In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος [*](4) ἀπὸ τῆς φλογὸς, ἀπὸ φυράσεως σταιτὸς, ἕως του ζυμωθῆναι [*](b) αὐτό. ἡμέρα βασιλέων ὑμῶν.

[*](5)

Kατὰ τίνα δὴ τρόπον ἐν μὲν ταῖς κακίαις αὐτῶν ηὔφραναν [*](Supra ver. 3.) βασιλεῖς, ἐν δέ γε τοῖς ψεύδεσιν ἄρχοντας, ἐν τούτοις ἡμῖν ἐξηγεῖται σαφῶς. ἔχει δὲ οὕτως τῆς ἱστορίας ὁ λόγος, ἢν εἴπερ τις εἰδείη τυχὸν, εἴσεταί που πάντως τῆς προφητείας τὸν νοῦν. ὅτε τοίνυν, ἀπορραγεισῶν τῶν δέκα φυλῶν, βεβασίλευκεν ἐπ’ αὐτὰς ὁ ἐπάρατος Ἱεροβοὰμ, ἐδεδίει σφόδρα, μὴ ἄρα πὼς τῶν ἑορτῶν ἕνεκα τῶν κατὰ τὸν νόμον ἀναβαίνοντες [*](c) εἰς Ἱεροσόλυμα, μεταπεισθεῖεν κατὰ βραχὺ τὸ Ἰούδα σκῆπτρον ἀνθελέσθαι πάλιν, καὶ τῶν ἀρχαίων ἐθῶν ἐνεχθέντες εἰς ἀνάμνησιν, ἢ ἀνέλωσιν αὐτὸν, ἤγουν ἐξώσειαν, καὶ οὐχ ἑκόντα λοιπὸν, τῆς κατὰ σφῶν ἀρχῆς. ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεομισὴς καὶ δείλαιος τὰς χρυσᾶς αὐτοῖς δαμάλεις ἀφιεροῦν ἐσκέπτετο, καὶ τὸν τῆς ἀνοσίου ψευδολατρείας ἐπενόει τρόπον, καὶ καινοτομεῖν ἐπεχείρει τὰς ἐπὶ ταῖς δαμάλεσιν ἑορτὰς, ὡς ὁ τῆς Ἑβραίων παραδόσεως ἔχει λόγος. ἦν οὖν ἐν ἀρχαῖς [*](d) οὐ μετρίως περιδεὴς, μὴ ἄρα τῆ ἄνωθεν καὶ ἐκ πατέρων αὐτοῖς ἡκούσῃ λατρείᾳ συναγορεύοντες, ἢ τῶν θρόνων ἐξώσειαν, ἢ καὶ ἀνέλωσιν, ὡς ἔφην, καὶ παρωσάμενοι τὸ ἐγχείρημα, παλινδρομεῖν ἕλοιντο πρὸς τὸ ἐν ἀρχαῖς, λελυπημένοι τε καὶ ἀγανακτοῦντες εἰκότως, ὡς ὑβρισμένου Μωυσέως, καὶ τῆς θείας αὐτοῖς πατηθείσης ἐντολῆς. ταύτῃτοι πικρὸς ὣν εἰς δόλους, καθίει πολλοὺς ἐν τῷ Ἰσραὴλ διαθρυλλοῦντάς τε καὶ λέγοντας, ὅτι χρὴ καὶ μοσχοποιεῖν [*](e) αὐτοὺς, καὶ καινουργεῖν ἑορτὰς ἰδίας, καὶ τοῦτο αὐτὸ παρὰ τοῦ βασιλέως αἰτεῖν. ἐπειδὴ δὲ τοὺς ὄχλους ἐμάνθανε πολὺ [*](1. κατὰ καύματος Β. 2. φλογὸς] Sic correxi. φλογῆς Edd. σταιτὸς B.D. στέατος Edd. (A.V. MSS. Pars. omnes.) 3. ἡμέρα B.F. Edd. ἡμέραι D. βασιλέων] βασιλέως (233). cf. infra 109 a. b. c. e. 4. δὴ] δὲ Edd. 9. ἐδεδίη iid. 10. τὸν om. D. 11. μεταπεισθεῖεν] + πάλιν D. 18. οὖν om. D. 19. καὶ om. D. 20. αὐτοῖς post λατρείᾳ tr. D. 22, τὸ] τὸν Edd. 25. πικρὸς B.D. ἀλώπηξ Edd. καθίησι pro καθίει iid.)

156
δὴ λίαν ἔχοντας εἰς τοῦτο ἑτοίμως, συναινοῦντάς τε καὶ συνηδομένους τοῖς τὰ τοιάδε συμβεβουλευκόσι, συναγαγὼν ἅπαντας, προσπεφώνηκεν ἐναργῶς, ὅτι καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς προσήκει προσκυνεῖν, καὶ τὴν τῆς ἑορτῆς [*](3 Reg. xii. 32, 33.) πεφανέρωκεν ἡμέραν, τοῦ ὀγδόου μηνὸς τὴν πεντεκαιδεκά- τὴν, καθὰ γέγραπται.

[*](109 Α. a )

Tαῦτα δὴ λέγοντος τοτηνικάδε τοῦ Ἱεροβοὰμ ἐπευφήμουν οἱ δῆμοι, καὶ ἀνεκράγεσαν Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως, τούτῳ καὶ ἡμεῖς ἑψόμεθα τῷ σκοπῷ· καὶ ἑτέροις δέ τισι τοιούτοις ἐπαίνοις κατευφραίνειν ἤθελον. συναπεκομίζοντο δὲ τοῖς ὄχλοις καὶ οἱ καθηγεῖσθαι λαχόντες, συνηχοῦντές τε καὶ συναινοῦντες αὐτοῖς. τούτων ἡμῖν εἰς τὸ παρὸν ὁ τοῦ προφήτου διαμέμηνται λόγος. πάντες γάρ φησι μοιχεύοντες ὡς [*](b) κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός. διανενευκότες γὰρ εἰς πορνείαν τὴν νοητὴν, ἤγουν εἰς απόστασιν τὴν ἀπὸ Θεοῦ· τοῦτο γὰρ ἡ πορνεία· κλιβάνοις ἐοίκεσαν ἐκκεκαυμένοις ἤδη πὼς καὶ ἑτοίμοις εἰς πέψιν ὧν ἄν τις ἐμβάλοι· φλογὸς γὰρ ἦσαν μεμεστωμένοι, θερμῆς δηλονότι καὶ οἱονεὶ διακεκαυμένης ἐπιθυμίας. ἐοίκεσαν δὲ καὶ φυράματι σταιτὸς, ἔχοντι μὲν ἤδη τὴν ζύμην, ζυμωθέντι δὲ τελείως ἐν ἡμέρᾳ βασιλέως αὐτῶν· ὅτε, καθάπερ ἔφην ἀρτίως, ἀναφανδὸν εἰρηκότος τοῦ Ἱεροβοὰμ, ὅτι χρὴ θύειν ταῖς δαμάλεσι, καὶ [*](c) τὰς ἐπ’ αὐταῖς τελεῖν ἑορτὰς, ἐπεφώνουν αὐτοί Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως, καθάπερ, ὡς ἔφην, ὁ τῆς παραδόσεως ἔχει λόγος. τότε καὶ ἐζυμώθη τελείως, τουτέστιν, ὅλος ἐξ ὅλου γέγονε τῆ δυσσεβείᾳ κάτοχος. οὐκοῦν, προεκκεκαυμένοι τὸν νοῦν ταῖς εἰς παράβασιν θερμαῖς καὶ ἀκαθέκτοις ἐπιθυμίαις, προζυμωθέντες δὲ ὥσπερ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον ἐν ἡμέρᾳ βασιλέως, εἰς τὸ τῆς φαυλότητος κατώλισθον πέρας.

[*](1. εἰς τοῦτο ἑτοίμως D. ἑτοίμως ἑτοίμους Edd.] εἰς τοῦτο Β. Edd. 7. δὴ] δὲ Edd. ἐπεφήμουν iid. 8. ἀνεκράγεσαν B.D. ἀνέκραγον b. ἀνεκράγησαν Edd. τούτῳ D. οὕτω Edd. 14. κατὰ καύματος Β. 1 6. ἐοίκασιν b. 17. ὣ (sic) pro ὣν D. 20. σταιτὸς D. στέατος Β. Edd. 23. ἐπ’ αὐταῖς D. ἐπ’ αὐτῇ Β. ἐπ’ αὐτοῖς Edd. 25. ὅλος D. ὁ λόγος Β. Edd. 26. προεκκεκαυμένοι D. προκεκ. Edd.)
157

Tοιοῦτόν τι δεδράκασιν Ἰουδαῖοι πάλιν ἐπὶ Χριστῷ. καταψευδόμενοι γὰρ τῆς δόξης αὐτοῦ, καὶ κατὰ βραχὺ τοὺς ὄχλους [*](d) ἐξέλκοντες τῆς εἰς αὐτὸν ἀγάπης οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι, πεπορνεύκασι νοητῶς, ἀποστήσαντες αὐτοῦ τὴν ἀγελαίαν πληθύν.

Ἤρξαντο ἄρχοντες θυμοὔσθαι ἐξ οὔνου, ἔξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν, διότι ἀνεκαύθησαν ὡς κλίβανον αἱ καρδίαι αὐτῶ.

[*](6)

Οἶνον, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὸν ἐξ ἀμπέλου Σοδόμων, [*](e Deut. xxxii. 32.) τὸν καταμεθύσκοντα καρδίας, καὶ ἐπιθολοῦντα τὸν νοῦν καὶ ἀχλύος αὐτὸν ἀναπιμπλάντα τῆς ὀλεθρίου καὶ βδελυρᾶς. δεδυσφορηκότων δὴ οὖν ἐνίων ἐπί τε τῇ τῶν δαμάλεων καινοτομίᾳ, καὶ μέν τοι τῶν ἑορτῶν, παρεθήγοντο πρὸς ὀργὰς τῶν ἀρχόντων τινές. ἵνα δὲ μὴ ὁρῷτο τῶν σεσιγηκότων, καὶ εὐφημεῖν οὐκ ἀνεχομένων ἡ σωφρονεστέρα πληθὺς, αὐτοὶ τοῖς ὄχλοις τὰς χεῖρας συνεκτείνοντες, ἐπεφώνουν καὶ ἔτι μειζόνως “Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως,” καὶ τοὺς τῆς ἀνοσιότητος [*](Supra ver. 5.) ἀπεδέχοντο τρόπους. ὠργίζοντο τοίνυν μεμεθυσμένοι, [*](a 110 Α.) φησὶν, ἀνοσίᾳ μέθῃ, καὶ τοῖς μὴ συντρέχουσι τοῖς οὕτως αἰσχροῖς τοὺς ὀδόντας ἐπέτριζον, λοιμοῖς συνεκτείνοντες τὰς ἑαυτῶν χεῖρας. λοιμοὺς δέ φησι τοὺς ὄχλους. ἐπεκρότουν γάρ φησιν, ὡς ἔφην, καίτοι παιδαγωγεῖν εἰς εὐσέβειαν ὀφείλοντες, καὶ τὴν τοῦ συμφέροντος ἀνακαλύψαι τρίβον. ἀλλ’ ἦσαν θερμοὶ τὴν καρδίαν καὶ αὐτοί φησι, τῆς εἰς παράβασιν ἐπιθυμίας τὴν ὀλεθρίαν εἰς νοῦν δεξάμενοι φλόγα.

[*](b)

Ἐν τῷ καταῤῥάσσειν αὐτοὺς ὅλην τὴν νύκτα ὕπνου Ἐφραΐμ ἐνεπλήσθη· επλήσθη·πρωΐ ἐγενήθη, ἀνεκαύθη ὠς πυρὸς.

Ἔφην, ὅτι περιδεὴς ἦν ἄγαν ὁ θεομισὴς Ἱεροβοὰμ, ἐν [*](Supra 108 c.) [*](6. Ἤρξαντο] + οἱ Edd. (A.V.) invitis B.D. (XII. a prima manu.) αὐτῶν Β. (22 al.) 7. κλίβανον B.D. κλίβανος Edd. (A.V. Codd. Parsoniani omnes.) 25. ἐνεπλήσθη D. ἀνεπλήσθη F. Edd.)

158
μόναις ὢν ἔτι ταῖς σκέψεσι τῶν ἀνοσίων ἐγχειρημάτων. ᾤετο γὰρ δὴ, καὶ σφόδρα εἰκότως, ἀγανακτήσειν Ἰσραήλ, εἰ διαπύθοιτό τι τοιοῦτον, καὶ τῶν πατρῴων ἐθῶν τὴν παράβασιν οὐκ ἐν μικρῷ ποιήσεσθαι λόγῳ. ἐπειδὴ δὲ προσπεφώνηκε [*](c) μὲν τοῖς ὄχλοις αὐτὸς, ὅτι χρὴ ταῖς δαμάλεσι προσκυνεῖν, προσήκαντο δὲ ἀσμένως τὴν σκέψιν αὐτοὶ, καὶ ὁμοῦ τοῖς ἄρχουσιν ἐπεκρότουν, ὡς ὀρθὰ καὶ συμφέροντα φρονεῖν τε καὶ δρᾶν ᾐρημένοι, ἀπέστη δειμάτων, ἀποκεχώρηκεν ὑποψίας, εὔθυμός τε διετέλει λοιπὸν, καὶ τρυφῆς ἦν πλέως. οὐκοῦν ἐν τῷ καταῤῥάσσειν αὐτοὺς, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, ὅτε κατέπιπτον εἰς ὄλεθρον καὶ ἀπώλειαν, συγκατανεύοντές τε καὶ συναινοῦντες αὐτῷ, καὶ τῆς εἰς Θεὸν ἀγάπης τιμῶντες [*](d) τὴν παράβασιν, τότε φησὶν, ὁ Ἐφραΐμ, τουτέστιν ὁ ἐκ φυλῆς Ἐφραΐμ Ἱεροβοὰμ, ὅλην ἐκοιμήθη τὴν νύκτα. ὅμοιον ὡς εἰ λέγοι, καίτοι πάλαι διεγρηγορὼς ἐκ δειμάτων καὶ ὑποψίας, ἄφροντις ἦν, ἐτρύφα λοιπὸν, καὶ ἐν μαλακαῖς ἦν εὐναῖς ὅλην τὴν νύκτα κοιμώμενος. ἐπειδὴ δὲ πρωὶ γέγονε, θερμότερος ἦν τῶν ἄλλων. ἀνεκαύθη γὰρ ὡς πῦρ φέγγος, καὶ τοῖς ὄχλοις συνεθερμαίνετο, οὐδ’ ὅσον εἰπεῖν μελλησμοῦ τὴν ὑπόθεσιν ἀξιῶν, ἀλλ’ εἰς πέρας ἄγων, καὶ μάλα προθύμως, [*](e) τῶν ἀνοσίων ἐγχειρημάτων τὴν ἀνάδειξιν. [*](7) Πάντες ἐθερμάνθησαν, ὡς κλίβανος οἱ καρδίαι αὐτῶν, καὶ κατέφαγεν τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεὶς αὐτῶι ἔπεσον, οὐκ ἦν ὁ ἐπικαλούμεονς ἑ αὐτοῖς πρός με.

Αληθῆ μὲν οὖν ἅπερ ἔφην· τεθέρμανται γὰρ οἱ ἀμφὶ τὸν [*](Supra ver. 6.) ἐπάρατον Ἱεροβοὰμ, καὶ “ἀνεκαύθησαν ὡς πυρὸς φέγγος.” ἀρ’ οὖν μέχρι τῶν ἐκείνῳ τετολμημένων τὰ τῆς δυσσεβείας [*](111 Α. a) προβέβηκεν; οὐδαμῶς, φησίν· ἐθερμάνθησαν γὰρ πάντες, καὶ οἱ [*](2. δὴ assumptum ex B.D. 9. λοιπὸν om. D. 16. ἦν] ὢν Aubertus. 17. ἐπεὶ pro ἐπειδὴ D. 18. πῦρ φέγγος b. Syr. (Alex.) sed cf. e infra. πυρὸς φέγγος Edd. 19. μελησμοῦ D. 22. κατέφαγε B.D. κατέφαγεν πῦρ Alex.) κατέφαγον Edd. (Vat.) 24. ὁ ἐπικαλούμενος post αὐτοῖς transp. Edd. (Vat.))

159
μετ’ ἐκεῖνον ἔτι, καὶ τῆς τοιαύτης θερμασίας τὸ ὀλέθριον πῦρ πάντας μὲν αὐτῶν δεδαπάνηκε τοὺς κριτάς· ἀνεῖλε δὲ καὶ πάντας τοὺς καθεξῆς μετ’ ἐκεῖνον βεβασιλευκότας. οὐ γὰρ ἦν ἐν αὐτοῖς ὁ προσκυνεῖν ἐθέλων ἐμὲ, καὶ τὸν τῶν ὅλων Θεὸν ἐκλιπαρεῖν ἀξιῶν, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἔχων ἐφ’ ἑαυτῷ τὰ αὐχήματα.

Ἐφραΐμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμίγνυγο· Ἐφραΐμ ἐγένετο [*](8) ἐγκρυφίας οὐ μεταστρεφόμενος.

[*](b)

Kαταψέγει λίαν τοὺς ἐκ φυλῆς Ἐφραΐμ τὴν βασιλίδα τιμὴν ἀνημμένους ἐπὶ τὸν Ἰσραὴλ ἐν τῆ Σαμαρείᾳ, ὡς οὐδὲν ἄμεινον τῶν ὑπὸ χεῖρα καὶ ἀγελαίων φρονεῖν εἰωθότας· ἁλλ’ εἰς ἅπαντα αὐτοῖς συνθέοντάς τε καὶ συναποφερομένους μένους ἐυκόλως, καίτοι δέον, ὡς ἡγουμένους, ποδηγεῖν εἰς τὸ ἀγαθὸν, καὶ ὑψηλοτέραις διασκέψεσι τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίαν ὅραν. ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων· συνανεφύροντο δὲ τοῖς ὄχλοις, μίαν οἱ πάντες καὶ ἴσην ἀρρωστοῦντες τὴν ἀβουλίαν, [*](c) καὶ πρός γε τούτῳ τὸ ἔμμονον εἰς φαυλότητα, καὶ ἀμεταποίητον τῆς γνώμης οὐ μεθιεμένης παντελῶς ὧν ἂν ἕλοιτο δρᾶν, κἂν εἰ ὀλέθρου πρόξενα καὶ ἀπωλείας αὐτοῖς ὑπάρχει ταυτί. ἐγκρυφίαν δὴ οὖν οὐ μεταστρεφόμενον γεγενῆσθαί φησι τὸν Ἐφραΐμ, ὡς ἐξ εἰκόνος ἤγουν παραδείγματος τῶν ἐπὶ λίθοις ὀπτωμένων ἄρτων, οὓς εἰ μή τις μεταστέφοι, πάσα δήπως ἀνάγκη καταφρύττεσθαί τε, καὶ ἀχρείους ὁρᾶσθαι λοιπὸν, καὶ τῆ τῆς φλογὸς ἀφθονίᾳ ζημιοῦσθαι τὸ ἐδώδιμον.

[*](d)

Κατέφαγον ἀλλότριοι τὴν ὐσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ οὐκ κω [*](9) πολιαὶ ἐξήνθησαν αὐτῷ, κω αὐτὸς οὐκ ἔγνω.

Ἀλλοτρίους ὀνομάζει τοὺς ἀλλοφύλους καὶ ἑτερογενεῖς, [*](1. τοιαύτης] τοιᾶσδε D. 5. Haec ἀξιῶν, καὶ τῆς accesserunt ex B.D. 7. συνανεμίγνυτο B.D.F. (Alex. ΧΙΤ.) συνεμίγνυτο Edd. (Vat.) 8. μετατρεφόμενος Aub. 12. εἰς ἅπαντα B.D. εἰς ἅπαν Edd. 17. τούτῳ Β. τοῦτο D. Edd. 20. φησὶ γεγενῆσθαι inverso ordine D. 22. μεταβάλοι pro μεταστρέφοι D. 23. καταφρυάττεσθαί τε (sic) D. 25. ἐπέγνω pro ἔγνω F. (Alex.))

160
Πέρσας δὴ λέγω, καὶ τοὺς ὁμόρους αὐτοῖς καὶ γείτονας Μωαβίτας καὶ Ἰδουμαίους, καὶ τὰ Σύρων ἔθην, οἳ μονονουχὶ [*](Supra ver. 8.) κατεδηδόκασι τὸν Ἐφραΐμ, ἐπειδὴ γὰρ ἄρτον αὐτὸν ἐγκρυφίαν ἔφη, μεμένηκεν ἐν τῆ τοῦ λόγου τροπῇ. ἰσχύν δὲ αὐτοῦ φησὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν· πολυανδροῦσα [*](e) γὰρ λίαν ἡ φυλὴ μάλιστα τοῦ Ἐφραΐμ, καὶ ὑψηλὴν ἐπὶ τούτῳ τὴν ὀφρὺν ἀνατείνουσα, δεινὴ καὶ ἀνανταγώνιστος ᾤετό που καὶ αὐτοῖς ἔσεσθαι τοῖς Ἀσσυρίων καθηγηταῖς ἤτοι στρατηγοῖς. ἐπειδὴ δὲ παραγεγόνασι τὸν κατ’ ἀράμενοι πόλεμον, ἀκονιτὶ δεδαπάνηνται, καὶ ἤγοντο πρὸς αἰχμαλωσίαν. ἀλλ’ οὐκ ἔγνω φησὶ, τουτέστιν, οὐκ ἐνενόησε [*](112 Α. a) τῆς συμφορᾶς τὴν αἰτίαν, καίτοι δέον αὐτὸν κἂν γοῦν διὰ τῶν συμβεβηκότων ἰέναι πρὸς αἴσθησιν. ὃ γὰρ οὐχ ὁρᾶται, πολλάκις ἐκ προμηθείας ἐν ὀφθαλμοῖς ἱστᾶσιν αἱ πεῖραι. καὶ ἄμεινον μὲν τὸ κατασκέπτεσθαι τὸ συμφέρον, τὴν πείραν οὐκ ἀναμένοντας. εἰ δὲ δὴ τούτου γένοιτο καὶ ἀφαμαρτεῖν, ἀλλ’ οὖν πεπονθόσι περιέσται λοιπὸν τὸ κἂν ἐξ αὐτῆς δύνασθαι νοεῖν τῆς πείρας τὸ ἀναγκαῖον καὶ ὀνησιφόρον. [*](b) οὐκ ἔγνω τοίνυν φησὶν ὁ Ἐφραΐμ, καίτοι πεπολιωμένος, μένος, τουτέστι, μακροῦ διαγεγονότος χρόνου, καὶ οὐκ ἀνικάνως ἔχοντος εἰς τὸ παιδεῦσαι λοιπὸν καὶ ἀναπεῖσαι μαθεῖν, τίνα δὴ τρόπον αὐτοῖς τὰ τοιάδε συμβέβηκε. καὶ ὅτι προσκέκρουκε τῷ διασώζειν ἰσχύοντι, δεινοῖς καὶ ἀδοκήτοις ἐνώλισθον κακοῖς.

Καὶ παπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραήλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς κύρω τὸ θεὺν οὐτῶ, κω οὐκ ἐξεζήτησαν [*](C) αὐτὸν ἐν πᾶσι τούτοις.

Ερμηνεύει σαφῶς ὅπερ ἔφη· τί γὰρ οὐκ ἔγνω καίτοι πεπολιωμένος ὁ Ἐφραΐμ, διατρανοῖ πάλιν. ἡ γὰρ ὕβρις [*](7. ἀνταγώνιστος (sic) D. 10. δεδαπάνηται Edd. 25. τοῦ om. D. Α.ν.) 28. ἔφην (sic) D. Statim τί Β. ὅτι D. τὸ Edd. 29. δὲ post διατρανοῖ add, D.)

161
φησὶ τοῦ Ἰσραὴλ, τουτέστιν ἡ ἀπόστασις, ἢν νενόσηκεν ἐξ ὑπεροψίας, δι’ ἢν καὶ ἀπονένευκεν ἐπὶ Θέους ἀλλοτρίους, τὸν φύσει τε καὶ ἀληθῶς ἀτιμάζων Θεὸν, ἀποστραΦήσεται εἰς πρόσωπον αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι, ὕβρεως αὐτῷ καὶ ἀτιμίας ἀναφανεῖται πρόξενος· τοῦτο γὰρ τὸ εἰς πρόσωπόν τινος ἀποστρέφεσθαί τι. ἀλλὰ καίτοι τὰ τοιάδε πεπονθὼς, πάλιν [*](d) οὐκ ἔγνω Θεὸν, οὔτε μὴν τῆς πρὸς αὐτὸν ἐπιστροφῆς ἐποιοῦντο λόγον σκληροὶ καὶ ἄτεγκτοι, καὶ πολὺ νοσοῦντες τὸ ἀΦιλόθεον, καὶ ἐν αὐτοῖς ὁρώμενοι τοῖς δεινοῖς. ἀναισθησίας δὲ τῆς ἐσχάτης ἔγκλημα τουτὶ, καὶ τῆς εἰς λῆξιν ἡκούσης ἀβελτηρίας ἀπόδειξις ἐναργής.

Καὶ ἦν ἘΦραΐμ ὡσεὶ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· [*](11) Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν. καθὼς [*](12) ἆ πορεύωνται ἐmβαλῶ ἐπ’ αὐτοὺc τὸ δίκτυόν μου, καθὼς τὰ πετεινά τοῦ οὐρανοῦ κατάξω αὐτοὺς, παιδεύσω αὐτούς ἐν τῇ e ἀκοῇ τῆς θλίψεως αὐτῶν.

Αναμνῆσαι δεῖ πάλιν τῶν γεγραμμένων ἐν τῆ τετάρτη τῶν βασιλειῶν· συνήσομεν γὰρ εὐκόλως ὡδὶ τῶν προκειμένων τὸν νοῦν. Ὠσηὲ τοίνυν υἱὸς Ἠλὰ βεβασίλευκεν ἐν Σαμαρείᾳ [*](4 Reg. xvii. 1.) ἐπὶ τὸν Ἰσραήλ. πρὸς τοῦτον ἀγγέλους πέπομφε Σαλαμαωασὰπ ὁ Ἀσσύριος, τὰ συνήθη δῶρα τυραννικώτερον ἐξαιτῶν, μόνον δὲ οὐχὶ καὶ δασμολογεῖν ἐθέλων τὸν Ἰσραήλ. ὁ δὲ ἀνένευσε τὴν δουλείαν, ἐμελέτα δὲ μᾶλλον τὴν ἀντίστασιν, [*](a 113 Α.) κἂν εἰ ἕλοιτο τυχὸν τὸν πολέμου νόμον ἐπιθέσθαι τῷ Ἰσραήλ. εἶτα πρὸς Σηγὼρ ἐπρεσβεύετο τὸν Αἰγύπτου τύραννον, ἐπικουρίαν αἰτῶν· ᾠήθη γὰρ ὅτι περίεσται σὺν αὐτῷ τῆς Ἀσσυρίων χειρός. πρὸς τοῦτο δὲ μάλιστα λελυπημένος [*](1. νενόσηκεν] νενόηκεν Edd. invitis B.D.b. 4. λέγει ( = λέγῃ) b. 8. δὲ post σκληροὶ add. Edd. 12. ὡσεὶ B.D. (153.) ὡς Edd. (A.V.) 13. ἐπορεύετο pro ἐπορεύθησαν F. (42, 240.) 14. πορεύωνται D. 15. τῇ om, F. Edd. 18. ὡδὶ om. D.)

162
ἐκεῖνος, πόλεμον αἴρεται κατὰ τοῦ Ἰσραήλ. εἶτα γέγονεν αὐτῷ δοῦλος Ὠσηὲ, δορίληπτος δὲ σὺν αὐτῷ καὶ αὐτὸς ἀπῳκίζετο τῆς Σαμαρείας ὁ Ἰσραήλ. οὐκοῦν γέγονεν [*](b) Ἐφραΐμ ὡς ἀωοθστάτη περιστεραὶ, οὐκ ἐπὶ καλῷ τὸ ἀκέραιον [*](S Matth. x. 16.) ἔχων. τοιγάρτοι καὶ ὁ Χριστός “ Γίνεσθε, φησὶ, φρόνιμοι “ ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.’’ ἁπλότης μὲν γὰρ ἠθῶν, καὶ τὸ ἐλεύθερον φρόνημα, γένοιτ’ ἃν εἰκότως τοῦ παντὸς ἄξιον λόγου· συνέσεως δὲ ἀπ’ οὔσης, τὸ ἁπλοῦν ἐπιζήμιον, καὶ μωρία τὸ χρῆμα λοιπόν. ἄνους δὴ οὖν ὁ ἘΦραΐμ· πῶς, ἢ τίνα τρόπον; ἐπεκαλεῖτο μὲν γὰρ Αἰγυπτίους· ἀλλ’ ἐβάδιζον αἰχμάλωτοι πρὸς Ἀσσυρίους, ἀτονήσαντος [*](e) εἰς ἐπικουρίαν τοῦ Σηγώρ. εἶτα πῶς οὐκ ἄμεινον ἦν αὐτῷ, μὴ τὴν ἐξ ἀνθρώπων μᾶλλον, ἀλλὰ τὴν ἄνωθεν καὶ ἀκαταγώνιστον ζητῆσαι φροντίδα ; τοιγάρτοι καὶ ἔφασκεν [*](Es. xxxi. 1.) ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ‘Ησαΐου “ Οὐαὶ οἱ καταβαίνοντες “ εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ “ ἐφ’ ἅρμασιν.’’ ὅτι δὲ οὐ δίχα Θεοῦ καὶ ἡ τῶν ἐπαμυνόντων αὐτοῖς ἠσθένησε χεὶρ, δέδειχεν ἐπειπὼν, ὡς ὅποιπερ ἃν πορνεύωνται, στρουθίων αὐτοὺς κατάξει δίκην, δίκτυον ὥσπερ ἢ λίνον ἐπιβάλλων, καὶ ἀλαζονεύεσθαι μὲν οὐκ ἐφιεὶς, κατακομίζων [*](d) δὲ ὥσπερ ὑψόθεν εἰς γῆν, τουτέστιν, ἐξ ὀφρύος τῆς ἄγαν ὑψηλῆς καὶ ἐπηρμένης εἰς οἰκτρὸν καὶ μέτριον φρόνημα, καὶ ὅπερ ἂν πρέποι τοῖς ὑπὸ χεῖρα γεγονόσιν ἐχθρῶν. εἶτά φησιν, ὅτι παιδεύσω αὐτοὺς ἐν τῇ ἀκλῇ τῆς θλίψεως αὐτῶν, ἐκεῖνό που, καθάπερ ἐγῷμαι, δηλοῦν ἐθέλων. προεβάδιζον μὲν γὰρ τῆς πείρας αὐτοῖς τῶν ἐσομένων οἱ θρύλλοι, καὶ φρικώδης ἀκοὴ κατεπτόει που πάντως τοὺς ἐν Σαμαρείᾳ. e οὐκοῦν ἐπαιδεύοντο, τὴν ὅσον οὐδέπω παρεσομένην αὐτοῖς ἀκούοντες θλιψιν.ἀλλ’ εἴπερ ἦσαν σοφοὶ, ἤρκεσεν ἃν αὐ- τοῖς εἰς ἐπιστροφὴν καὶ τοῦτο· δυσάλγητοι δὲ ὄντες λίαν, [*](2. δορύλγπτος Edd. 6. ὡς οἱ] ὡσεὶ iid. invitis Β. b. οἱ om. D. 9. ἐπιδήμιον (sic) Edd. ὁ om. b. 18. ἐπειπὼν D. εἰπὼν Edd. 23. πρέποι D. πρέπει Edd. 26. αὐτοῖς] αὐτῆς Edd. 27. πάντως D. πάντας Β. Edd. Statim τοὺς assumptum ex B.D.)
163
οὐδὲ τὴν πεῖραν αὐτὴν δεδυσώπηνται, σκληρόν τε καὶ ἄθραυστον καὶ πολὺ νοσοῦντα τὸ ἀπειθὲς ἔχοντες νοῦν.

Οὐαὶ αὐτοῖσ, ὅτι ἀπετήδησαν ἀπ’ ἐμοῦ· δείλαιοι εἰσινλ, δυ’ ἠσέβησαν [*](13) εἰς ἐμέ.

Ὄτι πρόφασις αὐτοῖς τῶν δεινῶν τὸ ἀποστῆναι Θεοῦ, καὶ διὰ τούτων ἡμῖν καθίστησιν ἐναργές. ὅνπερ γὰρ τρόπον οἱ [*](a 114 Α.) ἀρρωστοῦντες σωματικῶς, ἑαυτοῖς παραίτιοι γεγονότες τῆς τῶν νοσημάτων ἀγριότητος ἁλοῖεν ἂν, εἰ μὴ παραδέχοιντο τοὺς ἰατροὺς, καὶ τὰ δι’ ὧν ἂν δύναιτο κατευνάζεσθαι τὸ λυποῦν, οὕτω καὶ ἡμεῖς τῆς εἰς Θεὸν ἀγάπης ἑαυτοὺς οὐ μετρίως ἀδικήσομεν. σώζει γὰρ οὐδὲν τὸν προσκρούοντα Θεῷ. ὅτι τοίνυν ἀποδεδραμήκασι Θεοῦ, ταύτῃτοι δείλαιοι καὶ ἐπάρατοι· δεδυσσεβηκότες δὲ, δίαγε τοῦ προσκυνεῖν τοῖς ψευδωνύμοις θεοῖς καὶ ἀνάπτειν αὐτοῖς τὸ [*](b) σέβας, ὑποκείσονται τῷ οὐαι. “ Ἐὰν γὰρ κλείση κατὰ ἀν- [*](Ηiob. xii. 14.) “ θρώπου Θεὸς, τίς ἀνοίξει ;" κατὰ τὸ γεγραμμένον.

Εγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, 2 αὐτοὶ δὲ κατελάλησαν κατ᾿ ἐμοῦ ψευδῆ, καὶ οὐκ ἐβόΗσαν πρὸς ς μὲ αἱ καρδίαι αὐτῶν, ἀλλ’ ἀλλ' ἥ [*](14) ὠλόλυςον ἐν ταῖς κοίταισ αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο.