In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Μὴ χῶρε Ἰσραὴλ, μηδέ εὐφραίνου καθὼς οἱ λαὼ, ὅτι ἀπὸ τοῦ Θεοῦ σου· ἠγάπησας δόματα ἐμ πάντα ἅλωνα σίτου. [*](2) ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτοὺς, καί ὁ οἶνος ἐψεύσατο αὐτούς. [*](e 3) οὐ κατῷκησαν ἐι τῇ γῇ Κυρίου· κατῷκησεν Ἐφραΐμ εἰς Αἴγυπτον, [*](4) καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάτονται. οὐκ ἔσπεισαν τῷ Κυρίῳ οἶνον, κω οὐχ ἥδυναν αὐτῷ· αἱ Θύμα αὐτῶ ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶι ταῖς ψυχαῖς αu̓τῶv οὐκ είσελεύσονται εἰς τὸν οἶκον Κυπίου.

[*](127 Α, a)

Tαῖς τῶν ἐθνῶν ἀγέλαις, ἐπεί τοι πλείστην ὅσην νοσοῦσι τὴν ἀβουλίαν· πεπλάνηντο γὰρ ὁμολογουμένως· ἔθος ἦν ἀρχομένοις τῆς γεωπονίας καὶ ἀροῦν μέλλουσι τὴν γῆν, θυσίας ἐπιτελεῖν τοῖς δαίμοσι, καὶ παρ’ αὐτῶν αἰτεῖν τὰς τῶν ἀγρῶν εὐκαρπίας· ἀμῶντες δὲ πάλιν, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ μὴν καὶ ληνοῖς ἐντιθέντες τὸν βότρυν, ἔσπενδον, ἔθυον ταῖς ὥραις, ἦδον τὰς ἐπιληνίους ᾠδὰς, ἀναφέροντες τὰ χαριστήρια, [*](b) χαίροντές τε καὶ εὐφραινόμενοι διετέλουν. τοῦτο δρῶντας τοὺς ἐξ Ἰσραὴλ ἐπαιτιᾶται Θεός. μὴ γὰρ δὴ χρῆναι χαίρειν αὐτὸν διισχυρίζεται σαφῶς, καθὰ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν. διὰ ποίαν αἰτίαν ; οἱ μὲν γὰρ ἠγνοηκότες παντελῶς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, γεννηθέντες δὲ μᾶλλον ἐν πλάνῃ, τάχα που τῆς ἀρρωστίας ἤγουν ἀμαθίας οὐκ ἀπίθανον ἔχουσι λόγον· ὁ ’δε γε Ἰσραὴλ, καίτοι νόμῳ παιδαγωγούμενος, καὶ τὸν τῶν ὅλων Δεσπότην ἐπεγνωκὼς, πεπόρνευκεν εἰς ἀπόστασιν. οὐκοῦν νοοῖτ’ ἃν εἰκότως καὶ ἐν αἰτίᾳ γεγονὼς τῆ φορτικωτέρᾳ, καὶ δυσδιἁφυκτον [*](S. Luc. xii 47,48. C) ἔχων τῆς δυσσεβείας τὸ ἔγκλημα· εἰδὼς γὰρ τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, κατημέλησεν, οὐ πεποίηκε. δαρήμηδ’ [*](1. Edd. 2. ἐπὶ πᾶσαν ἅλωνα F. (22. al.) 4. γῇ] + Edd. Α.V. etc.) invitis B.D. εἰς assumptum ex B.D. (Alex. XII.) 7. οἱ ἔσθοντεσ F. (Alex. XII a manu prima.) 11. πεπλάνηνται Edd. 12. γεωπονίας D. γεωπόνου iid. ἀροῦσι μέλλουσι (sic) D. 15. ἐνθέντες D. 21. καὶ om. D.)

183
σεται δὴ οὖν πολλάς· τοῦ μὴ εἰδότος, εἶτα μὴ δεδρακότος, ὀλίγας δαρησομένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.

Μὴ χαῖρε δὴ οὖν καθὼς οἱ λαοι φησιν. οἱ μὲν γὰρ ἐκ [*](Cf. Ps.lvii. 3.) μήτρας πεπλάνηνται· σὺ δὲ νόμῳ παιδαγωγηθεὶς, ἐκπεπόρ νευκας ἀπὸ Θεοῦ. καὶ τίς αὐτῷ γέγονε τῆς πορνείας ὁ τρόπος; ἠγάπησε δοματά φησιν, οὐ παρὰ Θεοῦ μᾶλλον, ἀλλὰ τὰ ἐκ τῶν δαμάλεων καὶ Βάαλ· καίτοι διδόντων τοῖς αἰτοῦσιν [*](d) οὐδέν. ἐπὶ τίσι δὲ τὰ παρ’ αὐτῶν ἐζήτει δόματα; ἐπὶ πτάντα, ἅλωνιι σίτου. ἐδόκει γὰρ ἀνοσίως αὐτοῖς καὶ ἀβούλως τὰς ἐξ ἀγρῶν αἰτεῖν εὐκαρπίας, ὡς ἔφην, ἐκ τῶν διακένων σεβασμάτων. ἄρ οὖν ἐζήτει μὲν ὁ Ἰσραὴλ παρὰ τῶν εἰδώλων τὰ δόματα· ἐκβέβηκε δὲ αὐτῷ κατ’ εὐχὴν τὰ αἰτήματα ; οὐμενοῦν· ἅλων γὰρ καὶ ληνὸς οὐκ ἔγνω εγνω καὶ ο οἶνος ἐψεύσατο αὐτούς. ἔστι δὲ οὐδενὶ τῶν φιλομαθεστέρων ἀμφίλογον, ὅτι λιμοὶ γεγόνασιν ἐν τῇ Σαμαρείᾳ, ἀφορίαι τε καὶ [*](e) ἀβροχίαι μακραί. ἡμάρτηκε δὴ οὖν τῆς ἐλπίδος, οὐ λαβὼν τὰ αἰτήματα· καὶ προσέτι τούτῳ, καὶ αὐτῆς ἀπῴχοντο τῆς ἁγίας γῆς, καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὡς εἰς χώραν τετειχισμένην καὶ τοῖς ἔτι πλείοσι θεοῖς· μυρία γὰρ ἢν ἐν Αἰγύπτῳ τὰ σεβάσματα, καὶ τῶν θεραπευόντων αὐτὰ θαυμαστή τις ὑπόληψις ἐπὶ δυναστείαις, ὡς ταῖς μαγικαῖς ἐμπειρίαις πάντα [*](a 128 Α.) κατορθοῦν εὐκόλως δεδυνημένων. ἀπειρήκασι δὴ οὖν καὶ τὸ κατοικεῖν ἐν τῆ ἀπολέκτῳ παρὰ Θεῷ γῆ, καὶ τὴν τῶν εἰδώλων ἠλλάξαντο χώραν. ἀλλ’ εἰ καὶ τοῦτο δεδράκασι, βαδιοῦνται πρὸς Ἀσσυρίους. οὐκ ἔδπενδσν τῶ Κυρίῳ συωεωεγκόντες γὰρ ἐν ληνοῖς τὸν ἐξ ἀμπέλου καρπὸν, ἔσπενδον τοῖς δαίμοσι τὰς ἀπαρχὰς, καὶ οὐχὶ τῷ δόντι Θεῷ. ἀνέφερον δὲ καὶ ἄρτους, ὡς ἐν ἀπαρχῇ θερισμοῦ. πλὴν εἰς μολυσμὸν καὶ βεβήλωσιν τὸ [*](b) χρῆμα αὐτοῖς γενήσεταί φησι, καὶ ὡς απτους πένθους κατααὺτῷ [*](5. D. αὐτῶν Edd. 6. ἠγάπησας D. 8. τὰ assumptum ex D. 14. οὐδενὶ] οὐδὲν Edd. 15. λιμοὶ D. λοιμοὶ Edd. I9. ἐλάτρευον post θεοῖς add. iid. invitis B.D. 26. Hoc οἶνον accessit ex B.D. 28. τῳ δόντι Θεῷ] τῷ Θεῷ τῷ δόντι b. δόντι om. D. ἄρτους] + τῶν b.)

184
λογισθήσεται τὰ προσκομιζόμενα, τουτέστι, βδελυρά τε καὶ [*](Num. xix 11.) βέβηλα καὶ ἀπηχθημένα. διὰ ποίαν αἰτίαν; ὁ νόμος μὲν [*](Cf. Lev. xxi 1—3) γὰρ ἀκάθαρτον ἐποίει τὸν ἐγγίζοντα νεκρῷ· ἐγγίζοντα δὲ, ἢ καθ’ αἵματος οἰκειότητα, ἤγουν καὶ κατ’ αὐτὴν τὴν τοῦ σώματος ἁφήν. ἦν οὖν ἀνάγκη τοὺς κατὰ γένος ἐγγὺς, ἢ φίλους τῶν τετελευτηκότων ἐπὶ τῷ πένθει μιαίνεσθαι, περιέποντας τὸν νεκρὸν, καὶ δρᾶν ἐθέλοντας ἐπ’ αὐτῷ τὰ νενομισμένα· [*](c) πάντα δὲ ἦν ἀκάθαρτα ὧν ἃν αὐτοὺς συνέβη θιγεῖν. ἄρτος οὖν πένθους ὁ τοῖς πενθοῦσι νεκρὸν παρακείμενος εἰς τροφήν· οὗ καὶ ἀπογεύεσθαι, πάνδεινον ἐδόκει τοῖς παραιτεῖσθαι μεμελετηκόσι τὸν ἐπὶ νεκρῷ μολυσμόν. μιαροὶ τοιγαροῦν καὶ ἀπόβλητοι καὶ αὐτοί φησιν οἱ ἄρτοι, οἵπερ ἃν προσκομισθεῖεν ὡς ἐν ἀπαρχῇ θερῶν, καὶ οἱ ἐσθίοντες αὐτοὺς μιανθήσονται. ἔσονται δὲ χρήσιμοι μᾶλλον ταῖς ψυχαῖς αὐτῶν, τουτέστιν εἰς βρῶσιν αὐτοῖς. οὐκ εἰσελεύσονται γὰρ εἰς οἶκον [*](Deut. xxvi 2; Lev. xxiii. 10; Num. xv. 18,19. d) κυροῦ. εἰδέναι δὲ χρὴ, ὅτι καὶ ὁ νόμος ἀπαρχὴν θερισμοῦ δραγματα τε καὶ ἄρτον προσάγειν ἐκέλευεν εἰς θυσίαν. μετεκόμισε δὲ ὁ Ἰσραὴλ τὰ εἰς δόξαν Θεοῦ τοῖς γλυπτοῖς, καίτοι Θεοῦ λέγοντος ἐναργῶς “τὴν δόξαν μου ἑτέρῳ οὐ [*](Es. xlii. 8.) “δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.’ οὐκοῦν ἀναγκαῖον αἰτεῖν παρὰ Θεοῦ τὰ ζωαρκῆ, καὶ αὐτὸν ὁμολογεῖν δοτῆρα καὶ χορηγὸν ἁπάσης ἡμῖν εὐκαρπίας [*](Hier. xiv.22.) σωματικῆς καὶ πνευματικῆς. οὐ γὰρ ἐστιν ἕτερος παρ’ ἀν’ τον ὑετίζων, κάτα τὸ γεγραμμένον, ἄλλα τοῖς αὐτοῦ νεύμασι, [*](e) καὶ τὰ ἐξ ὡρῶν ἀνίσχει κατ’ ἀγροὺς, καὶ τῆς ἄνωθεν εὐλογίας ἀναπιμπλάμεθα, τὸν νοητὸν ἄρτον τρεφόμενοι, καὶ οἶνον [*](Ps. ciii. 15.) ἔχοντες τὸν ἐξ οὐρανοῦ, “ τὸν εὐφραίνοντα καρδίαν ἀνθρώ- “που.” ταῦτα φρονεῖν ᾑρημένοι, κατοικήσομεν τὴν γῆν. ἐσόμεθα γὰρ μετὰ Θεοῦ, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα οὐ γαγόμεθα. καταβόσκουσι γὰρ ἐν ἀκαθαρσίαις τοὺς [*](Eph. vi. 12.) προσίοντας αὐτοῖς οἱ “ κοσμοκράτορες τοῦ αἰῶνος “τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.”

[*](27 ἔχοντα (sic) D.)
185

Τι ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέραις ἑοπτῆς τοῦ [*](a 129 A. 5) Κυρίου ;

Ἐπειδὴ γὰρ εἰς τοῦτό φησι καθίκεσθε δυσβουλίας καὶ ἀσεβημάτων, βδελυροὶ δὲ οὕτω γεγόνατε καὶ ἀπηχθημένοι, ποῖος ὑμῖν ἄρα βοηθήσει τρόπος ; ἢ τί πεπραχότες καὶ βου- λευσάμενοι τῆς οὕτω δεινῆς καὶ ἀγρίας ἐκνεύσετε συμφορᾶς, ὅταν ἡ ἐμὴ τελῆται πανηγυρις, δαπανῶντος τοῦ πολέμου τοὺς λελυπηκότας ; οὐκοῦν ἑορτὴν ἰδίαν ὀνομάζει Θεὸς, τὸν καιρὸν [*](b) δηλονότι, καθ’ ὃν ὁ Ἰσραὴλ ἐξαιτοῖτο δίκας τῶν εἰς αὐτὸν πεπλημμελημένων.

Χρὴ τοιγαροῦν μὴ ἁπλῶς τὸ δοκοῦν ἀπερισκέπτως ἐπι- τελεῖν, καὶ τοῖς παροῦσιν ἐφήδεσθαι, συναρπαζομένους ταῖς ἐπιθυμίαις εἰς τὸ προσκρούειν Θεῷ, περιαθρεῖν δὲ μᾶλλον καὶ τὰ ἐσόμενα, καὶ διεκδύνειν ἐπείγεσθαι τὰ ἐκ θείας ὀργῆς. ἐσόμεθα γὰρ οὕτω σοφοὶ, καὶ τῶν συμφερόντων ἐπιστημονες.

Δῶ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωπίας Αἰγύπτου, κω ἐκ. [*](6) δέξεται αὐτοὺς Μέμφις, κω θάψει αὐτοὺς Μακμάψ. κὼ τὸ [*](c) ἀργύρω αὐτῶι ὄλεθρος κληροωνμήσει· ἄκαωθαι ἐν τοἶς σκη- νώμασιν αὐτῶι.

Kαταδῃούντων τὴν Σαμάρειαν τῶν Βαβυλωνίων, οἱ διαφυγεῖν ἰσχύσαντες μόλις ἀπέδραμον εἰς τὴν Αἰγυπτίων· ἀλλὰ καὶ αὐτὴν ἑλόντων τὴν Ἱερουσαλὴμ, ἐν χρόνοις τῆς Ἱερεμίου προφητείας, εὐαρίθμητοι κομιδῆ κατελείφθησαν ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίν. οὗτοί τε εἰσῆλθον εἰς [*](d) Αἴγυπτον, καίτοι παρεγγυῶντος Θεοῦ διὰ φωνῆς Ἱερεμίου, καὶ λέγοντος ἐναργῶς, μὴ χρῆναι βαδίζειν αὐτοὺς τὴν ἐνεγ- [*](1. τοῦ assumptum ex D. deest in Edd. (311.) 8. ὀνομάζει] + ὁ Edd. 12. συναρπαζομένους] παιζομένους D. 13. περιπρθρεῖν (sic) D. Edd. 17. πορεύσονται B.D.F. (Alex. XII.) πορεύονται Edd. (Vat.) 18. Μακμάς B.D. μnχμός Edd. Statim καὶ assumptum ex B.D. (sol.) 23. ἐν] + τοῖς D. τῆς om. D. 27. αὐτοὺς assumptum ex D.)

186
κοῦσαν ἀφέντας εἰς τὴν Αἰγυπτίων, ἠπειληκότος δὲ, ὅτι κἂν εἰ τοῦτο δρῷεν παρὰ τὸ αὐτῷ δοκοῦν, περιπεσοῦνται τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι φορτικωτέροις. ἔχει δὲ οὕτω τὸ γεγραμμένον [*](Hier. xlix. 15, 16.) “ Οὕτως εἶπε κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ 6. “ ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ τοῦ κατοικεῖν, καὶ “ ἔσται ἡ ῥομφαία ἢν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, [*](e) “ εὑρήσει ὑμᾶς ἐν Αἰγύπτῳ.” ἐπειδὴ γὰρ ταῖς Αἰγυπτίων ἐπικουρίαις ἐπιθαρσήσαντες ἀντεφέροντο τοῖς Βαβυλωνίοις, ταύτῃτοι λελυπημένοι, μετὰ τὴν τῶν ‘Ιεροσογύμων καὶ τῆς Σαμαρείας ἅλωσιν, ἐτράποντο κατὰ τῶν Αἰγυπτίων οἱ Βαβυλώνιοι, καὶ ἀμογητὶ νενικήκασι, τότε συμβέβηκε τοὺς περιλειφθέντας ἐξ Ἰουδαίων συνδιολέσθαι τοῖς Αἰγυπτίοις. οἱ δὲ δὴ διαφυγεῖν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν ἰσχύσαντες, μόλις ἐπέκεινα δεδραμήκασιν, ἐπὶ τὴν Ἀρκάδων ἰόντες χώραν, καὶ ὡς εἰς πόλιν ὀχυρωτάτην κατῳκήκασι τὴν Μέμφιν καὶ [*](130 Α. a) τὴν Μακμάς· ἑτέρα δὲ αὕτη γείτων που πάντως, καὶ τῶν ἄλλων ἐπισημοτέρα πόλις· ἐκεῖ καὶ τετελευτήκασι, μακροὺς δηλονότι διατελέσαντες χρόνους, ὑπονοστῆσαί τε μὴ δυνηθέντες εἰς τὴν Ἰουδαίαν. ἔφη δὲ οὕτω πάλιν ὁ προφήτης [*](Ib. li. 11—14.) Ἱερεμίας “ Διὰ τοῦτο οὕτως εἶπε κύριος Ἰδοὺ ἐγὼ ἐφίστημι “τὸ πρόσωπόν μου τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους “τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, [*](b) “ἐκλείψουσιν ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἔσονται εἰς “ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν. καὶ ἐπι- “σκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκε- “ψάμην ἐπὶ Ἱερουσαγὴμ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν “θανάτω, καὶ οὐκ ἔσται σεσωσμένος οὐδεὶς τῶν ἐπιλοίπων “’Ιούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ, τοῦ ἐπιστρέψαι “εἰς γῆν Ἰούδα, ἐφ’ ἢν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν “τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν. ἀκούεις ὅτι [*](3. καὶ assumptum ex B.D. 10. κατὰ τῶν Αἰγυπτίων οἱ βοβυλώνιοι] κατ’ αὐτῶν D. 12. συνδιολέσθαι] συνδιολύσθοι Pont. συνδιόλλυσθαι Aub. 22. πεσοῦνται] πεσεῖται Edd. λοιμῷ D. 23. καὶ prius assumptum ex Β. (Ale.x.) 25. Haec ὡς ἐπεσκεψάμην —θανάτῳ acces- serunt ex B.D.)
187
τετελευτήκασιν ἐν Αἰγύπτῳ, κἀκεῖ τῆς θείας αὐτοῖς ὀργῆς ἐπενηνεγμένης ; ὅταν τοίνυν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν παραιτούμενοι, καθάπερ εἰς ἐπίσημον πόλιν ἀφίκοιντο τὴν [*](c) Μέμφιν, ἐκδεξεται μὲν όιὐτοὺς, πλὴν ἐν Μακμας τεθνήξονται. τοῦτο γὰρ τὸ θιίψει αὐτοὺς Μαχμάς. ὅταν τοίνυν διώκῃ Θεὸς, οὐδεὶς ἀνασώσει τὸν κινδυνεύοντα, ἁλλ’ ἔνθαπερ ἃν ἴοι τις, ἐκεῖ περιτεύξεται τῷ θυμῷ. καὶ ταυτὶ μὲν αὐτοῖς ἐν Αἰγύπτῳ συμβήσεσθαι λέγει.

Ἐπειδὴ δὲ καὶ τοῖς ἐξ ἰδίου πλούτου λελυπήκασι· “ τὸ γὰρ [*](Supra viii. 4) “ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον ἐποίησαν ἑαυτοῖς εἴδωλα, φησί· ταύτῃτοι δικαίως ὄλεθρος αὐτὸ κληρονομήσει, τουτέστι, κλῆρος ἔσται τῷ ὀλοθρευτῇ. ὄλεθρον γὰρ ἀποκαλεῖ τὸν Ασσύ- [*](d) ῥίον, ὡς ἀγρίως τε καὶ ἀπηνῶς ἀνελόντα καὶ μεμαχημένον. ἀναφυήσονται δὲ καὶ ἄκανθαι φησιν ἐν τοῖς σκηνώμασιν αὐτωι. ἐρημίας γὰρ εἰς τοῦτο κατηντήκασιν αἱ πόλεις, ὡς ἀκάνθης γενέσθαι μεστάς· σημεῖον δὲ τοῦτο γῆς ἀβάτου καὶ κεχεπσωμενηυς.

Οταν τοίνυν τοῖς παρὰ Θεοῦ δοθεῖσιν ἀγαθοῖς, ἢ σῶμα· τικοῖς ἢ πνευματικοῖς, μὴ δὴ χρῷτό τις ὀρθῶς, μήτε μὴν εἰς [*](e) δόξαν αὐτοῦ, πράττοι δὲ ἀπερισκέπτως τὰ δι’ ὧν ἃν προσ- κρούοι, καὶ ἁλίσκοιτο λυπῶν, κατοιχήσεται μὲν εἰς ὄλεθρον, ἔσται δὲ κλῆρος τοῦ διαρπάζοντος σατανᾶ, καὶ ἀκάνθης ἐν- αύλισμα, ἀγρίων δηλονότι καὶ ἐκτόπων ἐπιθυμιῶν· καὶ καρ- ποὺς ἡμέρους οὐκ ἃν ἔχοι κατὰ τὸν νοῦν. πάθοιεν δ’ ἃν τοῦτο καὶ πρό γε τῶν ἄλλων αἱρετικοὶ, τὴν τοῦ λόγου χρείαν δαπανῶντες δυσσεβῶς εἰς τὸ παραλύειν ἀδελφούς· καὶ [*](a 131 Α.) “ τύπτειν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, καίτοι Χποσ- [*](1 Cor. viii. 12.) τοῦ παθόντος ὑπὲρ ἡμῶν.

“Ηκασιν αἱ ήμέραι τῆς ἐκδικήσεως, ἤκασιν αἱ ‘μέραι Τῆς ἀωταπο- [*](7) [*](11. αὐτὸ] αὐτὸν Edd. 12. τῶν ὀλοθρευτῶν D. 14. ἀνα- φυήσονται Β. ἀναφύσονται D. Edd. 15. ἀκάνθης] ἀκανθῶν φυήσονται 20. τὰ om. D. 22. κλῆρος] κλῆσις Kdcl. 29. ἐκδικήσεως] + σου F. (Alex.))

188
δόδεώς σου, κω κακωοήδεται Ἰσραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκὼς, ὁ ὄνθρωπος ὁ πνευματοφόρὂς.

Εθος ἦν τοῖς ἐξ Ἰσραὴλ τοὺς τῶν ἁγίων προφητῶν ἀποσείεσθαι λόγους, καὶ οὐδὲν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ, καίτοι πολλάκις ὅτι παθεῖν αὐτοῖς συμβήσεται τὰ δεινὰ [*](b) προηγορευκότος. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς προσπεφώνηκέ [*](Ezech. xii. 27,28.) που τῷ προφήτῃ λέγων Ἱεςεκιήλ “Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ “οἶκος Ἰσραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ “ὅρασις ἢν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς “οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε “λέγει Ἀδωναΐ κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ “λόγοι μου, οὓς ἃν λαλήσω· ὅτι λαλήσω λόγον καὶ “ποιήσω, λέγει Ἀδωναΐ Κύριος ” τοιοῦτον τί φησι κὰνθάδε· [*](c) ηκασι γάρ φησιν αἱ ἡμέραι τῆς ἐκδικήσεως. ὅμοιον ὡς εἰ λέγοι Ἐγγὺς ἡ δίκη, καὶ ἐπ’ αὐταῖς ἤδη θύραις ὁ ἀγὼν, γείτων ἡ συμφορὰ, καὶ ἐν ὀφθαλμοῖς ὁ πόλεμος. ἐνέστηκεν ἡ τῆς ἀνταποδόσεως ἡμέρα. κακουμένῳ δέ σοι, φησὶν, ὦ Ἰσραὴλ, συγκακωθήσεται πάντως, καὶ ἐν ἴσῳ τρόπῳ μεθέξει τῆς δίκης, πᾶς ὁ ἐν σοὶ ψευδοπροφήτης, ὁ παρεξεστηκὼς ἄνθρωπος, τουτέστιν, ὁ ἔνθους καὶ μαινόμενος, καὶ ἀπολωλεκὼς τὰς φρένας, ὃν σὺ νενόμικας εἰναι πωευματοφόρον. [*](d) ὁμοῦ γὰρ τοῖς ἄλλοις διολώλασι οἵ τε ἱερεῖς τῶν ὑψηλῶν, καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, καὶ πάντες ὅσοι ψευδοεπεῖς τε καὶ ψευδομάντεις ἦσαν ἐν τῷ Ἰσραήλ. ἐπειδὴ γὰρ μαίνεσθαι προσεποιοῦντο τὰς μαντείας ποιούμενοι, καὶ φοιβᾶν ὑπεκρίνοντο, ταύτῃτοι καὶ ἄνθρωπον παρεξεστηκότα τὸν τοιοῦτον ὀνομάζει.

[*](2. ὁ prius assumptum ex B.D. (62, 86, 147.) 6. προηγορευκότος] περιηγορευκότος Edd. 7. λέγων λέγων hoc ordine B.D. 9. ὥρα (sic) D. μακροὺς post καιροὺς add. Edd. invitis B.D. 13. τοιοῦτον] τοιοῦτο Edd. 15. εἰ deest in Edd. ante Migne. θήραις Edd. ante Migiie. 19. πᾶς post ὁ transp. Edd. 23. οἱ om. D. 25. ποιούμενοι B.D.b. ποιησόμενοι Edd.)
189

Ὑπὸ τοῦ πλήθους τῶι ἀδικιῶν σου ἐπληθύνθη μανία σου.

Πλῆθος ἀδικίας φησὶν οἱονεὶ τὴν πολύτροπόν τε καὶ [*](e) πολυειδῆ θρησκείαν τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ λόγῳ, πεπλάνηντο, καὶ πάντες ἦσαν εἰδωλολάτραι. πλὴν ἐμερίζοντο τοὺς τῆς πλανήσεως τρόπους, ἄλλοι τε ἄλλοις προσῆγον ῆγον τὰς τελετὰς, καὶ τοῖς προσιοῦσιν ἐποιοῦντο τὰς ψευδομαντείας. οἱ μὲν γὰρ ταῖς δαμάλεσιν ἐλάτρευον· οἱ δὲ τῷ Χαμὼς, εἰδώλῳ Μωάβ· ἕτεροι δὲ τῆ Ἀστάρτῃ. ἦσαν δὲ, οἳ καὶ τῷ Βάαλ καὶ τῆ στρατιᾷ τοῦ οὐρανοῦ. ταύτητοι Θεὸς ἐπῃτιᾶτο λέγων διὰ φωνῆς Ἱερεμίου “ Ὅτι κατὰ [*](a 132 Α.) ἀριθμὸν πόλεων σου ἤσαν θεοί σου Ἰούδα. ἑκάστη γὰρ [*](Hier. ii. 28.) πόλις τῶν παρ’ αὐτοῖς ἴδιον ἔχειν ὡμολόγει θεόν. τοῦτο αὐτὸ πλῆθος ἀδικιας ὀνομάζει δικαίως. ἀδίκημα γὰρ ἀληθῶς καὶ ὕβρις εἰς Θεὸν, τὸ ἀποφοιτᾶν μὲν αὐτοῦ, προσκεῖσθαι δὲ ξύλοις τε καὶ λίθοις, καὶ “τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν,” [*](Ib. i. 16.) καθάπερ γέγραπται. μανίαν δὲ λέγει τὴν μαντείαν. οὐκοῦν ἐπειδήπερ πλῆθος ἀδικίας ηὕρηται ἐν σοί φησι, ταύτῃτοι καὶ παρὰ σοὶ πεπλήθυνται μανία, τουτέστιν ἡ ψευδομαντεία, [*](b) ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ψευδομάντεων ἴδιον ἔχοντος τρόπον, καθ’ ὃν ἐμαντεύετο. ἔκτοπον οὖν ἄρα καὶ παράνομον καὶ βέβηλον ἀληθῶς, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι λυπεῖν καὶ παροτρύναι δεινῶς τὸν τῶν ὅλων Θεὸν, τὸ ψευδοεπείαις προσκεῖσθαι φιλεῖν τῶν λαλεῖν εἰω- θότων τὰ " ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ Ib. xxiii. “ ἀπὸ στόματος κυρίου. παραφυλακτέον δὴ οὖν Χριστιανοῖς τὸ πλημμέλημα. μόνοις γὰρ ἂν πρέποι τὸ τοιάδε νοσεῖν τοῖς τῶν δαιμόνων θεραπευταῖς.

[*](c)[*](1. ’Υπὸ] Ἀπὸ D. (22.al.) 3. γὰρ assumptum ex B.D. 4. πεπλάνηνται D. 5. δὲ pro τε D. 9. τῳ] τῇ D. 15. αὐτῶν] αὐτοῦ Edd. 17. ηὕρηται D. εὕρηται Edd. 27. δαιμόνων] ἁγίων (sic) iid. θεραπευταῖς] + εἴη δ’ ἀν’ οὐκ ἀμφίλογον ὡς οἱ τῆς ἐκείνων μετίσχοντες πλάνης τὴν ἴσην αὐτοῖς ὑπομένουσι (sic) κόλασιν D.)
190
[*](8)

Σκοπὸς Ἐφραἶμ μετὰ Θεοῦ προφήτης, παγὶς σκόλια ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ.

Σκοποὺς ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ τοὺς τῶν λαῶν προεστηκότας καὶ προβεβλημένους, ὑψοῦ τε ἠρμένους διὰ τιμὴν, οἷς ἂν καὶ ἐνορῴη τις, εἰ δὴ βούλοιτο τὸν εὐθῆ τε καὶ ἀνεπίπληκτον διαζῆσαι βίον. καὶ γοῦν ἔφη που Θεὸς πρὸς [*](Ezech. iii. 17.) τὸν μακάριον προφήτην Ἰεζεκιήλ “ Υἱὲ ἀνθρώπου, σκοπὸν “ δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός [*](d) “ “μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρ’ ἐμοῦ.’’ ἔθος γὰρ τοῖς τοιοῖςδε σκοποῖς, οὐχὶ μόνον τοῖς παιδευομένοις πρὸς ὑποτύπωσιν ἀρετῆς ἤτοι πολιτείας συννόμου τὸν ἑαυτῶν προτιθέναι βίον, ἀλλὰ γὰρ καὶ εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τὸ τῷ Θεῷ δοκοῦν διερμηνεύειν ὀρθῶς. ἀλλ’ οἱ μὲν ὑπὸ σκοποὺς ὄντες ἀγαθοὺς, κατ’ εὐθὺ τοῦ πρέποντος ἰόντες, ἐσώζοντο· ζοντο· οἱ δὲ πονηροῖς καὶ φαύλοις ἀνδράσι τῆς ἑαυτῶν διανοίας [*](2 Tim. iii. 13.) προσνέμοντες τὴν ῥοπὴν, “ πλανῶντές τε καὶ πλανώ- [*](e) “μένοι” διετέλουν, καὶ ἁπάσης ἀγαθουργίας καὶ γνώσεως ἀληθοῦς ἐξῳκισμένον ἔχοντες νοῦν. τοῦτο πεπονθότας καταιτιᾶται αιτιᾶται καὶ νῦν τοὺς ἐκ φυλῆς Ἐφραΐμ, ἤτοι τὸν Ἰσραήλ. γέγονε γὰρ αὐτῷ φησὶ σκοπὸς μετὰ θεῶ προφήτης. ὅμοιον ὡς εἰ λέγοι, καθ’ ἕκαστον τῶν ψευδωνύμων θεῶν, καὶ ψευδό [*](Supra 131. e.) μάντις ἰδικός. ὡς γὰρ ἤδη προεῖπον, εἰς πολύτροπον ἐμερίζοντο ζοντο πλάνην. καὶ οἱ μὲν λελατρεύκασι τῷ Βάαλ· οἱ δὲ τῷ [*](133 Α. a) Χαμὼς, ἤγουν τῷ Βεελφεγώρ· καὶ ἐν ἑκάστῳ τεμένει πεπλαστούργητό πλαστούργητό τι, καὶ χειρόκμητον ἦν ἄγαλμά τε καὶ βρέτας, καὶ ὁ προσεδρεύων ἑκάστῳ ψευδοπροφήτης ἰδικός. καὶ διάφορος φόρος παρ’ αὐτοῖς ὁ τῆς μαντείας ἦν τρόπος. ἠρεύγοντο δὲ τοῖς προσερχομένοις τὸ δοκοῦν ἁπλῶς ὡς χρήσιμόν τε καὶ [*](1. Σκοπὸς] ὣ σκοπὸς (legas ὡς σκοπὸς) D. 4. Haec καὶ προβεβλημένους accesserunt ex D. 5. εὐθῆ τε D. ὀρθὸν Edd. 8. τοῦ assumptum ex D. (23. al.) 10. τοῖς τοιοῖσδε] του ’δε Edd. 11. συννόμου] σὺν νόμοις iid. 12. καὶ prius om. D. 13. τὸ om. D. 18. ἔχοντες] + τὸν iid. οὕτω pro τοῦτο iid. 19. ἐκ] + τῆς iid. 23. τῷ prius] τῇ D. 25, Hoc ἦν assumptum ex D.)

191
ἀναγκαῖον. οὐκοῦν ἐπειδήπερ γέγονε σκοπὸς τοῖς ἐξ Ἐφραΐμ μεθ’ ἑκάστου τῶν ψευδωνύμων θεῶν καὶ προφήτης ἰδικὸς, λοιπὸν λοιπὸν πρὸς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀσχέτως ἀπονενεύκασι. τοῦτο γέγονεν αὐτῷ καὶ καὶ σκολιοί. [*](b) γὰρ ἦν κατευθύνεσθαι καὶ ὀρθῶς βαδίζειν δύνασθαί ποτε τοὺς εἰς τοσαύτην πολυθείαν ὠλισθηκότας, ὡς σὺν ἑκάστῳ θεῷ καὶ προφήτην ἔχειν ἰδικόν· καὶ προσέτι, ποιεῖσθαι σκοπὸν, τὸν τῆς εἰς Θεὸν εὐσεβείας ἀποκομίζοντα, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντα βόθροις.

Προσεκτέον δὴ οὖν τοῖς ἐθέλουσι βιοῦν ἐννόμως, οὐχὶ τοῖς διδάσκουσιν ἁπλῶς, οὐδὲ τοῖς λαλοῦσι τὰ ἀπὸ καρδίας [*](Hier. xxiii. 16.) αὐτῶν, ἀλλ’ οἷς ἃν ἡ θεία καὶ ἄνωθεν ἐπιμαρτυρήσῃ χάρις τῆς εἰς Θεὸν ἀγάπης τὸ γνήσιον. τοιγάρτοι καὶ ὁ Xριστός “ Προσέχετε, φησὶν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται [*](S.Matth. vii. 15.) “χονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι [*](c) “ “λύκοι ἅρπαγες.’’ θηρῶν γὰρ ἀγρίων ὀλίγα διενεγκεῖν φαμὲν ἀληθεύοντες, τοὺς τῶν ἀνοσίων αἱρέσεων εὑρετὰς καὶ προεστηκότας, “ Τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ [*](Es. ix. 12.) “ στόματι.’’ δαπανῶσι γὰρ ὥσπερ τὰς τῶν ἁπλουστέρων ψυχὰς, τοῖς τῆς ἀπάτης ὀδοῦσι συντρίβοντες. εἰρήσθω δὴ οὖν καὶ πρὸς ἡμῶν “ Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν [*](Ps. lvii. 7—9.) “ “ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν “ “ὁ κύριος. ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον, ἐν- [*](d) “ “τενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. ὡς ὁ κηρὸς “ ὁ τακεὶς ἀνταναιρεθήσονται.”