In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πανταχόθεν ἡμᾶς πολυπραγμονεῖν εὖ μάλα τὸ ἀληθὲς σπουδάζοντας, καὶ νῦν εἰπεῖν ἀναγκαῖον, ὡς ἡ καθ’ Ἑβραίους ἔκδοσις ἀντὶ τοῦ ὡς ἄνθρωπος, ὡς Ἀδὰμ εἴρηκε παραβαίνων διαθήκην, ἵνα νοοῖτο τοιάδε τις τῶν ἐξ Ἰσραὴλ ἡ παράβασις, ὁποία γέγονεν ἐν Αδάμ. μετὸν γὰρ ἐκείνῳ καὶ τὴν πρὸς Θεὸν οἰκείωσιν ἔχειν, καὶ ἐν ἀφθαρσίᾳ διατελεῖν, καὶ ταῖς [*](1. ἐστε μαθηταὶ inverso ordine D. 2. προσαγόντων pro προσιόντων D. 3. καὶ post ἂν add. Edd. 4. γεγενηκότος iid. ante Mifine. correxi ex D. 9. ὁλοκαύτωμα Edd. 14. Hoc Κύρις alt. accessit ex D. (Alex.) 25. σπουδάζοντα (sic) D.)

143
τοῦ παραδείσου τρυφαῖς ἐναβρύνεσθαι, κατημέλησε τῆς θείας ἐντολῆς· εἶτα διώλισθεν ἐπὶ τὰ αἰσχίω, τῶν ἀρχαίων ἀδοκήτως [*](d) τὼς ἐστερημένος. οὕτω καὶ καὶ φημὶ δὲ δὴ πάλιν, οἱ ἐξ Ισραήλ. εὐμενῆ καὶ φίλον τὸν τῶν ὅλων ἔχοντες Θεὸν, σώζοντα καὶ προεστηκότα, καὶ προτιθέντα τὸ ἔλεος αὐτοῖς, ὡς νεφέλην πρωινὴν, καὶ ὡς δρόσον ὀρθρινὴν πορευομένην, [*](Supra ver. 4.) ἐξάγοντα δὲ καὶ ὡς φῶς τὸ κρίμα αὐτοῦ, καὶ τῇ ὑπὲρ νόμον [*](Supra ver. 5.) στεφανοῦντα λατρείᾳ, ῥᾴθυμοι γεγόνασι περὶ τὸ σφισὶν αὐτοῖς ἀναγκαῖον καὶ χρήσιμον εἰς εὐημερίαν καὶ δόξαν, καταπεφρονήκασι [*](e) καὶ αὐτοὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, καίτοι λέγοντος ἐναργῶς διὰ τοῦ πανσόφου Μωυσέως, “Οὐ ποιήσεις [*](Exod. xx. 4.) “σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ “ἄνω καὶ ὅσα ἐν τῆ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑπο- “κάτω τῆς γῆς.” καὶ πάλιν, “Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι [*](Ib. 3.) “πλὴν ἐμοῦ.” ἐπειδὴ δὲ ἐν ἴσῳ τῷ πρώτῳ, τουτέστι τῷ Ἀδὰμ, παρώλισθον εἰς ἀποστασίαν, καὶ αὐτοὶ δὴ πάντως ἔξω πατοῦνται τοῦ κατευφραίνειν εἰδότος· παραβεβήκασι γὰρ διαθήκην.

Εἰ δὲ δὴ νοοῖτο μυστικώτερον, ὡς ἐπὶ Χριστοῦ, τὸ [*](a 100 Α.) χρησμῴδημα, πάλιν ἐκεῖνο ἐροῦμεν, ἐμφανῆ τῶν λεγομένων καθιστάντες τὸν νοῦν· Ἔπεμψεν ἐξ οὐρανῶν ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν φωτιοῦντα τοὺς ἐξ Ἰσραὴλ, καὶ φανερὸν καταστήσοντα τὸ κρῖμα αὐτοῦ, καὶ ἵνα καταλῆξαι μὲν ἀναπείσῃ θυσιῶν ἀρχαίων καὶ ὁλοκαυτωμάτων τῶν κατὰ νόμον· ἐλεήσῃ δὲ μᾶλλον, δικαιῶν τῆ πίστει, καὶ καλέσῃ πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα, καὶ ἐσχήκαμεν τὴν [*](b Eph. ii. 18.) προσαγωγὴν, ὥς που καὶ γράμμα φησὶν ἱερόν. ἀλλὰ γεγόνασιν οἱ ἐξ Ἰσραὴλ ὡς ἄνθρωπος παραβαίνων διαθήκην. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν, ὅπως ἂν δύνωμαι. ὁ τὴν ὑφ’ ἑτέρου γραφομένην παραβαίνων διαθήκην, ἢ οὐ πρόσεισιν [*](2. διώλισθεν] διώλλυται Edd. διόλλ. Migne. 7. ὑπὲρ D κατὰ iid. 9. καταπεφρονήκασι καὶ αὐτοὶ D. καὶ καταπεφρονήκασι Edd. 10. πάντως (sic) D. 15. τῷ alt. om. D. 21. ἐξ] ἐκ τῶν iid. 30. ὁ τὴν] ὅτι iid.)

144
αὐτὸς τῷ ἐκνεμηθέντι κλήρῳ παρὰ τοῦ γεγραφότος αὐτὴν, ἤγουν ἑτέρους τῶν ἐγγεγραμμένων τῶν αὐτοῖς ὀφειλομένων ἀποστερεῖ. τοιοῦτόν τι πεπράχασιν Ἰουδαῖοι, καὶ τοῦτο ἐπὶ [*](c) Χριστῷ. πῶς, ἢ τίνα τρόπον; ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ κλῆρον ὥσπερ τινὰ λαμπρὸν καὶ ἐξαίρετον τὴν κατὰ τοῦ ἔθνους ἡγεμονίαν ἐχαρίζετο τῷ Υἱῷ. διακέκραγε γὰρ, ὡς [*](Ps. ii. 6.) ἔφην, "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν “ὄρος τὸ ἅγιον αὐτοῦ·“ καὶ δέδωκε τῷ Υἱῷ τὸν νοητὸν [*](Es. v. 7.) ἀμπελῶνα, τουτέστι τὸν ἰσραήλ· “Ὁ γὰρ ἀμπελὼν κυρίου “Σαβαὼθ,’’ κατὰ τὸ γεγραμμένον, “ἄνθρωπος τοῦ Ἰούδα “νεόφυτον ἠγαπημένον. ἀλλ’, ὥς φησιν ὁ μακάριος [*](S. Joan. i. 11.) εὐαγγελιστὴς Ἰωάννης, “Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὖ. [*](d) “τὸν οὐ παρέλαβον.” ἐκβεβλήκασι γὰρ ἔξω τῆς πύλης, [*](S Matth. xxi. 38.) καὶ θανάτῳ παρέδοσαν, λέγοντες “Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονο- “μιαν.”

Ἂθρει δὴ οὖν ὅπως γεγόνασιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην. ἐπέγνως τὸν κληρονόμον 5 οὐκοῦν ἀπόδος τὸν ἐκνεμηθέντα κλῆρον αὐτῷ. παραβεβήκασι τοίνυν τὴν διαθήκην τοῦ Πατρὸς, τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἀποστεροῦντες τὸν κληρονόμον. ἀλλ’ οὐδὲ αὐτοὶ προσῆλθον τῇ χάριτι, οὐ προσήκαντο [*](e) τὸν δοθέντα αὐτοῖς παρὰ τοῦ Θεοῦ κλῆρον. ἔφη μὲν [*](Hier. xxxviii. 31,2.) γὰρ διὰ τοῦ προφήτου Θεός “Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει “Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν [*](Heber. viii. 8, 9.) “οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν “διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου “τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.” εἰ δὲ δὴ δοκιμάζοιτο πρὸς τὴν πρώτην ἡ νέα, πλείστη τις ὅση τῶν ἐπηγγελμένων ἡ διαφορὰ νοηθήσεται. ἐκεῖ μὲν γὰρ τὴν τῶν Ἀμοῤῥαίων καὶ Γεργεσαίων καὶ Εὐαίων αὐτοῖς, καὶ [*](101 Α. a) μὴν καὶ Ἰεβουσαίων ἐπήγγελτο γῆν· ἡ δὲ καινὴ διαθήκη, [*](7. κατεστάθην om. D. 10 Σαββαὼθ Edd. 21. προσήκαντο] προσήκαντες iid. 23. τοῦ om. D. 27. τοῦ assumptum ex D. cf. in Es. 504 c.)

145
τουτέστι τὰ διὰ Χριστοῦ θεσπίσματα, διὰ πίστεως ἐκάλουν εἰς υἱοθεσίαν Θεοῦ, εἰς δόξαν, εἰς ἀφθαρσίαν, εἰς ἀμήρυτον ζωὴν, εἰς μέθεξιν Θεοῦ τὴν διὰ Πνεύματος, εἰς βασιλείαν οὐρανῶν. ἀλλ’ οὐκ ἠθέλησαν ἔχειν τὸν ἐκνεμηθέντα κλῆρον αὐτοῖς δι’ Υἱοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. κατ’ ἄμφω δὴ οὖν λελυπήκασι παραβαίνοντες τὴν διαθήκην, καὶ τὸν κληροωόμον, ὡς ἔφην, τὸ ὅσον ἐφ’ ἑαυτοῖς τοῦ δοθέντος αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξώσαντες κλήρου, ἐκπεπτωκότες δὲ καὶ αὐτοὶ [*](b) τῶν παρὰ Θεοῦ δεδωρημένων αὐτοῖς ἐν Χριστοῷ.

Ἐκεῖ κατεφρόνησέ μου Γαλαὰσ, πόλις ἐργαζομένη μάταια, τατάσσουσαν [*](8) ὕδρω, καὶ ἡ ἰσχύς σου ὠς ἀνδρὸς πειρατοῦ.

[*](9)

Επάνεισι πάλιν ὁ λόγος εἰς ἀφήγησιν ἐγκλημάτων, ἐφ’ οἷς εἰκότως ἀνήρηται τῶν παρ’ αὐτοῖς ψευδοπροφητῶν ἡ ἀνοσία πληθύς. ἐκεῖ γάρ φησι, τουτέστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ καθ’ ὃν ἐκκέκλικεν ὁ Ἰσραὴλ, καὶ ἐν τῆ τοιᾷδε καταστάει γέγονεν, ὥστε καὶ ἑλέσθαι δαιμονίοις προσκυνεῖν· [*](c) τοῦτο γάρ ἐστι τὸ ἐκεῖ πραγματικῶς νοούμενον, καὶ οὐχὶ δὴ μᾶλλον τοπικῶς· σφόδρα μου καταπεφρόνηκεν ἡ Γαλαάδ· πόλις δὲ αὕτη μία τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, ἡ καὶ ἐκνεμηθεῖσα τοῖς Λευίταις, κατὰ τὸν Μωυσέως νόμον· ἦν [*](Deut. iv. 43.) οὖν Ἱερέων καὶ Λευιτῶν πόλις. ἀλλ’ οἱ τοὺς ἄλλους ὀφείλοντες ἀποκομίζειν τῆς πλάνης, καὶ παιδαγωγεῖν εἰς ἀλήθειαν καὶ εἰς τὴν τοῦ συμφέροντος γνῶσιν· “Χείλη γὰρ ἱερέως, [*](Mal. ii. 7.) “φησὶ, φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ [*](d) “στόματος αὐτοῦ· γεγόνασιν αὐτοὶ τῶν εἰδώλων εὑρεταὶ, καὶ τῶν ματαίων οἱ τεχνουργοί. εἰργάζοντο γὰρ μάταια, τουτέστι τὰ εἴδωλα. ἐτάραττον δὲ καὶ ὑδωρ, τουτέστι πάλιν [*](2. Haec εἰς δόξαν accesserunt ex B.D. 8. καὶ om. D. 11. ὡς accessit ex B. (22 al.). deest in D. Edd. 14. τοῦ om. D. 15. κέκλικεν Edd. 18. Γαλαάδ] Γάλγαλα b. b. (et in Textu S. Script.) 19. τοῦ pro τῶν D. ἡ om. D. 23. τὴν post συμφέροντος add. Edd. 26. εἰργάζετο D. τὸ post γὰρ add. b. 27. Hoc πόλιν accessit ex D.)

146
συγχύσεως ἀφορμὴ τοῖς ἀγελαίοις γεγόνασιν. ὕδατι γὰρ παρεικάζειν ἔθος τῇ ἁγίᾳ γραφῇ τὴν ἀμέτρητον τῶν ἀνθρώπων πληθύν. καὶ γοῦν πολυανδρούσης ἄγαν τῆς Βαβυλωνίων, [*](Naum. ii. 8.) καὶ Νινευὶ, φησὶν, “Ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς,” [*](e) ἀντὶ τοῦ, ὡς κολυμβήθρα πλήρης ὑδάτων, οὕτω τὸ πλῆθος αὐτῆς.

Ἣ καὶ καθ᾿ ἕτερον τρόπον ἐτάραττον ὕδωρ, τεθολωμένην ὥσπερ τινὰ καὶ ἰλυώδη διδασκαλίαν τοῖς προσιοῦσι προθέντες, καὶ τὸν τῶν ἀκεραιοτέρων παχύνοντες νοῦν· ἐδίδασκον γὰρ εἴδωλα προσκυνεῖν. καὶ γοῦν διὰ φωνῆς Ἰεζεκιὴλ ᾐτιᾶτο πάλιν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καὶ ὡς πρὸς κριοὺς καὶ [*](Ezech. xxxiv. 17—19) τῆς ἀγέλης καθηγητὰς, προσεφώνει λέγων, “Καὶ ὑμεῖς “πρόβατα, τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ διακρινῶ [*](102 Α. a) “προβάτου καὶ προβάτου, καὶ κριῶν καὶ τράγων. καὶ οὐχ “ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατά- “λοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ “καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν “ἐταράσσετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν “ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν “ὑμῶν ἔπινον.” νομομαθεῖς γὰρ ὄντες οἱ ἐξ αἵματος Λευΐ, καὶ καλλίστην ὥσπερ νομὴν, λεπτόν τε καὶ διειδὲς ἔχοντες [*](b) ὕδωρ, τὴν διὰ Μωυσέως παίδευσιν οὐκ ἀνικάνως ἔχουσαν ποδηγεῖν εἰς ἀλήθειαν, κατεπάτουν τρόπον τινὰ τὴν νομήν· συνετάραττον δὲ καὶ τὸ ὕδωρ, παχεῖάν τινα καὶ ἰλυώδη καὶ γεώδους ἀκαθαρσίας ἔμπλεων παρατιθέντες διδασκαλίαν, τοῖς ἐν τάξει προβάτων ἀκολουθοῦσιν αὐτοῖς ὡς κριοῖς. ἐγκαλοῦνται τοίνυν οἱ τῆς Γαλαὰδ πολῖται καὶ οἰκήτορες, ὡς ταράττοντες ὕδωρ, ἐλέγχονται δὲ καὶ ὡς ἰσχὺν ἔχοντες ἀνδρὸς πειρατοῦ. πῶς δ’ ἃν καὶ τοῦτο ἡμᾶς συνιέναι πρέποι, σαφὲς καταστήσομεν, τὰ ἐφεξῆς ἑρμηνεύοντες.

[*](7. καὶ assumptum ex B.D. b. 8. ἰλυώδη] Sic correxi ex D.b. ἰλιώδη Edd. προτιθέντες b. 13. διακρινῶ] Sic correxi ex D. διακρίνω Β. Edd. προβάτων καὶ πρόβατ’ D. 24. ἰλυώδη D. ἰλιώδη Edd.)
147

Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκιμα, δυ’ ἀνομίαν [*](c) ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. βἶδον φρικώδη ἐκεῖ, πορνείαν [*](10) τοῦ Ἐφραΐμ, ἐμιάνθη Ισραὴλ κω Ἰούδας.

Ἱστοριῶν ἐσθ’ ὅτε τινῶν ὁ τῶν ἁγίων προφητῶν διαμέμνηται λόγος, ἃς εἴπερ τις ἕλοιτο σιωπᾶν, οὐδ’ ἂν δύνοιτο διατρανοῦν τῶν εἰρημένων τὸν νοῦν. χρὴ τοιγαροῦν ὄκνου μὲν εἶναι κρείττονας τοὺς τὰ τοιάδε σαφῶς διερμηνεύειν ἐθέλοντας, πανταχόθεν δὲ τοῖς ἀκροωμένοις τὸ τελοῦν εἰς [*](d) ὄνησιν ἐξεργάζεσθαι φιλεῖν.

Ταύτῃτοι καὶ νῦν ἐπί τι τοιοῦτον ἥξομεν. Σίκιμα τοίνυν πολίχνη τίς ἐστιν ἐπέκεινα τῶν Ἱορδάνου ναμάτων, γείτων τε καὶ ὅμορος τῆ Γαλαὰδ, ἢν τοῖς ἐξ αἵματος τοῦ Λευΐ δεδόσθαι προείπομεν, διανέμοντος τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ Ναυῆ. συμβέβηκε τοίνυν, ἑορτῆς οὔσης ἁγίας, τῆς κατὰ νόμον σκηνοπηγίας φημὶ, ὅτε πάντας πανταχόθεν ἀναβαίνειν ἦν ἔθος εἰς Ἱεροσόλυμα, καὶ τοῦτο τοῦ νόμου τηρεῖσθαι προστάττοντος, τῶν ἀπὸ Σικύμων τινὰς, ἢ κατανυχθέντας, καὶ ἐπὶ τῆ πλανήσει μεταγινώσκοντας, ἤγουν καὶ [*](e) εἰς νῆψιν κεκλημένους παρὰ Θεοῦ, λοιπὸν ἐθελῆσαι τοῖς θείοις ὑπείκειν νόμοις, καὶ ἀναβῆναι ζητεῖν εἰς Ἱεροσόλυμα, βούλεσθαί τε θυσίας προσάγειν, καὶ τὴν κατὰ νόμους ἑορτὴν ἀποπεραίνειν ἐκεῖ. τοῦτο δὲ ἦν ἀρχή τις ὥσπερ ἐπιστροφῆς, καὶ τοῦ καταλήγειν τοῦ προσκεῖσθαι θέλειν ταῖς τῶν εἰδώλων λατρείαις. ἵνα γὰρ μὴ θυσιῶν ἕνεκά τε καὶ ἑορτῶν τῶν κατὰ νόμον ἀναβαίνωσιν ἐκ τῆς Σαμαρείας εἶς Ἱεροσόλυμα τῶν [*](a 103 Α.) ἐξ Ἰσραήλ τινες, τουτέστι τῶν δέκα φυλῶν, εἶτα κατὰ βραχὺ μεταθοῖντο πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ὑπό γε τὴν Ἰούδα γένοιντο βασιλείαν, ἐπενόησεν ἐν ἀρχαῖς τὰς δαμάλεις Ἱερο- [*](1. Hoc Κυρίου accessit ex Β. (Alex.) 2. ἐν om. D. τοῦ post οἴκῳ add. Edd. (Vat.) 3. ἰούδας D. (Alex. XII.) ἰούδα Edd. 5. οὓς pro ἃς D. δύναιτο Migne. II. Hoc γείτων accessit ex B.D. 12. γαλγάλων pro τῇ Γαλαάδ b. 23. τῶν om. D. 27. μεταθεῖντο D.)

148
βοὰμ, καὶ πληροῦν ἐκέλευεν ἐπ’ αὐταῖς τὰ νενομισμένα, τὴν τῷ Θεῷ πρέπουσαν δόξαν τοῖς ἰδίοις εὑρέμασιν ἀνάπτων ὁ δείλαιος· ἵν ἔχοι μὲν αὐτὸς τὸ βασιλεύειν ἀσφαλῶς, ἀποστεροῖτο δὲ ὥσπερ τῶν ἰδίων Θεός. οὐκοῦν ἀναβαίνειν εἰς Ιεροσόλυμα τῶν ἀπὸ Σικίμων ἐπεχείρουν τινές· ἀπεῖργον [*](b) δὲ τοῦτο δρᾶν οἱ ἀπὸ τῆς γείτονος Γαλαὰδ, καίτοι, καθάπερ ἔφην, ἐξ αἵματος ὄντες Λευιτικοῦ, καὶ τεταγμένοι κατὰ τὸν [*](Supra ver. 8.) νόμον εἰς ἱερουργίαν. ἐπειδὴ δὲ εἰργάζοντο μάταια· τεχνουργοὶ γὰρ ἦσαν εἰδώλων· ὡς ὅσον οὐδέπω τῆς τέχνης αὐτοῖς οἰχησομένης εἰς τὸ μηδὲν, εἰ παραιτοῖτο λοιπὸν εἰδώλοις λατρεύειν ὁ Ἰσραὴλ, κατεπικραίνοντο πρὸς ὀργάς. ὡς δὲ οὐκ ἔπειθον λόγοις, ἐπ’ ἀνοσίους ἦλθον βουλάς τε καὶ πράξεις. παρεσκεύαζον [*](c) γάρ τινας κατὰ μέσην τὴν ὁδὸν λῃστρικαῖς ἐφόδοις κεχρῆσθαι, καὶ φονᾶν ἀγρίως κατὰ Σικιμιτῶν, εἰ ἀναβαίνειν ἕλοιντο παρὰ τὸ αὐτοῖς δοκοῦν εἰς Ἱεροσόλυμα. καὶ πλεῖστοι μὲν ὅσοι διολώλασιν· οἱ δὲ ὅλως ἀνασεσωσμένοι, καὶ τῆς ἐκείνων χειρὸς ἀποδραμεῖν ἰσχύσαντες, ἔρημοι γεγονότες ὧν ἐπεφέροντο πρὸς θυσίαν, ἀνεκομίζοντο μόλις εἰς τὴν ἑαυτῶν. ἐγκαλεῖ τοίνυν τοῖς ἀπὸ τῆς Γαλαὰδ ὁ τῶν ὅλων Δεσπότης, ὅτι καίτοι μᾶλλον ὀφείλοντες ὡς Λευῖται καὶ Ἱερουργοὶ, καὶ τὸ καθηγεῖσθαι τῶν ἄλλων λαχόντες, κατὰ τὸν νόμον ἐναργῆ τοῖς πεπλανημένοις τὴν τῆς εὐσεβείας ἀποφαίνειν ὁδὸν, ἐκ [*](d) τῶν ἐναντίων καὶ κρύπτουσιν, ὀρθὰ φρονεῖν οὐκ ἐῶντες τοὺς ἐξ ἰδίας βουλῆς, ἤγουν καὶ ἐκ τῆς ἄνωθεν εὐμενείας, κατανενυγμένους εἰς τὸ ἑλέσθαι λοιπὸν τὴν τῶν δαιμονίων ἀποφορτίσασθαι πλάνην.

Ἔκρυψαν τοίνυν φησὶν ἱερεῖς ὁδὸν Κυρίου, τοῦτο πάλιν ἐστὶν [*](Hier. ii. 8.) ἑτέρως τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον· “Οἱ ἱερεῖς “οὐκ εἶπαν Ποῦ ἔστι κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου “μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ.” [*](2. εὑρήμασιν D. 4. ἀναβαίνομεν (sic) D. 7. ὄντας (sic) D. κα assumptum ex B.D. 8. εἰργάζοντο] + τὰ Edd. invito D. 9. ὡς om. D. 10. λατρεύειν εἰδώλοις inverso ordine D. 27. ἐκρύψαντο D. 30. μου accessit ex B.D. (Alex. XII.))

149
ἀλλ’ οὐ μέχρι τούτου τῶν Γαλααδιτῶν τὰ ἐγκλήματα. πρὸς [*](e) γὰρ τῷ κρύψαι τὴν ὁδὸν Κυρίου καὶ ἀπεκτόνασι Σίκιμα, χερσὶν ὑποφέροντες λῃστρικαῖς. διὰ γὰρ τοῦτο καὶ ἔφασκε πρὸς τὴν Γαλαὰδ “Καὶ ἡ ἰσχύς σου ὡς ἀνδρὸς πειρατοῦ. [*](Supra ver. 9.) ὅρα δὲ ὅπως εἰς ἀνάμνησιν τῆς ἀρχαίας ἡμᾶς ἱστορίας ἀποφέρει Θεὸς, καὶ παλαιῶν ἐγκλημάτων διαμέμνηται τοῦ Λευΐ. ἔστι δὲ ὅ φημι τοιοῦτόν τι πάλιν.

Δίνα μὲν γὰρ ἡ τοῦ Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ θυγάτηρ· μετωνόμασται γὰρ Ἰακὼβ εἰς τὸν Ἰσραήλ· ἐξῆλθέ ποτε τῆς [*](a 104 Α.) τοῦ πατρὸς σκήνης· ἐπεθύμησε γὰρ ἰδεῖν τὰς τῶν ἐγχωρίων [*](Gen. xxxiv. 1sqq.) θυγατέρας· ἦν δὲ ἐν Σικίμοις. εἶτα τὴν παρθένον εὑρὼν Ἐμμὼρ ὁ Συχὲμ υἱὸς ἀδοκήτως κατεβιάζετο· διεπαρθένευσε γάρ. δεδυσφορηκότες τοίνυν πρὸς τοῦτο λίαν οἱ τῆς νεάνιδος ἀδελφοὶ Αευΐ τε καὶ Συμεὼν, δόλον ἀρτύουσι· περιτέμνεσθαι 5 γὰρ ἀνέπειθον τοὺς ἀπὸ Σικίμων. οὗ δὴ γεγονότος, ἀλγοῦντας ἔτι καὶ ταῖς ὀδύναις νενικημένους ἄρδην ἀπεκτόνασιν, ἐκεῖνο λέγοντες ἐγκαλοῦντι τῷ πατρὶ τὸ ἀχάλινον εἰς ὀργάς, “Ἀλλ᾿ [*](b Ib. 31.) “ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;” τῆς τοιαύτης ἱστορίας ἡμᾶς εἰς ἀνάμνησιν ἀποφέρει νυνὶ, μετά τινος ἤθους λέγων, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. τοῦτό φησιν, ἐγκαλοῦντες τότε, ὅτι πεπλημμελήκασιν εἰς τὸν οἶκον Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ, διαπαρθενεύσαντες τὴν νεάνιδα. ταύτῃτοι καὶ ἡμεῖς ἀπεκτόναμεν Σίκιμα.

Ἀλλὰ νῦν ἐβουλεύσαντό φησιν, ἐπιστρέψαι πρὸς τὸν Θεὸν, ἀγαπῆσαι τὰ ἐν νόμῳ, πληρῶσαι θυσίας, ἐπιτελεῖν [*](c) ἑορτὰς, ἀποφοιτῆσαι λοιπὸν τῶν τῆς εἰδωλολατρείας μολυσμῶν. τί οὖν οἱ Λευῖται; ἔκρυψαν τὴν ὁδὸν κυροῦ καὶ ἐφόνευσαν Σίκιμα. ἢ τάχα καὶ νῦν ἐγκαλεῖν ἔχουσιν, ὅτι ἀνομίαν [*](1. τῶν om. D. γεννήματα pro ἐγκλήματα Edd. 4. τὴν assumptum ex B.D. ὡς hic (ut supra in SS. textu 101 b.) om. D. 5. Verba εἰς ἀνάμηνσιν post ἱστορίας transponit D. 9. τὸν B.D. τὸ Edd. 13. τοίνυν om. D. 14. σιμεὼν Edd. 19. νυνὶ D. νῦν Edd. 20. ἐν om. D. 27. λογισμῶν pro μολυσμῶν Edd. 28. καἰ assumptum ex B.D.)

150
ἐποίησαν ἐν τῷ οἴκω Ἰσραή; ποία καὶ νῦν ὑβρίσθη νεᾶνις; εἰς ποίαν Δίναν ἐξήμαρτον, ποῖα Σικιμιτῶν τὰ ἐγκλήματα, τῶν τετιμηκότων Θεὸν, τῶν ἠγαπηκότων τὸ ὀρθὰ λοιπὸν ἑλέσθαι φρονεῖν, καὶ ἀποπεραίνειν ἐπείγεσθαι τὰ ἐν νόμῳ. τεθέαμαι τοίνυν, φησὶ, φρικωδεστάτην τὴν ἐκεῖ πορνείαν τοῦ [*](d) Ἐφραΐμ. καταπλαγείη γὰρ ἄν τις, καὶ σφόδρα εἰκότως, τοσοῦτον ὁρῶν ἀπονενευκὸς τῆς εἰς Θεὸν ἀγάπης τὸ ἱερὸν καὶ ἀπόλεκτον γένος, ὡς μὴ μόνον αὐτοὺς τῶν εἰδώλων εὑρετὰς γενέσθαι τοῖς ἄλλοις, ἀλλὰ καὶ διακωλύειν αὐτοὺς, εἰ ἀγαπᾶν ἕλοιντο τὰ τοῦ Θεοῦ. καταμεμίανται τοίνυν φησὶν Ἰσραὴλ καὸ Ἰούδας. ὥστε κἂν εἴ τι πάθοιεν τῶν προσδοκωμένων, ἐγκαλείτω μηδεὶς ἀγανακτοῦντι Θεῷ. [*](e) Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσἰαν τοῦ Κεφ. ζ΄. λαοῦ μου, ἐν τῷ ιᾶσθαί με τοι Ἰσραήλ. Ἔστι πάλιν ὁ λόγος πρὸς τὸν τῆς Γαλαὰδ οἰκήτορα. διδάσκει δὲ, ὅτι ἐγὼ μὲν ἠρξάμην ὡς Θεὸς ἰᾶσθαί τε καὶ ἐπιστρέφειν τὸν Ἰσραήλ. καὶ γοῦν ἐπεθύμουν Σικιμῖται λοιπὸν ὑποφέρειν Θεῷ τὸν αὐχένα, καὶ τελεῖν ἑορτὰς, τὰς μὲν τοῦ Ἱεροβοὰμ οὐκέτι, τὰς κατὰ νόμον δὲ μᾶλλον, καὶ τῆς οὐκ οἰδ᾿ ὅπως ἐξηυρημένης ἀπάτης ἀποδραμεῖν· σὺ δὲ [*](105 Α. a) αὐτοὺς, ὦ Γαλααδῖτα, μονονουχὶ καὶ ἀπέκειρας, ἤτοι τετρύγηκας, καὶ πλοῦτον ἄδικον ἐποιήσω τὰ ἀπὸ λῃστείας. ἐπιφωνεῖ δὲ πάλιν ἐν ἤθει τὸ ἄρχου τρυγᾶν σεαυτῷ, μονονουχὶ τοιοῦτόν τι λέγων, μᾶλλον δὲ κἂν εἰ μὴ λέγοι, λεπτῶς ὑπεμφαίνων, ὅτι κἀγὼ σὲ ποιήσομαι τῶν κολαζομένων τὴν ἀπαρχήν. ἀρχόμενος γὰρ ἀποκείρειν τὸν Ἰσραὴλ, καὶ ἀποτρυγᾶν τοὺς τῆς οὕτω δεινῆς ἀνοσιότητος ἐπιτηδευτὰς, [*](b) πρωτόλειόν σε ποιήσομαι τῆς ὀργῆς. εἰδέναι γὰρ ἀναγκαῖον, [*](1 Par. v. 26.) ὅτι Φουλὰ, βασιλεὺς Ἀσσυρίων, ὁ πρῶτος ἐλθὼν κατά τε [*](3. τὸ D. τὸ Edd. 5. φησὶ om. D. 6. ὄντως pro ὄν τις D. 7. τοσούτων Edd. II. κἂν D. καὶ Edd. 14. ἰᾶσθαί B.D. (26 al.) ἰάσασθαί Edd. 18. λοιπὸν Β. λοιποὶ Edd. 26. ἀπαρχήν] ἀρχὴν Edd. 29. Φουλὰ D. Φούλας Edd.)
151
τῆς Σαμαρείας καὶ τοῦ Ἰσραὴλ, πρώτας ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὰς πέραν τοῦ Ἰορδάνου φυλάς. πόλις δὲ ἦν τῶν ἐκεῖσε μία καὶ ἡ Γαλαάδ. οὐκοῦν ὥσπερ ἐμοῦ τὸν Ἰσραὴλ ἐπιστρέφοντος, ἀρξαμένου τε ἰάσασθαι λοιπὸν, σὺ τετρύγηκας, ὦ Γαλααδῖτα, σεαυτῷ τὰ ἀπὸ λῃστείας· οὕτω κἀγὼ παραδιδοὺς Ἀσσυρίοις τὸν Ἰσραὴλ, σὲ ποιήσομαι τῶν πεμπομένων τὴν ἀπαρχήν.

Συγγενῆ δὲ τὰ ἀρχαῖα τοῖς ἐπὶ Χριστῷ τῶν Ἰουδαίων ἐγκλήματα. ἐκάλει μὲν γὰρ σύμπαντα τὸν Ἰσραὴλ ὁ Θεὸς [*](c) καὶ Πατὴρ εἰς τὸ ἑλέσθαι λοιπὸν τὰ ἀμείνω φρονεῖν, καὶ καταλῆξαι μὲν τῆς ἐν νόμῳ λατρείας, ἀνθελέσθαι δὲ μᾶλλον ἐκείνης τὴν νέαν τε καὶ εὐαγγελικήν. ἀλλὰ τοῖς ἐπιστρέφουσι καὶ καλουμένοις εἰς ἴασιν ἀντέπραττον οὐ μετρίως. γέγραπται γὰρ, ὅτι “Ἤδη συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα [*](S. Joan. ix. 22.) “ἔαν τις αὐτὸν ὁμολογήση ’τον Χριστὸν εἶναι, ἀποσυνάγωγος “γένηται.’’ ἤκουον δὲ καὶ οἱ παρ’ αὐτοῖς ἡγούμενοι, “Οὐαὶ [*](S.Matth. xxiii. 14; s. Luc. xi. 52.) “ὑμῖν, γραμματεῖς καὶ φαρισταἰοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν [*](d) “κλεῖδα τῆς γνώσεως· οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς “εἰσερχομένους ἀφίετε εἰσελθεῖν.“ δέδονται τοίνυν ἐχθροῖς, καὶ πικρὰς τῆς εἰς Χριστὸν παροινίας ἐζήτηνται δίκας. Καὶ ἀποκαλυφθήσεται ἡ κάκω Ἐφραΐμ καὶ ἡ κακία Σαμαρείας, [*](e 2) δυ’ εἰργάσαντο ψευδῆ. κω κλέπτης πρὸς αὐτὸ εἰσελεύσεαι, ἐκδιδύσκων ληστὴς ἐν τῆ ὁδῶ αὐτοῦ, ὕπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν.

Ἀγαθὸς μὲν φύσει καὶ ἀνεξίκακος, '“μακρόθυμός τε καὶ [*](Joel ii. 13.) “πολυέλεος’’ ὡς ἀληθῶς ὁ πάντων Δεσπότης. ἀλλ’ ἕως ἔτι τοῖς πταίουσιν ἀνεξικακεῖ, κατακρύπτεταί πὼς αὐτῶν ἔτι τὰ ἐγκλήματα· ἐπεξιόντος δὲ ἤδη καὶ δίκας ἐπάγοντος καὶ [*](14. συνετέθειντο D. συνέθεντο Edd. ὅτι pro ἵνα D. 17. γραμματεῖς] + τε D. 21. κακία prius B.D. (91. 233. 311.) ἀδικία Edd. 22. εἰργάσατο F. Edd. (Co.) 23. συνᾴδοντες B.D.F. (Alex. XII.) ᾄδοντες Edd. (Vat. 25. δὲ pro τε D. 26. πολυέλεως Edd.)

152
ἠρεμεῖν οὐκ ἀνεχομένου, λοιπόν ἐστιν ἐναργῆ, καὶ ἀποκαλύπτεσθαί [*](106 Α. a) πὼς ἤδη δοκεῖ, μόνον δὲ οὐχὶ καὶ εἰς μέσον ἠγμένα τοῖς ἁπάντων ὀφθαλμοῖς ὁρᾶσθαι φιλεῖ. τοῦτο καὶ νῦν ἔσεσθαί φησι κατὰ τοῦ Ἐφραΐμ καὶ τῆς Σαμαρείας. καὶ τὸν μὲν Ἐφραΐμ ἐνθάδε νοήσεις τὴν ἐν τῇ Σαμαρείᾳ βασιλίδα φυλὴν, ἐξ ἧς γέγονεν Ἱεροβοὰμ καὶ οἱ καθ’ ἑξῆς· Σαμάρειαν δὲ τοὺς ἐν τῇ Σαμαρείᾳ, τουτέστι τὰς δέκα φυλάς. ἀποκαλυφθήσεσθαι δέ φησι τὰς ἁμαρτίας αὐτῶν, διὰ τοιάςδε [*](b) τινὰς αἰτίας. ὅτι καὶ εἰργάσαντο ψευδῆ, ψυχράν τε καὶ ἕωλον λατρείαν ἐπιτηδεύσαντες, καὶ τεχνουργοὶ γεγονότες καθάπερ ἔφην εἰδώλων, καὶ ὅτι κλέπτης, τουτέστι λῃστὴς, πρὸς αὐτὸν εἰσελεύσεται, ἀντὶ τοῦ εἰσῆλθε καὶ ἀνεπαύσατο καὶ κατέλυσε παρ’ αὐτῷ κλέπτης, ἐκδιδύσκων ἐν ὁδῷ· ἵν ἐκ τούτου φαίνηταί, φησιν, ὅτι συνᾴδουσαν ἔχουσι τὴν καρδίαν, σύμφωνον δὲ δηλονότι καὶ ὁμογνώμονα. οἱ μὲν γὰρ ἐλῄστευον τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἀναβαίνειν ἐθέλοντας· οἱ δὲ πρὸς αὐτοὶς ἐμερίζοντο τὰ ἐγκλήματα, τῶν λελῃστευμένων ἀνοσίως [*](c) μετεσχηκότες.

Ἔχαιρον δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πολέμου μένων ἐκτόπως τῶν πιστευόντων εἰς Χριστὸν, καὶ κοινωνοὶ τῆς ἑτέρων ἐφόδου τε καὶ λῃστείας ἐγίνοντο, διωκομένοις ἐφηδόμενοι τοῖς πιστοῖς, καὶ ληστὴν ὥσπερ τινὰ, τὸν σατανᾶν εἰς νοῦν καὶ καρδίαν δεχόμενοι, τὸν ἁπάσης εὐσεβείας τὸν ἐν αὐτοῖς ἀπαμφιεννύντα νοῦν, ἵνα καὶ σύμφωνον ἔχοιεν πρὸς αὐτὸν [*](1 Cor. vi.) τὴν καρδίαν. ὥσπερ γάρ “Ὁ κολλώμενος τῷ κυρίῳ ἓν [*](d) “ πνεῦμά ἐστι, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῷ σατανᾷ κολλώμενος μίαν ἕξει πρὸς αὐτὸν τὴν καρδίαν.

Πάσας τὰς κακίας αὐτῶι ἐμνήσθην, νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶ, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.

Ἕως ἔτι φορητὰ καὶ μεμετρημένα πλημμελοῦμεν, ὡς [*](10. καθόπερ ἔφην εἰδώλων hoc ordine D. 15. δέ assumptum ex D. 28. ἐκύκλωσεν B.D.F. (Alex. XII.) ἐκύκλωσαν Edd. (Vat.) 29. τοῦ om. Edd. μου om. D. (26.))

153
ἄνθρωποι, καὶ εὐόλισθον ἔχοντες εἰς ἁμαρτίαν τὴν φύσιν, παραπέμπεται Θεὸς ἐξ ἐμφύτου φιλανθρωπίας. οἶδε γὰρ οἶδε “τὸ πλάσμα ἡμῶν, μέμνηται δὲ ὅτι καὶ χοῦς ἐσμὲν, [*](Ps cii. 14.) κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἐπὰν δέ τι μέγα καὶ [*](e) ἐξαίσιον καὶ δύσοιστον ἀληθῶς πράττηται πρὸς ἡμῶν, ὃ καὶ αὐτὴν ἐσθ’ ὅτε τὴν τοῦ κρίνοντος ἠπιότητα παραθήγει λοιπὸν, μόνον δὲ οὐχὶ καὶ οὐκ ἐθέλουσαν καταβιάζεται πρὸς ὀργὴν, τὸ τηνικάδε τρέχει πρὸς ἀνάμνησιν ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν τισὶ πεπλημμελημένων. ταύτῃτοί φησι περί τε τοῦ Ἐφραΐμ καὶ τῆς Σαμαρείας, ὅτι πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην. εἰκὸς δὲ δὴ πάλιν κἀκεῖνο ἡμῖν ἐν τούτοις τὸ προφητικὸν θέλειν ὑποδηλοῦν χρησμῴδημα. παρῆκα μὲν [*](a 107 Α.) γὰρ φιλαγάθως φησὶ τῶν ἐν Σικίμοις ἀπολωλότων ὑπὸ Λευΐ τὴν σφαγὴν, διά τοι τὸ ὑβρίσθαι Δίναν τὴν ἐξ Ἰακώβ. ἐπειδὴ δὲ καὶ νῦν ἀπεκτόνασι, μεμνήσομαι καὶ τῆς ἀρχαίας αὐτῶν ἀδικίας, καὶ ὡς φονευτὴν ἤδη καὶ ἀπηνῆ, καὶ τῶν πάλαι πλημμελημάτων ἐξαιτήσω δίκας. ἐκύκλωσε γὰρ αὐτούς φησι τὰ διαβούλια αὐτῶν· ὅμοιον ὡς εἰ λέγοι Πεπολιόρκηνται λοιπὸν ὑπὸ τῶν ἰδίων ἐνθυμημάτων καὶ ἀνοσίων σκέψεων· ἀπεκτόνασι μὲν γὰρ δόλῳ καὶ ἀπάταις τοὺς ἀπὸ Σικίμων [*](b) ποτὲ, νυνὶ δὲ λῃστείαις, καίτοι πρὸς Θεὸν ἐπιστρέφοντας. ἐπειδὴ δὲ πέρα λόγου τὰ πλημμελήματα λοιπὸν ἀπέναντι τᾶι προσώπου μου ἐγένοντο, οὐ γὰρ περιόψομαί φησι, τὰ τοιάδε τῶν κακῶν, οὔτε μὴν ἐξ ὀμμάτων ἔτι τιθεὶς, βραδὺς ἔσομαι κολαστής.

Ἐκύκλωσαν Ἰουδαίους τὰ διαβούλια αὐτῶν, καὶ ἐπίγε τοῖς κατὰ Χριστόν. ἀπεκτόνασι μὲν γὰρ τοὺς προφήτας, ἀνεξικακοῦντος ἔτι Θεοῦ· ἐπειδὴ δὲ γεγόνασι καὶ κυριοκτόνοι, [*](c) ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν, καὶ πάσας αὐτῶν τὰς κακίας ἐμνήσθη ὁ τῶν ὅλων Θεός. [*](1. ἁμαρτίας D. 3. Hoc οἶδε accessit ex D. 5. πρὸς D. παρ’ Edd. 7. οὐκ om. D. 8. Hoc ἁπάντων accessit ex D. 9. τοί om. D. 11. εἰκὸς δὲ δή] Sic edidimus. εἰκὸς δὲ Edd. εἰκὸς δὴ D. 12. ἐθέλειν D. 14. τὸ assumptum ex D. 17. ἐκύκλησε Edd. 18. λέγει (= λέγῃ) D. 20. ἀπάταις D. ἀπάτῃ Edd. 29. ἐκύκλωσαν iid.)

154
[*](3) Ἐν ταῖς κακίαις αὐτῶι ηὔφραναν βασιλεῖς, κω έν τοῖς ψεύδεσιν αὐτῶ ἄρχοντας.

Ἔδει δὴ μᾶλλον ἀγαθουργοῦντας, φησὶ, καὶ ζῆν ἑλομένους ἐννόμως, ἐξημεροῦν ἐφ’ ἑαυτοῖς τὸν λυτρωτὴν, καὶ κατεθφραίνειν τὸν σώζοντα, καὶ ἄμαχον ἔχοντα πρὸς τοῦτο ἰσχύν. οἱ [*](d) δὲ τοῦτο μὲν οὐ δεδράκασι, ῥᾴθυμοι δὲ γεγονότες λίαν περὶ τὸ σφίσιν αὐτοῖς ἀναγκαῖον εἰς ζωὴν καὶ χρήσιμον εἰς εὐ ημερίαν, ἐν οὐδενὶ μὲν πεποίηντο λόγῳ τὸ προσκρούειν Θεῷ· συνυπεκρίνοντο δὲ τοῖς ἑαυτῶν βασιλεῦσι, καὶ τοῖς ἡγουμένοις, τῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνοις δοκούντων συνδρομῇ κατευφραίνοντες, καὶ τὰ λυποῦντα Θεὸν εἰς ἡδονήν τε καὶ τέρψιν τοῖς πλανῶσι δωροῦ μένοι. αἰτιᾶται δὲ πάλιν, ὡς τῷ Ἰεροβοὰμ καὶ τοῖς ὑπ’ αὐτὸν ἄρχουσι συνδεδραμηκότας, καὶ [*](e) ἀμελλητὶ κατανεύσαντας τὴν ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐπινοοῦντι βεβήλωσιν, καὶ πρὸς ἑτέραν λατρείαν ἀνοσίως αὐτοὺς ἀποκομίζειν ἐθέλοντι. ἔδει γὰρ ἔδει τοῖς ἐκείνων σκέμμασι καὶ ἐκτόποις ἄγαν ἐπιχειρήμασιν ἀντεξάγειν γενικῶς τῆς εἰς Θεὸν ἀγάπης τὸ γνήσιον, καὶ πειρᾶσθαι κωλύειν ἀφραίνοντας, οὐχ ἑτοίμως ἰόντας εἰς συναίνεσιν κατευφραίνειν αὐτοὺς.

Αληθὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ἐπὶ τῶν σταυρωσάντων [*](108 Α. a) τὸν Ἐμμανουήλ. ψευδόμενοι γὰρ καὶ συκοφαντοῦντες αὐτὸν, χαίρειν παρεσκεύαζον Ἡρώδην τε καὶ Πόντιον Πιλάτον, καὶ τοὺς προεδρεύοντας τῆς Συναγωγῆς. ἔφη γάρ που καὶ ὁ θεσπέσιος Πέτρος πρὸς τόν τῶν ὅλων Πατέρα καὶ [*](Acta SS. Ap. iv. 27.) Θεόν “Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ “ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε “καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ.”

[*](1. ηὔφραναν B.D. εὔφραναν Edd. (A.V.) 3. δὲ pro δὴ D. ἀγαθουργοῦντα Edd. ante Migne. 4. Hoc ἐφ’ accessit ex D. 7. Hoc αὐτοῖς accessit ex B.D. 8. πεποίηνται D. 10. πρὸς ἅπαν b. 14. ἀμελητί D. 15. βεβήλωσιν om. Aubertus. 16. ἐθέλουσιν D, 26. ἐν om. D.)
155