In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΔόΓος Κυρίου ὄς ἐΓενήθΗ πρὸς ὨσΗε τὸ τοῦ ΒεΗρὶ ἑ ἠμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἅχαζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, καὶ ἐν ἠμέραις Ἰεροβοὰμ υἱοῦ Ἱωὰς βασιλέβς Ἰσραήλ. Προφητεύει τοίνυν ὁ μακάριος Ὠσηέ ἐν ἡμεραις Ὀζίου [*](b) καὶ Ἰωάθαμ καὶ Ἅχαξ καὶ Ἐξεκίου, βασιλέων Ἰcύδα, 3 καὶ ἡμέραις Ἰεροβοαμ υἱοῦ Ἰωὰς βασιλέως ε Ἰσραήλ. καὶ ὁ χρόνος τῆς προφητείας μέχρι τούτου νοεῖται λαβὼν τὴν παράτασιν. χρὴ δὲ οἶμαι τὰ ἐφ’ ἑκάστῳ λοιπὸν ἀφηγεῖσθαι σαφῶς, ὡς ἃν ἔχωμεν ἐννοεῖν, καθάπερ ἤδη προεῖπον, ὁποῖοί τινες οἱ τοιοίδε γεγόνασι, πότερον ἀγαθοί τε καὶ εὖνοι πρὸς Θεὸν, ἤγουν ἀπονενευκότες ἐπὶ τὸ μὴ οὕτως ἔχον· καὶ τίνα τὰ ἐφ’ ἑκάστοις συμβεβηκότα, τοῖς τε ἐν τῆ Σαμαρείᾳ, [*](c) καὶ τοῖς ἐν τοῖς Ἰεροσολύμοις. εἰσόμεθα γὰρ ὧδε, καὶ λίαν εὐκόλως, ὅποι περ ἂν βλέπῃ τῆς προφητείας ὁ σκοπός. τελευταῖος μὲν οὖν ὠνόμασται Ἰεροβοὰμ ὁ τοῦ Ἰωὰς, βασιλεὺς 'Ισραήλ· 4 γέγονε δὲ πρὸ Ἀξαρίου, τοῦ καὶ ἰστέον δὲ, ὅτι ἕτερος ἡμῖν παρὰ τὸν πρῶτον ἐστὶν, ὃς ἐν καιροῖς γέγονε τῆς βασιλείας Ῥοβοὰμ, υἱοῦ Σολυμῶνος. πλὴν ἰσότροπος ἐκείνῳ καὶ εἰς ἀσέβειαν ἐμφερής. γέγραπ- [*](4 Reg. xiv. 23, 24.) τᾶι γὰρ ὡδὶ περὶ αὐτοῦ “Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμα- “σίου υἱοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἰεροβοὰμ [*](d) “υἱὸς Ἰωὰς ωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ, τεσσαράκοντα καὶ “ἔτος. καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, οὐκ “ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς “ἐξήμαρτε τὸν Ἰραήλ. ὁρᾷς, ὅπως ζηλωτὴς τῶν ἐκείνου [*](2. Λόγος—Ἰσραήλ om. Β. Βεηρὶ] Sic F. (teste Holmes et Pars.) Edd. 3. καὶ Ἅχας καὶ] καὶ utrumque deest in Edd. (Complut.). 4. Ἰσραήλ] τοῦ Ἰσραήλ Edd. (Co.) 6. Ἅχας] Sic correxi. Ἅχατς Edd. et passim (ut videtur) B. D. 19. τῆς βασιλλείας] Sic Β. βασιλέως Edd.)

9
γέγονε τρόπων, τὴν ἴσην ὥσπερ ἁμαξιτὸν ἐρχόμενος, καὶ οἱονεὶ κατὰ πόδας τῆς ἐκείνου δυσσεβείας ἐλθών; εἶτα, τί φησι τὸ γράμμα τὸ ἱερόν; “Én ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ [*](4 Reg. xv. 1—5) “τοῦ Ἱεροβοὰμ βασιλέως Ἱσραὴλ, ἐβασίλευσεν Ἁξαρίας “υἱὸς Ἀμασίου βασιλέως Ἰούδα, ὃς ἑκκαίδεκα ἐτῶν ἦν, ἐν [*](e) “τῶ βασιλεύειν αὐτόν, καὶ δύο καὶ πεντήκοντα ἕτη “ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ “Ἱεχελία ἐξ Ἱερουσαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφ- “θαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμασίας ὁ “πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς “ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. καὶ ἥψατο κύριος “τοῦ βασιλέως, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου “αὐτοῦ.” Εὐσεβὴς μὲν καὶ φιλόθεος ὁ Ὀξίας, πλὴν οὐχ ὁλοτρόπως. οὐ γὰρ περιεῖλε τὰ ὑψηλὰ, φησὶν, ἀλλ’ ἐθυμἱων [*](a 7 Α.) ἐν αὐτοῖς καὶ τοῖς δαιμονίοις προσῆγον θυσίας οἱ πλανώμενοι. εἶτα παρενεχθεὶς Ἀξαρίας, ἤγουν ὁ Ὀξίας, εἰς ἐκτόπους ἐννοίας, ᾠήθη πρέπειν τῆ τῆς βασιλείας δόξῃ καὶ τὸ χρῆναι πληροῦν τὰ νενομισμένα τῷ Θεῷ, καὶ λειτουργίας ἀντέχεσθαι τῆς ἱερᾶς· καὶ δὴ καὶ τέθυκε δι’ ἑαυτοῦ, τῶν διὰ Μωυσέως ἀλογήσας νόμων. ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὴν οὐδαμόθεν αὐτῷ πρέπουσαν λειτουργίαν, φημὶ δὴ τὴν ἱερὰν, [*](b) “Ἤψατο, φησὶ, κύριος αὐτοῦ, καὶ ἦν λελεπρωμένος ἕως [*](ib. 5.) “ἡμέρας θανάτου. ἀκάθαρτος μὲν οὖν κατὰ νόμους ὁ λεπρός, καὶ ἀπεπέμποντο τῆς παρεμβολῆς οἱ τῷ τοιῷδε πάθει κατειλημμένοι. ἔφη γάρ ποτε Θεὸς πρὸς τὸν ἱεροφάντην Μωυσέα “Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποσ- [*](Num. v. 2.) “τειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ γονορρυῆ, “καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ.” ἐπετιμᾶτο δὲ τῇ νόσῳ, τετολμηκὼς ἃ μὴ θέμις, καὶ ἀτιμίαν τοῦ βασιλέως κατεψηφίσατο Θεὸς τὴν ἱερὰν ἁρπάσαντος δόξαν.

[*](c)

Επειδὴ δὲ τῆς προφητείας ἡ δύναμις οὐκ εἰς μόνον βλέπει [*](1. γέγονε τρόπων hoc ordine Β. 10. ἔτι] + γὰρ Aubertus. 13. (??) assumptum ex Β. 2.3. θανάτου] + αὐτοῦ Edd.)

10
τὸν Ἰούδαν, τουτέστι, τοὺς ἐν τοῖς Ἰεροσολύμοις, ἔρχεται δὲ καὶ ἐπὶ τὸν Ἰσραὴλ, τουτέστι, τὰς δέκα φυλὰς τὰς ἐν τῇ Σαμαρείᾳ, φέρε λέγωμεν ἀναγκαίως τοὺς ἐπ’ αὐτὸν βεβασιλευκότας ἐν ἡμέραις Ἀξαρίου, τοῦ καὶ Ὀξίου, καὶ ποίαις αὐτοὺς συμβέβηκεν ἐναλῶναι συμφοραῖς κατηῤῥωστηκότας ἐκτόπως τὴν βέβηλον εἰδωλολατρείαν. ἤδη τοίνυν εἰκοστὸν καὶ ὄγδοον ἔτος ἐν τῷ βασιλεύειν ἔχοντος Ὀξίου, τοῦ καὶ [*](4 Reg. xv. 8. d) Ἀξαρίου, Ἀξαρίας ἕτερος, [τοῦ] Ἱεροβοὰμ, βεβασίλευκεν ἐπὶ τὸν Ἰαραὴλ μῆνας ἕξ. ἐπειδὴ δὲ καὶ αὐτὸς ἐν ὁδῷ πεπόρευται τοῦ πατρὸς, καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, δέδοταί τισι τῶν οἰκείων εἰς σφαγὴν, καὶ δὴ καὶ διόλλυται. προἰ·όντος δὲ τοῦ καιροῦ λοιπὸν, ἐν ἔτει τρια- [*](Ib 10.) κοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας Ὀξίου, χρίεται πάλιν ἐπὶ τὸν [*](Ib. 13.) Ἰσραὴλ ὁ Σελούμ, καὶ βεβασίλευκε μηνὸς ἡμέρας· ἀνῇ- [*](Ib 14.) ρηται γὰρ εὐθὺς ὑπὸ Μαναῒμ τ υἱοῦ Γαξῆ τοῦ ἐκ Θερσίν. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν, ὅτι γεγόνασιν υἱοὶ, καὶ [*](e) ἐξ αἵματος ἦσαν ἀμφότεροι τοῦ Ἰηοῦ, ὃς ἀπέκτεινε τὸν Αχαὰβ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν Ἰεξάβελ, ᾧ καὶ ὑπέ- [*](Ib. x. 30.) σχετο σχέτο ὁ Θεὸς, λέγων “γίοὶ τέταρτοι καθήσονται ἐπὶ τοῦ “θρόνου σου.” βεβᾶσί λεῦκε τοίνυν ὁ Μαναΐμ ἐπὶ τὸν [*](Ib. XV. 18.) Ἰσραὴλ, ἀπεκτονὼς τὸν Σελούμ. “καὶ ἐποίησε, φησὶ, τὸ “πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν “πονηρὸν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ.” βασιλεύοντος δὲ αὐτοῦ, φημὶ δὴ τοῦ Μαναΐμ, καὶ Θεῷ [*](8 Α. a) προσκρούοντος, διὰ τὸ προ[σ]κεῖσθαι λίαν ταῖς τῶν εἰδώλων προσκρούοντος, καταστρατεύεται τῆς Σαμαρείας Θούλας [*](Ib. 19.) βασιλεὺς Ἀσσυρίων· ὃν ἀμύνασθαι τοῖς ὅπλοις οὐκ ἔχων ὁ Μαναΐμ, πολλοῖς ἀναπείθει χρήμασιν ἀποφοιτῆσαι τῆς γῆς, καὶ λῦσαι τὴν μάχην. ἐπειδὴ δὲ τετελεύτηκεν ὁ [*](5. συμβέβηκεν ἐναλῶναι συμφοραῖς] συμφ. συμβ. ἐναλ. Edd. 8. ἀξαρίας ἕτερος] Sic Alex. τοῦ om. Β. 9. δὲ assumptum ex Β. 11, καὶ alterum assumptum e.x B. 13. τῆς om. Aubertus. 17. Ἰηοῦ] Sic Β. (Alex.) Ἰοὺ Edd. (Vat.) 20. σου assumptum ex B. 25. προσκεῖσθαι tacite correxit Migne. προκεῖσθαι Edd. 26. Φούλας] φυλὰς (sic) Edd. Φουὰ e suo correxit Μigne.)
11
Μαναῒμ, ε ἐν ἔτει λοιπὸν πεντηκοστῷ καὶ δευτέρῳ τῆς βασιλείας Ὀξίου χρίεται πάλιν ἐπὶ μὲν τὸν Ἰούδαν ἐν Ἰεροσολύμοις Ἰωάθαμ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, περὶ οὗ γέγραπται, ὅτι “ Ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου, [*](b 4 Reg xv. 34,35.) “κατὰ πάντα ὅσα ἐποίησεν Ὀξίας ὁ πατὴρ αὐτοῦ· πλὴν “τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν “τοῖς ὑψηλοῖς.” ἐπὶ δέ γε τὸν Ἰσραὴλ Φακέας υἱὸς τοῦ Μαναΐμ. “ βεβασίλευκε δὲ, φησὶν, ἔτη δύο, καὶ ἐποίησε [*](Ib. 23,24.) “τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου. εἶτα συνεστράφη, [*](Ib. 25, 28,29.) “φησὶν, ἐπ’ αὐτὸν Φακεὲ υἱὸς τοῦ Ῥομελίου ὁ τριστάτης “αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ, καὶ βεβασίλευκεν “ἀντ’ αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐποίησε τὸ πονηρὸν ἐν “ὀφθαλμοῖς κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἀμαρτιῶν [*](c) “τιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ. Αὐτοῦ βασιλεύοντος ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων, ὃς πᾶσαν ἑλὼν κατὰ κράτος τὴν Σαμάρειαν, ἀπῴκισε τὸν Ἰσραὴλ εἰς Ἀσσυρίους. τετελεύτηκε δὲ καὶ ὁ Φακεὲ, συστροφὴν ἐπ’ αὐτὸν ποιήσαντος Ὠσηὲ τοῦ υἱοῦ Ἠλὰ, ὃς [*](Ib. 30.) καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ, ἐν ἕτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ Ἀξαρίου. ἀλλ’ “Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, ἤρξατο [*](Ib. 37.) “κύριος ἐξαποστέλλειν ἐν Ἰούδα τὸν Ῥαασὼν βασιλέα “Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου.” ἀνόπιν ἡμῖν ἐν [*](d) τούτοις ὁ λόγος ἔρχεται· ἔφαμεν γὰρ, ὅτι τετελεύτηκεν ὁ Φακεὲ, Ὠσηὲ τοῦ υἱοῦ Ἠλὰ σύστρεμμα καὶ ἐπιβουλὴν ἐπ’ αὐτόν τινα ποιησαμένου· πλὴν ἐν χρόνοις αὐτοῦ γεγονὸς εἰς μέσον ἄγει διήγημα. “Ἥρξατο γὰρ, φησὶ, κύριος ἐν “ταῖς ἡμέραις ἐκείναις ἐξαποστέλλειν ἐν Ἰούδα τὸν Ῥαασὼν “βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου῍”

Φακεὲ μὲν γὰρ ὁ τοῦ Ῥομελίου πεπολέμηκεν ὡς ὁμόρους ὄντας τοὺς Ἱεροσολυμίτας. ἐπειδὴ δὲ δεινὴν καὶ ἄθραυστον ἐθεᾶτο τὴν ἀντίστασιν, ἀναπείθει τὸν Ῥαασὼν τὸν βασιλέα e [*](2. Ἰούδαν] + καὶ Edd. 13. κυρίου] + κοὶ iid. πασῶν accessit ex Β. 15. θεγλαβαλασὰρ passim iid. 29. μὲν aesumptum ex Β.)

12
τῶν Σύρων σύνοπλον αὐτῷ γενέσθαι καὶ συλλήπτορα, καὶ συνεκπολιορκῆσαι τὴν Ἱερουσλήμ. συνεστηκότος δὴ οὖν τοῦ πολέμου, τετελεύτηκε μὲν Ἰωάθαμ ὁ υἱὸς Ἀξαρίου. διαδέχεται δὲ τὴν βασιλείαν Ἅχαξ ὁ υἱὸς αὐτοῦ, πονηρὸς ὣν [*](4 Reg. xvi. 2—4) ἄγαν καὶ εἰδωλολάτρης, καὶ καταμεθύων οὕτω πρὸς πλά πλάνησιν νῆσιν εἰδωλομανη, ὡς καὶ ’τον ἴδιον υἱὸν διαγαγεῖν ἐν πυρὶ, καὶ πρὸς πᾶν ὁτιοῦν ἀπονεῦσαι τῶν ἐκτόπων, καὶ θυμιᾷν “ἐν τοῖς ὑψηλοῖς καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, [*](9 Α. a) κατὰ τὸ γεγραμμένον. τεθορυβημένος δὴ οὖν ὁ Ἄχαξ, [*](Ib. 7, 8.) πάντα συνενεγκὼν τὸν πλοῦτον τὸν εὑρεθέντα ἐν οἴκῳ κυρίου, ἀποστέλλει δι’ ἀγγέλων πρὸς Θεγλαφαλασὰρ βασιλέα Ἀσσυρίων, καὶ σώζεσθαι δι’ αὐτοῦ παρεκάλει. ὁπλίξεται [*](Ib. 9.) τοίνυν Ἀσσύριος κατὰ τῆς Ῥααὼν βασιλείας, καὶ δέχεται μὲν τὴν Δαμασκὸν, ἥ ἐστι μητρόπολις τῆς Συρίας, [*](Ib. 10) ἀναιρεῖ δὲ τὸν Ῥαασών. εἶτα κάτεισιν Ἅχαξ ἐκ τῶν Ἱεροσολύμων εἰς Δαμασκὸν, ὀψόμενος τὸν Ἀσσύριον. ἐν δὲ τοῖς τῶν εἰδώλων τεμένεσι θυσιαστήριον ἑωρακὼς, καινοπρεῆ [*](b) τινα καὶ ἀήθη κατασκευὴν ἔχον, καὶ ἡσθεὶς ἐπ’ αὐτῷ λίαν, ἐκτύπωμα λαβὼν, ἀποστέλλει πρὸς Οὐρίαν τὸν ἱερέα ἐν τοῖς Ἱεροσολύμοις, καὶ δὴ κατ’ αὐτὸ γενέσθαι προστέταχεν. εἰσενεγκὼν δὲ ἐν οἴκῳ κυρίου, καὶ μονονουχὶ καὶ ἀτιμάσας τὸ κατὰ βούλησιν Θεοῦ διὰ Μωυσέως γεγενημένον, ἐπ’ αὐτῷ πληροῦν τὰ νενομισμένα προστέταχε· καὶ ἕτερα δὲ πρὸς τούτοις κεκαινούργηκεν ἐν τῷ ναῷ, κατὰ τὸ αὐτῷ δοκοῦν, ἀπερισκέπτως καὶ ἀπᾳδόντως Θεῷ. ἀλλὰ καὶ ἐν τοῖς αὐτοῦ καιροῖς, ἔτι ζῶντος Ὡσηὲ υἱοῦ Ἠλὰ βασιλέως [*](c) Ἰσραὴλ, ἀνέβη Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὸν Ισραὴλ, ὃς καταδῃώσας τὴν Σαμάρειαν μετῴκισε τὸν Ισραὴλ ἐν ὄρεσι καὶ ποταμοῖς τῶν Μηδῶν· ἀπέκτεινε [*](Ib. xvii. 4.) δὲ καὶ αὐτὸν τὸν Ὠσηέ. καὶ διὰ ποίαν αἰτίαν; ὅτι μὴ προσκεκόμικεν αὐτῷ τὸ μανααὰ, φησὶν, ὃ ἦν σύμβολον [*](11. Haec δι’ ἀγγέλων accesseruiit ex Β. 27. ἀνέβη] + ὁ Edd. 28. μετῴκησε iid. 30. τὸν assumptum ex Β.)
13
ὑποταγῆς· ἐκάλει δὲ μᾶλλον εἰς ἐπικουρίαν τὸν Αἰγυπτίων τύραννον.

Εἶτα μετὰ τοῦτο τελευτήσαντος τοῦ Ἅχαξ, βεβασίλευκεν [*](4 Reg. xvi. 20; xviii. 1sqq.) Ἐξεκίας υἱὸς αὐτοῦ ἐπὶ τὸν Ἰούδαν ἐν Ἰερουσαλήμ. οὗτος ἀνὴρ γέγονεν εὐσεβὴς, καὶ τῶν ὅτι μάλιστα δικαιοσύνης ἐπιμελομένων, ὡς ἀσύγκριτον ἔχειν παρὰ τοὺς ἄλλους τῆν’ ἐν τε [*](d) τούτῳ διαφοράν. “Αὐτὸς καθεῖλε τὰ ὑψηλὰ, καὶ τὰ ἄλση, [*](Ib. xviii. 4,7.) “ φησὶν, ἐξέκοψε· καὶ ἦν κύριος μετ’ αὐτοῦ. αὐτοῦ βασιλεύοντος ἀνέβη Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, ἐπὶ [*](Ib. 13.) τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυράς· καὶ πολιορκήσας, εἷλεν ἀμογητί. τότε καὶ ὁ Ῥαψάκης αὐτοῖς τοῖς Ἱεροσολύμοις [*](Ib. 17 sqq.) ἐπιπηδᾷ, καὶ ἀπύλωτον ἀνοιγνὺς κατὰ Θεοῦ τὸ στόμα, τὰς παμβλασφήμους ἐκείνας ἀνίει φωνάς· τότε καὶ πεπτώ- [*](e Es. xxxvii. 36.) κάσιν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ἐν μιᾷ νυκτὶ, ἀγγέλου χειρὶ δαπανώμεναι. ταῦτα χρησίμως εἴρηται πρὸς τὸ παρόν· ἑκάστῳ γὰρ τῶν συμβεβηκότων ἐφαρμόσειεν εὐτέχνως τῆς προφητείας ὁ λόγος. ποτὲ μὲν γὰρ ἐπιτιμᾷ τοῖς ἐν Σαμαρείᾳ, ποτὲ δὲ τοῖς ἐν Ἱεροσολύμοις ἀπειλεῖ τὰς ἐφόδους· προαπαγγέλλει τὰς αἰχμαλωσίας· προκαταμηνύει τὸν φόβον· ἐπαγγέλλεται τὴν ἐπικοῦ καλεῖ καλεῖ πρὸς ἐπιστροφήν· καὶ οὐδεὶς τῇ προφητείᾳ καταλέλειπται λόγος ἢ τρόπος τῶν ἀναγκαίων εἰς ὄνησιν, τοῖς τοτηνικάδε πεπλανημένοις. τοίνυν φησίν·

[*](2)

Ἁρχὴ λόγου Κυρίου ἐν ὨσΗέ. καὶ εἶπε Κύριος πρὀς ὨσΗέ.

[*](a 10 A)

Ἅχεται μὲν γὰρ ἐν τῷ προφήτῃ Θεὸς ἀποκαλύπτειν μυστήρια κατ’ ἐκεῖνό που πάντως, τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον “ Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ [*](Abac. ii.1.) “ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί " λαλήσει ἐν ἐμοὶ κύριος ὁ Θεός.” ἀποκαλύπτει γὰρ τοῖς ἁγίοις εἰς νοῦν ἐνιεὶς τῶν ἐσομένων τὴν γνῶσιν, ὁ τῶν ὅλων [*](3. μετὰ] κατὰ Edd. 4. οὗτος] + γὰρ iid. 5. ἐπιμελομένων] ἐπιμελουμ. iid. 9. σεναχερεὶμ iid. II. ἀμογητὶ] ἀμογητί] (sic) iid. ἀμοχθί e suo correxit Migne. 13. ἀνίει] ἀνίησι iid. 24. ἐν ὠσηέ] πρὸς ὡσηὲ F. (al.); sed cf. ἐν lin. sq.)

14
[*](Ps. lxxxin.o.b) Θεός. καὶ γοῦν ὁ μακάριος φησὶ Δαυεἰδ “ Ἀκούσομαι τί “ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ “ τὸν λαὸν αὐτοῦ·’ οὐδὲν δὲ ἧττον ἡμῖν καὶ ὁ μακάριος προφήτης Ζαχαρίας διὰ τῶν ἴσων ἔρχεται λόγων· ἔφη γὰρ· [*](Zach. iv. 5.) “ καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.” ἐν ἔθει γὰρ ἦν τοῖς ἁγίοις προφήταις ἄγγελον ἀποκαλεῖν τὸν τοῦ Θεοῦ Λόγον, ὡς ἀπαγγέλλοντά τε αὐτοῖς καὶ ἐναργῆ καθιστῶντα τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρός. ἐπιμαρτυρήσει δὲ λέγων [*](Esai. ix. 5,6.) καὶ ὁ προφήτης Ἡσαΐας περὶ αὐτοῦ “Ὅτι πάσαν στολὴ στολὴν [*](C) “ ἐπισυνηγμένην μένην δόλῳ, μετὰ κατ’ ἀλλαγῆς ἀποτίσουσι, καὶ " θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον “ ἐγεννήθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης “ βουλῆς ἄγγελος. ὅτι δὲ ἦν ἰσχνὴ καὶ ἀσυμφανὴς ἐν τοῖς ἁγίοις ἡ ἀποκάλυψις, καὶ οὐχὶ γλώττη καὶ ῥήμασι τοῖς κακ’ [*](2 Cor. xiii. 3.) ἡμᾶς ἐπιτελουμένη, πληροφορήσει γράφων ὁ Παῦλος “Ἥ “ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” οὐκοῦν τὸ ἐν Ὠσηὲ γενέσθαι τὸν τοῦ Θεοῦ λόγον, εἴη ἃν, ὡς ἔμοιγε πάρεστι νοεῖν, ἕτερον οὐδὲν τοῖς ἀκροωμένοις κατασημαίνοντος, [*](d) ἢ ὅτι γέγονεν ἀποκάλυψις ἐν Ὠσηὲ, καὶ τῶν ἐσομένων ἡ γνῶσις φωτὸς ἐνήστραψε δίκην, οὐ σώματος ὀφθαλμοὺς, ἀλλὰ νοῦν καὶ καρδίαν καταλαμπρύνοντος. Τὸ δὲ δὴ φάναι πάλιν, Καὶ εἶπε Κύριος πρὸς Ὠσηὲ, πρὸς ἐννοίας ἧμας ἀποφέρει τοιαύτας. τὸ γὰρ τοι προστε- ταγμένον οὐ κοινὸν ἅπασι τοῖς ἐντευξομένοις ἦν, οὔτε μὴν προὔκειτο τοῖς ἐθέλοισιν ἀποπεραίνειν αὐτὸ κατὰ καιροὺς, ἀλλ’ ἰδικῶς καὶ πρὸς μόνον εἴρητο τὸν Ὡσηέ. οὐ γὰρ, ὥς [*](Hier. x. 2.) περ ἐστὶ κοινὸν καὶ ἐπωφελὲς παράγγελμα, τὸ “ τάδε λέγει [*](e) “ Κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε,” οὕτως ἂν νοοῖτο καλόν τε καὶ ὀνησιφόρον τὸ λαβεῖν γυναῖκα πορνείας, καὶ τέκνα πορνείας· ἀλλ’ ἐκεῖνο μὲν χρησίμως εἰς ἅπαντας [*](6. τοῖς] ἐν Aubertus. 16. τοῦ assumptum ex B. 18. κατασημαίνοντος] Sic Β. κατασημαῖνον Edd. 25. αὐτὐ] αὐτόν iid.)
15
διήκοι ἄν· τοῦτο γεμὴν ἰδικῶς πρὸς μόνον ἃν πρέποι τὸν προφήτην λέγεσθαι π[α]ρ[ὰ] Θεοῦ. τοῦτο οἶμαι ἐστὶ, καὶ εἶπε πρὸς Ὠσηέ, ὅμοιον ὡς εἰ τυχὸν λέγοι, οὐ πρὸς πάντας ἁπλῶς ὁ τοιόςδε λόγος, ἀλλὰ πρὸς μόνον τὸν Ὠσηέ. οὐ γὰρ ἔδει πρόφασιν αἰσχρᾶς τε καὶ φιληδόνου ζωῆς γενέσθαι [*](a 11 Α.) πολλοῖς, τὸ οἰκονομικῶς πρὸς ἕνα κατὰ καιροὺς εἰρημένον. Τι οὖν ἔφη Θεὸς πρὸς τὸν μακάριον Ὠσηέ ;

Bάδιζε, λαβὲ σεαυτῷ Γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἦ γῆ ἀπὀ ὅπισθεν τοῦ Κυρίου. κὼ ἐπορεύθΗ καὶ ἔλαβε ὦι Γόμερ Θυγατέρα Δεβηλαΐμ, κα [*](3) συνέλαβε κω ἕτεκεν αὐτῶ υἶόν.

Οὀδεὶς ἡμᾶς ἀναπείσει λόγος παραιτεῖσθαι τὸ γράμμα, καὶ τῆς ἱστορίας τὸ εἰκαῖον καταψηφίζεσθαι, καὶ αὐτοῦ τοῦ [*](b) πράγματος καθορίζειν τὸ ἀκαλλὲς, ἢ καὶ οἴεσθαι κατά τινας, μὴ οὕτως πεπρᾶχθαι, μήτε μὴν παρειλῆφθαι πρὸς γάμον, ἤτοι σύνοδον γαμικὴν, τὴν Γόμερ, ὅπου καὶ σύλληψιν γεγενῆσθαι φησὶ τὸ γράμμα τὸ ἱερὸν, καὶ μὴν καὶ ἀπότεξιν, μέμνηταί τε καὶ ὀνόματος τοῦ παιδίου, καὶ τὸν τοῦ γυναίου λέγει πατέρα, καὶ αὐτὸ δὲ πρὸς τούτοις τοῦ γυναίου τὸ ὄνομα. ἐπειδὴ δὲ ἀναγκαῖον ἦν ὁμολογεῖν, τῇ τῶν πεπραγμένων ἀληθείᾳ συνειπεῖν ἑλομένοις, ὅτι ταῦθ’ οὕτως γέγονεν ἀληθῶς, φέρε τοὺς τῶν κατασκώπτειν εἰωθότων παραθέντες [*](c) λόγους, τότε λοιπὸν ἐπαγάγωμεν ἐπὶ καιροῦ τῆς οἰκονομίας τὴν ἀφήγησιν.

Δογιδίῳ μὲν οὖν ἐνέτυχον ἀνδρὸς οὐκ ἀσήμου διατ’ ρανοῦν ἐθέλοντος τὰ περὶ τὸν τόπον· ὃς τῆς ἱστορίας, καὶ τῶν οὕτω γεγενῆσθαι λεγόντων, οὐ μετρίαν ἐποιεῖτο τὴν κατάρρησιν· δεῖν τε ἔφασκεν ἐναργῶς ἐπ’ αὐτῷ δὴ τούτῳ τῷ κεφαλαίῳ μάλιστα δεδιότας οὐδὲν, ἀνακραγεῖν τῆς ἐγκρατείας τοὺς [*](2. παρὰ tacite correxit Migne. περὶ Edd. 7. ἕφη] + ὁ iid. 14. ἢ assumptum ex Β.)

16
[*](2 Cor. iii. 6.) ἐραστὰς Τὸ γράμμα ἀποκτενεῖ. ἐρήμην γὰρ ὤσπερ κατατρέχων [*](d) τοῦ γράμματος, καὶ οἱονεὶ κατὰ πρανοῦς ἐρχόμενος, τοιούςδε τἰνᾶς συνετίθει λόγους. „Μωυσῆς γὰρ, ἔφασκεν, [*](Exod. iii. 10.)„ ὁ θεσπέσιος προσετάττετό ποτε τῆς Αἰγυπτίων δουλείας „ λελυτρωμένον ἀποκομίζειν τὸν Ἰσραὴλ εἰς τὴν πάλαι τοῖς „ πατράσιν ἐπηγγελμένην ἁγίαν γῆν, φημὶ δὴ τὴν τῆς ἐπαγγελίας. „ ἀλλὰ καὶ ὁ προφήτης Ἱερεμίας ἤκουσε Θεοῦ λέγοντος [*](Hier. i. 5.) „ ἐναργῶς ’ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί „ ‘σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην „ ‘εἰς ἔθνη τέθεικά σε.’ πῶς οὖν οὐκ ἀξιάγαστοι, [*](e) „ φησὶν, οἱ καὶ τὴν οὕτω σεπτὴν καὶ παγκάλην διακονίαν „ παραιτούμενοι, καὶ τὴν μέλλησιν οὐκ ἀπαναινόμενοι ; ὁ μὲν [*](Exod. iv, 13.) „ γὰρ ἔφασκε, ’ Δέομαι κύριε προχείρισαι ἄλλον δυνάμενον [*](Hier. i. 6.) „ ’ ὃν ἀποστελεῖς·’ ὁ δὲ τὴν νεότητα προισχόμενος, ἐκθυσωπεῖν „ ἐπειρᾶτο Θεόν. ἀλλὰ καὶ ὁ προφήτης, φησὶν, Ἰεξεκιὴλ „ ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἄρτους ἑαυτῷ ποιῆσαι „ προστεταγμένος, δεδυσφόρηκεν οὐ μικρῶς, ἤκουσέ τε διὰ [*](Ezech. iv. 15.) „ τοῦτο, ’Ἴδου δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ βολβίτων [*](12 Α. a) „ ‘ἀνθρωπίνων, καὶ ὀπτήσεις τοῖς ἄρτους σου ἐπ’ αὐτῶν. καὶ „ μὴν καὶ αὐτὸς ὁ θεσπέσιος Πέτρος, ὅτε τῆς ὀθόνης καθιεμένης „ ἐξ οὐρανοῦ, ἐν ἧ πάντα ἐγέγραπτο τὰ τετράποδα καὶ [*](Acta x. 13,14.) „ τὰ κτήνη, Θεοῦ λέγοντος ἤκουσεν ‘Ἀναστὰς, Πέτρε, θῦσον „ ‘καὶ φάγε, παρητεῖτο, φησὶν, οὕτω λέγων ‘Μηδαμῶς [*](Ezech. iv. 14.) „‘κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον· οὐδὲ „ ‘εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον,’ Ὠσηὲ δὲ [*](b) „ ἀκούσας ὅτι γυναίῳ συνάπτεσθαι δεῖ αἰσχρῷ καὶ πεπορνευμένῳ „ καὶ ἐπάρατον ἔχοντι ζωὴν, οὐ παραιτεῖται τὸ χρῆμα, „ οὐκ ὄκνον εἰσδέχεται, οὐ προσάγει τὴν ἱκετηρίαν, ἀνεῖσθαι „ παρακαλῶν· ἀλλ’ οἷά τις τῶν ἀσελγεστάτων προχειρότατα „ καὶ ἀμελλητὶ μονονουχὶ καὶ ἁρπάζει τὸ χρῆμα, τάχα που „ τῆς εἰς τὸ γύναιον ἡδονῆς ἡττώμενος.” Εἶτα κατακλείων [*](1. ἀποκτένει] Sic Β. ἀποκτείνει Edd. 2C. αὐτὸς] αὐτὰ iid. 26. πορνευομένῳ iid. 28. ἐνδέχεται iid.)
17
εἰς ἀτοπίαν τοὺς λόγους, προσετίθει τούτοις ὀλίγα ἅττα καὶ ψυχρά. σκήπτεται μὲν γὰρ τῷ προφήτῃ συνηγορεῖν, καὶ πάλιν φησὶν, „ ὅτι πλείστην ὅσην ἂν ἐποιήσατο τὴν παραίτησιν, „ τῇσιν, εἰ σωματικὴν ἠπίστατο κοίνων ίαν προστάξαι Θεόν· [*](c) „ ἐπειδὴ δὲ ἦν πνευματικόν τι τὸ δρώμενον, ἐκ πολλῆς ἄγαν „ Φιλοθεΐας, μονονουχὶ καὶ αὐτόμολος ἐπὶ τὸ δρᾷν ἔρχεται τὸ „ κεκελευσμένον. ἄλλως τε, φησὶν, οὐκ ἃν ὁ τῆς ἐγκρατείας „ Θεὸς ἠθέλησέ τι γενέσθαι τοιοῦτον, ὡς ἄνδρα τοσοῦτον „ αἰσχραῖς οὕτως καὶ βδελυρωτάταις καταμιαίνεσθαι συμπλοκαῖς, „ πλοκαῖς, ταῖς εἰς γυναῖκα φημὶ, καὶ τοῦτο μαχλῶσαν καὶ „ πεπορνευμένην. μεταπλάττων δὲ ὥσπερ τῆς ἱστορίας τὴν „ δύναμιν εἰς ἐννοίας πνευματικὰς, ἔφασκε μὲν εἶναι τὴν Γόμερ [*](d) „ εἰς τύπον ψυχῆς αἰσχρῶς καὶ ἀσέμνως διαζῆν ᾑρημένης· „ τὸν δέ γε προφήτην εἰκόνα πληροῦν τοῦ ἄνωθεν καὶ ἐξ „ οὐρανοῦ, τουτέστι, τοῦ ἐκ Πατρὸς Θεοῦ Λόγου, ὃς ταῖς „ ἡμετέραις ψυχαῖς συναπτόμενος νοητῶς τὰ τῆς φιλαρέτου „ ζωῆς ἐνίησι απέρματα 1.”

Kαὶ ταῦτα μὲν τῆς ἐκείνου πιθανολογίας τὰ εὑρέματα· [*](3. ὅσην deest in Edd.) [*](1 De Mc re vide pauca quae deprompsi e Catena in xii Prophetas in Bibl. S. Laurentii, Florentiae, Plut. xi. Cod. 22, fol. 4. Ὠριγένει δοκεῖ καὶ ἅλλοις τισὶν ἀρχαίοις μὴ μιγῆναι τὸν προφήτην πόρνη, ἁλλὰ κἀς ὑπόθεσιν λέγεσθαι. ἡνίκα γὰρ ὁ λαὸς ἐκπεπόρνευκεν ἐκ τοῦ Θεοῦ ὁ προφήτης οὐ συνανεμίγνυτο τούτοις· τοὔνεκεν προστάσσει αὐτῷ ὁ Θεὸς συνεῖναι τῶ λοῶ· οἷς συνάδει καὶ Υπάτιος ὁ Νικαίας. Εὐσεβίῳ δὲ τῷ Παμ- φ̓λου οἴκοι κατέχεν τὴν πόρνην τὸν προφήτην, οὐ μὴν μιαίνεσθαι ἐν αὐτῇ. ἐξ ἑτέρων πορνεύουσαν τεκνοποιεῖν· σύμβολον δὲ τοῦτο ὅτι εἰ καὶ ἐμακροθύμει ἐπὶ τῇ ἀσεβείᾳ τοῦ λαοῦ ὁ Θεὸς, οὐ μὴν ἡσμένιξεν ἢ ἀνείχετο, ἀλλὰ καὶ λίαν ἠχθραίνετο. οὐδ’ αὖ πάλιν ὁ λαὸς ἐκ ἄνδρα καὶ προστάτην ἐπιγράφειν ἑαυτοῖς τὸν Θεὸν, εἶχεν τι εὐσεβὲς, ἀσεβῶς διατεθειμένος· ὁ δὲ ἅγιος Κύριλλος μιγῆναι λέγει τὸν προφήτην τῇ πόρνῃ· καἰ ὁ τῶν προκειμένων ἐξηγητὴς Θεοδὠρητος. His addas Theodoriim Moprompsi suestenum ad loc. S. Cyrillo plane consenlientem.) [*](Hypatii Scholion dat Catena eadem, quam b signavi. Ὑπατίου. κελεύεται παρὰ τοῦ Θεοῦ ὁ προφήτης ἐξ αὐτοῦ τοῦ ἐκπορνεύσαντος λαοῦ λαοῦ ἑαυτῷ γυναῖκα. ἥν περ καλεῖ γυναῖκα πορνείας, καὶ τεκνογονεῖν ἐξ αὐτῆς τέκνα πορνείας καὶ διὰ τούτων ἐπιδεῖξαι αὐτοῦ τὴν πρὸς τὸν λαὸν οἰκείωσιν· ἴν’ οὕτως ἀκούοντες τὰ πά αὐτοῦ λεγόμενα, ἐπιστήσωσι τὸν νοῦν ὅτι ἀληθεῖς οἱ λόγοι τῆς αὐτοῦ προἀλλ' Φητείας. οὐ γὰρ μόνον κατὰ τοῦ λαοῦ ἐκόμιξε τὰς ἀποφάσεις· ἀλλὰ καὶ κατ’ αὐτοῦ τοῦ προσήκοντος αὐτῷ γένους, ἐκ τῆς πρὸς αὐτοὺς ἐπιμιξίας· ἴν’ ἐξ αὐτῶν βεβαιωθῶσι τῶν πραγμάτων οἱ ἀκούοντοῦ τες, ὄτι ὁ μηδὲ τοῦ οἰκείου φειδόμενος γἐνους, ἀληθής ἐστιν καὶ δίκαιος, Θεοῦ βουλὴν ἀποκαλύπτων τῷ λαῷ· καὶ τῆς κοινῆς αὐτῶν συμφορᾶς ποιούμενος τὴν προφητείαν.)

18
τεθαύμακα δὲ οὐ μετρίως ἐγώ· πρῶτον μὲν, ὅτι τῶν εἰς [*](e) ἀλήθειαν ἀφειδήσας ἐννοιῶν, τετόλμηκεν εἰπεῖν, ὅτι τὸ γράμμα ἀποκτένει. εἶτα πρὸς τούτοις, ὅτι παρεκόμισε μὲν τοὺς ἀμφὶ τὸν Μωυσέα, καὶ ὧν ἐπεμνήσθημεν ἀρτίως, τοῖς ἄνωθεν κεχρησμῳδημένοις ἀντειρηκότας· ὅτι δὲ τοῖς θείοις θεσπίσμασιν ἀντιβλέψαι τετολμηκότες οὐκ ἔξω γεγόνασιν αἰτίας, σεσίγηκεν οὐκ ὀρθῶς. παραιτούμενον μὲν γὰρ ’τον ἱεροφάντην Μωυσέα, καὶ ὀκνοῦντα τὴν ἀποστολὴν, καὶ προϊσχόμενον τὴν βραδυγλωσσίαν, ὡς ἀσθενοῦντα περὶ τὴν πίστιν [*](13 Α. a) ἥλεγχε Θεὸς, οὕτω λέγων “Τίς ἔδωκε στόμα ἀνθρώπῳ ; [*](Exod.iv. 11, 12.) “ καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν ; βλέποντα καὶ “ τυφλόν 5 οὐκ ἐγὼ κύριος ὁ Θεός ; καὶ νῦν πορεύου καὶ “ ἐγὼ ἀνοίξω τὸ στόμα σου· ἀναδυομένου δὲ μετὰ τοῦτο, [*](Ib. 14.) καὶ μέλλοντος ἔτι, " ὀργίσθη, φησὶ, κύριος ἐπὶ Μωυσῆν, καὶ εἶπεν “ οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ; ἐπίσταμαι " ὅτι λαλῶν λαλήσει αὐτός σοι· ” Ἱερεμίου δὲ πάλιν προαλέστερον [*](b) εἰρηκότος, ὅτι Νεώτερος ἐγώ εἰμι, καὶ οὐκ ἐπίσταμαι [*](Hier. i.6.) λαλεῖν, οὐδὲν ἧττον ὑπήντα Θεὸς, λέγων " Μῆ λέγε, ὅτι [*](Ib. 7.) " νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστελῶ σε, ’’ πορεύση, καὶ κατὰ πάντα ὅσα ἃν ἐντείλωμαί σοι, λαλή- “ σεῖς. ” οὐ γὰρ ἦν ὅλως ἀκίνδυνον εἰπεῖν, ἤγουν ἐννοῆσαι μόνον, ὅτι λογισμοῦ τοῦ πρέποντος ἡ ὑπερτάτη βουλὴ διημάρτηκε, νεόν ἄνδρα καλοῦσα πρὸς προφητείαν. ὁμοίως ὁ θεσπέσιος Πέτρος ἤκουσε μὲν τῆς ὀθόνης καθιεμένης ἐξ [*](Acta x.13.) οὐρανοῦ " Ἀναστὰς, Πέτρε, θῦσον καὶ Φάγε.” ἐπειδὴ δὲ [*](Ib. 14.) Ἰουδαϊκῶς ἀνεκεκράγει τὸ, " Μηδαμῶς κύριε· ὅτι οὐδέποτε [*](C) " ἔφαγον κοινὸν ἢ ἀκάθαρτον,” ἐπετιμᾶτο παραχρῆμα, καὶ ὡς τοῖς θείοις σκέμμασιν ἀντιφέρεσθαι τολμῶν, ἤκουεν ἐναργῶς [*](Ib. 15.) “ Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. εἰ γὰρ καὶ ἐλέγχειν ἤθελεν ἠπίως ὁ τῶν ὅλων Θεὸς, καὶ οὐκ εὐθὺς ὡς ἀντειρηκόσιν οὐ μετρίως ἐξεπικραίνετο, ἀλλ’ οὐκ ἔξω γέγονεν [*](3. ἀποκτένει] ἀποκτείνει Edd. 6. τετολμήκασιν Β. 19. ἐὰν] Sic Β. ἄη Edd. Statim ἐγὼ add. iid. om. B. (A.V.) 26. ἀνακεκράγει Edd.)
19
αἰτίας αὐτοῖς ἡ παραίτησις. χρῆναι δέ φημι ταῖς ἄνωθεν ψήφοις ἀμελλητὶ νέμοντας τὸ ὀρθῶς καὶ ἀδιαβλήτως ἔχειν, ἀποπεραίνειν ἐπείγεσθαι τὸ κεκελευσμένον, κἂν εἰ μὴ σφόδρα τὸ χρῆμα ταῖς ἡμετέραις ἁνδάνῃ ψυχαῖς· οἷον τί φημι, προςτέταχε [*](d) τῷ Σαοὺλ ὁ τῶν ὅλων Θεὸς ἀποσφάξαι τὸν Ἀγάγ, ὡς ἀνόσια δεδρακότα κατὰ τῶν ἐξ Ἰσραὴλ. ἀλλ’ ᾠήθη τὸ χρηστὸν ἐπ’ αὐτῷ βουλεύεσθαι, καὶ φειδοῦς ἠξίου τὸν ταῖς ψήφοις καταδεδικασμένον. προσκρούει δὴ οὖν ταύτῃ τοι τῷ Θεῷ, καὶ μάλα. ἐκήδετο δὴ οὖν τοῦ τεθνάναι προστετγμένου, μονονουχὶ διακεκραγὼς καὶ λέγων δι’ αὐτοῦ τοῦ πράγματος, ὅτι μὴ δικαίαν ἐπ’ αὐτῷ τὴν ψῆφον ἐποιεῖτο Θεός. ταύτης ἕνεκα τῆς αἰτίας ἐλυπεῖτο μὲν λίαν καὶ [*](e) συνηγανάκτει Θεῷ ὁ μακάριος Σαμουὴλ, καὶ ἀποσφάττει μὲν τὸν Ἀγὰγ αὐτὸς, ἐπιφωνῶν τὰς αἰτίας· “ Ἀνθ’ ὧν γὰρ, [*](I Reg. xv.33.) “ φησὶν, ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκ- “ νωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου· προαπαγγέλλει δὲ τῷ Σαοὺλ, ὅτι καὶ τῆς βασιλείας ἐξωσθήσεται, καὶ πικρὰς τῆς παρακοῆς ἀποτίσει δίκας.

Εἰ δὲ χρὴ πρὸς τούτῳ καὶ ἑτέρας ἡμᾶς ἱστορίας παρενεγκεῖν [*](3 Reg. xxi. 10sqq.) ἀφήγησιν, ἐν τῆ τρίτη γέγραπται τῶν βασιλειῶν, ὅτι κατεστρατεύετόλ ποτε τῶν ἐξ Ἰσραὴλ ὁ Ἅδερ, ὁ Σύρων ἡγοῦ μένος [*](a 14 A.) ἤτοι βασιλεύς. ἀλύοντος δὲ οὐ μικρῶς τοῦ Ἀχαὰβ, ὃς ἦν βασιλεὺς Ἰσραὴλ, καὶ δεδιότος τὴν ἔφοδον, ἁλώσεσθαί τε οὐκ εἰς μακρὰν πανστρατιᾷ προσδοκήσαντος, ἐπηγγέλλετο διὰ προφήτου Θεὸς, παραδώσειν αὐτῷ τὸν ἐχθρόν· εἶτα λαβὼν [*](Ib. 32 sqq.) ἐκεῖνος, ἠξίου φειδοῦς παρὰ τὸ δοκοῦν τῳ Θέῳ. καὶ τί μετὰ τοῦτο τὸ γράμμα τὸ ἱερόν ; “ καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν [*](Ib. 35-8.) “ τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου [*](b) “ Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐ- “ τόν. καὶ εἶπε πρὸς αὐτὸν Ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς “ κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· “ καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν [*](15. γυναῖκα Edd. ante Migne. 17. ἐξοιθήσ. Aubeitus.)

20
" αὐτόν. καὶ εὑρίσκει ἄνθρωπον ἕτερον καὶ εἶπε, Πάταξον " δή με· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας, καὶ " συνέτριψε. καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ " βασιλεῖ Ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ, καὶ κατεδήσατο τελαμῶνι " τοὺς ὀφθαλμοὺς αὐτοῦ.” μικρὰ δὲ ἅττα μεταξὺ προσλελαληκὼς [*](3 Reg. xxi. 42. c) ὑποστρέφοντι Ἀχαὰβ, προσετίθει πάλιν “Τάδε " λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς " χειρός σου, καὶ ἔσται ἡ ψυχὴ σοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ, " καὶ ὁ λαὸς σοῦ ἀντὶ τοῦ λαοῦ αὐτοῦ. ἀκούεις ὅπως ὁ πατάξαι τὸν προφήτην παραιτούμενος ἐλεεινῶς ἀνῃρέθη, δεινῷ θηρίῳ περιπεσών ; καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ἢν εὐλαβείας καρπὸς τὸ μὴ καταπαίειν ἀποτολμᾷν ἅγιον καὶ προφήτην 5 ἀλλ’ ἦν ἐν λόγῳ Κυρίου, καὶ δυσδιάφυκτον [*](d) ἔγκλημα γέγονεν ἡ παρακοή. ἐφείσατο δὲ καὶ Ἀχαὰβ παραλόγως τοῦ Ἅδερ, καίτοι Θεοῦ διολλύναι προστεταχότος, καὶ δέδοται αὐτὸς ἀντὶ τῆς ψυχῆς αὐτοῦ. οὐκοῦν ἀναγκαῖον ὄκνου τε δίχα καὶ μελλησμοῦ ἀποπεραίνεσθαι πρὸς ἡμῶν, ὅπερ ἂν ἁνδάνοι Θεῷ· τὸ δὲ ἕτερόν τι παρὰ τοῦτο δρᾷν ἢ καὶ ἑλέσθαι φρονεῖν ὑπεροψίας ἔγκλημα Φέρει. μόνον γὰρ οὐχὶ καὶ ἐπιτιμᾷν ἐγνώκασιν οἱ τοιοίδε λοιπὸν, ὡς οὐκ ὀρθῶς ἕσθ' ὅτε βουλευομένῳ, Θεῷ.

Φαμὲν οὖν τοῖς τὴν ἱστορίαν διαβολῆς οὐκ ἔξω τιθεῖσι, καὶ ἀβούλως ἐπαιτιωμένοις Ἀκαλλὲς ὑμῖν, ὦ οὗτοι, φαίνεται [*](e) τὸ μαχλώσῃ γυναικὶ συνέστιον γενέσθαι προφήτην ; τί δὲ, οὐ πολὺ ἀκαλλέστερον τὸ ἀποσφάττεσθαι τἰνᾶς διὰ προφητῶν [*](1 Reg. xv. 33.) ἁγίων ; πῶς οὖν ἀνῄρηκε Σαμουὴλ μὲν τὸν Ἀγάγ, [*](3 Reg.xviii. 40.) Ἠλιοὺ δὲ τοὺς προφήτας τοῦ Βάαλ καίτοι πολλοὺς ὄντας [*](Es. XX. 2.) τὸν ἀριθμόν ; τί δὲ, εἰπέ μοι, καὶ ὁ προφήτης Ἠσαΐς τὸν σάκκον ἐκ τῆς ὀσφύος περιελὼν, γυμνός τε καὶ ἀνυπόδετος περιθέων τὴν Ἱερουσαλήμ ; ἆρα γὰρ οὐχὶ τὸν ἐν τοιῷδε [*](2. καὶ πατ. inverso ordine Aub. 11. περιπεσών] προπεσών Edd. invitis Β et Cat. in 4 libb. Reji. (Codd. Ven. Par. Esc.) 17. μελλησμοῦ] Sic Cat. cit. (Codd. Ven. Par. μελησμοῦ exemplar Esc.) μελησμῶν Edd. 19. ἑλέσθαι accessit ex Cat. cit. 21. βουλευσαμένῳ Cat. cit. 27. Ἠλίου] Ηλίας Edd.)

21
γεγονότα σχήματι καταμωμήσαιτ’ ἄν τις εὐθὺς ὡς ἄσεμνον καὶ ἐξεστηκότα καὶ τὴν φρένα παρενηνεγμένον ; καὶ πῶς [*](a 15 A.) τοῦτο ἀμφίβολον, εἴπερ ἐστὶν ἐπαίνου μεστὸν, τὸ ἐν κόσμῳ τῷ καθήκοντι πάντα πράττεσθαι πρὸς ἡμῶν ; Ἀλλ’ ἐρεῖς, ὅτι τοῖς θείοις εἴκοντες νεύμασιν, ἔδρων τὰ τοιάδε τοτηνικάδε. τί δὲ, εἰπέ μοι, φρονεῖν ἄξιον περὶ τοῦ μακαρίου Ὠσηέ ; ἆρα γὰρ αὐτόκλητος πρὸς γυναῖκα πόρνην ἔρχεται, καὶ ποιεῖται σύνοικον τὴν οὕτως αἰσχρὰν, ἢ προστέτακται παρὰ Θεοῦ ; τεθαύμακα δὲ οὐδὲν ἧττον ἐκεῖνο τοῦ κατασκώπτειν [*](b) ἐθέλοντος τὰ ἐπ’ αὐτῷ γεγραμμένα, καὶ τῆς ἱστορίας τὸ ἀτερπὲς διασύρειν ἀποτολμήσαντος. ἀναιρῶν γὰρ τὸ χρῆμα διὰ τὸ ἄτοπον, διισχυριζόμενός τε καὶ μάλα σαφῶς, ὡς οὐ πόρνη γυναικὶ κεκοινώνηκεν ὁ προφήτης, ἀλλ’ ἐκπορνευσάσαις ψυχαῖς ὁ θεῖος ἔσθ’ ὅτε συνάπτεται Λόγος, οὐ νενόηκε κατὰ τὸ εἰκὸς, οἵῳ περιπέπτωκεν ὕθλῳ. σεμνότερον γὰρ, ὡς ἕοικε, τὸν προφήτην εἶναι γοῦν βούλεται τοῦ παναγίου Θεοῦ. ἢ γὰρ οὐκ ἐν ἴσῳ λόγῳ φαίη τις ἂν, εἰπέ μοι, καὶ τὸ πονηρᾷ γυναικὶ τὸν προφήτην συνάπτεσθαι, καὶ τὸ ἀκαθάρτῳ ψυχῇ κοινωνεῖν ἑλέσθαι τὸν τοῦ Θεοῦ [*](c) Λόγον ; ἀλλ’ οἶμαι τὸ μεταξὺ παντελῶς οὐδέν. ἢ τοίνυν συναναιρούντων ἐκείνῳ καὶ τοῦτο διὰ τὸ ἄτοπον, ἤγουν ἐφιέντων κατόπιν τῆς θείας βουλῆς ἔρχεσθαι τὰ ἀνθρώπινα. χρῆναι δὲ οἶμαι καί τι τῶν εὐαγγελικῶν παραθεῖναι γραμμάτων. συνανεκλίθη τελώναις καὶ ἁμαρτωλοῖς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀλλ’ ἐπῃτιῶντο πάλιν οἱ φιλεγκλήμονες Φαρισαῖοι, καὶ τοῖς ἁγίοις προσήεσαν μαθηταῖς ἀναφανδὸν, λέγοντες Διατί μετὰ ἀνθρώπων ἁμαρ- [*](s. Math. ix. 11, 12.) “ τωλῶν ὁ διδάσκαλος ὑμῶν καὶ πίνει ; τι οὑν [*](d) πρὸς ταῦτα ὁ χριστός ; Οὐ χρείαν, φησὶν, ἔχουσιν οἱ " ἰσχύοντες ἰατρῶν, ἀλλ’ οἱ κακῶς ἕχοντες.” ὅτι μὲν οὖν καὶ μεμολυσμένους καὶ ἐκνενιμμένους οὔπω τὴν ἁμαρτίαν ἐξ [*](2. καὶ tertium assumptum ex Β. 9. ἐκεῖνο accessit ex Β. 16. γοῦν om. Β. 17. πανάγνου Edd. 18. Haec καὶ τὸ accesserunt ex Β. 25. ὁ accessit ex Β. 26. προσίεσαν Edd.)
22
ἀμετρήτου φιλανθρωπίας προσίεται Θεὸς, ἐνδοιάσῃ τις ἄν οὐδαμῶς. χρῆναι δὲ δεῖ μάλιστα τῆς κατὰ τὸν μακάριον Ὠσηὲ γενομένης ἱστορίας μὴ καθορίζειν τὸ ἀκαλλὲς γραφούσης ἡμῖν ἐφ’ ἑαυτῆς παγκάλως, ὅτι βδελυροῖς καὶ ἀκαθάρτοις [*](e) οὖσιν ἔτι, τὴν παρ’ ἑαυτοῦ πνευματικὴν κοινωνίαν ὁ θεῖος ἡμῖν χαρίζεται Λόγος.

Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν μακάριον Ὠσηέ Βάδιξε, λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας. δέχεται δὲ τὴν Γόμερ, οὐχ ἡδυπαθείας εὕρεμα τὸ χρῆμα ποιούμενος, ἀλλ’ ὑπακοῆς καὶ διακονίας ἔργον ἀποπληρῶν, καὶ ὑπηρέτης τοῦ τύπου γινόμενος, ὃν αὐτὸν δὴ μάλα ἐροῦμεν, ἐν τοῖς σαρκικοῖς καὶ γεωδεστέροις διαμορφοῦντες, ὡς [*](16 Α. a) ἔνι, τὰ πνευματικά. αἰτιῷτο δ’ ἂν οἶμαί τις οὐκ ἐν κόσμῳ λοιπὸν τὸν τοῦ προφήτου σκοπόν. τὸ γὰρ ἑλέσθαι γαμεῖν, καὶ γυναίῳ συνάπτεσθαι, καὶ τέκνων ἐρᾷν, ὁ τῆς θεοπνεύστου γραφῆς οὐκ ἐξείργει λόγος· μᾶλλον δὲ μώμου καὶ διαβολῆς [*](Heb. xiii. 4.) ἀπαλλάττει πανταχοῦ· " τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη " ἀμίαντος, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐφεῖτο δὲ τοῖς ἐθέλουσι διαβιῶναι ὀρθῶς, καὶ τὸν ἐνάρετόν τε καὶ [*](b) εὐσεβῆ κατορθῶσαι βίον, κἂν εἰ τέκνων γλίχοιντο γονῆς. διεβίω γὰρ οὕτως ὁ μακάριος Ἁβραάμ. γεγόνασι δὲ καὶ οἱ μετ’ αὐτὸν εὐδόκιμοι παρὰ Θεῷ. τί οὖν, εἰπέ μοι, τὸ ἄτοπον, ἢ πῶς ἂν ὅλως διαβεβλήσεται τὸ μὴ ἀνήνασθαι γάμον, Θεοῦ προστάττοντος γράφεσθαί τι τῶν πνευματικῶν καὶ ἀναγκαίων εἰς ὄνησιν τοῖς ἐντευξομένοις ἐν τοῖς σωματικοῖς τε καὶ αἰσθητοῖς ; φαίην δ’ ἂν ἑγωγε καταδείσας οὐδὲν, ὅτι καὶ σέσωκεν ὁ προφήτης τὴν Γόμερ. γύναιον γὰρ τὸ οὕτως αἰσχρὸν καὶ πολύκοινον, ἑνὶ πέπεικεν ἀνδρὶ προσκεῖσθαι [*](C) μόνῳ, καὶ τὴν πάλαι καὶ αὐτὴν λυποῦσαν τὴν φύσιν· ὅτι μὴ τέκνων ὑπέκειτο γοναῖς, ἀλλὰ ταῖς τῶν προστυχόντων ἡδυπαθείαις πωλοῦσα τὴν ὥραν, πέταυρον ἦν θανάτου, καὶ [*](12. διαμορφοῦντες] Sic Β. διαμορφοῦντα Edd. 20. γλίχοιντο] εὔχοιντο iid. Statim γονὰς iid.)

23
θύρα καὶ ὁδὸς εἰς αὐτό που τὸ βαθὺ καὶ λοῖσθον καταφέρουσα σκότος· ἀποσχέσθαι πέπεικε τῶν οὕτω διεπτυσμένων ἐπ’ᾳσμάτων τε ἅμα καὶ ἐγχειρημάτων, καὶ τέκνων ἐποίει μητέρα σεμνήν. τὸ δὲ δὴ μὴ σφόδρα φροντίσαι τῶν κὰμ ἑαυτὸν, ἐξανύσαι γεμὴν ἑλέσθαι μᾶλλον τὸ ἑτέρῳ χρήσιμον καὶ ἀναγκαῖον εἰς σωτηρίαν, ἁγιοπρεπὲς ἂν φαίνοιτο καὶ ἀξιὰγαστον [*](d) σπούδασμα. ἢ γὰρ οὐχ οὕτω καὶ ἐπαίνου παντὸς ἀξιώσομεν τὸν μακάριον προφήτη Ἡσαΐαν, εἰ τὸν χιτωνίσκον [*](Es.xx. 2,3.) ἀποδὺς, ὑπολυσάμενος δὲ καὶ τὰ σανδάλια, καὶ ὀλίγου παντελῶς ἀξιώσας λόγου τὴν εὐκοσμίαν, περιεπάτει γυμνὸς, ἵνα τῆς ἐσομένης αἰχμαλωσίας τοῖς ἐξ Ἰσραὴλ παραδείξας τὸ σχῆμα, Θεῷ προσκεῖσθαι παρασκευάσῃ καὶ τὴν τῶν ἁμαρτιῶν ἀγαπῆσαι κατάληξιν ἀναπείσῃ λοιπόν ; τί δὲ, εἶπε μοι, καὶ ὁ σοφὸς ἡμῖν Παῦλος οὐκ ἔφασκεν ἐναργῶς [*](e) “ Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, [*](Rom. ix. 3.) " ὕπερ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα; οὐχὶ δὲ καὶ “ τοῖς πᾶσι γενέσθαι τὰ πάντα φησὶν, ἵνα πάντως [*](1 Cor. ix. 22,20,21.) " τινὰς σώσῃ, καὶ γεγονέναι μὲν τοῖς Ἰουδάιοις ὡς Ἰουδαῖος, “ τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὣν ἄνομος Θεῷ, ἀλλ’ ἔννομος “ Χριστῷ, ἵνα σώσῃ τοὺς ἀνόμους ; ” καὶ τί ἔτι ταῦτα λέγω, τὸ ἔτι μεῖζον ἀφείς ; ὅτι καὶ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος, " οὐχ ἁρπαγμὸν ἡγή- [*](a 17 Α.) " σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου [*](Phil. ii. 6-8.) “ λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι “ εὑρεθεὶς ὡς ἄνθρωπος, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρο- [*](Heb. xii. 2.) νήσας.

οὐδὲν οὖν ἄρα τὸ θαυμαστὸν, εἰ βραχὺ τοῦ πρέποντος ἐκπεφοιτηκὼς, σέσωκεν ὁ προφήτης τὴν Γόμερ, καὶ ἀπολωλὸς τὸ γύναιον ἀνακομίζει πρὸς εὐκοσμίαν. ὅτι δὲ [*](b) χρησίμου τε καὶ ἀναγκαίου πράγματος ἕνεκα συνάπτεσθαι τῷ γυναίῳ προσέταττε Θεὸς, πεπληροφόρηκεν εὐθὺς, ταύτης [*](2. ἐπᾳσμάτων] Sic Edd. σκεμμάτων Β. 12. προκ. Edd. Correxit Migne. Haec καὶ τῆ — ἀναπείσῃ accesseinnt ex Β. 28. ἐκπεφοιτηκὸς Aub.)

24
ἕνεκα τῆς αἰτίας ἐκεῖνα προστάξαι διαβεβαιούμενος. διότι φησὶν, ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου. καὶ οὐκ ἐσομένην πορνείαν τῆς γῆς, ἀλλὰ τὴν ἤδη [*](3 Reg. xii. 28,29.) γεγενημένην, τῷ προφήτη φησί. καὶ γὰρ ἦσαν αἱ δαμάλεις εἰς Δὰν καὶ Βαιθήλ, καὶ τὰ τοῦ Βάαλ ἐγήγερτο τεμένη, καὶ [*](Ib. xvi.32.) αἱ τελεταὶ τοῦ Ἰσραὴλ κατὰ πᾶσαν ἐπράττοντο τῶν Σαμαρειτῶν [*](C) τὴν χώραν. ἀδιαφορεῖ τοιγαροῦν κατὰ τοὺς χρόνους ἡ θεόπνευστος γραφὴ, ἢ καὶ, ὅπερ ἐστὶν ἀληθέστερον εἰπεῖν, οἱ ταύτην ἡμῖν διηρμηνευκότες· καθάπερ ἀμέλει καὶ αὐτὸ τὸ τοῦ Χροιστοῦ πρόσωπον διὰ τῆς Ἡσαΐου φωνῆς εἰσφέρεται [*](Esai. 1.6.) λέγον, " τὸν νῶτον μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας " μου εἰς ῥαπίσματα.” καὶ αὐτὸς δέ φησιν ὁ προφήτης περὶ [*](Ib. liii. 7,8.) αὐτοῦ “ Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον " τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα [*](d) "αὐτοῦ· ἐν τῆ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ᾔρθη.” ὁρᾷς ὅπως τὸ ἐσόμενον ἐν καιροῖς ὡς ἤδη γεγενημένον ὁ τῆς προφητείας ἡμῖν εἰσκεκόμικε λόγος ; οὐκοῦν τὸ, Ἐκπορνεύουσα ἐκπορνεύσει η γῆ, ἀντὶ του, πεπόρνευκεν η γῆ, νοητέον. πεπορνευκε δὲ τίνα τρόπον ; Ἀπὸ ὄπισθεν τοῦ Κύρου, τουτέστι, τὴν ἀκολούθησιν ἀθετήσασα, ἢν ἂν ποιοῖτό τις, ὡς πρὸς [*](Deut. xiii. 4.)Θεόν. γέγραπται γὰρ, ὅτι " Ὀπίσω τοῦ κυρίου πορεύσῃ,” [*](cf. Hos. xi. 10.)τουτέστιν, ἀκολουθήσεις ἀμεταστρεπτὶ τοῖς ἄνωθεν καὶ [*](e) παρὰ Θεοῦ νόμοις. πεπόρνευκε τοίνυν ἀπὸ ὄπισθεν τοῦ Κύρου, κατακολουθεῖν οὐκ ἀνεχομένη. γέγονε γὰρ ἀποστάτις καὶ βέβηλος, καὶ ταῖς τῶν εἰδώλων προστεθεῖσα λατρείαις προσκέκρουκε τῷ Δεσπότῃ. ταύτης οὖν ἕνεκα τῆς αἰτίας συνάπτεται τῆ Γόμερ ὁ προφήτης Ὡσηὲ, ὅτι πεπόρνευκεν ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυροῦ. μυστικοῦ γὰρ, ὡς ἔφην, πράγματος τύπος ἂν νοοῖτο τὸ δρώμενον. εἶτα τέτοκεν ἡ Γόμερ.

[*](2. ἀπὸ ὄπισθεν] ἀποόπισθεν Β. hic et infra. 5. βαιθήλ] Βηθὴλ Edd. 17. Τό ἐκπορν. citat Cat. in Proph. xii. in bibl. S. Synodi Mosquensi, 208. (olim 209.) 18. πεπόρνευκε] πεπόρνευκε] Cat. cit. 22. ἀμετατρεπτὶ Edd. 22. καὶ assumptum ex B. Cat. cit, 24. ἀποστάτις] Β. Cat. cit. ἀποστάτης Edd.)
25

Kαὶ εἶπε Κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὅνομα αὐτοῦ Ἰεσράελ, [*](4) διότι ἕτι μικρὸν καὶ ἐκδικήσω τὸ αἰνὰ τοῦ Ἰεσράελ ἐμ τὸν [*](a 18 Α) οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἵκου Ισραήλ. καὶ [*](5) ἕσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον του Ἰσραὴλ ἐν τῇ κοιλάδι τοῦ Ἰσεράελ.

Ἐν τούτοις ἡμῖν ὁ λόγος διττὴν ὠδίνει τὴν θεωρίαν. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ παρά τισιν, ἧς ἀναγκαῖον ἐπιμνησθῆναι νῦν διά γε τὸ ἀκριβές· ὀνίνησι γὰρ οὐ μετρίως, [*](b) τὸ ἀμφοῖν ἡμᾶς ἐπιμνησθῆναι τοῖν λόγοιν. ἡ μὲν οὖν καθ’ ἡμᾶς ἔκδοσις, τουτέστιν, ἡ τῶν ἑβδομήκοντα, Καὶ έκδικήσω, φησὶ, τὸ αἶμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰούδα. ἡ δὲ ἑτέρα φησί, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰηοῦ. καὶ εἰ μὲν οὕτω νοεῖν ἕλοιντό τινες, ἱστορικωτέραν ἀνάγκη ποιεῖσθαι τὴν ἀφήγησιν. ἕχει δὲ οὕτως·

Γέγονε μὲν Ἀχαὰβ βασιλεὺς ἐν Ἰσραὴλ, ὁ καὶ σύνοικον ἔχων τὴν Ἰεξάβελ. ἐπειδὴ δὲ ἐζήτει τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ, [*](c) ὁ δὲ πρὸς τοῦτο ἀπήντα, λέγων, " Μῆ μοι γένοιτο δοῦναι [*](3 Reg. xv. 3.) “ ἀμπελῶνα πατρός μου σοί.” πεφόνευται, ταῖς Ἰεξάβελ δυστροπίαις περιπεσών. ἐπειδὴ τοίνυν πεφόνευτο, κεκληρονόμηκεν Ἀχαὰβ τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ, προσέκειτο δὲ καὶ ἑτέρως ταῖς τῶν δαιμόνων λατρείαις, καὶ τοῦτο ἐκτόπως, ἠγανάκτει λοιπὸν ὁ τῶν ὅλων Θεός. εἶτα προστέταχεν [*](4 Reg. ix. 1.) Ελισσαιὲ τῷ προφήτῃ χρῖσαι τὸν Ἰηοῦ, βασιλέα ἐπὶ τὸν Ισραήλ. ἀποστείλας δὲ τὸ παιδάριον ὁ προφήτης, τὸ θεῖον [*](d) ἐπλήρου θέσπισμα. εἶτα κεχρισμένος Ἰηοῦ, κάτεισιν ἐν [*](Ib. 16sqq.) Σαμαρείᾳ, καὶ τὸν θεῖον ἐπὶ τοῖς λελυπηκόσιν ἐπλήρου θυμόν. ἀπεκτονὼς γὰρ τὸν Ἀχαὰβ, ἕῤῥιψεν ἐν τῷ ἀμπελῶνι [*](Ib. 25,33.) τοῦ Ναβουθαί. εἶτα μετὰ τοῦτο τὴν Ἰεξάβελ, ἀνῄρηκε δὲ καὶ ἑβδομήκοντα τοῦ Ἀχαὰβ υἱοὺς, τοὺς ἀνὰ πᾶσαν ὄντας [*](Ib. x.1—9:18—28.) τὴν Σαμάρειαν. προσετίθει δὲ τούτοις καὶ τὸν Βάαλ. ἐνἐἰεράελλ] [*](1. Sic Β. (22, 23, 86, 130, 311.) ἰεξραέλ Edd. Α.V.) 5. τῇ assumptum ex Β. F. (Alex. XII.) om. Edd. (Vat.) 7. ἧς] ὡς Edd. II. ἰεσράελ] Sic Β. ἰεξραὲλ (semper) Edd. 25. ἐν σαμαρείᾳ] ἐκ σαμαρείας Edd.)

26
πρῆσε γὰρ τὰς στήλας αὐτοῦ, καὶ κατέσεισε τὰ τεμένη, καὶ αὐτοὺς ἀποσφάττει τοὺς ἱερεῖς. ἐπὶ τούτοις αὐτὸν ἀποδέχεται [*](4 Reg. x. 30. e) Θεός· καὶ δὴ καὶ ἐπαγγέλλεται, λέγων, ὅτι “ υἱοὶ τέταρ- " τοι καθήσονται ἐπὶ θρόνου σου. ἁλλ’ ὁ οὕτως γεγονὼς εὐδόκιμος Ἰηοῦ προσκέκρουκεν οὐδὲν ἧττον Θεῷ. οὐ γὰρ περιεῖλε τὰς δαμάλεις, κατεφωρᾶτο δὲ καὶ αὐτὸς ἐν ταῖς [*](Ib. 31.) ἁμαρτίαις Ἱεροβοὰμ ἀνοσίως πεπορευμένος. εἶτα γέγονεν [*](Ib. xiii. 1.) ἐξ Ἰηοῦ, πρῶτος Ἰωάχας, ἀνὴρ καὶ αὐτὸς εἰδωλολάτρης, καὶ ταῖς δαμάλεσι προσκυνῶν. ἀλλ’ ἐν τοῖς καιροῖς αὐτοῦ, [*](Ib. 3.) Φησὶν, “ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἔδωκεν [*](Ib. 10.)“ αὐτοὺς ἐν χειρὶ Ἀξαὴλ βασιλέως Συρίας, καὶ ἐν χειρὶ Ἅδερ [*](19 A. a) “ υίοῦ’ δεύτερος ” δεύτερος ἐξ Ἰωάχας βεβασίλευκεν Ἰωάς. καὶ [*](Ib. xiv. 23.)οὗτος ἀνὴρ πονηρός. τρίτος Ἱεροβοὰμ, οὗ καὶ βασιλεύοντος [*](Ib. xv.8.)ἄρχεται τῆς προφητείας Ὠσηέ. τέταρτος Ἀξαρίας ἐξ Ἱεροβοὰμ, [*](Ib. 10.)καὶ αὐτὸς εἰδωλολάτρης· τοῦτον ἀπέκτεινεν ὁ Σελούμ. Οὑκοῦν ἐπειδήπερ κέχριστο μὲν ὁ Ἱηοῦ, ἵνα ἐκδικήσῃ τὸ αἷμα τοῦ Ναβουθαὶ, ὃς ἦν ἐξ Ἰεσράελ. πόλις δὲ αὕτη τῆς Σαμαρείας· καὶ ἵνα τὴν τοῦ Ἰσραὴλ εἰδωλολατρείαν περιελὼν, [*](b) λοιπὸν ἀναπείσῃ προσκεῖσθαι Θεῷ, εἶτα γέγονε καὶ αὐτὸς τῶν δαμάλεων προσκυνητὴς, δυσσεβεῖς δὲ οὐδὲν ἧττον οἱ ἐξ αὐτοῦ γεγόνασι παῖδες, ἐκδικήσω, φησὶ, τὸ αἶμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰηοῦ. ὥσπερ γὰρ ἐκδεδίκηκεν ἐκ τοῦ οἴκου τοῦ Ἀχαὰβ διὰ τῆς Ἰηοῦ βασιλείας, οὕτως ἐκδικήσει καὶ ἐκ τοῦ οἴκου Ἰηοῦ. ἐν γὰρ ταῖς ἡμέραις τῶν υἱῶν αὐτοῦ [*](Ib. xiii. 3.cf. xiv. 26.) πεπολέμηκεν Ἀξαὴλ βασιλεὺς Συρίας, καὶ μέντοι καὶ Ἅδερ, καὶ νενικήκασι τὸν Ἰσραὴλ, πλείστας δὲ ὅσας τῶν ἐν Σαμαρείᾳ πεπορθήκασι πόλεις. τίκτεται τοίνυν τῷ προφήτῃ [*](c) παιδίον, ᾧ καὶ ὄνομα τὸ Ἰεσράελ. οἱονεί πὼς Θεοῦ τὴν ἐπὶ τῷ Ναβουθαὶ γενομένην ἁμαρτίαν ἀναμιμνήσκοντος· ἀνδρὸς γὰρ δικαίου καὶ εὐλαβοῦς ἀδίκως ἀνῃρημένου, πῶς ἃν ἠρέμησεν [*](2. ἀποδέχεται] + ὁ iid. 20. τῶν assumptum ex Β. 22. καὶ ante ὤςπερ add. Efld. Inc. ὤσπερ γὰρ Cat. Mosq. ante citata, et b. 23. τοῦ om. Cat. cit. b. habet B. 25. καὶ alt. assumptum ex B. b. Cat. cit. 26. δὲ Β. Edd. τε b. Cat. cit. 28. τὸ om. Cat. cit. ἐπὶ τὸν ναβουθὲ ( = ναβουθαὶ) Cat. cit.)
27
ὁ τῶν δικαίων προστάτης; συντρίψειν οὖν ἐπαγγέλλεται τὸ τόξον τοῦ Ἰσραὴλ ἐν τῆ κοιλάδι τοῦ Ἰεσπάελ. νενίκηνται γὰρ, ὡς ἔφην, ὑπό τε τοῦ Ἀζαὴλ καὶ μέντοι τοῦ Ἄδερ αἱ φυλαὶ τοῦ Ἰσραήλ.

Kαὶ ὁ μὲν λόγος ἐν τούτοις, τῶν ἱστορικῶς πεπραγμένων· φέρε δὲ καὶ εἰς τὴν ἑτέραν γραφὴν τὰ εἰκότα λέγωμεν, ἀνακομίζοντες ἤδη πρὸς θεωρίαν πνευματικὴν τὰ εἰρημένα παρὰ [*](d) Θεοῦ. εὐγενὴς μὲν διὰ τοὺς πατέρας ἡ τῶν Ἰουδαίων συναγωγή. λελατρεύκασι γὰρ οἱ ἀμφὶ τὸν θεσπέσιον ‘Αβραὰμ Θεῷ ζῶντι καὶ ἀληθινῷ· καὶ μὴν καὶ δικαιοσύνης γεγόνασιν ἐπιμεληταὶ, καὶ ἁπάσαις ἀγαθοεργίαις εὖ μάλα κατεστεμμένοι, καὶ γνησιότητι διαπρέποντες· καὶ ἀκλόνητοι τὴν πίστιν, καὶ πᾶν εἶδος ἐπιεικείας ἐπησκηκότες. ἐπειδὴ δὲ λιμοῦ κατωθήσαντος [*](Gen.xlvi. sqq.) ἐπέμιξαν Αἰγυπτίοις, εἶτα μακροὺς ἐκεῖσε διατετελέκασι [*](e) χρόνους, ἑτερότροποί τε καὶ ἑτερογνώμονες οἱ ἐξ αὐτῶν γεγόνασι, τοῖς τῶν ἐνοικούντων ἔθεσιν ἕπεσθαι ᾑρημένοι λοιπόν· καὶ ὀλίγα παντελῶς τῆς τοῖς πατράσιν ἐντριβοῦς καὶ ἐξαιρέτως κατορθουμένης εὐσεβείας πεθροντικότες. προσκεκυνήκασι γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, [*](Rom. i.25.) καὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καθὰ γέγραπται. κατῴχοντο [*](Hier. i. 16.) δὲ βδελυρίας εἰς τοῦτο καὶ βεβήλου ζωῆς, ὡς τάχα που φαυλότητος τρόπον ἔχειν ἀνεπιτήδευτον παντελῶς οὐδένα. [*](a 20 Α.) καί μοί τι παθεῖν δοκοῦσι τοιοῦτο, ὅπερ ἂν πάθοι γυνὴ σοφή τε καὶ εὐγενὴς, τὸν μὲν ἑαυτῆς μεθεῖσα τρόπον, μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσασα τοῖς εἰς εὐκοσμίαν ἐπιτηδεύμασιν· ἀνθηρῇ μένη δὲ μᾶλλον τὸ ἐν εἴδει καὶ ἐν σχήμασιν ὁρᾶσθαι πορνικοῖς. ὅνπερ γὰρ τρόπον ἡ τοιάδε γυνὴ τὰς ἁπάντων ἡδονὰς ἐφ’ ἑαυτῇ πληροῖ, δυσχερείας ἁπάσης ἐξηρημένης, οὕτω καὶ ἀνθρώπου ψυχὴ, τῶν τῆς εὐσεβείας ἀπονεύσασα σπουδασμάτων, καὶ ἀγάπης τῆς εἰς [*](b) Θεὸν ἀλογήσασα, καὶ προσκεκλιμένη τῷ Σατανᾷ, τὰς τῶν [*](1. τὸ assumptum ex Cat. Mosq. 23. πόθοι] πάθει Edd. ante Migne. 26. ἀνθῃπημένη] ἀνῃρημένη Edd. ἐν alt. assumptum ex B. 31. προσκεκλιμένη] προσκεκλημένη Edd.)

28
πονηρῶν πνευμάτων ἐπιθυμίας ἀποπληροῖ. οὐκοῦν πεπόρνευκεν ἐν Αἰγύπτῳ νοητῶς ἡ τῶν Ἰουδαίων συναγωγή· προὔκειτο γὰρ, ὡς ἔφην, ταῖς τῶν δαιμονίων ἐπιθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν αὐτοῖς καθ’ ἡδονὴν ἀποφερομένη εὐκόλως· ἀλλ’ ἐπεσκέπτετό τε καὶ ἠλέει Θεὸς τὴν οὕτω διερριμμένην, καὶ σώφρονα πάλιν αὐτὴν ἀποφαίνειν ἤθελε· μόνον δὲ οὐχὶ [*](c) καὶ σύνοικον ἐποίει τὴν βέβηλον ὁ πάναγνός τε καὶ καθαρὸς, καὶ τέκνων ἐποίει μητέρα, καὶ ἀγάπης ἠξίου, διὰ τὸν ἐξ αὐτῆς γενόμενον πρωτότοκον, τουτέστι τὸν Ἰεσπάελ, ὃς ἑρμηνεύεται σπορα Θεοῦ.

Ορα δὴ οὖν εἰς εἰκόνα καὶ τύπον τῶν οὕτω πανσόφως οἰκονομηθέντων παρὰ Θεοῦ τεθειμένον τὸν Ὠσηέ. συνάπτεται τῇ Γόμερ, πόρνῃ γυναικὶ προφήτης ἅγιος. ἡ δὲ τέτοκεν αὐτῷ τὸν Ἰεσπάελ. οὕτω καὶ Θεὸς ἐκάλει πρὸς οἰκειότητα διὰ τοῦ πανσόφου Μωυσέως τὴν τῶν Ἰουδαίων [*](d) συναγωγὴν, καὶ εἰς κοινωνίαν πνευματικὴν, διὰ τὸν ἐξ αὐτῆς ἐσόμενον πρωτότοκον, τουτέστι Χριστὸν, ὅς ἐστι σπορὰ Θεοῦ κατὰ τὸ ἀληθές· γεγέννηται γὰρ ἐκ Πατρὸς ὁ Υἱὸς, εἰ καὶ γέγονε σάρξ.

Επειδὴ δὲ οὐκ ἂν ἑτέρως γένοιτο σαφὴς καὶ εὐκρινεστάτη τῆς πνευματικῆς θεωρίας ἡ παράθεσις, μὴ παρενεχθέντων εἰς μέσον τῶν ἱστορικῶς γεγονότων, φέρε πάλιν αὐτῶν ἐπιμνήσομαι. ὅτι μὲν οὖν πόλις ἡ Ἰεσράελ, προαπήγγελκεν ἡμῖν ἐναργῶς ὁ λόγος, ἀλλ’ ὡς ἐκ πόλεως τῆς Ἰεσράελ σημαίνει [*](e) τὸν Ναβουθαί. τύπος δ’ ἂν γένοιτο καὶ αὐτὸς τῆς ἐν Χριστῷ νοουμένης οἰκονομίας· ἑρμηνεύεται δὲ καὶ αὐτὸς, Ερχόμενος. ὀνόματι δὲ τῷ τοιῷδε τὸν Ἐμμανουήλ σημαίνει πλειστάκις τὸ γράμμα τὸ ἱερόν. εἴρηται μὲν οὖν πρὸς τὸν [*](Abac. ii. 3; Heb. x. 37. ) μακάριον προφήτην Ἀμβακούμ “ Ἔτι μικρὸν, ὁ ἐρχόμενος “ἥξει καὶ οὐ χρονιεῖ·’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ, “Εὐ- [*](Ps. cxvii. 26.) λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· καὶ μὴν καὶ [*](3. δαιμονίων] δαιμόνων b. 9. ἰεσράελ (ut Β. passim.) b. 18. γεγέννηται] Sic b. γεγένηται Edd. εἰ καὶ hoc ordine b. 29. ἀμβακόυμ] ἀββακοὺμ iid. κοὶ post μικρὸν add. b. invito Β.)

29
αὐτὸς ὁ θεσπέσιος βαπτιστὴς ἀποστέλλει τινὰς τῶν ἑαυτοῦ μαθητῶν πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ [*](a 21 Α.) δὴ διεπυνθάνετο λέγων, “Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσ- [*](S. Matth.xi. 3.) “δοκῶμεν;” Ὅτι δὲ ἦν εἰς εἰκόνα Χριστοῦ, καὶ τοῦτο σαφῶς ἐκ τῶν ἐπ’ αὐτῷ γεγραμμένων εἰσόμεθα. ἐπεθύμει μὲν γὰρ ὁ Ἀχαὰβ κατακτήσασθαι τὸν ἀμπελῶνα αὐτοῦ, καὶ εἰς κῆπον λαχάνων μετασκευάσαι τὸ οὕτως ἐξαίρετον χωρίον. ὁ δὲ ἠγανάκτει πρὸς τοῦτο, καὶ ὡς οὐκ ἃν προοῖτό ποτε τὸν τοῦ πατρὸς ἀμπελῶνα, διισχυρίζετο σαφῶς. “Μή μοι γὰρ [*](3 Reg. xx. 3.) “γένοιτο, φησὶ, προδοῦναι ἀμπελῶνα πατρός μου σοί.’’ [*](b) ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ἡ θεομισὴς καὶ βέβηλος Ἰεζάβελ, ἡ τοὺς προφήτας διώκουσα, καὶ τοῖς δικαίοις ἐπιβουλεύουσα, δυστρόποις ἐπιχειρήμασιν ἐξεμηχανᾶτο τῷ δικαίῳ τὸν [*](Ib. 8sqq.) φόνον· καὶ δὴ καὶ ἀναιρεθῆναι παρασκευάσασα, κληρονομεῖν ἐκέλευε τῷ συνῳκηκότι, φημὶ δὴ τῷ Ἀχαάβ. ἐπὶ τούτοις εἰκότως ἠγανάκτει Θεὸς, καὶ δὴ καὶ ἐκδικήσειν ἐπαγγέλλεται [*](Ib. 17sqq.) τὸ αἷμα τοῦ Ἰεσράελ. ἀνῄρηται γοῦν Ἀχαὰβ ὑπὸ Ἰηοῦ, καθάπερ ἤδη προείπομεν· προσετέθη δὲ αὐτῷ καὶ ἡ παμπόνηπος [*](c) Ἰεζάβελ.