In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Χριστόν. αὐτὸς γάρ ἐστιν ἡ πάντων παράκλησις, ὁ τῆς [*](c) θεραπείας τρόπος· αὐτὸν προώρισεν ὁ Πατὴρ πρὸ χρόνων αἰωνίων Σωτῆρα καὶ Λυτρωτὴν τοῖς τῷ θανάτῳ κεκρατημένοις. αὐτὸν ἔφη διαστέλλειν ἀνὰ μέσον ἀδελφων. καὶ τί δὴ τοῦτο ἔστιν, αὐτοῦ λέγοντος ἀκηκόαμεν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ “Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν [*](S.Matth. x. 34—6.) “εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ “μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς “αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην “κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ [*](d) “οἰκειακοὶ αὐτοῦ· καὶ πάλιν τὰ ἐσόμενά που προαπαυγέλλων τοῖς ἁγίοις μαθηταῖς “Παραδώσει, φησὶν, ἀδελφὸς [*](Ib. 21.) [*](9. διακρούσαιτο Edd. 11. ἡμῖν pro ὑμῖν D. 1 2. προσήκων (sic) iid. 15. ἀμελητὶ (passim) D. 17. τὸν alt. assumptum ex b. 18. κοὶ post παράκλησις add. b. 28. που assuraptum ex D.)

274
“ἀδελφὸν εἰς θάνατον,’’ καὶ ἐπαναστήσεται πατὴρ ἐφ’ υἱούς. ἐπειδὴ γὰρ τὴν τοῦ διαβόλου καθῄρηκε τυραννίδα, καὶ τῶν τῆς εἰδωλολατρείας ἐξείλετο βρόχων τοὺς πεπλανημένους, κατέδησεν οὕτως πρὸς ἀγάπην τὴν πρὸς ἑαυτὸν, ὡς καὶ φυσικῆς ἀλογῆσαι φιλοστοργίας τοὺς πεπιστευκότας, καὶ [*](e) ἀδελφοὺς ἀνήνασθαι καὶ πατέρας καὶ οἴκους καὶ γένη, καὶ ἀποχρήσειν αὐτοῖς εἰς ἅπασαν εὐθυμίαν, ὑπολαβεῖν τὸ προσκεκλίσθαι τῷ χριστῷ. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ, ὡς ἐκ προσώπου τῶν τοῦτο κατορθωκότων ψάλλει [*](Ps. xxvi. 10.) που καί φησιν ὅτι “Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατ- “έλιπόν με, ὁ δὲ κύριος προσελάβετό με.”

᾿Επάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ’ αὐτὸν, καὶ ἀναξηρανεῖ τὰς φλέρας αὐτοῦ, ἐξερημώσει τὰς πηγάς αὐτοῦ· [*](189 A. a) αὐτὸς καταξηρανεῖ τῆν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.

Μεθίστησι μὲν τὸν λόγον ἐπ’ αὐτὸ τὸ τοῦ θανάτου πρόσωπον, ἀνέμῳ δὲ νότῳ καὶ καύσωνι παρεικάζει Χριστὸν, ὃν καὶ ἐκ τῆς ἐρήμου φησὶν ἐπενεχθήσεσθαι κατὰ καιρούς. χρὴ δὲ εἰδέναι, καὶ πρό γε τῶν ἄλλων, ἐκεῖνο, ὅτι τῶν Ιουδαίων ἡ χώρα πλατεῖαν καὶ ἀκατάληπτον ἔρημον ἔχει, κειμένην ἐν μέρεσι τοῖς νοτιωτάτοις, κἂν εἰ συνέβη ποτὲ τὸν ἐκεῖθεν ἄνεμον κατενεχθῆναι ῥαγδαίως, περιδεεῖς ἦσαν οὐ μετρίως, αὐαινομένης τῆς χώρας. δοκεῖ δέ τισι καὶ αὐτὰς τῶν [*](b) ὑδάτων τὰς ἐν τῆ γῆ φλέβας ὀκνηροτέρας ποιεῖσθαι τὰς χορηγίας, καὶ ταῖς τοῦ βιαίου καὶ πυρώδους πνεύματος προσβολαῖς ἀνακόπτεσθαι. οὐκοῦν ἐξ ὧν ἴσασι καὶ πεπείρανται, ποιεῖται τοὺς λόγους.

[*](7. Hoc ὑπολαβεῖν accessit ex D. 8. προσκεκλίσθαι D. προσκεκλῆσθαι B. Edd. 10. ἡ assumptum ex B.D. 12. ἀπάξει D. Statim καύσωνος D. 13. Haec ἐξερημώσει τὰς πηγὰς αὐτοῦ desunt in Edd. 18. καὶ om. D. ἐπενεχθήσεσθαι D. ἐνεχθήσεσθαι Edd. 21. κἄν εἰ D. Edd. καὶ εἰ b. συμβῇ b. 22. ἐκεῖθεν] + αὐτοῖς b. Statim ἄνεμον post κατ’. ενεχθῆναι transp. b. 23. αὐαινομένης B.D. ἀναινομένης Edd. ξηραινομένης b. 24. τῇ om, D.)
275

᾿Επενεχθήσεσθαι δὴ οὖν τῷ θανάτῳ Χριστὸν ὁ προφητικὸς ἡμῖν ἔφη λόγος ἀνέμῳ καύσωνι παραπλήσιον, ὃς πάσας αὐτοῦ τὰς πηγὰς καὶ τὰς φλέβας καταξηρανεῖ. ἐπιμένει οὖν τῆ τροπῇ, καὶ μάλα ὀρθῶς, καὶ ὡς ἀπό γε τοῦ συμβαίνειν εἰωθότος, τὴν τοῦ μυστηρίου ποιεῖται δήλωσιν. [*](c) φλέβας δὲ καὶ πηγὰς τοῦ θανάτου, τοὺς τῆς τρόπους εἶναί φαμεν, ἤτοι τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. δι’ αὐτῶν γὰρ ὥσπερ τὴν τῶν ἀεὶ κατὰ καιροὺς ἀπολλυμένων χορηγεῖται πληθύν. οὕτω νοήσεις καὶ τα σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ. σκεύη γὰρ ἀπολλύοντα τοὺς ἐπὶ τῆς γῆς καὶ τῷ θανάτῳ τίμια φαίη τις ἃν εἰκότως, ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, ἤγουν ἀνοσίους τινὰς τῶν ἐπὶ τῆς γῆς, τῆς ἐκείνου δυστροπίας θεραπευτὰς, καὶ προσαπολλύντας ἑαυτοῖς ἑτέρους. πνεύσαντος δὴ οὖν τοῦ [*](d) καύσωνος, ἅπασά φησιν ἡ τοῦ θανάτου ξηρανθήσεται γῆ. πεποίηται δὲ πάλιν ὡς ἐκ μεταφορᾶς ὁ λόγος. ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν κατεβόσκετο μὲν ὥσπερ τι χωρίον ὁ θάνατος τοὺς ἐπὶ τῆς γῆς· ἀλλ’ ἔσται ξηρὸν, οὐχ εὑρήσει νομὴν ὁ θάνατος. ἀνήρηται γὰρ ἡ φθορὰ προθέντος ἅπασι τοῦ Χριστοῦ τὴν ζωὴν, καὶ παλινάγρετον ποιεῖσθαι τὴν ἀφθαρσίαν.

[*](e)

᾿Αφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸ Θεὸν αὐτῆς· ἐν [*](16) ῥομφαίᾳ πεσοῦνται αὐτοί, κω τὰ ὑποτίτθια αὐτῶ ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶ διαῤῥαγήσονται.

Διαπεράνας εὖ μάλα τὸν ἐπὶ Χριστῷ λόγον, καὶ τῆς καθόλου λυτρώσεως τὸ μυστήριον προαπηγγελκὼς ὁ μακάριος προφήτης, ἐποιμώζει πάλιν ταῖς τῶν προσκεκρουκότων συμφοραῖς, μόνον δὲ οὐχὶ καὶ κατολοφύρεται τοὺς ἐν Σα- [*](a 190 A.) [*](3. πηγὸς] πληγὰς (sic) Edd. 4. μάλα] μάλιστα iid. 13. τῆς prius assumptum ex Β. 17. καὶ om. D. γὰρ post μὲν add. D. 22. ἀνέστη Edd. (239, 311.) 23. ἐδαφισθήσονται] ἐδαφισθήσεται F. (22 al.) ἐλαφισθήσονται φισθήσονται (sic) Edd.)

276
μαρείᾳ. μετὸν γὰρ ἀπόνασθαί φησι, καὶ σφόδρα πλουσίως, τῶν ἐξ ἡμερότητος ἀγαθῶν, αὐτόμολοι δεδραμήκασι πρὸς τὰ ἐξ ὀργῆς ἐσόμενα κατ’ αὐτῶν, διάτοι τὸ ἀντεξάγειν ἑλέσθαι Θεῷ, καὶ δεσποτικοῖς προστάγμασι τὸ ἴδιον ἀντεγεῖραι θέλημα, μόνον δὲ οὐχὶ καὶ ἀντιτετάχθαι δοκεῖν, ἣ καὶ ἐν μοίρᾳ γενέσθαι τῶν ἀνθεστηκότων αὐτῷ κατὰ ἀλήθειαν. τοιγάρτοι φειδοῦς ἁπάσης ἐξηρημένης ἔργον μὲν ἔσονται ῥομφαίας [*](b) αὐτοί· ξένοι δὲ τῆς ἀπανθρωπίας ἐπινοηθήσονται τρόποι κατά τε γυναίων καὶ τέκνων. ὁμοῦ γὰρ τοῖς ἀρτιγενέσι νηπίοις πρόωρον ὑπομενοῦσι θάνατον καὶ τὰ οὔπω κεκλημένα πρὸς τὸ εἶναι καὶ ζῆν, καὶ φθάσει τὴν δι’ ὠδῖνος πρόοδον τῶν πολεμίων τὸ ξίφος. πικρὸν οὖν ἄρα τὸ ἀντιτάττεσθαι Θεῷ, καὶ ὀλέθρου πρόξενον ἀληθῶς καὶ δι’ αὐτῆς ὁρᾶται τῆς πείρας.

[*](Κεφ. ἰδ’.)

᾿Επιστράφητι ᾿Ισραὴλ πρὸς κόρωι τὸν Θεόν σου, διότι ἠσθένησας [*](2) ἐν ταῖς ἀδικίαις σου. λάβετε μεΘ’ ἑαυτῶι λόγους, καὶ ἐπιστράφητε [*](c) πρὸς κύρω τοι Θεὸν ὑμῶν· εἴπατε ὰὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λἀβητε ἀΓαΘά, καὶ ἀνταποδώσομεν [*](3) καρπὸν χειλέων ἡμῶν. ᾿Ασσοὺρ οὐ μὴ σώσῃ ἡμᾳς, ἔφιπποι οὐκ ἀναβησόμεθα· οὐκ ἔτι μὴ εἴπωμεν Θεὼ ἡμῶν, τοῖς ἔργοις τῶι χειρῶ ἡμῶν.

Οὐ μετρίως ἄν τις ἀγάσαιτο κἀν τῷδε δὴ πάλιν τοῦ προφήτου τὸ εὐτεχνὲς, καὶ τοῦ λόγου τὴν οἰκονομίαν. πεποίηται γὰρ ἁγιοπρεπῶς, καί ἐστι τῆς ἄνωθεν μυσταγωγίας [*](d) ἔμπλεως. προαναπεφώνηκε μὲν γὰρ τὴν ἐσομένην διὰ Χριστοῦ λύτρωσιν, καὶ ὅτι κατὰ καιροὺς ἀτονήσει θάνατος, [*](Supra xiii. 14.) καὶ ἀργήσει τὸ κέντρον τοῦ ᾅδου· καὶ πρὸς τούτοις, ὅτι [*](5. καὶ alt. om. D. 8. ξένιοι Edd. 9. γε pro τε D. Migne. 13. ἀληθῶς accessit ex D. 15. ἐπιστράφητι D. (Alex. XII.) ἐπιστράφηθι Β. Edd. (Vat.) 17. ὑμῶν] ἡμῶν B.D. (23, 311.) 19. ᾿Ασοὺρ B.D. ᾿Ασσοὺρ Edd. σώσει D. (26, 106, 147.) ἔφιπποι B.D. (198.) ἐφ’ ἵππον Edd. (Vat.) ἐφ’ ἵππων (Alex.) 26. ἀτονήσει] ἐκπονήσει Edd.)

277
παρακλήσεως καὶ παραμυθίας τρόπος ἃν νοοῖτο παντελῶς οὐδεὶς, ὃς οὐκ ἐγνώσθη Θεῷ. καὶ τί μετὰ τοῦτο ; συμβουλεύειν ἦν ἀναγκαῖον τὰ πρὸς σωτηρίαν αὐτοῖς τελοῦντα λοιπὸν φρονεῖν τε καὶ δρᾶν, καὶ οἱονεὶ πρὸς ἀνάνηψιν ἀνακομίζειν ἐπείγεσθαι τοὺς με μεμεθυσμένους· οὐκ ἐξ οἴνου· πόθεν; ἐκ φιληδονίας δὲ μᾶλλον κοσμικῆς, καὶ τοῦ προσκεὶσθαι φιλεῖν ταῖς τῶν δαιμονίων ἀπάταις. ἵνα τοίνυν μὴ [*](e) ταῖς εἰς χρηστότητα καὶ φιλανθρωπίαν ὑποσχέσεσι πρὸς τὸ ῥᾴθυμον ὑπτιούμενοι, τὸν σωφρονίζειν εἰδότα παρ’ οὐδὲν ποιοῖντο λόγον, ταὐτῃτοι χρησίμως πρὸς ὑπόμνησιν αὐτοὺς τῶν δεινῶν ἀναφέρει πάλιν, ἀφανισθήσεσθαι μὲν τὴν [*](Supra xiii. 16.) Σαμάρειαν εἴπων, ὅτι ἀντέστη πρὸς ’τον Θέον ἀύτης εἶτα τούτοις ἐκεῖνα προστιθεὶς, ἃ δὴ μάλιστά γε καταδεδίττεσθαί τε καὶ ἀνιᾶν οὐκ ἀνικάνως ἔχοντα φαίνεται τοὺς ἀκροωμένους. [*](a 191 Α.) νήπια μὲν γὰρ ἐδαφισθήσεσθαί φησι· συνδιολεῖσθαι δὲ τοῖς ἐμβρύοις καὶ αὐτὰς τὰς μητέρας, οὔπω τῆς λαγόνος ἐξενεγκούσας εἰς φῶς τὸ πολύευκτον ἄχθος. προκαταπτοήσας δὴ οὖν τοῖς δείμασιν, ἐπὶ καιροῦ λοιπὸν ταῖς τῶν νουθετουμένων καρδίαις τὸν καλοῦντα πρὸς μετάγνωσιν ἐνίησι λόγον, ὅτι χρὴ παλινδρομεῖν, καὶ πρὸς Θεὸν ἐπανήκειν εὖ μάλα παραφωνῶν. λέγων δὲ ὅτι ἡσθένησας ἐν ταῖς ἀδικίαις σοῦ, δίδωσι νοεῖν, ὅτι πάντη τε καὶ πάντως συγκαταλήξει ταῖς [*](b) ἀδικίαις καὶ τὸ ἀσθενεῖν αὐτοὺς, καὶ τοῖς τῆς ἀποστασίας τρόποις, εἰ ἐκ μέσου γένοιντο, συνοιχήσεται καὶ τὰ δεινά. τὸν δέ γε τῆς πρὸς Θεὸν ἐπιστροφῆς καταλειαίνει τρόπον· ἔσεσθαι γὰρ ἐν ἀμείνοσι καὶ ἐν φειδοῖ τῆ παρὰ Θεῷ τοὺς ἡμαρτηκότας εὖ μάλα φησὶν, οὐ τὰ ἐκ πλούτου προσάγοντας, οὐ χρυσὸν ἀναθέντας, οὐ σκεύεσιν ἀργυροῖς τιμᾶν ᾑρημένους, οὐ βουθυσίαις, οὐ μήλων σφαγαῖς εὐφραίνοντας, ἀλλ’ εἰ χαρίσαιντο λόγους, καὶ εὐστομεῖν ἕλοιντο τὸν τῶν [*](2. τι] τὸ Edd. 5. οἴνου· πόθεν;] Sic correxi ex D. οἴνου ποθὲν iid. 7. δαιμονίων B.D. δαιμόνων iid. II. πόλιν] + καὶ iid. Statim ἀναφανισθήσεσθαι (sic) iid. correxi ex Β. 15. ἐδαφισθήσεται (sic) D. 17 πολύευκτον ὄχθος] πολύτευκτον ἄνθος iid. 18. δείγμασιν pro δείμασιν iid. 20—25. Ab πρὸς ad πρὸς transilit D. 30. τῶν om. D.)
278
[*](c) ὅλων Δεσπότην ἐκμειλισσόμενοι. λάβετε γὰρ μεθ’ ἑαυτῶν λόγους, εἴπατε τῷ Θεῷ, ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθὰ, τουτέστιν ἵνα μὴ ταῖς ἀδικίαις ἰσομέτρως κολάζησθε, καταπλουτῆτε δὲ μᾶλλον ταῖς τῶν ἀγαθῶν χορηγίαις, ἐπαυγείλασθε δὲ προσκομίζειν αὐτῷ τὰ ἀπὸ χειλέων, χαριστηρίους ᾠδὰς καὶ ἐξομολόγησιν. γλώσσης γὰρ τὰ τοιάδε καρποί. πλὴν ἐκεῖνο βοᾶτέ φησι, καὶ ἀραρότως ἐπαγγέλλεσθε, ὡς οὔτε ᾿Ασοὺρ σώσει ἡμᾶς, οὔτε μὴν ἔφιπποι ἀναβησόμεθα· ἀλλ’ οὐδὲ ἐροῦμεν ἔτι Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν. ἦσαν [*](d) γὰρ οὗτοι τῆς ἀποστασίας οἱ τρόποι. διὰ ταῦτα προσκεκρούκασιν, ὅτι καὶ λελατρεύκασιν εἰδώλοις, καὶ τὸν ἀεὶ σώζοντα Θεὸν ἀτιμάσαντες, ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις προσνενεμήκασι τὴν ἐλπίδα. καὶ πολεμούντων μὲν αὐτοῖς τῶν Αἰγυπτίων, ἐπεκαλοῦντο τὸν Ἀσσύριον· Ἀσσυρίων δὲ πάλιν ὅπλα κατὰ τῆς Σαμαρείας ἠρμένων, κατεμισθοῦντο χρήμασι τοὺς τῶν Αἰγυπτίων ἱπποτοξότας, ἤγουν τοὺς τῆς ἐν πολέμοις ἱππικῆς ἐπιστήμονας. ταύτῃτοι καὶ ἤκουον Θεοῦ [*](Es. xxxi. 1.) λέγοντος ἐναργῶς “Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον [*](e) “ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν·’ ἐγελῶντο δὲ, καὶ μάλα δικαίως, προασπιστὴν ποιεῖσθαι [*](Ib. 3.) σπουδάζοντες “Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων “σάρκας,’’ κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἀποφοιτᾶν ἐπαγλέλλονται καὶ τοῦ λατρεύειν εἰδώλοις καὶ τοῦ τὰς ἐλπίδας ἐπ’ ἀνθρώποις ἔχειν ἔτι. ἐπανόρθωσις δὲ αὕτη τῶν ἤδη προεπταισμένων, καλοῦσα πρὸς ἡμερότητα τὸν τῶν ὅλων [*](192 A. a) Δημιουργὸν, τὸν διὰ φωνῆς Προφήτου λέγοντα “᾿Αποσ- [*](Ezech. xxxiii. 11; xviii. 30.) τροφῇ ἀποστρέψατε ἄπο τῶν ἀνομιῶν ὑμῶν, οἶκος του “᾿Ισραηλ, καὶ οὐκ ἔσονται ὕμιν εἰς κόλασιν ἀδικίας.

[*](6. γλώττης D. τὰ om. D. 8, 9. Haec ᾿Ασοὺρ—ἀλλ’ οὐδὲ accesserunt ex B.D. 9. ἐρεῖτε pro ἐροῦμεν ἔτι Edd. ἡμῶν alt.] Sic correxi ex D. ὑμῶν Edd. 14. τῶν om. D. 16. τοὺς alt. assuraptum ex B.D. Statim τῆς ἐν πολέμοις Β. ἐν τῆς πολέμοις (sic) D. ἐν τοῖς πολ. Edd. 20. καὶ om. D.)
279

Ο ἐν σοὶ, ἐλεήσει ὀρφανόν.

Αὕτη τοῦ Προφήτου φωνὴ προτρέποντος εἰς μετάγνωσιν, καὶ τοῦ Δεσπότου τὴν γαληνότητα καθιστάντος ἐναργῆ, καὶ τὸν ὄκνον ὑποτεμνομένου τοῦ μεταγινώσκειν ἐθέλοντος. μὴ γὰρ ἐνδοιάσῃς, φησὶν, ὦ ᾿Ισραὴλ, ὅτι τεύξῃ τῶν κατ’ εὐχὴν, εἰ προσκομίσειας τὴν μετάγνωσιν. ὁ γὰρ ἐν τοὶ Θεὸς ἐλεεῖν [*](b) οἶδε καὶ κατοικτειρεῖν ὀρφανούς. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυείδ “᾿Ορφανὸν καὶ χήραν ἀναλήψεται,” ἐξ [*](Ps. cxlv. 9.) ἑνὸς οἶμαι πράγματος, ἤγουν ἐκ προσώπων τῶν ὅτι μάλιστα κατελεεῖσθαι πεφυκότων, τῆς θείας τε καὶ ἀπορρήτου φύσεως καταδεικνὺς τὸ φιλάνθρωπον. εἰ δὲ δὴ βούλοιτό τις τῆς ὀρφανίας τὸ χρῆμα καὶ αὐτῷ καταγράφειν τῷ ᾿Ισραήλ. ἀπώλισθε γὰρ μονονουχὶ Πατρὸς τοῦ Θεοῦ, καίτοι λέγοντος ἐναργῶς “Υἱὸς πρωτότοκός μου ᾿Ισραήλ·” φαίην ἂν ἔγωγε [*](Exod. iv. 22.) καὶ τῇδε νοεῖν ὀρθῶς.

[*](c)

Δεῖ δὴ οὖν ἄρα τεθαρρηκότας ὡς ἀγαθός τε ἐστὶ καὶ πρόχειρος εἰς φιλανθρωπίαν ὁ τῶν ὅλων Δεσπότης, ἀοκνότατα μετανοεῖν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπανορθώσεσι, τὰς τῶν ἤδη προεπταισμένων ἀπολύειν αἰτίας.

Ἰάσομαι τὰς κατοικίας αὐτῶι, ἀγαπήσω αὐτοῦς ὁμολόγως, διότι [*](4) ἀπέστρεψεν ἡ ὀργή μου ἀπ᾿ αὐτῶ.

Εἰσκεκόμισται γείτων εὐθὺς, μόνον δὲ οὐχὶ καὶ ἀγχίθυρος, ὁ παρὰ Θεοῦ λόγος, ἱᾶσθαί τε τοὺς ἠσθενηκότας ὐπισχνουμένου, καὶ ὁμολόγως ἀγαπᾶν, τουτέστιν, ὁμολογουμένως καὶ [*](d) ἀκρύπτως ἤδη λοιπὸν ἐνεργοῦντα φαίνεσθαι τὰ ἐκ φειδοῦς καὶ ἀγάπης, καὶ τὴν παντὸς ἐπίδοσιν ἀγαθοῦ. δηλοῖ δὲ πρὸς [*](2. Αὕτη assumptum ex B.D. 6. προσκομίσειας] προνομίσειας Edd. 9. οἶμαι] + τοῦ D. 11. δὴ assumptum ex D. 12. καταγράφειν D, Edd. καταγράψειν B. 20. διότι Β. D. (Alex. XII.) ὅτι Edd. (Vat.) 21. ἡ ὀργή B.D. (22. al.) τὴν ὀργήν Edd. (A.V.) 25. φαίνεσθαι τὰ ἐκ φ. κοὶ ὅγ’. hoc ordine D. φαίνεσθαι post ἀγάπης tr. Edd.)

280
τούτοις, ὅτι καὶ τῆς εἰς αὐτοὺς κατέληξεν ὀργῆς, καὶ τῆς αὐτῷ φιλητῆς οὐκ ἀποδημήσει φιλανθρωπίας. ἔοικε δὲ πάλιν ὁ λόγος ἡμῖν ἐν τούτοις, οὐ μόνης διαμεμνῆσθαι τῆς τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιστροφῆς, συνεισκομίζειν δὲ [*](Rom. ix. 6. e) μᾶλλον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν· ὅτι μὴ “πάντες οἱ “ἐξ ᾿Ισραὴλ, οὗτοι ᾿Ισραήλ·” καταλογίζονται δὲ μᾶλλον εἰς [*](Ib.iv.12.) τέκνα οἱ ἀκολουθοῦντες “τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πί- “στεως τοῦ πατρὸς ἡμῶν ᾿Αβραάμ.” οὐκοῦν συνεισφέρεται καὶ ἡ τῶν ἐθνῶν κλῆσις, καὶ ἡ πρὸς Θεὸν οἰκείωσις ἐν Χριστῷ διὰ πίστεως καὶ ἁγιασμοῦ· κατασημαίνεται δὲ πρὸς τούτῳ καὶ ἡ τῶν πνευματικῶν χορηγία, καὶ τῆς χάριτος τὸ ἀμφιλαφὲς, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ.

Ἔσομαι ὡς δρόσος τῷ ᾿Ισραήλ.

[*](193 A. a)

Πάντως που καταπιαίνουσα καὶ κατάρδουσα τὸν νοῦν τῶν κεκλῇ’ μένων εἰς μετάγνωσιν, τῇ ἄνωθεν παρακλήσει, δῆλον δὲ ὅτι τῇ διὰ Πνεύματος· ἄνωθεν γὰρ ἡ δρόσος.

᾿Ανθήσει ὡς κρίνον.

᾿Εκδώσει φησὶ τὸ εὐῶδες ἐν Χριστῷ, καὶ τῆς εὐαγοῦς πολιτείας τὴν εὐοσμίαν, καὶ ἀπόλεκτον ἄνθος ἔσται λοιπόν.

[*](6)

Kαὶ βαλεῖ τὰς ῥίξας αὐτοῦ ὡς λίβανος, πορεύσονται οἱ κλάδοι αὐτοῦ.

[*](b)

Ὅτι μὴ εὐκατάσειστος τῶν πιστευόντων ὁ νοῦς, οὐδὲ οἷον ἕτοιμος εἰς τὸ νικᾶσθαι πνεύμασι πονηροῖς, διὰ τούτου δηλοῖ. ἔσται γὰρ οὕτως ἀσφαλὴς καὶ ἐρηρεισμένος, καθάπερ ἀμέλει καὶ τὸ τοῦ λιβάνου φυτὸν, ὃ καθίησι μὲν εἰς βάθος πολὺ τὴν ῥίζαν· τοῖς γεμὴν ἄνωθεν κλάδοις, οὐ με- [*](5, 6. Ab μᾶλλον ad μᾶλλον transilit D. 9. ἡ alt. assumptum ex B.D. 14. κατάρδουσα] καταρδεύουσα Edd. invitis B.D.b. 15. κεκτημένων (sic) b. 21. αὐτοῦ B.D. σου F. Edd.)

281
τρίως εὐρύνεται. σπαταλώσης γὰρ τῆς ῥίζης, ἁδραί που πάντως εἰσὶ καὶ αἱ τῶν ὀρπήκων ἐκδόσεις.

Καὶ ἔσται ὡς ἐλαία κατάκαρπος.