In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
ἈΒΔΙΟΥ δὴ πάλιν προφητεύει μὲν ἐν καιροῖς ὡς ἔοικεν, καθ’ οὓς καὶ Ἰωήλ, μονονουχὶ δὲ διέλαχε πρὸς αὐτὸν τὴν ὅρασιν, καὶ μερίζεται τὸ διήγημα. ὁ μὲν γὰρ θεσπέσιος [*](Joel iii. 19.) Ἰωήλ ἐπ’ αὐτοῖς ἤδη τέρμασι τῆς αὐτοῦ προφητείας “ Αἴ- “ γυπτος, φησὶν, εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς " πεδίον ἀφανισμοῦ ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ’ ὧν ἐξέχεον “ αἷμα δίκαιον ἐν τῆ γῆ αὐτῶν·” ὁ δὲ τῆς Ἰδουμαίας τὸν ἀφανισμὸν τίνα τε τρόπον καὶ ὅπως ἔσται, κατὰ καιροὺς [*](b) ἀφηγεῖται λεπτῶς. ἐπειδὴ δὲ τοῖς ἐντευξομένοις τῇ τοῦ βιβλίου συγγραφῆ λυσιτελὲς τὸ ἀναμαθεῖν ἀκριβῶς καὶ πρό γε τῶν ἄλλων, τίς μέν ἐστιν ἡ Ἰδουμαία, τί δὲ τὸ συμβὰν αὐτῇ, καὶ τοῦ δὴ χάριν ταῖς ἐκ θείας ὀργῆς ὑπενήνεκται συμφοραῖς, φέρε λέγωμεν, ὡς ἔνι, τὰ τοιάδε σαφῶς τοῖς φιλομαθέσι καταλεπτύνοντες. Ἰδουμαῖοι τοίνυν κέκληνται καὶ εἰσὶν οἱ ἐξ Ἡσαῦ γεγονότες. ἐπειδὴ γὰρ Ἐδὼμ ὠνό- [*](Gen. xxv. 30.) μασται, τουτέστιν γήινος, διά τοι τὸ ἀποδόσθαι τὰ πρω- [*](Coflex Β. [D. aliquoties adhibitus.] 1—3. Sic Β. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀλεζανδρείας, ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην Ἀβδίου Edd. 4. προφητεύει μὲν ἐν καιροῖς ὡς ἔοικεν Β. προφητεύειν μὲν ἔοικεν ἐν καιροῖς Edd. 5. καὶ assumptum ex Β. 6. θεσπέσιος assumptum ex Β. 7. ἑαυτοῦ Edd. 8. ἡ assumptum ex Β. 9. ἀφανισμοῦ] + ἔσται D. ἐξέχεον B.D. (22. al.) ἐξέχεαν Edd. 15. καὶ του] καί του Edd. 1 7. Haec Ἰδουμαῖοι—γεγονόντες accesserunt ex B.D.)
Ὅρασις Ἀβδιού· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον. ὅλον ἡμῖν τῆς ἑαυτοῦ προφητείας ἐν τούτοις, ἤγουν τῆς ὁράσεως διερμηνεύει τὸν σκοπὸν, καὶ ὅποι ποτὲ βλέπει διατρανοῖ. [*](b) ὅτι γὰρ ἐπὶ τοῖς ἔσεσθαι μέλλουσι κατὰ τῆς Ἰδουμαίας ἡ ὅρασις αὐτῷ, πειρᾶται πληροφορεῖν. ἐμπεδοῖ γὰρ πρὸς πίστιν τοὺς ἀκροωμένους, καὶ ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὸ λαλούμενον, ἀναπείθειν πειρᾶται λέγων ὡς ἥκιστα μὲν αὐτοῦ, Θεοῦ δὲ μᾶλλον εἶεν οἱ λόγοι. ἔφη τοίνυν ἀκοὴν ἀκοῦσαι παρὰ Θεοῦ κατὰ τῆς Ἰδουμαίας. καὶ τίς ἂν νοοῖτο πάλιν, εὐθὺς αὐτὸς διεσάφησεν, προσθεὶς ὅτι περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. ἔθνη δὲ, ποῖα; τὰ τῆς Ἰδουτριμαλιὰς [*](14. Edd. ante Migne. 15. σπηλαίων Edd. 20. αὐτοῦ iid. 23. οὕτω] αὕτη iid. 27. παρὰ] περὶ iid.)
Ἣ καὶ καθ’ ἕτερον τρόπον. τοῖς γὰρ ἔθνεσι τοῖς κύκλω τῆς Ἰδουμαίας ποιεῖσθαι προστέταχε τὴν περιοχὴν, ἤτοι τὴν πολιορκίαν. προστέταχε δὲ οὐχὶ πάντως ἐναργῶς, ἀλλ’ οἷον διανιστὰς ὡς Θεὸς, καὶ καταθήγων ἐπ’ αὐτοὺς, ἃ καὶ τοῖς θείοις ἀναπεπεισμένα νεύμασι προτροπάδην ἀλλήλοις μονονουχὶ διακεκραγότα φασίν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον. συνεισβεβλήκασι γὰρ τοῖς ἐξ Ἰσραὴλ [*](d) καταδῃοῦσι τὴν Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν.
Ἴδου ὀλιγοστὸν δέδωκά σε έν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ [*](2) σφόφρα. ἠ ὐπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα [*](3) ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψὼν κατοικίαν αὐτοῦ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ Τις με κατάξει επὶ τὴν γῆν; ἐὰν [*](4) μετεωρισθῇς ὡς ἀετὸς καὶ ἀνὰ μέσον τῶν ἄστρων οῇς νοσσιάν [*](e) σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.
Ολιγοστὸν αὐτὸν ἐν τοῖς ἔθνεσι τεθεῖσθαί φησι καὶ ἠτιμωμένον διὰ τὸ παντελῶς εὐαριθμήτους γενέσθαι, εἰ πρὸς τῶν ἐπιόντων τὴν πληθὺν συγκρίνοιντο· πλεῖστοι γὰρ, ὡς ἔφην, οἱ κατ’ αὐτῶν τεθηγμένοι. ἢ ὀλιγοστοὺς γενέσθαι φησὶν, ὡς δαπανήσαντος τοῦ πολέμου, καὶ εἰς ὀλίγους περιστήσαντος κομιδῇ τὸ γένος αὐτοῖς. ἐκ πολλῆς δὲ ἄγαν ἀβελτηρίας διακένοις κεχρῆσθαι φυσήμασι τὸν Ἰδουμαῖον ὁ προφητικὸς [*](2. ἤγουν] + τὸν Edd. 5, πιιεῖσθαι προστέταχε hoc ordine B.D.b. 6. πάντως B.D.b. πάντη Edd. 7. τοῖς θείοις ἁ. νεύμασι D.b. Edd. τῶ θείω ὁ. νεύματι Β. 8. διακεκρ. μονονουχὶ b. 9, φασίν b. φησιν D. Edd. 10. πόλεμον] πολιορκίαν b. 12. δέδωκά] τέθεικά F. σὺ εἶ hoc ordine B.D.F. ( ℵ Alex. XII.) cf. Hom. Pasch. x. 156 d. 13. ἡ assumptum ex B. (22. al.) deest in D. 14. ὑψῶν κατοικίαν αὐτοῦ λέγων] ὑψοῦντα ὑψῶντα Edd.] κατ’. σου λέγοντα F. Edd. (Co.) 15. τῇ assumptum ex B.D. deest in F. Edd. (Vat. ℵ) αὐτοῦ] σου F. Edd. (Co.) με κατάξει hoc ordine B.D. (ℵ Alex. XII.) 16. καὶ] + ἐὰν Edd. invitis B.D. ℵ Alex. XII sed cf. Γ’. Pasch. 1. c. 18. φησὶ τεθεῖσθαι inv. ord. B, ἠτιμωμένον ἠτιμημένον Edd. 19. τὴν τῶν ἐπιόντων D.b. 22. ὀλίγους B.b. ὀλιγοστοὺς D. ὀλίγον Edd. 23. κομιδῆ assumptum ex D.b. ante περιστ. ponit B. 24. τὸν Ἰδουμαῖον assumptum ex B.D.)
Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ πρυγηταὶ εἰσῆλθον [*](6) πρὸς σὲ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδας; πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη αὐτοῦ τὰ κεκρυμμένα;
[*](c)Ἤδη φθάσαντες εἴπομεν, ὅτι καὶ ῥωχμὰς ὀρῶν, σπήλαιά τε καὶ διασφαγὰς ἐν πέτραις, δρυμούς τε διερευνώμενοι τοὺς Ἰδουμαίους ἀπέσφαττον, οἱ τοῖς ἐξ Ἰσραὴλ συνεισβεβληκότες καὶ συνεπιτιθέμενοι τῶν ἑτερογενῶν, ὡς ὀλίγους παντελῶς, ἢ μηδένα τοπαράπαν ἰσχῦσαι διαφυγεῖν. ἐπιτωθάζει δὴ οὖν ὁ λόγος αὐτοῖς, καὶ οἱονείπως ἐν ἤθει κατειρωνεύετεαι καί φησιν Εί λῃστρικῆς ἐφόδου πεπείρασο, καί σοι τὰ κλεπτῶν ἐπεφοίτησε γένη, οὐκ ἂν ἠρκέσθησαν τῷ λαβεῖν, [*](d) ἅπερ ἦν εἰκὸς ἀρκέσειν αὐτοῖς; εἰ δὲ δὴ καὶ ἀμπέλου δίκην ἀπετρύγων τινὲς, οὐκ ἂν διέλαθεν ἡ ἐπιφυλλὶς, καίτοι περιεργότατον ὄντα λίαν, τῶν ἀποτρυγᾶν εἰωθότων τὸν ὀφθαλμόν; [*](1. ἔσεσθαι] εἶναι Edd. 4, ἁπανταχῆ] πανταχῆ D. iid. 7, μάτην accessit ex Β. post καταλ. ponit D. κατῴκησας D. Edd. 8. τὸ] τε Edd. 9. ἐναέριον αὐτοῦ] ἐν ἀερίοις αὐτοῖς iid. ἐν ἄστροις αὐτοῖς D. 10. καταῤῥαχθήσῃ] καταρθήσῃ Edd. 15. ἐπιφυλλίδας] Sic edidi ex Β. (XII. qui ἐπὶ φ. divisim habet) ἐπιφυλίδας Β. ἐπιφυλλίδα D. Edd. 17. ῥωχμὸς D. Edd. ῥοχμὰς Β. 22. Haec ἐν ἤθει accesserunt ex B.D. 24. ἠρκέσθησαν] ἤρκεσαν Edd.)
Ἕως τῶ ὁμῶ σου ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς [*](7) διαθήκης σου ἀντέστησάν σοι, ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου· συνεσθίοντές σοι ἔθηκαν ἔνεδρα ὑποκάτω θοῦ, οὐκ ἔστι σύνεσις ἐν αὐτοῖς. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, [*](8) ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ. [*](a 358 A.) καὶ πτοηθήσονται οἱ μαχηταί σου ὁ ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ [*](9) ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, διὰ ὦι σφαγὴν καὶ τὴν ἀσέβειαν [*](10) τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα· ἀρ’ ἦς ἡμέρας ἀντέστης ἐξεναντίας [*](11) ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ [*](b) ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
Οτε κωλύειν ἤθελον τοὺς ἐξ Ἰσραὴλ οἰκοδομοῦντας τὸν νεὼν καὶ τὴν ἁγίαν πόλιν ἀνατειχίζοντας, οἱ ἐξ αἵματος Ἡσαῦ, ὁμοψυχίας συνθήκας πρὸς τὰ περίοικα τῶν ἐθνῶν [*](3. καὶ assumptum ex Β. deest in D. 5. ἔρευναν] ἐρεύνας Edd. φυλλὰς] + μὴ iid. 12. ἠδυνάσθησαν] ἠδυνήθησαν F. (22. al.) 13. Haec συνεσθίοντές σοι accesserunt ex Β. (22. al.) desunt in D. 14. ἐκείνῃ τῇ ἡμέρᾳ hoc ordine B.D. (ℵ Alex. XII.) 16. ἐξαρθῇ habet D. 18. ἐς τὸν ἀδελφόν Β. (Alex. XII notat haec vv. Σ esse.) cf. infra et in Es. 311 a, Hom. Pasch. x. 156 e. τὴν κατὰ τοῦ ἀδελφοῦ F. κατ’ ἀδελφοῦ Edd. καὶ prius assumptum ex Β. (Alex.) cf. in Es. 1. c. Hora. Pasch. I. c. 20. ἡμέρᾳ B. (Alex.) cf. in Es. 1. c. ἡμέραις Edd. (Vat.) 21. εἰς] + τὰς F. (Alex.) 24. νεὼν] ναὸν D. Edd. 25. τὰ περίοικα B.D. τοὺς περιοίκους Edd.)
Καὶ μὴ ἐπίδης ἦμέραν ἀδελφοῦ σου ἐν ἦμέρᾳ ἀλλοτρίων, κὼ μὴ [*](12) ἐπιχαρής ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἧμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσης ἐν ἡμέρᾳ θλιψεως, μηδὲ εῖσέλθης εἰς πύλας [*](13) λαῶν ἐν ἦμέρᾳ πόνων αὐτῶν· μηδέ ἐπίδης καὶ οὐ τὴν συνσγωγὴν αὐτῶν ἐν ήμέρᾳ ὀλέΘρου αὐτῶν, μηδὲ συνεπιθῇ ἐπί τῆν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μὴ ἐπιοτῆς ἐπὶ [*](d) τὰς διεκβολὰς αὐτῶν, τοῦ ἐζολοθρεῦσαι τοὺς ανασωζομένους [*](14) αὐτῶν, μηδὲ συγκλείσης τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν θλίψεως.
[*](2. ἐξαρῇ habet D. ἐξαρθῇ correxit Migne. 3. ἀπόλοιτο Edd. 4. οὖν pro γοῦν iid. 5. δτι] ἐν τῷ iid. 12. καθ’ ἢν iid. 14. κλήρῳ λαχόντων] κύκλῳ μαχούντων iid. 16. καὶ τοῖς] καίτοι iid. 20. ἐπίδῃς] ἐπίδοις F. (Alex.) 22. μεγαλορημονήσῃς Edd. 23. μηδὲ ἐπίδῃς Β. cf. Hom. Pasch. χ. 157 a. καὶ μὴ ἐπίδοις F. (23.) καὶ μὴ pro μηδὲ Edd. (22. al.) τὴν om. F. Edd. 25. μὴ Β. μηδὲ Edd. (A.V. c.) 26. ἀνασωζ. ] + ἐξ F. Edd. (22. al.))Απαριθμεῖται δὴ πάλιν τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, σκληροὺς καὶ ἀφιλοικτίρμονας γεγονότας δεικνύων. ἐσχημάτισται δὲ ὁ λόγος, οἱονεὶ πληττομένοις τε ἤδη καὶ αἰκιζομένοις, ἐπιφωνοῦντος Θεοῦ καὶ τὸν τῆς ἁμαρτίας τρόπον [*](e) κατονειδίζοντος. τὸ δὲ ἐπιδεῖν ἐστι τὸ ἐπιγελᾶσαί τε καὶ ἐφησθῆναι κάμνουσιν ἀδελφοῖς, καὶ δυμησίας ἀφορμὴν τὰς τῶν ἑτέρων ποιεῖσθαι συμφορὰς, καίτοι τῆς θείας λεγούσης γραφῆς, μὴ δεῖν ὅλως ἐπιμειδιᾶν τοῖς κάμνουσιν. ἐν δὲ καὶ τῷ μὴ ἐπιχαρῇς καὶ τοῖς λοιποῖς, ἀπαριθμεῖται δὴ πάλιν τὰ τοῦ ῾ Ιδομαίου ἐγκλήματα, σκληρὸν καὶ ἀφιλοικτίρμονα γεγονότα δεικνύων, καὶ τοῦτο εἰς ἀδελφούς. μὴ γὰρ δή φησιν ἐν ἴσῳ τοῖς Ἀσσυρίοις εἴσω καὶ αὐτὸς ἐπείγου πυλῶν, οὐ [*](360 Α. a) χεῖρα τὴν ἐπαμύνουσαν εἰσφέρων, ὡς ἀδελφοῖς, καταδῃώσων δὲ μᾶλλον. καὶ μὴ ἐπίδης συναγωγὴν ἀθλίως ἀθλίως ὀλοθρευομένην· μήτε μὴν ἐπιφορτίσῃς τοῖς παρὰ σοῦ σφόδρα κατηχθισμένοις· νοῖς· μήτε μὴν τοῖς φεύγουσιν ἕσο πάγη, τηρῶν τὰς διεκβολὰς καὶ βρόχους ἱστὰς, ὡς ἂν μηδεὶς ἀνασώζοιτο ταῖς σαῖς ἐναλοὺς ἀφιλοστοργίαις, κἂν εἰ τὸ τῶν δυσμενῶν δία. δράμῃ ξίφος. πανταχῆ δὲ ὁ λόγος τῆς Ἰδουμαίων ἀπανθρωπίας κατηγορεῖ, ἵνα δὴ πάλιν ὅσιόν τε καὶ ἀνεπίληπτον [*](b) ἀληθῶς τὸ θεῖον ὁρῷτο κρῖμα, κολαζομένων μένων ἐν δίκῃ τῶν ἐκεῖνα πεπλημμεληκότων.
[*](15)Διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὅν τρόποι ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί [*](16) σοι εἰς κεφαλήν σου. διότι ὅν τρόπον ἔπιες ἐπί τὸ ὄρος τὸ ὅγιόν μου, πίονται πάντα τά ἔθνη οἶνον, πίονται καὶ καταβήσονται, [*](17) καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες· ἐν δὲ τῶ̣ ὄρει [*](e) Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον.
[*](1. Ἰδουμαίων] Ἰουδαίων Edd. 5. τε om. Β. 8. καὶ assumptum ex B. 9. κοὶ] δὲ Edd. δὲ καὶ Migne. ἀπαριθμεῖ iid. 14. καὶ assumrtum ex Β. 15. παρὰ] πρὸ Edd. κατηχθημένοις iid. 16. διαβαλὰς iid. 18. διαδράμῃ] διαδράσῃ iid. 21. ἀληθῶς accessit ex Β. 23. ἡ ἡμέρα τοῦ B.F. (Alex.) ἡμέρα Edd. (Vat.) ἢ ἡμέρα ν] 25. σοι assumptum ex Β. (22 al.) cf. in Es. 635 a. Statim ἐπὶ pro εἰς F. Edd. (68. al.) 26. καταβήσονται] ἀναβήσονται Β. (22. al.) sed cf. e. infra.)Προαναφωνεῖ πάλιν τὸν τοῦ πολέμου καιρὸν, καθ’ ὃν ἐν κοιλάδι τῇ τοῦ Ἰωσαφὰτ συναγηγερμένα τοῖς Ἰδουμαίοις ὁμοῦ [*](Joei iii. 2.) καὶ τὰ πρόσοικα τῶν ἐθνῶν πικρὰς ἐξῄτηνται δίκας. ἡμέραν δὲ αὐτὴν ὀνομάζει κυροῦ. Θεὸς γὰρ ἦν ὁ παραδιδοὺς τοῖς ἐξ τοὺς τοὺς ἀνοσίως ἠδικηκότας· ὅτι δὲ ὁσίῳ κρίματι κολασθήσονται, διατρανοῖ λέγων Ὅν τρόπον εποίησας, οὕτως ἔσται σοι. ταλαντεύει γὰρ ἢ θεία φύσις τὰ ἑκάστου πταίσματα, καὶ ἰσοπαλῆ πάντως ἀντεπάγει τὴν δίκην, οἷς ἂν [*](d) ἕκαστος ἁλίσκοιτο πεπλημμεληκώς. ἐν δὲ τῷ δίοτι ὃν τρόπον ἔπιες, τοιόνδε τι παραδηλοῖ· ἔθος που τάχα τοῖς κρατήσασι τῶν ἐχθρῶν, καταλαζονεύεσθαι μὲν τῶν κεκρατημένων, ἐορτὰς δὲ καὶ πότους ἐπιτελεῖν, καὶ δὴ καὶ ἐπινικίους καταλαλαζειν φωνὰς καὶ τὰ μέθης ἔργα πληροῦν. ὡς οὖν ἐπετώθασας, φησὶ, καὶ κατεσκίρτησας τῶν ἐξ Ἰσραὴλ, πίνων τε καὶ κατορχούμενος, καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ἀδελφῶν ποιούμενος συμφορὰς, οὕτω πίονται καὶ κατορχήσονταί σου πάντα τὰ ἔνη· καὶ καταβήσονται μὲν κατὰ σοῦ, τουτέστι, [*](e) τῆς σῆς καταδραμοῦνται χώρας. καταλογισθήσῃ δὲ καὶ αὐτὸς ἐν τοῖς οὐχ ὑπαρχουσιν. ὀλοθρευθήσῃ γὰρ οὕτως, ὡς δοκεῖν ἤδη πὼς μηδ’ ὑπάρξαι ποτέ. ὄρος δὲ Σιῶν τὴν Ἐκκλησιαν ἡ θεόπνευστος ὀνομάζει γραφή· ὑψηλὴ γὰρ ὄντως, καὶ ακοπευτήριον ἀληθῶς, ἁγία δὲ πρὸς τούτοις, εἴπερ ἐστὶν οἶκός τε καὶ πόλις τοῦ παναγίου Θεοῦ.
Καὶ κατακγηρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομήσαντας [*](a 361 A.) αύτούς· καὶ σται ὁ οίκος Ιακὼβ Πύρ’ καὶ δ οικος [*](18) ᾿Ιωσὴφ φλόξ, ὁ δὲ οἶκος ῾ Ησαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονγαι [*](2. κοιλάδι τῇ D. Edd. τῇ κοιλάδι Β. Ἰδουμαίοις D. Edd. Ἰουδ̔οαίοις Β. 3. καὶ assumptum ex B.D. 7. ταλανεύει Edd. ἑκάστου pro ἡ θεία iid. 9. ἁλίσκοιτο] ἁλοῖτο iid. 9 10. Haec διότι et τοιόνδε τι παραδηλοῖ accesserunt ex Β. Ι2. καταλάζειν Β. 18. καὶ ex Β. 21. σκοπευτήροιον B.D.b. ακοπεύτρια Edd. 22. ἅγια (sic) iid. 23. παναγίου D.b. ὑπεραγίου Β. Edd. 24. κληρονομήσαντας Edd, (91, 95. 153 185.))
Ωήθη μὲν ὁ ἀπόπληκτος Ἰδουμαῖος κλῆρον ἕξειν τὸν οἶκον Ἰακὼβ, τουτέστι τοὺς ἐκ σπέρματος Ιακὼβ, καὶ δὴ καὶ κατεμερίζετο τὴν γῆν, συγκαταδῃώσας αὐτήν. ἀλλ’ ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς ἀδοκήτως ἀντεστραμμένον, κλῆρος γὰρ ἔσονται τῶν ἐξ Ἰακώβ. δαπανηθήσονται οὕτως, ὡς ἂν εἰ καὶ ὑπὸ φλογὸς καλάμη. ἔσται γὰρ πῦρ ὁ ὀλὸς Ιακὠβ, φλογὸς δὲ δυνάμεσι παραχωρήσειεν ἂν οὐδὲν ὁ οἶκος Ἰωσήφ. καταβρωθήσονται δὴ οὖν εἰσάπαν, [*](C) ὡς ἕνα πυροφόρον μὴ ἂν εὑρεῖν δύνασθαί τινας ἐξ ὁλοκλήρου φυλῆς ἢ ἔθνους. ἔοικε δὲ ὁ λόγος ἀκολούθως τῇ τροπῇ πυροφόρον εἰπεῖν, πῦρ γὰρ ὠνόμασε τὸν οἶκον Ἰακὼβ, φλόγα δὲ δὴ αὖ τὸν Ιωσήφ. καὶ οῖκος μὲν Ἰακὼβ νοοῖντ’ ἂν οἱ ἐξ Ιούδα καὶ Βενιαμὶν, οἶκος γεμὴν Ιωσὴφ οἱ ἐν τῆ Σαμαρείᾳ, τουτέστιν αἱ δέκα φυλαὶ, ὧν οἱ βασιλεῖς ἐκ φυλῆς Εφραΐμ γεγόνασι κατὰ καιροὺς, Μανασσῆς δὲ καὶ Ἐφραΐμ [*](d) ἤστην ἐξ Ιωσήφ. ἐν δὲ τῷ κατακληρονομήσουσιν οἱ ἐν ηαγὲβ, τόδε σημαίνεται. ὅτε γὰρ τὴν ἐνεγκοῦσαν ἀφέντες κατὰ τῶν ῾ Ιεροσολύμων ᾔεσαν οἱ Βαβυλώνιοι, κατεξανιστάντος αὐτοὺς εἰς μάχην τοῦ Ναβουχοδονόσορ, συμβέβηκεν ἀναγκαίως ἅπασαν μὲν τὴν τῶν Ἰουδαίων καταδῃωθῆναι χώραν, [*](1. πυροφόρος Β. (Vat. ℵ sed corr.) πυρφόρος F. Edd. (Alex. XII sed 2. δτι pro διότι F. Edd. (22. al.) 3. ἐν Ναγὲβ B. ἐν ἀγὲβ F. Edd, (ℵ 23, 106, 153.) 4. ὄρος τὸ F. Edd. (23. al.) τὸ om. B. sed cf. 5. καὶ secundum] + τὴν F. Edd. (153) cf. infra. 7. ὁ assumptum ex B. 12. εἰ καὶ ὕπο] ἐκ Edd. 14. οὐδὲν] οὐδεμίας iid. 15. πυροφόρον] πυρφόρον iid. 17. πυρφόρον iid. 18. Haec δὴ αὖ assumpta ex B. νοοῖτ᾿ iid. 19. οἶκοι iid. 20. φυλῆς Β. τῶν iid. 22. ἐν Ναγὲβ] ἐν Ἀγὲβ, Aub. 23. Haec τόδε σημαίνεται et γὰρ assumpta ex B. 24. κατεξαναστάντος Edd. Statim αὐτοῖς iid.)
Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἃν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω, τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα, ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε [*](d) δὴ τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατερριμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. “Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις,’ κατὰ τὰς γραφάς· [*](2 Cor. x. 17.) συνεγηγέρμεθα γὰρ αὐτῷ. καὶ κατέσκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· καὶ τοῦτο ἡμῖν οὐκ εἰς χρόνον ὑπάρξει μεμετρημένον, ἀλλ’ εἰς ἡμερας αἰῶνος· ἀναπόβλητον γὰρ ἐν ἡμῖν τὸ τῆς ἀφθαρσίας ἀγαθὸν, καὶ οὐκ ἔτι κρατήσει θάνατος τῶν ἐν Χριστῷ σεσωσμένων. τότε δὴ τότε καὶ οἱ [*](e) κατάλοιποι τῶν ἀνθρώπων μετὰ τοὺς πεπιστευκότας ἐξ Ἰσραὴλ τὸν φύσει τε καὶ ἀληθῶς ἐγνώκασι Θεὸν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης ἀποφοιτήσαντες. οὐ γὰρ ἦν [*](1. οὐ pro που (sic) Α. 2. τοῦ Θεοῦ om. Β. 3, λέγει Α. τοῦ τοῦ assumptum ex Α. Β. σκηνὴν Α.] 5, Hoc τότε accessit ex Α. 7, αὐτοῖς Α. Statim ὑποσκευασ. Edd. invitis Α.Β. 8. μὲν om. Α. 9. τοὺς assumptum ex Α.Β. 11. καθὼς Edd. 13. εἶεν Α. ἐν Α. d. ἐπὶ Edd. 15. ἐγείροντος Α. invito d. 16. τότε et τὰ ἀνθρώπινα — σχῆμα καὶ πάντα accesserunt ex Α.Β. d. 17. τὰ assumptum ex iisdem. 18. ὅτις γὰρ d. Edd. ἥτις [A.B.] ἐστιν ἡ Β. τὴν γραφήν Edd. invitis omnibus. Statim συνεγηγέρθαι δὲ pro συνεγ. γὰρ (sic) Α. 21. ἡμῶν Α. 24. τότε alt. assumptum ex Α.Β. 25. κατὰ pro μετὰ Edd.)
Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήψεται ὁ ἀλοητὸς [*](b) τὸν τρυγητὸν, καὶ περκάσει ἡ σταφυλὴ ἑ τῷ σπόρω, κα ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ πάντες οἱ βουνοί σύμφυτοι [*](14) ἔσονται· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἱσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν, [*](15) καὶ φυτεύσουσι κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν. καἰ καταφυτεύσω αὐτοὺς ἐΜ τῆς γῆς αὐτῶ, κω οὐ μὴ ἐκσπασθῶσιν [*](c) οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶι ἧς ἔδωκα αὐτοῖς λέγει ὁ Θεὸς ὁ Παντοκράτωρ.
[*](1. Χριστόν] + ὅτι Edd. invitis Α. Β. μὴ et τοῦ σίτου—ἐὰν δὲ desunt in Edd. 2. εἰς τὴν γῆν om. Β. 4, ἐκ τῆς γῆς desunt in Edd. 5, δὴ assumptum ex Α. ἂν ἐγερῶ Β. invito Α. 6. καὶ] + τὴν Edd. 8. τὰ προηγγελμένα Α. τὸ προηγγελμένον Edd. 9, ποιῶν] + πάντα Edd. ante Migne. Statiin ταῦτα om. Β. 10, Haec πάντη τε καὶ assumpta ex Α. Β. 11. καὶ om. Β. 12. ἐν δόξη τε καὶ ἐξουσίᾳ Α. 14, ἀλωητὸς (sic) ο Edd. ἁλὸς (sic) Α. 16, ἀποστάξει Α. 17, ἀποστρέψω F. (Co.) τοῦ om. Α. (XII.) ig. καταφυτεύσουσιν Α. Β. (Alex. XII manu prima.) φυτεύσουσιν Edd. (Vat.) 20. φυτεύσουσι Α. Β. (XII.) ποιήσουσι Edd. (Vat. XII mg.) τὸν om. Edd. 22. ἀπὸ] ἐκ V. (42.) 23. ὁ Θεὸς ὁ Παντοκράτωρ A.B.F. (Alex. XII.) ὁ alt. deest in Vat.] Παντοκράτωρ ὁ Θεός Edd. (91, 153,))Αὐτὸ δὴ σαφῶς ἡρμήνευσεν, ὅπερ ἔφην. καὶ εἰ μέν τις ἕλοιτο παχεῖάν τε καὶ ἱστορικὴν ποιεῖσθαι τὴν ἀφήγησιν, ἔρει δὴ πάλιν ἐκεῖνο, ὡς ἐπήγγελται σαφῶς τοῖς τὴν αἰχμαλωσίαν ὑπομεμενηκόσι τὴν ἐπάνοδον, καὶ ὅτι τὴν ἑαυτῶν καθέξουσι γῆν, πόλεις τε καὶ οἴκους ἀναδειμάμενοι, καὶ ἐν καλῷ τῆς εὐημερίας λοιπὸν γεγονότες, τὰ ἐξ ἀγρῶν συλλέξουσιν ἀγαθὰ, καὶ τῷ γηπονεῖν ἐγκείσονται μετ’ εὐφροσυνης καὶ χαρᾶς, ὡς ἀδιάλειπτον αὐτοῖς τὸν ἐπί γε ταῖς τῶν [*](d) ἡδίστων συγκομιδαῖς γενέσθαι πόνον, τῶν ἐξ ἅλωνος ἀγαθῶν συμποδιζόντων αὐτοῖς τὸν τρύγητόν, παρατείνοντος δὲ αὖ καὶ τοῦ τρυγητοῦ πάλιν εἰς τὸν τοῦ σπόρου καιρὸν, ὡς ἐκ ληνοῦ καὶ δρεπάνης καὶ βοτρύων αὐτῶν μεταφοιτᾶν τὸν γηπόνον ἔπι τὰ τῶν πεδίων ἀρόσιμα, καὶ τῆς ἅλω τὴν κόνιν ἀπονιψάμενον, τῶν ἐπὶ ληνοῖς ἔχεσθαι φροντισμάτων.
Εἰ δὲ δὴ λεπτότερον καὶ πνευματικώτερον τῇ τῶν προκειμένων θεωρίᾳ προσβαλεῖν ἐθέλοιμεν, πρέποι ἃν εἰκότως ἐκεῖνο [*](e) νοεῖν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεβίω Χριστός· ἤγειρε γὰρ ὁ Πατὴρ τὴν σκηνὴν τοῦ Δαυεὶδ, καὶ ἀνῳκοδόμησεν αὐτῆς τὰ κατεσκαμμένα, πολλὴ καὶ ἀμφιλαφὴς τῶν πνευματικῶν ἀγαθῶν ἡ μέθεξις ἐπὶ πάντας γέγονεν ἀνθρώπους Ἕλληνας τε καὶ Ἰουδαίους· “Εἷς γὰρ ὁ Θεὸς, ὃς δεδικαίωκε περιτομὴν ἐκ [*](Rom.iii. 30.) “πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.” πλείστη δὴ οὖν οση τῶν πνευματικῶν καρπῶν τοῖς πεπιστευκόσιν ἡ χορηγία [*](a 352 Α.) η δία τῶν ἐπιγείων καρπῶν εὖ μάλα κατασημαίνεται. πλῆθος γὰρ ἔσται, φησὶ, σίτου καὶ οἴνου. παραδεξόμεθα δὲ νῦν τὸν μὲν σῖτον εἰς ἰσχὺν, δῆλον δὲ ὅτι τὴν πνευματικήν· γέγραπται γὰρ ὅτι “καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου,” [*](Ps. ciii. 15.) [*](1. ἔφη Edd. εἶπα τίς pro εἰ μέν τις Α. invito b. 2. τε assumptum ex Α b 3. ἣ om. b. ’δε pro δὴ Α. 4. ἐξ αὐτῶν pro ἑαυτῶν Α. 8. τῶν· ἡδίστων Β. ἡδίσταις Edd. 9. ἅλωσις (sic) Aubertus. ἅλωος e suo Migne. 10. συμποδιζ. Α. Β. συγκομιζ. Edd. πάρα τινος pro παρατείνοντος (sic) Α. κοὶ om. Β. 11, πάλιν assumptum ex Α.Β. 16. προσβάλλειν Β 17. γὰρ alt. assumptum ex Α. Β. b. 18. αὐτοῖς Edd. invitis A.B. b 21. Κύριος pro Θεὸς Α. 23. ὅση assumptum ex Α. ἐπιγείων pro πνευματικῶν (sic) Α. 24. ἣ] Sic correxi post Migne. ἡ Edd. 25. φησὶ σίτου hoc ordine Β. νῦν om. Α. 26. δὲ assumptum ex A.B. 27. ὅτι assumptum ex Α.)
ΤΕΛΟΣ ΤΗΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ ΕΡΜΗΝΕΙΑΣ.
[*](1. τότε alt. et ἁπάσης asaumpta ex Α. Β. 7, κλήρων] + καὶ Edd. 8. σαφηνίζει iid. 9, αὐτῆς iid. invito Α. ἔδωκα Β. ἔδωκεν Edd. 10. καὶ ἡ κλῆσις Α. Β. Edebatur ἡ ἐκκλησία. 12—14. Χριστόν desunt in Edd. 13, 14. τῷ alt. et τῶν αἰώνων om. Α. 15. Sic Β.)