In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Απειλῇ κεκέρασται τῆς χάριτος ἡ ὑπόσχεσις. ἀπειλοῦντος γὰρ μᾶλλον, ἢ ὑπισχνουμένου καθαρῶς εἰς τὸ παρὸν ὁ λόγος· πλὴν ἐξ ἀγάπης ἡ ἀπειλὴ, καὶ καλοῦντος εἰς ὀρθότητα λογισμῶν, [*](172 Α. a) καὶ εἰς ἔφεσιν εὐκοσμίας τὸ χρησμῴδημα. ἦν μὲν γάρ φησι σοφὸς καὶ πανάριστος ὁ θεσπέσιος Ἰακὼβ, καὶ γνώμης ἰδίας ἔχων καρπὸν τὸ θεοφιλές. ἁλλ’ οὐκ ἐμιμήσω μὲν τὸν πατέρα. πλὴν ἐπιστρέψεις ἐν Θεῷ σου καὶ σὺ, τουτέστι, κἂν ἐξίτηλος ᾖς καὶ ἀποστάτης καὶ ὑβριστὴς, ἀλλ’ οὖν ἐπανήξεις, καὶ οὐχ ἑκὼν, εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. ἐπανήξεις δὲ παιδευόμενος ἐν Θεῷ, τουτέστι, διὰ Θεοῦ. καὶ [*](b) ἐπειδή σε λογισμὸς οὐ πέπεικεν ἀγαθὸς ἐπ’ ὀρθὴν ἰέναι [*](4. αὐτῷ B.D. αὐτοῦ Edd. 5, μνήμῃ pro μνήμαις iid. 7. τῶν ἐς ὄνησιν ἀναγκαίων] τὸ εἰς ὄν. ἀναγκαίων Pont. τὸ εἰς ὄν. ἀναγκαῖον Aubertus. 8. κατακρίνουσιν pro κατακρινοῦσιν Edd. Statim ὑμᾶς iid. 10. κατακριθησόμεθα Β. κριθησόμεθα D. κατακριθήσεσθε Edd, 13. καταισχύνοντες D. 15, ’τον, deest in Edd. 22. μὲν assumptura ex D, 24. ἐπανήξεις B.D. ἐπανήξῃς Pont. ἐπανήξῃ Aubertus.)

249
τρίβον, καὶ ἀγαπῆσαι φρονεῖν ἃ δεῖ, περιγενήσεταί σου πάντη τε καὶ πάντως ἡ μάστιξ, μεταθήσει γοργῶς πρὸς τὴν τοῦ συμφέροντος αἵρεσίν τε καὶ γνῶσιν. ταυτὶ μὲν οὖν ἡμῖν, καθάπερ ὑπολαμβάνω, κατασημήνειεν ἂν εἰκότως τὸ Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἀπειλὴν ἔχον, ὡς ἔφην, χρησταῖς ὑποσχέσεσιν εὖ μάλα κεκερασμένην. εἶτα λοιπὸν, ὡς ἤδη μαστιζομένῳ, καὶ ἐν αὐτῷ γεγονότι τῷ πλήττεσθαι, Θεὸς ἐπιφωνεῖ Ἔλεον κ.α) κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὥσπερ γὰρ εἴ τις δεσπότης οἰκέτῃ [*](c) παιδευομένῳ, καὶ ἐν αὐτῷ τῷ μαστίζεσθαι γεγονότι, λέγοι μετὰ φειδοῦς τε ἅμα καὶ ἀγανακτήσεως Σώφρων ἔσο καὶ εὐπειθὴς, καὶ μὴ καταφρόνει δεσποτικῶν ἐνταλμάτων· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς τυπτομένῳ τρόπον τινὰ τῷ Ἐφραΐμ, καὶ ταῖς τοῦ πολέμου ἐκπαιδευομένῳ φησίν Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὅμοιον ὡς εἰ λέγοι τυχόν ταύτης ἕνεκα τῆς αἰτίας ἴσθι πληττόμενος, ὅτι μὴ ἐφυλάξω μηδὲ τετίμηκας τὰ ἐμοὶ φίλα καὶ ἠγαπημένα. τὸ μὲν οὖν [*](d) ἔλεος τὴν ἀγάπην δηλοῖ· ἀγάπη δὲ νόμου πλήρωσις, “Τῷ [*](Rom. xiii. 10.) “γὰρ πλησίον κακὸν οὐκ ἐγράζεται,” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. τὸ δὲ κρῖμα τὴν δικαιοπραγίαν, ἤτοι τὴν δικαιοσύνην, καὶ τὴν τοῦ θείου νεύματος τήρησιν. κρῖμα γὰρ ὁ νόμος ὠνόμασται παρά γε τῆ θεοπνεύστῳ γραφῆ. τὸ δὲ ἐγγίζειν Θεῷ διαπαντὸς ὑπεμφήνειεν ἂν τὴν εἰς αὐτὸν γνησίαν τῆς διανοίας ἔφεσίν τε καὶ ῥοπὴν, καὶ τὸ μὴ προσκεῖσθαι [*](e) φιλεῖν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς, ἢ τῆ κτίσει τυχὸν, ἤγουν ξύλοις τε καὶ λίθοις. ἐγγιεῖ δὲ Θεῷ καὶ πλησίον ἔσται κατὰ διάθεσιν, καὶ ὁ πράξεσιν ἀγαθαῖς ἐμπρέπειν εἰδὼς, καὶ ἀπαράφθορον ἐν ἑαυτῷ τηρήσας τὴν πίστιν. μεσολαβεῖ γὰρ πολλάκις ἢ ἁμαρτία, καὶ διίστησι Θεοῦ. κατὰ [*](2. μάστιξ] + καὶ Edd. invitis B.D. 7–10. Αb αὐτῷ ad transilit D. 10, τῷ assumptum ex B.D. 16, ὅμοιον] + δὲ D. 22. νεύματος D. βουλήματος mg. γρ. νόμου Β. νόμου βουλήματος Edd. 24, ὑπεμφήνειεν] ὑπέφηνεν iid.)
250
τὸν ἄτον δὲ τρόπον ἀποσοβεῖ πάλιν τῆς πρὸς αὐτὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, καὶ τὸ προσκεῖσθαι φωναῖς [*](173 Α. a) ἀνοσίων ψευδοδιδασκάλων. παραιτητέον δὴ οὖν τοῖς ἐθέλουσιν ἐγγὺς εἶναι Θεοῦ, τὰ δι’ ὧν ἃν γένοιντο μακράν.

[*](7)

Χαναὰν, ἑ χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. [*](8) καὶ εἶπεν Ἐφραΐμ Πλὴν πεπλούτηκα, εὕπηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ Μᾶ ἀδικίας ἅς ημαρτεν.

[*](Supra ver. 6. b)

ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὸ δοκοῦν Θεῷ, τετήρηκεν ἃν ἐλεός τε καὶ κρῖμα καὶ τὸ ἐγγίζειν αὐτῷ διαπαντὸς ὁ Εφραΐμ. ἐπειδὴ δὲ φρενὸς ἀπώλισθεν ἀγαθῆς, καὶ δι’ οὐδενὸς πεποίηται λόγου τὰ οὕτω σεπτὰ καὶ τίμια, γέγονεν ἐν ἴσῳ τοῖς ἀλλογενέσι Χαναναίοις, ἄθεος τε καὶ δυσσεβὴς, καὶ ὅτι μάλιστα χαίρων ἐπὶ τοῖς τῆς φαυλότητος τρόποις, καὶ βαρβάρῳ γνώμῃ τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἀχαλίνως ἡττώμενος. οὐκοῦν ἔδει μὲν τὸν Ἐφραΐμ ζηλωτὴν ὁρᾶσθαι τοῦ προπάτορος Ἰακὼβ, καὶ τῆς ἐκείνου δικαιοσύνης κατ’ [*](c) ἴχνος ἰέναι φιλεῖν. ἀλλὰ γέγονε Χαναναῖος, ηὕρηται γὰρ ζυγὸς ἀδικίας ἐν χερσὶν αὐτοῦ, τουτέστιν, ἀνισότης καὶ πλεονεξία. τετίμηκε γὰρ ἐν ἴσῳ τοῖς ἔθνεσι τοῖς οὐκ εἰδόσι Θεὸν, τὴν ἐπάρατον καταδυναστείαν. καὶ ὅτι μὲν ἐπλημμέλει τοῦτο δρῶν, ἐννοεῖν οὐκ ἠξίου· ἐπετέρπετο δὲ μόνῳ τῷ πλουτεῖν καὶ τρυφᾶν, ὡς οὐκ ἐφορῶντος Θεοῦ, ὡς οὐκέτι κατασκεπτομένου τοὺς ἐπὶ τῆς γῆς, καὶ τοῖς ἀδικεῖν ἐθέλουσιν ἐπιτιμῶντος δικαίως. ἀπονοίας δὲ τῆς ἐσχάτης εἴη ἂν ἀπόδειξις ἐναργὴς, τὸ ἐκ παντὸς μὲν τρόπου πλουτεῖν [*](d) ἐπείγεσθαι τὸν Ἐφραΐμ, οὐδὲν δὲ εἶναι νομίζειν τὰ ἐξ ἀρπαγῆς καὶ βίας ἐγκλήματα, σεμνολόγημα δὲ ὥσπερ ποιεῖσθαι [*](2. Haec δῆλον δὲ ὅτι πνευματικῆς accesserunt ex D. 7, διὰ] δι’ Edd. (Vat.) 9. ἧκεν] ἥκει Edd. Θεῷ δοκοῦν ordine inverso D. 13. Χαναναίοις] Χαναναίος (sic) Aubertus. 15. τῶν assumptum ex B.D. 19. ταῖς pro ἐν b. ἀνισότητος καὶ πλεονεξίας b. 25. εἴη om. D.)

251
λοιπὸν ἐκ πολλῆς ἄγαν ἀποπληξίας τὰ οἷς ἔδει μᾶλλον ἐπερυθριᾶν. ἔφη γὰρ Πλὴν πεπλούτηκα, ηὓρηκα ἀναψυχην ἐμαυτῷ. τί οὖν πρὸς ταῦτα Θεός; Πάντες οἱ πόνοι αὐτου οὐχ εὑρεθήσονται αὐτῷ, διὰ ἀδικίας ἂς ἣμαρτε. καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι “Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, [*](Hiob xx. 15.) κατὰ τὸ γεγραμμένον. καὶ δὴ τοῖς ἐθέλουσιν ἐξ ἀδικίας συλλέγειν, καὶ πλουτεῖν ἐκ πλεονεξίας, ἐπιφωνείτω τις ἤδη τὸ διὰ φωνῆς ἁγίου “ Βέλτιον ἦν σε ποιεῖν κρῖμα καὶ [*](e Hier. xxii. 15.) “δικαιοσύνην καλήν·” προκειμένου γὰρ τοῦ θείου βήματος, “Οὐκ ὠφελήσουσι μὲν θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύ- [*](Prov. x. 2.) “σεται ἐκ θανάτου.” καὶ ἧ φησὶ ὁ Παροιμιαστής “Κρεσσων [*](Ib. xv. 26.) “μικρὰ μερὶς μετὰ φόβου κυρίου, ἢ θησαυροὶ μεγάλοι μετὰ “ ἀφοβίας.” καὶ πάλιν ὁ αὐτός “ Κρείσσων ὀλίγη λῆψις [*](Ib xvi. 8.) “μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. πλὴν αἱ πράξεις ἡμᾶς, καὶ ἡ τῶν ἔργων ποιότης ἀξίους [*](a 174 A.) ἔσθ’ ὅτε τῆς τῶν ἁγίων πατέρων εὐγενείας ἀποτελεῖ, ἀπονέμει δὲ καὶ πατράσιν ἁμαρτωλοῖς. διοίσομεν γὰρ κατ’ οὐδένα τρόπον τῶν ἐν ἀσεβείᾳ βεβιωκότων, εἰ τὰ αὐτῶν μιμοίμεθα. ταύτῃτοι κεκλῆσθαί φαμεν Χαναὰν τὸν Ἐφραΐμ· πεφρόνηκε γὰρ τὰ ἀλλογενῶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, καὶ ἐπ’ ἀθεότητι διαβεβλημένοι. τοιγάρτοι καὶ ὠνειδίζοντό τινες, τοῖς ἑαυτῶν τολμήμασι πρεπόντως ἀκούοντες “Σπέρμα [*](Sus. 56.) “Χαναὰν, καὶ οὐκ Ἰούδα.”

[*](b)

Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι [*](9) κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς. κὼ λαλήσω [*](10) πρὸς Προφήτας, κω ἐΓὼ ὁράσεις ἐπλήθυνα, καὶ ἑ χερσί προφητῶν ὡμοιώθην.

Χαναὰν ὠνόμασε τὸν Ἐφραΐμ, ὡς ἔφην, ἀπελέγχων ἐναργῶς, ὡς εἴη μεμισηκὼς ἐλεός τε καὶ κρῖμα, ἀνθῃρημένος δὲ [*](11. κρεῖσσον D. (Vat.) 21. ἐπ’ ἀθεότητα D. 25, ἡμέρᾳ Β. (Alex. XII.) ἡ; D. et sic infra. ἐν ἡμέραις F. Edd. (22 al.) ἡμέραι Vat.])

252
[*](c) μᾶλλον τὴν πλεονεξίαν καὶ τὴν ἀνισότητα καὶ πᾶν εἶδος ἀδικίας. ἀλλ’ ἰδοὺ δὴ πάλιν πειρᾶται δεικνύειν, ὡς μὴ μόνον γεγονότα τὰ εἰς ἀνθρώπους τοιοῦτον, ἀλλὰ γὰρ καὶ τὸ ἐγγίζειν Θεῷ διὰ πραγμάτων αὐτῶν παραιτούμενον. αἰτιᾶται δὴ οὖν, ὡς ἠγνοηκότα τὸν Λυτρωτὴν, ὡς ταῖς ἀπονοίαις περιυβρίσαντα τὸν ἐξ οἴκου δουλείας ἐκκεκομικότα σημείοις τε καὶ τέρασι, καὶ ἐν δυνάμει μεγάλη, καὶ ἐν βραχίονι ὑψηλῷ. ἐγὼ γάρ φησιν ἀνήγαγον ὑμῶς ἐξ Αἰγύπτου. ἐν δὲ τῷ ἀνήγαγον εἰπεῖν, ἀποφέρει πρὸς ἀνάμνησιν τῶν ἐπ’ [*](d) αὐτοῖς γενομένων, ἄχρις ἂν εἰσελάσωσιν εἰς τὴν γῆν τὴν τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένην. μυρία δὲ ὅσα ταυτὶ, καὶ παντὸς ἐπέκεινα θαύματος. ὅτι δὲ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπιλανθάνεσθαι τούτων, παρέδειξε προστιθείς Ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἡμέρᾳ ἑορτῆς.

Kαὶ τί δὴ τοῦτό ἐστι, πεύσῃ δὴ πάλιν. ὁ διὰ Μωυσέως προστέταχε νόμος, ἐν τῷ ἑβδόμῳ μηνὶ, τῆ πεντεκαιδεκάτῃ ἡμέρᾳ, τῆς σκηνοπηγίας τελεῖσθαι τὴν ἑορτήν. καὶ τίς ἡ [*](e) τοῦδε πρόφασις, αὐτὸς ἡμῖν ὁ νομοθέτης διεσάφει, λέγων [*](Lev xxiii. 41—43.) περὶ τῆς σκηνοπηγίας, ἐν τῷ Λευιτικῷ “Ἐν τῷ μηνὶ τῷ “ἑβδόμῳ ἑορτάσετε αὐτήν. ἐν σκηναῖς κατοικήσετε ἑπτὰ “ἡμέρας. πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσουσιν ἐν “σκηναῖς· ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς “κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς “ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ Θεὸς ὑμῶν.’ οὐκοῦν εἰς ἀνάμνησιν τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου γεγενημένης, ἐτέλουν τὴν ἑορτήν. εἶτα πῶς ἂν δύναιο, φησὶν, ἐπιλανθάνεσθαί [*](175 Α. a) μου τοῦ ἐξαγαγόντος σε ἐξ Αἰγύπτου, γινόμενος ἔτι καὶ ὑπὸ σκηναῖς, καὶ πρόφασιν ἑορτῆς τὸ χρῆμα προσποιούμενος; ετι γὰρ κατοικιω σε ἐν σκηναις καθως ημερᾳ ἑορτῆς. τὸ κατοικιῶ σε φησὶν, ἀντὶ τοῦ κατοικίζω, ἤτοι ποιῶ κατοικεῖν [*](8. ἐξ Αἰγύπτου om. D. 12. ἀπροφάσιστον] ἀποφάσιστον Pont. προφάσιστον Aubertus. 16, νόμος προστέταχε inverso ordine b. 21. ἐν prius assumptum ex B.D. κατοικήσει Edd. 25. ἐξ om. D. b. 26. ἐπιλαθέσθαι b. 27. σε om. D. γενόμενος D. 28. προσποιούμενος D. ποιούμενος Edd. 29. καθὼς] + ἐν Edd. invitis B.D.b.)

253
ἐν σκηναῖς, ἐν ταῖς ἡμέραις τῆς ἐπὶ τούτοις ἑορτῆς. οὐκοῦν ἀπροφάσιτος ἱστὸς ἡ λήθη.

Αλλ᾿ ἐζήτεις ἴσως εἰδέναι τῶν ἐσομένων τινὰ, καὶ πολυπραγμονεῖν ἐβούλου τὰ κατὰ σαυτόν· καὶ τί μᾶλλον ἔδει προσιέναι τοῖς ψευδομάντεσι τοῦ Βάαλ, ἤγουν τοῖς τῶν ψευδωνύμων θεῶν, καὶ παρ’ αὐτῶν τὰ τοιάδε ζητεῖν, καὶ οὐχὶ δὴ μᾶλλον ἀναμιμνήσκεσθαι σοφῶς, ὅτι λαλῶ μὲν ἐγὼ [*](b) πρὸς Προφήτας, ἐπλήθυνα δὲ καὶ ὁράσεις, τουτέστι, παρ’ ὠοῦ πᾶς ἔσται λόγος προφητείας, καὶ ἤδη γέγονεν, οὐ παρ’ ἑτέρου του τῶν ψευδωνύμων θεῶν. ἐμοὶ γὰρ ἀνακείσεται μόνῳ τὸ καὶ εἰδέναι τὰ ἐσόμενα, καὶ μεμνῆσθαι τῶν παρῳχημένων. ἀλλ’ ἐμιμήσαντό με, φησὶν, οἱ τετιμημένοι παρὰ σοῦ ψευδομάντεις καὶ ψευδοπροφῆται. τοῦτό ἐστι τὸ ἐν χερσὶ Προφητῶν ὡμοιώθην. ἐζήτεις παρ’ αὐτῶν εἰδέναι τὰ μέλλοντα. εἶτα, τοὺς ἐμοὺς πλαττόμενοι λόγους, καὶ τὰ [*](c) τῶν ἐμῶν Προφητῶν ἔργα μιμούμενοι, τὰ ἀπὸ καρδίας αὐτων [*](Hier. xxiii. 16.) τῶν ἠρεύγοντο σοι. καὶ γοῦν Ἰερρεμίας μὲν ὀ μὲν ὁ προφητης. κλοιοὺς ἐτίθει ξυλίνους περὶ τὸν τράχηλον αὐτοῦ, Θεοῦ τὸ [*](Ib. xxxiv. 1.) χρῆμα γενέσθαι προστάττοντος. ἀντιταττόμενος δὲ τοῖς αὐτοῦ λόγοις ὁ ψευδοπροφήτης Ἀνανίας, λαβὼν συνέτριψε τοὺς κλοιοὺς, ἔφη τε “Οὓτως εἶπε κύριος Συνέτριψα τὸν [*](Ib. xxxv. 2.) “ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος·” τοῦτό ἐστιν, ὡς ἔφην, τὸ ἐν χερσὶ προφητῶν ὡμοιώθην.

Εγκλημα δὴ οὖν τῷ Ἐφραΐμ, ὅτι καίτοι σαφῆ τὴν ὑπόμνησιν [*](d) ἔχων τὴν ἀπό γε τῆς ἑορτῆς τῆς σκηνοπηγίας, τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου γεγενημένης, ἐπελανθάνετο Θεοῦ, καὶ ὅτι μὴ μᾶλλον αὐτὸν ἐζήτησεν, ὡς λαλοῦντα πρὸς Προφήτας, ὡς ὁράσεις πεπληθυκότα· προσέκειτο δὲ μᾶλλον ταῖς τῶν ψευδοπροφητῶν ἀπάταις πλαττομένων τὰ τοῦ Θεοῦ διά τε λόγων καὶ πράξεων.

[*](8. δὲ om. D. 10. του D. σου Β. Edd. 12. παρωχηκότων D. 14, ὁμοιώθην Edd. invito D. 22. τοῦ assumptum ex D. 25. τὴν assumptum ex B.D. 26. ἐξ assumptum ex B.D. ἐπελανθάνετο] + τοῦ D. 28. πεπληθυνκότα D.)
254
[*](11)

Εἰ μὴ Γαλαὰδ ἔστιν, ἄρα ψευδεῖς ἢσαν έν Γαλγάλ ἄρχοντες [*](e) θυσιάζοντες; κω τὰ Θυσιαστήρια αὐτῶν ὠς χελῶναι ἐμ χέρσον ἀΓροῦ.

Οτι προσέκειντο τοῖς ψευδομάντεσι καὶ ψευδοπροφήταις, ἀναβαίνοντές τε καὶ θύοντες εἴς τε τὴν Γαλαὰδ καὶ Γαλγὰλ, ἀπελέγχει διὰ τούτων· δέχεται δὲ πρὸς ἀπόδειξιν τὰς δύο μάλιστα ταυτασὶ πόλεις, ἐν αἷς ἦν ἐκτοπωτέρα τῶν ἄλλων ἡ πλάνη, καὶ ἅπας μὲν τρόπος τῆς εἰς Θεὸν εὐσεβείας ἀπεσπουδάζετο, πάντα δὲ ἦν ἐν λόγῳ τὰ παροτρύνοντα, καὶ [*](176 Α. a) τῆς εἰς ἄκρον ἡκούσης ἀπονοίας ἔμπλεω. καὶ γοῦν ἐν τοῖς [*](Supra vi. 7,8.) ἀνωτέρω περὶ μὲν τῆς Γαλαὰδ ἔφη Θεός “Ἐκεῖ κατεφρό- “νῆσέ μου Γαλαὰδ, πόλις ἐργαζομένη μάταια,” τουτέστιν εἴδωλα· πλαστουργοὶ γὰρ εἰδώλων ἦσαν οἱ ἐν αὐτῇ· περὶ [*](Supra ix. 15.) ’δε γε τῆς ἑτέρας, “Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγάλ· “ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευ- “μάτων αὐτῶν.” ἐπειπεῖν δὲ ἀναγκαῖον τῶν συμβεβηκότων τινὰ τῇ Γαλααδιτῶν, συνήσομεν γὰρ οὕτω τῶν προκειμένων [*](1 Par. v. 26. b) τὸν νοῦν. Φούλα βασιλεὺς Ἀσσυρίων, πρῶτος ἐλθὼν κατὰ τῆς Σαμαρείας, πρωτόλειον ὥσπερ τι τὰς δύο φυλὰς ἐποιησατο τὰς πέραν τοῦ Ἰορδύνου, καὶ πάσας αὐτῶν εἷλε τὰς πόλεις, καὶ πρό γε τῶν ἄλλων τὴν Γαλαὰδ. τούτου διαμέμνηται Θεὸς, ὡς ἐν παραδρομῇ, λέγων Εἰ μὴ Γαλαὰδ ἔστιν. εἰ μὴ ἔστι, φησὶ, καὶ σώζεται νῦν ἡ Γαλαὰδ· εἰ καὶ ἀπόλωλε, καὶ οὐκ ἔστιν ἐξ αὐτὴς τὴν τοῦ Ἐφραΐμ ἐλέγξαι παροινίαν, διὰ τὸ μὴ ὁρᾶσθαι νυνὶ, ἄρα καὶ οἱ θυσιάζοντες ἄρχοντες ἐν τῆ Γαλγὰλ ψευδεῖς ἦσαν, καὶ οὐκ ἀληθεῖς; Γαλγὰλ [*](c) δὲ πόλις ἐστὶ τῶν Ἰορδάνου πέραν, ἐν ἧ μάλιστα συντρέχοντες μικροὶ καὶ μεγάλοι, τοῖς τῆς τῆς εἰδωλολατρείας [*](4. προφήταις (sic) D. 10, ἔμπλεως D. 13, ἦσαν εἰδώλων inverso ordine D. 15. αὐτοὺς ἐκεῖ pro ἐκεῖ αὐτοὺς D. cf. supra 140, b. 17. συνήσομεν] συνήσωμεν Edd. 1 8. Φούλα D. Φούλας Edd. 23. καὶ prius] + μὴ Edd. repugnantibus B.D. 24. καὶ om. D.)

255
προσέκειντο μολυσμοῖς. οὐκοῦν εἰ μὴ ἔστιν ἡ Γαλαὰδ, ἄρα τίς ἐστιν ὁ φάναι τολμῶν, ὅτι καὶ οἱ θυσιάζοντες, ἄρχοντες ἕλ’ Γαλγὰλ ψευδεῖς ἦσαν, καὶ οὐκ ἀληθεῖς; ἀλλ’ οὐκ ὄναρ οὐδὲ σκιαὶ, ἀλλ’ οὐδὲ τῶν ἀσήμων τινὲς, λαμπροὶ καὶ περιφανεῖς ἄρχοντες καὶ ἡγούμενοι, ὑψηλὰ καὶ ἀπόβλεπτα τοῖς γλυπτοῖς ἀνιστάντες θυσιαστήρια, χελώναις ἐν ἴσῳ ταῖς κατ’ ἀγρούς. χελώνας δὲ εἶναί φησιν, οὐχὶ δὴ τὰ ζῷα· μὴ τοῦτο νομίσῃς· ἀλλὰ γὰρ τὰς τῶν χωμάτων ἐγέρσεις, ἃς ποιοῖντό τινες, εἰς βουνοὺς ἀναλαμβάνοντες τοὺς ὑδραγωγούς· μυρία [*](d) δὲ ὅσα τοιαῦτα τοῖς γηπόνοις ἐσπούδασται. ἄρχοντας δέ φησι θυσιάζοντας, ἢ στρατηγοὺς καὶ τῶν τακτικῶν ἡγουμένους, ἤγουν τοὺς ἐξ αἵματος Λευΐ, τὴν ἐκ νόμου φοροῦντας ἡγεμονίαν. συναπώλισθον γὰρ καὶ αὐτοὶ τοῖς ἄλλοις, καὶ λελατρεύκασι τοῖς γλυπτοῖς οὐκ ὀλίγοι τὸν ἀριθμόν. γέγραπται γοῦν ἐν τῷ Ἰεζεκιήλ “Διὰ τοῦτο τάδε λέγει κύριος [*](Ezech. xliv. 9, 10.) “ὁ Θεός Πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ “ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου, ἐν [*](e) “πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραὴλ· “ ἀλλ’ ἢ οἱ Λευῖται, οἵτινες ἀφείλαντο ἀπ’ ἐμοῦ ἐν τῷ πλα- “νᾶσθαι τὸν Ἰσραὴλ οἳ ἐπλανήθησαν ἀπ’ ἐμοῦ κατόπισθεν “τῶν ἐνθυμημάτων αὐτῶν, καὶ λήψονται τὴν ἀδικίαν “αὐτων.”

Καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν ἰσραὴλ [*](12) ἑ γοάω, καὶ ἑ γυναικὶ ἐφυλάξατο.

Ὑπονοστεῖ δὴ πάλιν ὁ λόγος εἰς βάσανον τῆς τε τοῦ [*](a 177 Α.) προπάτορος γνησιότητος καὶ ἐπιεικείας, καὶ τῆς τῶν ἐξ αὐτοῦ γεγονότων σκαιότητός τε καὶ δυσσεβείας. θαυμάζει δὲ ὥσπερ τὸ ἐπὶ μικροῖς ἐκείνου τληπαθὲς, εἶτα παραφέρει τὸ [*](3–5. Haec ἁλλ’ οὐκ—καὶ ἡγούμενοι accesserunt ex D. (lacuna patente quum in tum in Edd.) 9. βουνοὺς] βωμοὺς D. Statim ἀναλαμβάνοντα (sic) D. 12. φοροῦντας] φρονοῦντος Edd. 15. γοῦν B. γὰρ D. οὖν iid. 19. ἀφείλαντο D. (Alex.) ἀφήλλαντοξ Β. ἀφήλαντο Edd. (Vat.) 20. Haec οἱ ἐπλανήθησαν accesserunt ex B.D. (Alex.) 25. δὲ pro δὴ D.)

256
χρῆμα πρὸς ἔλεγχον τῆς ἐπὶ μεγίστοις ῥᾳθυμίας τῶν δέκα φυλῶν. πῶς γὰρ οὐκ ἂν ἀγάσαιτό τις τὸν Ἰακὼβ, τὸν οὕτω πικρὸν καὶ δύσοιστον ἀνατλάντα πόνον, καὶ τὸ θητεύειν τῷ Λάβαν οὐ παραιτησάμενον ἐπὶ γυναιξὶ καὶ γάμοις; ἀλλ’ [*](b) εἰ καὶ μικρὸς κομιδῇ τοῦ προπάτορος ὁ μισθός· γάμος γὰρ ἦν, ὡς ἔφην· πλὴν ἐφυλάξατο καὶ τετήρηκε τὴν πίστιν τῷ τὸν γάμον ὑπεσχημένῳ. πεπόνηκε δὲ οὐδὲ ἐπὶ οἰκείας πόλεως ἢ γῆς ἢ ἑστίας, ἀλλ’ ὢν ἐπηλύτης, καὶ διατρίβων ἐπ’ ἀλλοδαπῆς. καὶ ἦν μὲν τοιοῦτος ὁ Ἰακὼβ, ἴδωμεν δὲ καὶ τὰ τῶν ἐξ Ἰσραὴλ ἐγκλήματα. οὐκ εἰς ὀθνείαν ἐπέμπετο γῆν· ἀλλ’ ἐν δορικτήτου μοίρᾳ κείμενος, θητεύων Αἰγυπτίοις, καὶ ἄμισθον ὑπομένων ἱδρῶτά ποτε, δυνάμει Θεοῦ τῆς τῶν πλεονεκτούντων ἀπηλλάττετο χώρας, καὶ ἐκάθιζεν εἰς γῆν [*](c) τὴν τοῖς πατράσιν ἐπηγγελμένην . οὐ γάμος ἦν αὐτῷ γυναίου προκείμενος εἰς ἀντέκτισιν τετηρηκότι τὸν νόμον, χορηγία [*](Exod. iii. 8.) δὲ μᾶλλον ἀμφιλαφὴς παντὸς ἀγαθοῦ, “γῆ ῥέουσα γάλα καὶ “μέλι,” τὸ καταθλεῖν δύνασθαι τῶν ἀνθεστηκότων, δόξα καὶ πλοῦτος, καὶ τὰ ἐντεῦθεν αὐχήματα, καὶ τί γὰρ οὐχὶ τῶν εἰς εὐημερίαν καὶ τρυφήν; ἁλλ’ οὐκ ἐφυλάξατο. παραβέβηκε γὰρ, ὀλίγου παντελῶς ἀξιώσας λόγου τὴν τήρησιν. πρόδηλον [*](d) οὖν, ὅτι τῆς τῶν πατέρων ἐπιεικείας κατόπιν ἰόντες, καὶ τοῦτο ἀμέτρως, οὐδὲ τῆς ἐκείνοις ἐκνεμηθείσης φειδοῦς ἐν μεθέξει γενήσονται· δίκαιος γὰρ ὁ κριτής.

[*](13)

Καὶ ἐν Προφήτῃ ἀνήγαγε Κύριος τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου, κα ἑ Προφήτῃ διεφυλάχθη.

Tὴν αἰτίαν ἡμῖν ἐν τούτοις διατρανοῖ τοῦ μήτε φυλάξαι [*](1. μεγίστης (sic) D. 5, τοῦ assumptum ex B.D. 7, οὐδὲ om. D. 8. ἐπιλύτης (sic) D. 11. δορυκτήτου Edd. καὶ post κείμενος add. D. 13. ἀπηλλάττετο] ἀπήλλαξέ τε iid. καὶ ἐκάθιζεν] ἐβάδιζεν D., 14, τὴν om. D. 15, ἀντέκτισιν] + ὡς Edd. γάμον pro νόμον iid. 18. οὐχὶ τῶν Β. τῶν οὐκ (sic) D. οὐχὶ τὸ τῶν Edd. 22. τῆς τοῖς iid. 24. ἐξ B.D. (Alex. XII ante corr.) cf. 185 c. ἐκ γῆς Edd. (Vat.) 26. αἰκίαν Aubertus.)

257
τὸν Ἰσραὴλ τὴν ὁρισθεῖσαν ἐντολὴν, καὶ καταφρονῆσαι [*](e) Θεοῦ λέγοντος “Οὐκ ἔσονται σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, [*](Exod xx. 3.) καὶ τοῦ μὴ ἐθέλειν ταῖς τῶν πατέρων ἐπιεικείαις διαμιλλᾶσθαι φιλεῖν· ἐπιπλήττει γὰρ, ὅτι γεγόνασιν ὅλως οἱ ἐξ Ἰσραὴλ ὑπὸ τὴν ἀνθρώπων βασιλείαν, καίτοι ἐλλελοιπότος αὐτῶν τοῦ Θεοῦ διὰ Προφητῶν ἁγίων, καὶ ἐλλελοιπότος αὐτοῖς οὐδενὸς, εἰς τὸ εἶναι μακαρίους. μεμνήμεθα γὰρ ὅτι περιόντος τε καὶ προφητεύοντος ἔτι τοῦ μακαρίου Σαμουὴλ, [*](1 Reg.viii.5. c.) ἐζήτησαν βασιλέα. καὶ πρός γε δὴ τοῦτο Θεὸς ὠργίζετο, [*](a 178 Α.) καὶ ὡς ὑβρισμένος οὐ μετρίως λελύπηται μὲν, πλὴν ἀνέδειξε τὸν Σαούλ. οὐκοῦν αἰτιᾶται λίαν, ὅτι γεγόνασιν ὅλως ὑπὸ τὴν ἀνθρώπων βασιλείαν, οὐκ ἀνασχόμενοι τὸ παρὰ Θεοῦ διὰ Προφητῶν βασιλεύεσθαι. σέσωκε μὲν γὰρ, φησὶν, ὁ Θεὸς τὸν Ἰσραὴλ, καὶ ἐξ οἴκου δουλείας ἐξήγαγεν, μεσιτεύοντος τοῦ Μωυσέως, ὃς καὶ γέγονε προφήτης καὶ προφητῶν ἀπαρχή· καὶ οὐκ ἐξήγαγε μόνον ἐξ Αἰγύπτου, φησὶν, ἀλλὰ γὰρ καὶ τετήρηκε. μεμένηκε γὰρ ἑνὶ τῷ φύσει καὶ ἀληθῶς [*](b) λατρεύων Θεῷ. ἐπειδὴ δὲ γεγόνασιν ὑπὸ βασιλέας, τῆς εἰς Θεὸν ἀγάπης ἐξώκειλαν. πρῶτος μὲν γὰρ ᾠκοδόμησε Σολομῶν [*](3 Reg. xi. 5.) καὶ βωμοὺς καὶ τεμένη τοῖς Βααλείμ· εἶτα μετ’ αὐτὸν ὁ ἐπάρατος Ἱεροβοὰμ τὰς χρυσᾶς ἐποίει δαμάλεις. αἰτιᾶται τοίνυν ὡς παγκάλην οἰκονομίαν οὐ τετηρηκότας, τὸ πάρα Θεοῦ, φημὶ, διὰ προφητῶν βασιλεύεσθαι, τὸ δὲ ὑπὸ χεῖρα πεσεῖν ἀνθρώπων ἄνθῃ ῥῆ μένους, ὃ δὴ καὶ γέγονεν αὐτοῖς τῆς ἀποστασίας πρόξενον.

Ἐθύμωσεν Ἐφραΐμ καὶ παρώργισε· κω τὺ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸ [*](14) [*](1. τοῦ post καταφρονῆσαι add. Edd. invitis B.D. 6. ἐλλελοιπότος] ἐκλελοιπότος Edd. 8. ἔτι om. D. —12, κοὶ πρός γε—βασιλείαν om. D. 12. ἀνθρώπων] ἀνθρώπου b. 13. φησιν ὁ Θεὸς τὸν Ἰσραὴλ D. τὸν Ἰσραὴλ φησιν ὁ Θεὸς b. ὁ Θεός φησιν τὸν Ἰσραὴλ Edd. 1 5. τοῦ assumptum ex D. b. 18. λατρεύων B.D. b. λατρεύειν Edd. ἐπεὶ δὲ b. ὑπὸ] ἐπὶ Edd. invitis B.D.b. Statim βασιλείας pro βασιλέας b. 21. ἐποίησε pro ἐποίει b. 22. τὸ] + γὰρ Edd.)

258
[*](c) ἐκχυθήσεται, καὶ τοι ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ Κύριος, κατὰ τὸ λόγοι Ἐφραΐμ.

Ὅτι πικρὸν καὶ ἐπισφαλὲς, καὶ ὀλέθρου παραίτιον γέγονε τοῖς ἐξ Ἰσραὴλ, τὸ ἑλέσθαι μᾶλλον ὑπὸ τὴν ἀνθρώπων εἶναι βασιλείαν, ἐν τούτοις ἡμῖν εὖ μάλα πειρᾶται δεικνύειν. ἰδοὺ γὰρ, φησὶν, ὁ Ἐφραΐμ, τουτέστιν ὁ ἐκ φυλῆς Ἐφραΐμ Ἱεροβοὰμ, ἐμὲ τὸν τῶν ὅλων Δεσπότην τεθύμωκε καὶ παρώργισε, [*](d) καὶ εἰς πᾶν εἶδος ἐκάλεσε παροξυσμοῦ, καινοτομήσας δαμάλεις, καὶ τὸ ἐμὸν αὐταῖς αὔχημα περιθείς. τοιγάρτοι παραίτιος αὐτὸς τῆς ἑαυτοῦ γέγονεν ἀπωλείας· ἐπ’ αὐτὸν ἥξει τὸ αἷμα αὐτοῦ. ἐπειδὴ δὲ, ὅτε τὰς δαμάλεις ἔστησεν εἰς Βαιθήλ τε καὶ Δὰν, προσπεφώνηκε τοῖς ἐξ Ἰσραήλ [*](Reg. xii. 28.) “ Ἱκανούσθω ὑμῖν τοῦ ἀναβαίνειν εἰς Ἱεροσόλυμα· ἰδοὺ οἱ “ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου· [*](e) ταύτῃτοι λοιπὸν, καὶ μάλα εἰκότως, ἀποτίσει φησὶν ἐμοὶ τῷ κρίνοντι τοῦ ὀνειδισμοῦ τὰς δίκας. ὕβρις γὰρ ἄντικρυς καὶ ὀνειδισμὸς ὁμολογουμένως εἰς Θεὸν, τὸ ὕλαις ἀψύχοις ἀναθεῖναι τολμᾶν τὰ δι’ αὐτοῦ γεγονότα λαμπρὰ καὶ ἀξιοθαύ- μαστα κατορθώματα. οὐκοῦν κατὰ τὸν αὐτοῦ τοῦ Ἐφραΐμ ὀνειδισμὸν, τουτέστιν, ἰσομέτρως ταῖς αὐτοῦ δυσφημίαις καὶ ἀνοσίοις φωναῖς, τὰ ἐξ ὀργῆς ἀντεπενεχθήσεται. ὥσπερ γὰρ ὅσον ἧκεν εἰς ἐγχείρημά τε καὶ λόγους, τῆς αὐτῷ καὶ [*](179 Α. a) μόνῳ πρεπούσης δόξης ἐξώσθη Θεός· οὕτω καὶ αὐτὸς τῆς ἰδίας ἀρχῆς ἐξωσθήσεται. πεπαύσεται γὰρ κατὰ καιροὺς ἡ βασιλεία τοῦ Ἐφραΐμ. ὡς γὰρ ἤδη προεῖπον, μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον οὐδεὶς ἔτι βεβασίλευκεν ἐν Σαμαρείᾳ τῶν δέκα φυλῶν, ἀλλ’ ἦσαν ἐν τοῖς Ἱεροσολύμοις ὑφ’ ἕνα πάντες, τὸν ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς.

[*](1. αὐτῷ post κύριος transp. Edd. (Vat.) 2. Haec κατὰ τὸν λόγον Ἐφραΐμ desunt in Edd. 4. τὴν] + τῶν Edd. 6. Ἐφραΐμ] + ὁ b. 10. αὐτὸν] + γὰρ Β. invitis D. b. 13. τοῦ B.D. b. τὸ Edd. 14, Ἰσραὴλ assumptum ex D. b. deest in B. Statim οἱ ἀναγαγόντες pro οἵτινες ἀνήγαγον b. (Vat.) 17, ὀνειδισμὸς] ὀνειδισμοὶ Edd. 19. τοῦ om. D. 21. βασιλευσάντων iid. invitis B.D. 22. ἤκει pro ἧκεν iid. 28. τὸν] τῶν et βασιλευσάντων post καιροὺς add. iid. invitis B.D.)
259

Δικαιώματα αὐτοῦ ἔλαβεν ἐν τῷ Ἰσραὴλ, καὶ ἔθετο αὐτὰ τῇ [*](b Κεφ. ιγ΄.) Βαὰλ, καὶ ἀπέθανε. καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι, καὶ [*](2) ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶ κατ’ εἰκόνα εἰδώλωι, ἔρΓα τεκτόνων συντετελεσμένα αὐτοῖς.

Oὐκ ἀνὰ μέρος ἐν τούτοις τὰς δέκα φυλὰς, ἀλλ’ ὅλον αἰτιᾶται τὸν Ἰσραὴλ, καί φησιν ὅτι δικαιωμάτων αὐτοῖς δοθέντων διὰ Μωυσέως, δι’ ὧν ἐπαιδεύοντο, τίνα χρὴ τρόπον [*](c) θεραπεύειν τὰ Θεοῦ, ὅπως τε δεήσει προσάγειν θυσίας, αὐτοὶ τὰ τοιάδε μονονουχὶ τεθεσπίκασι τῷ Βάαλ ἤτοι τοῖς εἰδώλοις. ἀπὸ μέρους γὰρ ἔσθ’ ὅτε σημαίνει τὸ πᾶν. τεθύκασι γὰρ Θεῷ μὲν οὐκέτι, μᾶλλον δὲ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν αὐτοῖς ἐτέλουν τὰς ἑορτὰς, καὶ προσῆγον τὴν λατρείαν, τὰς ἀπαρχὰς, τὴν προσκύνησιν, τὰ δῶρα, τὰ χαριστήρια· καὶ δόξης ἰδίας ἀποστεροῦντες Θεὸν, ταύτην ἀνέθεσαν τοῖς γλυπτοῖς. ἀλλὰ τοῦτο ποίησας ὁ Ἰσραὴλ, ἀπέθανέ φησι, καὶ πάλιν προσέθετο τοῦ ἀμαρτάνειν. ὅμοιον ὡς εἰ λέγοι [*](d) Κεκόλασται δεδρακὼς, ὠλόθρευται τολμήσας, ἔγνω τοῦ Δεσπότου τὴν ἀγανάκτησιν, εἰς αἷμα τὴν δίκην τοῖς πλανωμένοις ἐπάγοντος· καὶ τῆς ἑαυτοῦ σκαιότητος κατέληξε μὲν οὐδαμῶς, ἁλοίη δ’ ἂν μᾶλλον ἐφ’ ἑτέροις τε καὶ ἴσοις ἀνέγνωμεν γὰρ ἐν τοῖς Ἀριθμοῖς, ὅτι πεπορνεύκασιν οἱ υἱοὶ Ἰσραὴλ, ἐκκεκαυμένοι πρὸς ἐκτόπους ἡδονὰς, καὶ ταῖς τῶν Μωαβιτῶν προσέκειντο γυναιξίν. εἶτα, δίκας ἐπὶ τούτῳ τὰς ἁπασῶν ἐσχάτας ἐξῄτηνται. ἔχει δὲ οὕτω τὰ γεγραμμένα [*](e) “καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σατὶμ, καὶ ἐβεβηλώθη ὁ [*](Num. xxv. 1—5.) “λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν “ αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ “ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις [*](1. ἔλαβεν] + αὐτὸς Edd. invitis B.D.b. (130, 311.) 2. καὶ secundum] + νῦν Edd. (Vat.) τὸ pro τοῦ Edd. 3. χώνευμα] χωνεύματα F. (42 al.) 4. τεχνιτῶν pro τεκτόνων F. αὐτοῖς] ἑαυτοῖς D. 8. τὰ Θεοῦ D. τὸν Θεὸν Edd. 21. ἀνέγνωμεν D. ἀνέγνω μὲν Edd. 25, Σατὶμ B.D. Σετὶμ Edd. Statim καὶ om. D.)

260
“αὐτῶν, καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη “θυμῷ κύριος τῷ Ἰσραὴλ. καὶ εἶπε κύριος τῷ Μωσυῇ “Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ, ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφή- [*](180 Α. a) “σεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ἰσραὴλ. καὶ εἶπε Μωυσῆς “ταῖς φυλαῖς ’ Ἰσραὴλ Ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐ- “τοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ.” οὗ δὴ καὶ εἰς πέρας ἐνηνεγμένου, πέπτωκε πληθὺς οὐ μετρία τῶν ἐξ Ἰαεραὴλ. ἄθρει δὴ οὖν, ὅτι προσάγων εἰδώλοις τὰ τοῦ Θεοῦ δικαιώματα κατὰ τοὺς Μωυσέως χρόνους ὁ Ἱσραὴλ, ἀπέθανεν οἰκτρῶς. ἀπεσφάζετο γὰρ ὁ πεπλανημένος τοῖς τῶν οἰκείων ξίφεσιν, οὐκ ὀθνείᾳ χειρί· ἀλλὰ προσέθετο τοῦ ἀμαρτάνειν. [*](b) πεποιήκασι γὰρ ἑαυτοῖς χώνευμα χρυσοῦν, καὶ ἔργα τέκτονος, καὶ τεχνουργῶν ἐπιστήμαις ἐκπεποιημένους μένους θεούς. ἐπιμειδιᾷ δὲ ὥσπερ ταῖς αὐτῶν εἰκαιοβουλίαις ὁ λόγος. θεοὺς γὰρ εἶναι πεπιστεύκασιν, οὓς αὐτοὶ τεκταίνουσιν. ἐπιφωνείτω [*](Ps. cxiii. 16.) δὴ οὖν καὶ τούτοις ὁ ψαλμῳδός “ὅμοιοι αὐτοῖς “γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποι- “ θότες ἐπ’ αὐτοῖς.”

[*](3)

Αὐτοὶ λέγουσι Θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασι. διά τοῦτο ἔσονται ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ [*](c) πορευομένη, κα ὥσπερ χνοῦς ἀποφυσώμενος ἂψ ἅλωνος καὶ ὡς ἀτμὶς ἐκ καπνοδόχης.

Αἰτιᾶται πάλιν, ὅτι μὴ μόνον δεδυσσεβήκασι, κατ’ εἰκόνα εἰδώλων τὸ παρὰ Θεοῦ δοθὲν ἀργύριον διαπλάττοντες, καὶ τοῖς ἀπὸ ξύλου καὶ λίθων πεποιημένοις τὸ τῆς θείας δόξης [*](9. εἰδώλοις assumptum ex B.D. 12. προσέθετο D. Edd, προσέθεντο Β. (Vat.) Statim τὸ pro του Edd. 18. Hoc πάντες prius accessit ex D. in Es. 513 c. πάντες om. Edd. (A.V.) in Es. 260 c. 22. παραπορευομένη F. (42.) ὥσπερ B.D. (Alex. XII.) ὡς F. Edd. (Vat.) Statim χνοῦς B. Edd. χοῦς D. (Alex.) ἀπό pro ἀφ’ D. 23. ἐκ B.D. (Alex. XII.) cf. infra. ἀπὸ Edd. (Vat. XII mg.))

261
ἐπιφημίζοντες ὄνομα· ἀλλὰ γὰρ καὶ εἰς τοῦτο κατώλισθον ἀμαθίας, μᾶλλον δὲ καὶ σκαιότητος καὶ ἀπανθρωπίας καὶ θηριπρεποῦς ἀγριότητος, ἢ καὶ ἔτι τούτων ἐπέκεινα, ὡς μηδὲ αὐτῶν τῶν ἰδίων φείσασθαι τέκνων, ἀποσφάττειν δὲ αὐτὰ τοῖς δαίμοσι· καίτοι κατεστυγηκότος τὸ χρῆμα Θεοῦ, καὶ [*](d) οὐδ’ ἃν αὐτὴν ἀνασχομένου ποτὲ τὴν φωνὴν ἢ εἰπεῖν ἑτέροις, ἤγουν ἀκοῦσαι παρά τινος. οὐ γὰρ φιλαίματος ὁ Δεσπότης, οὔτε μὴν ἐπὶ ταῖς τῶν ἀνθρώπων ἥδεται καταφθοραῖς· πολλοῦ γε καὶ δεῖ· “Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, [*](Sap. i. 14.) κάτα τὸ γεγραμμένον, καὶ σωτήριοι αἰ γενέσεις του κοσ- “μου.” ἐπειδὴ δέ ἐστι θανάτου καὶ εὑρετὴς καὶ πρόξενος ὁ δράκων ὁ ἀποστάτης, ταύτῃτοι ταῖς ἀνθρώπων ἥδεται σφαγαῖς. ὅτι τοίνυν καὶ ψιλὸς ὁ ἐπὶ τούτῳ λόγος μεμίσηται [*](e) παρὰ Θεῷ, διατρανοῖ λέγων Αὐτοὶ λέγουσι Θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασιν. οὐκ ἐμὸς, φησὶν, ὁ λόγος, οὐδ’ ἃν εἴποιμί ποτε τοιάνδε φωνήν· αὐτοὶ δέ φασιν οἱ τῶν δαιμόνων θεραπευταὶ, τὸ δεῖν ἀνθρώπους καταθύειν αὐτοῖς. εἶτα διαγελᾷ τὴν σκέψιν καὶ διασύρει τὸ ἐγχείρημα, προστιεἰς καὶ λέγων Μόσχοι γὰρ, κατὰ τὸ εἰκὸς, οὐκ ἦσαν αὐτοῖς· διὰ τοῦτο τετιμήκασι τὴν ἀνδροκτονίαν. ἀλλ’ ἔστω, φησὶ, πεπλάνησθε, καὶ τοὺς γλυπτούς τε καὶ χωνευτοὺς τετιμήκατε [*](a 181 A.) θεούς. ἵνα τί καὶ ἀνθρωπίνοις αἵμασι τοὺς ἐκείνων βωμοὺς κατεδεύσατε ; ἀνέγνωμεν δὲ ἐν ταῖς βασιλείαις, ὅτι γέγονε μὲν ᾿Ιωνάθαν υἱὸς Ἄχαζ, ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰούδαν· πεπόρευται γεγὴν “ἐν ὁδῷ βασιλέων ᾿Ισραὴλ, καὶ ἐθυμία [*](4 Reg. xvi. 3,4.) “μὲν ἐν τοῖς ὑψηλοῖς, διήγαγε δὲ καὶ τὸν ἴδιον υἱὸν ἐν “πυρὶ,” καὶ τοῖς δαιμονίοις κατέθυσε τὸν ἐξ αὐτοῦ φύντα καὶ γεγεννημένον. ἐπειδὴ δὲ τοιαῦτα δεδράκασιν, ἔσονταί φησιν ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος, ὡς χνοῦς καὶ ὡς ἀτμὶς ἐκ [*](b) [*](2. καὶ primum assumptum ex D, 4. φείσασθαι B.D. φείδεσθαι Edd. 8. οὔ (sic) pro οὔτε D. τῶν om. D. 20. ἀνδροκτονίαν B.D. ἀνδροφονίαν Edd. 22. ἀνθρωπίνοις assumptum ex B.D. 24. μὲν assumptlim ex B.D.b. Statim ἰωνάθαν B.D. ἰωαθὰμ b, ἰωάθαν Edd. ἄχατζ Edd. invitis D. b. 25. πεπόρνευται (sic) D. 28. γεγενημένον Edd. 29. χοῦς D.)
262
καπνοδόχης, τουτέστιν, ὀλίγον ὀφθέντες, οἰχήσονται πρὸς ἀπώλειαν καὶ βαδιοῦνται πρὸς τὸ μηδέν. νεφέλη γὰρ πρωϊνὴ, τουτέστιν ἀχλὺς, δρόσος τε καὶ χνοῦς καὶ ἀτμὶς ἐκ καπνοδόχης, εὐδιαρίπιστά τε ἐστὶ, καὶ ἐν ὀλιγοστῷ παντελῶς διασκίδναται χρόνῳ, μᾶλλον δὲ καὶ ἐν ὥρᾳ μιᾷ. ποία γὰρ ὑπόστασις ἢ χνοὸς ἣ δρόσου, ἤγουν τῆς ἐκ καπνοῦ συνισταμένης ἀτμίδος ;

[*](3. χνοῦς Β. Edd. χοῦς D. 4. τε assumptum ex B.D. διασκίδνανται Edd. invitis B.D. 6. χνοὸς] χοῦ (sic?) D.)