως ἀγρίως ἡμαρτηκόσι τὴν αὐτοῖς [*](d) πρέπουσαν ὀργὴν ἐπαφείς. εὑρήσω τοίνυν αὐτοὺς ὡς πάνθηρ [*](3. Hoc ὅτι accessit ex D. 6, μοι] μου Edd. 9• ἄρκτος D. Edd. (86, 130, 31Ι•) ἄρκος F. (A.V. XII.) 10. φάγονται B.D. (Alex.) καταφάγ. Edd. (Vat.) cf. infra 185 a. 11. δρόμου pro δρυμοῦ Edd. ante Migne. Statim καὶ add, F. (22 al.) 12. εὐθυμίας] εὐθηνίας Edd.)

268
καὶ ὡς πάρδαλις· ἀποκομισθήσονται γὰρ εἰς τὴν ᾿Ασσυρίων. ἀπαντήσομαι δὲ αὐτοῖς καὶ ὡς ἄρκτος ἀπορουμενη, τουτέστιν, ἡ πεινῶσα τυχὸν, ἤγουν ἀλύουσα σφόδρα, τῶν σκύμνων ἐξῃρημένων· τότε γὰρ μάλιστά φασι τῆς ἐμφύτου μανίας [*](e) εἰς ἄκρον ἔρχεσθαι τὸ θηρίον. καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας. συγκλεισμὸν ἐν τούτοις τὴν ἀσφάλειαν λέγει. ἀσφάλεια δὲ καρδίας τὸ θάρσος, ὅπερ ἂν ἔχοι τις κατ’ ἐχθρῶν· οὗ δὴ καὶ διερρωγότος, τὰ ἐκ τῆς δειλίας εἰσκρίνεται πάθη, ὡς καὶ ἀμαχεὶ τοῖς ἐχθροῖς χαρίσασθαι τὸ νικᾶν. ὅμοιον οὖν ὡς εἰ λέγοι τυχόν Εἰς ἐσχάτην αὐτοὺς κατοίσω δειλίαν, καίτοι τῶν δι’ ἐναντίας πεινῶντί τε καὶ ἠτεκνωμένῳ παρεικασθέντων θηρίῳ, φημὶ δὴ τῇ ἄρκτῳ. ὅτι δὲ καὶ τοῖς τῆς αἰχμαλωσίας ἐναλόντες δεσμοῖς, καὶ εἰς τὴν τῶν Ἀσσυρίων [*](185 A. a) ἀπενηνεγμένοι χώραν, οὐδεμίαν ἕξουσιν ἀπόνευσιν τῶν κακῶν, ἕψονται δὲ ὥσπερ αὐτοῖς κἀκεῖσε τὰ μοχθηρὰ, παρέδειξεν εἰπών Καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς. τὰ γὰρ τῶν Ἀσσυρίων ἀτίθασα γένη, σκύμνοις τοῖς ἐν δρυμοῖς καὶ θηρίοις παρεικάζει, πολὺ νενευκότα πρὸς τὸ ἀνήμερον.

[*](9; 10)

Τῇ διασπορά σου ᾿Ισραὴλ τίς βοηθήσει ; που ὁ βασιλεύς σου [*](b) οὗτος ; κὼ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου· κρινάτω [*](11) σε δυ’ εἶπας Δός μοι βασιλέα καὶ ἄρχοντα. καὶ ἔδωκά σοι ἐν ὁργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας.

Εφην ἤδη καὶ ἐν τοῖς ἀνωτέρω βραχὺ, ὅτι κατῃτιᾶτο Θεὸς τοὺς ἐξ ᾿Ισραὴλ, ὡς οὐκ οἶδ’ ὅπως ἑλομένους τὸ ἀνθρωπίνοις μᾶλλον ὑπεζεῦχθαι ζυγοῖς, καὶ ἀνήνασθαι τὴν ὑπ’ αὐτῷ [*](1. κοὶ assumptum ex B.D. b. 2. ἀπαντήσω b. ἄρκος b. (A.V. XII.) 3. ἤγουν D. b. ἢ Edd. σκύμνων ἐξῃρημένων] σκυμνίων ἀφῃρημένων b. 7. ἀσφάλειαν D. ἔχῃ D. b. 8. καὶ om. D. lO. εἰ assumptum ex D.b. II, καίτοι assumptum ex B.D. b. 12. θηρίῳ] θηρίων Edd. invitis B.D.b. ἄρκῳ b. 15. ἕψονται δὲ D. ἕψονται Β. καὶ ἕψον. ταὶ Edd. 18. Haec καὶ θηρίοις accesserunt ex B.D. 22. εἶπες D. (49.) καὶ ἄρχοντα om. D. σοι] + βασιλέα Edd. (A.V. etc.) deest in B.D. 23. ἔσχον] ἔσχατον (sic) D. 25. ὡς οὐκ οἶδ’ B.D. καὶ οὐδ’ Edd.)

269
βασιλείαν τῷ Θεῷ, καίτοι βεβασιλευκότος τῶν ἀρχαιοτέρων, διὰ Προφητῶν ἁγίων. ἔφη γὰρ, ὅτι “ καὶ ἐν Προφήτῃ [*](c Supra xii. 13.) “ἀνήγαγε κύριος τὸν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, καὶ ἐν Προ- “φήτῃ διεφυλάχθη.’ ὑμεῖς δὲ, φησὶ, τὸ ὑπὸ Θεῷ πράττειν παρωθούμενοι, καταβεβοήκατε τοῦ μακαρίου Σαμουὴλ λέγοντες “Ἰδοῦ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται [*](1 Reg. viii. 5.) “ἐν τῇ ὁδῷ σου· καὶ νῦν καταστῆσον ἐφ’ ἡμᾶς βασιλέα “δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη.’’ οὐκοῦν ἐπειδήπερ εὖ βεβουλεῦσθαι δοκεῖς, ἀναστήσας ἐπὶ σαυτῷ βασιλέα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη, σώζεσθαί τε παρ’ αὐτοῦ προσεδόκησας, ποῦ νῦν ἄρα ἐστίν ; ἰδοὺ καιρὸς ἐπιδείξεως, πολεμείτω σου [*](d) τὸν πόλεμον, ὁπλιζέσθω λαμπρῶς, σωζέτω τὰς πόλεις, προασπιζέτω τῶν ὑπὸ χεῖρα, κατασοβείτω τῶν δι’ ἐναντίας, ἐλαυνέτω νεανικῶς τοὺς καταδῃοῦν ἐθέλοντας οἴκους τε καὶ πόλεις.

Ἀλλ’ ἴσως ἐρεῖς Καίτοι φαίνομαι μὲν ὡς αἰτήσας ἐγὼ, σὺ δὲ καὶ δοὺς καὶ κεχρικὼς ἐν ἀρχαῖς τὸν Σαούλ. ναί φησιν, ἀλλ’ ἐν ὁργῇ δεδωκα τὸν ἡγούμενον, κα) ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας, ὡς ἠδικημένος παρὰ σοῦ, φησί· μόνον δὲ οὐχὶ καὶ τῶν τῆς βασιλείας θώκων ἐξωθούμενος, τό [*](e) γε ἧκον εἰς τὸ σοὶ δοκοῦν, τεθύμωμαι λίαν. πλὴν ἀνέδειξα, καίτοι τὸ χρῆμά φησιν οὐκ ἀναγκαῖον εἰδὼς εἰς ὄνησιν, ἀλλ’ ἵνα σε τῶν πραγμάτων ἡ πεῖρα πληροφορήσῃ καλῶς, ὅτι σκαιὰ καὶ ἄχρηστα κἀν τούτῳ βεβούλευσαι. ποῦ γὰρ νῦν ἐστιν, ἢ ποία λοιπὸν ἐξ αὐτοῦ γένοιτ’ ἂν τοῖς πουλεμουμένοις ἡ ὄνησις ; ἀλλ’ εἶπερ ἦσθα πάλιν ὑπὸ τὴν ἐμὴν φειδῶ τε καὶ χεῖρα, πάντως ἂν ὤφθης ἐν ἀμείνοσι τῶν ἐχθρῶν. οὐκοῦν “Ματαία σωτηρία ἀνθρώπου κατὰ τὸ γε- [*](Ps. lix. 13.) γραμμένον, καὶ “ ψευδὴς ἵππος εἰς σωτηρίαν,” ἡ ἐπ’ ἄρχουσιν [*](Ps. XXXII. 17.) [*](1. ἀραιοτέρων] + καὶ Edd, 5. καταβεβοήκατε] καταβεβήκατε iid. 8. λοιπὰ] ἄλλα iid. 9. εὖ βεβ.] Sic correxi ex D. εὐβεβ. iid. 13. τῶν alt. D. Edd. τὸν Β. 18. ἔσχον] ἔσχατον (sic ut supra) D. 20. τῶν τῆς βασιλείας θώκων] τῆς τῶν βασιλέων θάκων (sic) D. 25. ἐστιν om. D. 26. ἡ om. D. 28. Haec οὐκοῦν c., c., accesserunt ex D.)

270
ἐλπίς· ἐκρύεται δὲ καὶ μάλα ῥᾳδίως οὓς ἃν ἕλοιτο Θεὸς, καὶ οὓς ἃν καταθεάσαιτο τὴν ἐπ’ αὐτῷ τιμῶντας ἐλπίδα.

[*](186 A. a)[*](12,13)

᾿Εφραΐμ, ἐγκεκρυμμένη ἡ ἁμάρτια αὐτοῦ· ὡδῖνες ὡς ἥξουσιν αὐτῷ. οὗτος ὁ υἰός θοῦ ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συνρτιβῇ τέκω.

[*](Ps. vii. 15.)

Tοῦτο οἶμαί ἐστι τὸ “ Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνο- “μίαν.’’ ἐν ἀρχαῖς μὲν γὰρ ῾Ιεροβοὰμ, ἵνα τῶν σκήπτρων μὴ ἀποπέσοι· τὰς κατὰ νόμον θυσίας ἀποπληροῦν ἐθέλοντος τοῦ ᾿Ισραὴλ, ταύτης τε ἕνεκα τῆς αἰτίας ἀναφοιτῶντος εἰς [*](b) ῾Ιεροσόλυμα· τὰς δαμάλεις ἐπενόησε τὰς χρυσᾶς. καὶ ὥσπερ τινὰ πονηροῦ σπέρματος καταβολὴν εἰς νοῦν ἐδέχετο κατακεχωσμένην, ὥσπερ καὶ ἐγκεκρυμμένην τὴν ἁμαρτίαν. ἀλλ’ ἥξει φησὶ καὶ ὁ τῶν ὡδίνων καιρός. οὗτος δ’ ἃν νοοῖτο πάλιν, ὅ τε τοῦ πολέμου καὶ τῆς αἰχμαλωσίας. εἰ γὰρ καὶ μὴ αὐτῷ συνέβη τῷ Ἐφραῒλ, ἀλλ’ οὖν τοῖς ἐξ αὐτοῦ γε· γονόσιν, ἤγουν τοῖς τῆς ἀρχῆς διαδόχοις, ἐπῆλθον κατὰ καιροὺς, ὅτι τῆς ἐκείνου δυσσεβείας γεγόνασι μιμηταί.

Διαλέγεται τοίνυν ὡς πρὸς τὴν ἐν τῆ Σαμαρείᾳ Συναγωγὴν καί φησι τίς σε διασώσει ; ἆρα ὁ υἱός σου οὗτος ὁ [*](C) φρόνιμος 5 λέγων δὲ τὸ οὗτος, ἣ τὸν κατὰ καιροὺς βασιλεύοντα δείκνυσιν, ὃς καὶ τὴν τοῦ δοκεῖν εἶναι συνετὸς ἐδέχετο δόξαν· παρέπεται γὰρ τοῦτο τοῖς κρατοῦσιν ἀεί· ἤγουν ἕτερόν τι, καὶ τῷ καιρῷ πρέπον ὑποδηλοῖ, καθ’ ὃν καὶ ὁ τῆς προφητείας ἐγένετο λόγος. βασιλεύοντος γὰρ [*](4 Reg. xvii. 1sqq.) τοῦ· Ἄχαζ ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς ῾Ιεροσολύμοις, “ἐν ἑνδε- “κάτῳ ἔτει, βεβασίλευκεν ἐν τῇ Σαμαρείᾳ ἐπὶ τὸν ᾿Ισραὴλ “᾿Ωσηὲ υἱὸς ᾿Ηλὰ, ὃς ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς “Κυρίου.” ἀλλὰ κατ’ ἐκεῖνο καιροῦ κατεστράτευσε τῆς Σὰ. [*](2. καταθαιάσαιτο (sic) D. 5. ὑποστῇς Β. 6. ἐστιν οἶμαι inverso ordine D. 8. ἀποπέσοι] ἀπώσῃ Edd. II. ἐδέχετο] ἐδέξατο b. 12. κατακεχωσμένην D. b. κατακεχρωσμένην Β. Edd. 13. καὶ om. b. 14. καὶ alt. om. D. 19. ἆρ’ D. 23. ὃν] ὃ Edd. 24. ἐγίνετο D. 25. Ἄχαζ D. Ἄχατζ Edd. ante Migne. 27 ἦλά D.)

271
μαρείας Σαλμανασὰρ βασιλεὺς ᾿Ασσυρίων. “Καὶ ἐγενήθη, [*](d 4 Reg. xvii. 3.) “φησὶν, ᾿Ωσηὲ αὐτῷ δοῦλος.” ὠργίζετο δὲ λίαν ὁ Ἀσσύριος ἐπ’ αὐτῷ δι’ αἰτίαν τοιαύτην. ἔπεμψε μὲν γὰρ πρὸς αὐτὸν ἀγγέλους, αἰτῶν μαναὰ καὶ τὰ συνήθη· ὁ δὲ προστάττεσθαι παρ’ ἐκείνου μὴ ἀνασχόμενος, ἐπρεσβεύετο πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου, τὴν παρ’ αὐτοῦ βοήθειαν αἰτῶν. πρὸς τοῦτο λελυπημένος ὁ Σαλμανασὰρ, πεπολιόρκηκε μὲν τὴν Σαμάρειαν, ἐφ’ ὅλοις ἔτεσι τρισίν. εἶτα ζωγρήσας τὸν ᾿Ωσηὲ, δεσμώτην ἐποίει, καὶ κατέγραφεν ἐν οἰκέταις, ἀπῴκισε [*](e) δὲ καὶ τὸν ᾿Ισραὴλ ἐν ὁρίοις Περσῶν καὶ Μηδῶν. ἔοικεν οὖν ὁ προφητικὸς ἡμῖν λόγος ᾿Ωσηὲ τὸν ᾿Ηλὰ καταδεικνύειν ἐν τούτοις, ὃν καὶ φρόνιμον ἀποκαλεῖ, οὐχ ὅτι συνετὸς ἦν κατὰ ἀλήθειαν, ἀλλ’ οἱονείπως εἰρωνεύεται· ἐδόκει μὲν γὰρ παρὰ τῷ ᾿Ισραὴλ συνετὸς εἶναί τις, καὶ σφόδρα σοφῶς βεβουλεῦσθαι, διά τοι τὸ ἑλέσθαι τὴν ἐξ Αἰγύπτου καλεῖν ἐπικουρίαν αὐτοῖς. ἀλλ’ ἥλω ψυχρὰ καὶ ἀνόνητα καὶ δράσας καὶ βουλευσάμενος. τίς δὴ οὖν ἄρα, φησὶν, ἐξελεῖ- [*](a 187 A.) ταί σε τοῦ μὴ παθεῖν τὰς ἀνηκέστους συμφοράς; οὗτος ὁ ὑίος σου ο φρόνιμος, διοτι οὐ ῥῆ υποστῃ ἐν συντριβῃ τέκνων. τῶν γὰρ σῶν τέκνων συντριβομένων φησὶν οὐδ’ ἂν αὐτὸς ὑποσταίη· ληφθήσεται γὰρ δοῦλός τε καὶ αἰχμάλωτος ὁμοῦ τοῖς ἄλλοις· βαδιεῖται πρὸς Ἀσσυρίους. σοφὸς οὖν ὁ ψάλλων “᾿Ισχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.” παρ’ [*](Ps. cxvii. 14.) αὐτοῦ γὰρ πᾶσα δύναμις, καὶ σωτηρία πᾶσα. καὶ σώζων [*](Es. xliii. 11.) οὐκ ἔστι πάρεξ αὐτοῦ.

[*](b)

´Eκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς, ἐκ θανάτου λυτρώσομαι αὐτούς· [*](14) ποῦ ἡ δίκη ὅου, θάνατε ; που τό κέντρον σου, ᾅδη ;

Τὰ ἐκ θυμοῦ λαλήσας τοῖς ἡμαρτηκόσι, καὶ τὰ ἐκ λύπης [*](4. μαναὰ] μαανὰ D. (56, 246.) 10. ὁρίοις Β. ὄρεσι D. ὁρίοις Pont. ὀρείοις Aub. 11. ἡμῖν ὁ προφητικὸς inverso ordine D. 16. ἀνώνητα (sic) Edd. 19. ὁ assumptum ex B.D. 23. κύριος] + καὶ μὴν καὶ ὁ θεσπέσιος παῦλος γράφων Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. 24. πᾶσα alt. assumptum cx B.D. 26. αὐτοὺς prius] + καὶ B. Edd. (Vat. XII.) om. D. (Alex.) 27. δίκη D. Edd. νίκη (130, 311.) cf. infra.)

272
ἐσόμενα προαπηγγελκὼς, ἀναπεφοίτηκε πάλιν εἰς θεοπρεπῆ τε ἡμερότητα, καὶ ὅτι μὴ εἰσάπαν τὸ ἐπὶ γῆς ἀπέστραπται γένος, μήτε μὴν ἀνῆκεν εἰς καταφθορὰν ἀχάλινόν τε καὶ ἀτελεύτητον, ἀλλ’ ἔσται τις κατὰ καιροὺς φειδὼ καὶ ἀνάκλησις εἰς τὸ ἀπ’ ἀρχῆς ἐν Χριστῷ, καταμεμήνυκε προστι- [*](c) θεὶς, ὡς ῥύσεται μὲν ἐκ χειρὸς ᾅδου, καὶ ἐκ θανάτου λυτρώσεται, δῆλον δὲ, ὅτι τοὺς ὑπ’ αὐτὸν γεγονότας, διὰ τὴν εἰσποιητὸν ἁμαρτίαν, καὶ τὴν ἐν ἀρχαῖς τοῦ ᾿Αδὰμ παράβασιν. πεποίηται γὰρ ἡ τοιάδε πάλιν ὑπόσχεσις, οὐχὶ μόνῳ τῷ ᾿Εφραΐμ, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἅπασι δὲ μᾶλλον τοῖς ἐπὶ [*](Rom. iii. 29,30.) τῆς γῆς. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Οὐκ ᾿Ιου- “δαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. δεδικαίωκε γὰρ “περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.” [*](d) λελύτρωται γὰρ ἡμᾶς ἐκ χειρὸς ᾅδου, τουτέστιν, ἐκ τῆς τοῦ θανάτου καταδυναστείας, καὶ ὁ τῆς λυτρώσεως τρόπος ὁ Χριστοῦ νοεῖται θάνατος. ἀνέτλη γὰρ ἑκὼν τὴν ὑπὲρ ἡμῶν [*](Col. ii. 14,15.) ἐπὶ ξύλου σφαγὴν, καὶ τεθριάμβευκεν ἀρχὰς καὶ ἐξουσίας, προσηλώσας αὐτῷ τὸ καθ’ ἡμῶν χειρόγραφον. τότε γὰρ [*](Ps. cvi. 42.) τότε “καὶ πᾶσα μὲν ἀνομία τὸ ἑαυτῆς ἐνέφραξε στόμα·” κατήργηται δὲ καὶ τὸ τοῦ θανάτου κράτος, ἐξηρημένης τῆς ἁμαρτίας· αὕτη γάρ ἐστιν ἡ τοῦ θανάτου νίκη, καὶ τὸ κέντρον τοῦ ᾅδου. οὕτω καὶ ὁ σοφὸς ἡμῖν ἡρμήνευσε Παῦλος. ἔφη [*](1 Cor. xv.56. e )γὰρ, ὅτι “Τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ “δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.” οὐκοῦν τῆς ἁπάντων ἁμαρτίας ἀνῃρημένης ἐν Χριστῷ, φαίημεν ἂν εἰκότως καὶ ἡμεῖς αὐτοί Ποῦ ἡ νίκη σου θάνατε ; που τὸ κέντρον σου ᾅδη ; [*](Rom. viii. 33,34.) “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων ; Χριστὸς Ἰησοῦς ὁ [*](1 Tim. ii. 6.) “ἀποθανὼν” ὑπὲρ ἡμῶν, μᾶλλον δὲ “δοὺς ἑαυτὸν ἀντίλυτρον “ὑπὲρ πάντων,” εἷς ὁ πάντων ἀξιώτερος, δι’ οὗ καὶ ἐν ᾧ πεπλουτήκαμεν τὸ ἀναφοιτῆσαι πάλιν εἰς ἀφθαρσίαν.

[*](3. τε] τι Edd. 7. εἰσποίητον] εἰς ποιητὴν iid. 12. μόνον b. μόνων D. Edd. 14. γὰρ D.b. δὲ Edd. 15. δυναστείας b. 17. ξύλου] ξύλους Edd. 19. ἑαυτῆς] ἐξ αὐτῆς iid. 21. νίκη] δίκη ut supra in textu D. 23. τὸ δὲ] τόδε Aubertus. 26. νίκη] δίκη D. 27. ὁ primum assumptum ex D.)
273

Παράκλησις κέκρυπται ἐξ ὀφθαλμῶν μου; διότι οὐτος ανα μέσον [*](a 188 A. 15) ἀδελφῶν διαστελεῖ.

᾿Αναγνωσόμεθα τοῦ προκειμένου τὸν πρῶτον στίχον κατ’ ἐπερώτησιν, καὶ ὑποστιγμὴν, καί τι τοιοῦτον ἡμῖν ὑπεμφήνειεν ἂν ὀρθῶς νοεῖν ᾑρημένοις. κατηρρώστησέ φησιν, ἡ ἀνθρώπου φύσις τὸ πολυειδὲς εἰς ἁμαρτίαν, καὶ ἀπονένευκεν οὐ μετρίως εἰς τὸ πλημμελές· ταύτῃτοι δικαίως κατεδικάσθη θανάτῳ. εἶτα τίς ἔσται τῆς ἐπικουρίας ὁ τρόπος τοῖς τοῦτο παθοῦσιν, ἢ ὅπως ἂν διακρούσαιντο τὸ συμ- [*](b) βεβηκὸς, αὐτὸς ἐγὼ διασκέψομαι, μᾶλλον δὲ ἤδη καὶ ὁρίσας ἔχω. ἢ ἆρά τις ἐστὶν ἐν ὑμῖν, φρενοβλαβείας εἰς τοῦτο προήκων, ὡς οἴεσθαί τε καὶ λέγειν, ὅτι παρακλήσεως καὶ παραμυθίας ἐστί τις τρόπος, ὃν ὁ θεῖός τε καὶ ἀκήρατος οὐχ ἑώρακε νοῦς ; εἰμὶ γὰρ τεχνίτης, ἄναλκίς τε πρὸς οὐδὲν, ἀλλ’ εὖ οἶδα πάντα, καὶ ἀμελλητὶ κατορθῶ τὸ δοκοῦν. καίτοι, φησὶν, οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ. προαπαγγέλλει δὲ διὰ τούτων ἡμῖν τὸν κύριον ἡμῶν ᾿Ιησοῦν τὸν δοκοῦν.

Χριστόν. αὐτὸς γάρ ἐστιν ἡ πάντων παράκλησις, ὁ τῆς [*](c) θεραπείας τρόπος· αὐτὸν προώρισεν ὁ Πατὴρ πρὸ χρόνων αἰωνίων Σωτῆρα καὶ Λυτρωτὴν τοῖς τῷ θανάτῳ κεκρατημένοις. αὐτὸν ἔφη διαστέλλειν ἀνὰ μέσον ἀδελφων. καὶ τί δὴ τοῦτο ἔστιν, αὐτοῦ λέγοντος ἀκηκόαμεν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ “Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν [*](S.Matth. x. 34—6.) “εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ “μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς “αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην “κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ [*](d) “οἰκειακοὶ αὐτοῦ· καὶ πάλιν τὰ ἐσόμενά που προαπαυγέλλων τοῖς ἁγίοις μαθηταῖς “Παραδώσει, φησὶν, ἀδελφὸς [*](Ib. 21.) [*](9. διακρούσαιτο Edd. 11. ἡμῖν pro ὑμῖν D. 1 2. προσήκων (sic) iid. 15. ἀμελητὶ (passim) D. 17. τὸν alt. assumptum ex b. 18. κοὶ post παράκλησις add. b. 28. που assuraptum ex D.)

274
“ἀδελφὸν εἰς θάνατον,’’ καὶ ἐπαναστήσεται πατὴρ ἐφ’ υἱούς. ἐπειδὴ γὰρ τὴν τοῦ διαβόλου καθῄρηκε τυραννίδα, καὶ τῶν τῆς εἰδωλολατρείας ἐξείλετο βρόχων τοὺς πεπλανημένους, κατέδησεν οὕτως πρὸς ἀγάπην τὴν πρὸς ἑαυτὸν, ὡς καὶ φυσικῆς ἀλογῆσαι φιλοστοργίας τοὺς πεπιστευκότας, καὶ [*](e) ἀδελφοὺς ἀνήνασθαι καὶ πατέρας καὶ οἴκους καὶ γένη, καὶ ἀποχρήσειν αὐτοῖς εἰς ἅπασαν εὐθυμίαν, ὑπολαβεῖν τὸ προσκεκλίσθαι τῷ χριστῷ. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ, ὡς ἐκ προσώπου τῶν τοῦτο κατορθωκότων ψάλλει [*](Ps. xxvi. 10.) που καί φησιν ὅτι “Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατ- “έλιπόν με, ὁ δὲ κύριος προσελάβετό με.”

᾿Επάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ’ αὐτὸν, καὶ ἀναξηρανεῖ τὰς φλέρας αὐτοῦ, ἐξερημώσει τὰς πηγάς αὐτοῦ· [*](189 A. a) αὐτὸς καταξηρανεῖ τῆν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.

Μεθίστησι μὲν τὸν λόγον ἐπ’ αὐτὸ τὸ τοῦ θανάτου πρόσωπον, ἀνέμῳ δὲ νότῳ καὶ καύσωνι παρεικάζει Χριστὸν, ὃν καὶ ἐκ τῆς ἐρήμου φησὶν ἐπενεχθήσεσθαι κατὰ καιρούς. χρὴ δὲ εἰδέναι, καὶ πρό γε τῶν ἄλλων, ἐκεῖνο, ὅτι τῶν Ιουδαίων ἡ χώρα πλατεῖαν καὶ ἀκατάληπτον ἔρημον ἔχει, κειμένην ἐν μέρεσι τοῖς νοτιωτάτοις, κἂν εἰ συνέβη ποτὲ τὸν ἐκεῖθεν ἄνεμον κατενεχθῆναι ῥαγδαίως, περιδεεῖς ἦσαν οὐ μετρίως, αὐαινομένης τῆς χώρας. δοκεῖ δέ τισι καὶ αὐτὰς τῶν [*](b) ὑδάτων τὰς ἐν τῆ γῆ φλέβας ὀκνηροτέρας ποιεῖσθαι τὰς χορηγίας, καὶ ταῖς τοῦ βιαίου καὶ πυρώδους πνεύματος προσβολαῖς ἀνακόπτεσθαι. οὐκοῦν ἐξ ὧν ἴσασι καὶ πεπείρανται, ποιεῖται τοὺς λόγους.

[*](7. Hoc ὑπολαβεῖν accessit ex D. 8. προσκεκλίσθαι D. προσκεκλῆσθαι B. Edd. 10. ἡ assumptum ex B.D. 12. ἀπάξει D. Statim καύσωνος D. 13. Haec ἐξερημώσει τὰς πηγὰς αὐτοῦ desunt in Edd. 18. καὶ om. D. ἐπενεχθήσεσθαι D. ἐνεχθήσεσθαι Edd. 21. κἄν εἰ D. Edd. καὶ εἰ b. συμβῇ b. 22. ἐκεῖθεν] + αὐτοῖς b. Statim ἄνεμον post κατ’. ενεχθῆναι transp. b. 23. αὐαινομένης B.D. ἀναινομένης Edd. ξηραινομένης b. 24. τῇ om, D.)
275

᾿Επενεχθήσεσθαι δὴ οὖν τῷ θανάτῳ Χριστὸν ὁ προφητικὸς ἡμῖν ἔφη λόγος ἀνέμῳ καύσωνι παραπλήσιον, ὃς πάσας αὐτοῦ τὰς πηγὰς καὶ τὰς φλέβας καταξηρανεῖ. ἐπιμένει οὖν τῆ τροπῇ, καὶ μάλα ὀρθῶς, καὶ ὡς ἀπό γε τοῦ συμβαίνειν εἰωθότος, τὴν τοῦ μυστηρίου ποιεῖται δήλωσιν. [*](c) φλέβας δὲ καὶ πηγὰς τοῦ θανάτου, τοὺς τῆς τρόπους εἶναί φαμεν, ἤτοι τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. δι’ αὐτῶν γὰρ ὥσπερ τὴν τῶν ἀεὶ κατὰ καιροὺς ἀπολλυμένων χορηγεῖται πληθύν. οὕτω νοήσεις καὶ τα σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ. σκεύη γὰρ ἀπολλύοντα τοὺς ἐπὶ τῆς γῆς καὶ τῷ θανάτῳ τίμια φαίη τις ἃν εἰκότως, ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, ἤγουν ἀνοσίους τινὰς τῶν ἐπὶ τῆς γῆς, τῆς ἐκείνου δυστροπίας θεραπευτὰς, καὶ προσαπολλύντας ἑαυτοῖς ἑτέρους. πνεύσαντος δὴ οὖν τοῦ [*](d) καύσωνος, ἅπασά φησιν ἡ τοῦ θανάτου ξηρανθήσεται γῆ. πεποίηται δὲ πάλιν ὡς ἐκ μεταφορᾶς ὁ λόγος. ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν κατεβόσκετο μὲν ὥσπερ τι χωρίον ὁ θάνατος τοὺς ἐπὶ τῆς γῆς· ἀλλ’ ἔσται ξηρὸν, οὐχ εὑρήσει νομὴν ὁ θάνατος. ἀνήρηται γὰρ ἡ φθορὰ προθέντος ἅπασι τοῦ Χριστοῦ τὴν ζωὴν, καὶ παλινάγρετον ποιεῖσθαι τὴν ἀφθαρσίαν.

[*](e)

᾿Αφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸ Θεὸν αὐτῆς· ἐν [*](16) ῥομφαίᾳ πεσοῦνται αὐτοί, κω τὰ ὑποτίτθια αὐτῶ ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶ διαῤῥαγήσονται.

Διαπεράνας εὖ μάλα τὸν ἐπὶ Χριστῷ λόγον, καὶ τῆς καθόλου λυτρώσεως τὸ μυστήριον προαπηγγελκὼς ὁ μακάριος προφήτης, ἐποιμώζει πάλιν ταῖς τῶν προσκεκρουκότων συμφοραῖς, μόνον δὲ οὐχὶ καὶ κατολοφύρεται τοὺς ἐν Σα- [*](a 190 A.) [*](3. πηγὸς] πληγὰς (sic) Edd. 4. μάλα] μάλιστα iid. 13. τῆς prius assumptum ex Β. 17. καὶ om. D. γὰρ post μὲν add. D. 22. ἀνέστη Edd. (239, 311.) 23. ἐδαφισθήσονται] ἐδαφισθήσεται F. (22 al.) ἐλαφισθήσονται φισθήσονται (sic) Edd.)

276
μαρείᾳ. μετὸν γὰρ ἀπόνασθαί φησι, καὶ σφόδρα πλουσίως, τῶν ἐξ ἡμερότητος ἀγαθῶν, αὐτόμολοι δεδραμήκασι πρὸς τὰ ἐξ ὀργῆς ἐσόμενα κατ’ αὐτῶν, διάτοι τὸ ἀντεξάγειν ἑλέσθαι Θεῷ, καὶ δεσποτικοῖς προστάγμασι τὸ ἴδιον ἀντεγεῖραι θέλημα, μόνον δὲ οὐχὶ καὶ ἀντιτετάχθαι δοκεῖν, ἣ καὶ ἐν μοίρᾳ γενέσθαι τῶν ἀνθεστηκότων αὐτῷ κατὰ ἀλήθειαν. τοιγάρτοι φειδοῦς ἁπάσης ἐξηρημένης ἔργον μὲν ἔσονται ῥομφαίας [*](b) αὐτοί· ξένοι δὲ τῆς ἀπανθρωπίας ἐπινοηθήσονται τρόποι κατά τε γυναίων καὶ τέκνων. ὁμοῦ γὰρ τοῖς ἀρτιγενέσι νηπίοις πρόωρον ὑπομενοῦσι θάνατον καὶ τὰ οὔπω κεκλημένα πρὸς τὸ εἶναι καὶ ζῆν, καὶ φθάσει τὴν δι’ ὠδῖνος πρόοδον τῶν πολεμίων τὸ ξίφος. πικρὸν οὖν ἄρα τὸ ἀντιτάττεσθαι Θεῷ, καὶ ὀλέθρου πρόξενον ἀληθῶς καὶ δι’ αὐτῆς ὁρᾶται τῆς πείρας.

[*](Κεφ. ἰδ’.)