In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐμ [*](11) τὴν γῆν, οὐ λιμὸν ἄρτου οῦδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης, [*](12) [*](3. Haec Μαρία τε—σὺν αὐταῖς accesserunt ex Α. Β. 4, ἡ om. Α. 5. πενθεῖ b. 6. καὶ prius assumptum ex Α. Β. 10. σκότος assumptum ex Α. Nik. in S. Luc. deest in B. 14. ἀμφιβαλεῖν Α. 15. Hoc τότε alt. assumptum ex A.B. 17. ταύτας Α. 18. Hoc προφήτης assumptum ex A.B. Statim φησὶν Ἡσαΐας hoc ordine B. 20. οἰκτειρήσει Α. 21, Haec καὶ ὁ πλάσας—ἐλεήσῃ φησίν accesserunt ex Β. οὐ μὴ ἐλεήσει φησί Α. 24. ἄρτου Α.Β. (Alex. XII.) ἄρτων Edd, (Vat. XII suprascr.) 25. ἀκοῦσαι] + τὸν Edd, (Vat.) σαλευθήσεται F. (Alex. ) ὕδατα] + ἀπὸ θαλάσσης F. Edd, (XII.) ἀπὸ τῆς θαλάσσης Vat,] haec verba orn, Α. B . (Alex.))

522
καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν [*](d) λόγον του Κυρίου, καἰ οὐ μὴ εὕρωσιν.

[*](Es. xxvi. 16.)

Γέγραπται “Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει “ μίκρᾳ ἡ παιδεία σου ἡμῖν.” ἄριστον δὲ ὅτι τὸ χρῆμά ἐστι καὶ ὀνησιφόρον ἀληθῶς τὴν θλῖψιν εἰδὼς καὶ ὁ θεσπέσιος [*](Ps. cxvii. 5.) Δαυεὶδ, ποτὲ μὲν ἔφασκεν “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν [*](Ib. cxviii.71.) “Κύριον,” ὅτε δὲ αὖ “Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἀν’ μάθω τὰ δικαιωματα σου. σωφρονεστέρους γὰρ ἡμᾶς ἀποτελοῦσιν αἱ θλίψεις, καὶ τῶν τῆς ῥᾳθυμίας [*](e) ἐξέλκουσι βρόχων, τῆς ἐπιεικείας τοὺς τρόπους ἀγαπᾶν ἀναπείθουσαι, καὶ τὸν ἀπηνῆ καὶ δυσήνιον ὡς ἐξ ἀνάγκης καὶ φόβου τοῖς τῆς ὁσιότητος καὶ ὑπακοῆς ὑποφέρουσαι ζυγοῖς.

Kαταδῃωθείσης δὴ οὖν τῆς Σαμαρείας, φησὶ, καὶ κατεμπιπρῶντος τὰς πόλεις τοῦ Βαβυλωνίου, κἂν εἰ ἕλοιντο μαθεῖν τοτηνικάδε τινὲς τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τί δρῶντες ἢ λέγοντες τῆς παρ’ αὐτοῦ τεύξονται φειδοῦς, ἵν [*](339 Α. a) ἔξω φέροιντο τῆς ὀργῆς, οὐκ ἔσται, φησὶν, ὁ διδάσκων. λιμὸν γὰρ ἐποίσω τῶν παρὰ Θεοῦ λόγων αὐτοῖς, ὡς μηδένα παντελῶς εὑρεθῆναι προφήτην, κἂν εἰ ἐκ δυσμῶν τρέχοιεν εἰς ἠῶ, κἂν εἰ ἐκ μεσημβρίας ἐπὶ τὰ βόρεια. τούτῳ παραπλήσιόν ἐστι τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον [*](Ezek. iii. 26.) Ἰεζεκιήλ “Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφω- “θήσῃ, καὶ οὐκ ἔση αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος “παραπικραίνων ἐστίν.” οἱ γὰρ ἅπαξ τὸν παρὰ Θεοῦ διαπτύσαντες λόγον, οὐδ’ ἃν εἰ ἑκόντες ἔτι βούλοιντο, λαβεῖν [*](b) ἔχοιεν ἂν εἰκότως. ὕδατα δὲ σαλευόμενά φησι τὴν τῶν Ἰουδαίων ἀμέτρητον πληθὺν, ὡς ἐν θορύβοις γεγενημένην, [*](2. τοῦ assumptum ex Α. om. F. Edd. (XII.) 5, καὶ alt. assumptum ex A.B. 7 . ὅτε B. ποτὲ Edd. 9. ῥᾳθυμίας] ἁμαρτίας Β. invito Nik. in Ps. cxviii. 12. τῷ—ζυγῷ Nik. 14. δὴ assumptum ex Α. κατεμπιπρῶντος Β. καταπιμπράντος Edd. 21. εἰς assumptum ex A.B. b. Statim ἕω b. 22. Haec τὸν μακάριον assumpta ex A.B. b. 23. ἀποκωφωθείσῃ Edd.)

523
καὶ τοῖς ἐν θαλάσσῃ κύμασι προσεοικυῖαν λοιπὸν, ἃ ταῖς τῶν ἀνέμων ἐμβολαῖς διαριπτεῖται πανταχῆ.

Kαὶ καθ’ ἕτερον δὲ τρόπον. σταυρωθέντος Χριστοῦ, λιμὸν ἐσχήκασι τῶν παρὰ Θεοῦ λόγων οἱ τάλανες Ἰουδαῖοι. οὐ γὰρ ἔστιν ἔτι παρ’ αὐτοῖς προφήτης, οὐ διδάσκαλος ἀκριβὴς τῆς Μωυσαϊκῆς ἱστορίας τὸ πάχος ἀπολεπτύνειν εἰδὼς, καὶ τὰ τοῖς γράμμασι κεχωσμένα διατρανοῦν μυστήρια. οὐ προσήκαντο [*](c) γὰρ λέγοντα τὸν Χριστόν “Ἐγώ εἰμι ὁ ἄρτος τῆς [*](s. Joan. vi. 48,33.) “ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ “κόσμῳ” ἤκουον δὲ ταύτῃτοι καὶ πάλαι λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου “ Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, [*](Es. lxv. 13.) “ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς “δὲ διψήσετε. ” καὶ γάρ ἐστιν ἀληθὲς ὡς “ Οὐκ ἃν λιμο- [*](Prov. x. 3.) “ κτονήσῃ ποτὲ Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν “ἀνατρέψει,” τὸν θεῖον αὐτοῖς οὐ καθιεὶς λόγον τὸν ἀποτρέφοντα τὸν νοῦν εἰς ἔφεσιν ἀρετῆς. ὡς γὰρ αὐτὸς εἴρηκεν [*](d) ὁ Σωτῆρ’ “Ούκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ [*](S. Matth. iv. 4.) “ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν οἱ παρθένοι αἱ κάλα καὶ οἱ [*](13) νεαωίσκοι έν δίψει, οἱ ὀμνύοντες κατὰ του ἱλασμοῦ Σαμαρείας [*](14) καὶ οἱ λέγοντες Ζῇ ὁ θεός σου Δὰν καί ζῆ ὁ θεός ὅου Βηρσαβεὲ, καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.

Ἔμφασιν μὲν ὁ λόγος ἔχει τοῦ διαρπασθήσεσθαι παρ’ ἐχθρῶν υἱούς τε αὐτῶν καὶ θυγατέρας· τοῦτο γὰρ αἱ παρθενοι καὶ οἱ νεαίσκοι σημαίνουσι, μάλιστα γὰρ τῆς τοιαύτης [*](e) [*](1. προσεοικυῖαν Β. προσεοικέναι Edd. 2. διαπίπτει (sic) Α. Statim πανταχοῦ Edd. invitis Α.Β. 3 . δὲ om. B.b. 4. οὐδὲ Edd. invitis A.B.b. 5. ἔστιν assumptum ex Β. 7 . διακεχωσμένα Edd. invitis Α. Β. 10 . δὲ Α. δὴ Edd. πάλαι Α. πόλιν Edd. 13. διψήσετε Α. Β. (Vat.) διψήσεσθε Edd. (Alex.) 14. δικαίου Β. (23. al.) cf. supra 211 e. δικαίαν Α. Edd. 15 . αὐτοῦ pro αὐτοῖς οὐ Β. 20. δίψη Edd. (Co.) 21. οἱ om. F. Edd. (22. al.) ζῇ alt. om. F. Edd. (Co.) 22. οὐκέτι F. (23, 42, 86 mg. 198.))

524
ἡλικίας ἀπηρτημένους εὑρήσομεν τοὺς ἀποκομίζειν εἰωθότας εἰς αἰχμαλωσίαν. ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὁ λόγος τῶν κεκρυμμένων ὑποδηλοῦν. παρθένοι τινὲς ἦσαν τοῖς τῶν εἰδώλων τεμένεσιν ἐνιζήσασαι, καὶ σὺν αὐταῖς μειράκια ἤγουν παῖδες ἄνηβοι, δι’ ὧν ἐδόκουν οἱ περιεργότεροι περὶ γοητείας τὰ παρὰ τῶν δαιμονίων διδάσκεσθαι· ὡς γὰρ ἐπ’ ἀχράντοις [*](340 Α. a) σώμασι καλοῦντες αὐτὰ, τοῖς ἀπορρήτοις ψιθυρισμοῖς ἀπολογεῖσθαι παρεσκεύαζον. φασὶ δὲ καὶ εἰς δεῦρό τινας ἴνας ἀνοσιουργεῖν ἐθέλοντας κατὰ τὸν ἶσον ἐκείνοις μαντεύεσθαι τρόπον. ὅτι τοίνυν ἐλλείψει τῷ Ἰσραὴλ, οὐχὶ μόνος ὁ παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων χρήσιμός τε καὶ ἀναγκαῖος εἰς ἐπανόρθωσιν λόγος, ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ παρὰ τῶν ψευδομάντεων ἤτοι δαιμονίων, ὃν διὰ παρθένων καὶ παίδων ἐποιοῦντο πρός τινας, ὑπεμφαίνει λέγων Ἐν τῆ ἡμέ. ἐκείνη [*](b) ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαί. οἱονεὶ γάρ πὼς φησί Συναπολοῦνται τοῖς ἄλλοις ὁμοῦ καὶ αἱ καλαί σου παρθένοι. κατειρωνεύεται δὲ ὁ λόγος καὶ τοῖς κορίοις ὁμοῦ τὰ παιδάρια τὰ ὀμνύοντα κατὰ τοῦ ἱλασμοῦ Σαμαρειας. ἔθος γὰρ ἦν ἴσως ἐκείνοις ὁρκίους ποιεῖσθαι φιλεῖν τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἤτοι τὰς δαμάλεις, καὶ πλατύ που τάχα καταμειδιῶντες Θεοῦ, τὰ αὐτοῦ τοῖς γλυπτοῖς ἀνῆπτον λέγοντες Ζῇ ὁ θεός σου Δὰν καὶ ζῇ ὁ θεός σου Βηρσαβεέ. πόλεις δὲ αὗται τῆς Ἰουδαίας, ἐπ’ αὐταῖς κείμεναι ταῖς ἐσχατιαῖς τῆς χώρας, καὶ οἷον ὁρίζουσαι [*](c) τὸ μέτρον τῆς γῆς ἐκ νότου πρὸς θάλασσαν. ὅμοιον οὖν ὡσεὶ λέγοιεν οἱ ὀμνύοντες τυχόν Ζῇ τῆς Ἰουδαίων γῆς ὁ θεὸς, τουτέστιν ὁ μόσχος· διὰ γὰρ τῶν περάτων τὰ μέσα περιλαμβάνεται, καὶ ἡ τοῦ παντὸς ὑφαίνεται δήλωσις. ἐκλείψειν γεμὴν ἐν διψει φησὶ τὰς παρθένους καὶ τοὺς νεανίσκους, οὐκ ἔτι χορηγομένους τὰς τῶν δαιμονίων ψευδοεπείας, διὰ τὸ [*](2. κοὶ assumptum ex Α.Β. b. 6. δαιμόνων b. 12. ψευδομαντίων Edd. 1 6. ὁμοῦ om. Β. κολοῦσαι pro οἱ καλαί σου (sic) A. 22. ζῇ assumptum ex A.B.b. 23. ἐπ’ αὐτὰ (sic) b. ἐσχατιαῖς Β. b. ἐσχάταις Α. Edd. 27, παραλαμβάνονται Β. ὑφαίνεται Α.Β. ὑπαινίττεται Edd.)
525
καὶ αὐτοὺς ἔργον γενέσθαι χειρὸς ἀλλοφύλων, ἢ ξίφει πεσόντας, ἢ τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀνατλάντας αἰχμαλωσίαν.

Σταυρωθέντος δὲ τοῦ Χριστοῦ, καὶ δεδυκότος τοῖς Ἰουδαίοις, ὁμοῦ τε ἡλίῳ τῷ κατὰ τὸν κόσμον καὶ φωτὶ τῷ [*](d) αἰσθητῷ, καὶ τῆς νοητῆς αὐγῆς καὶ φωτισμοῦ τοῦ διὰ Πνεύματος· ὑστέρηνται γὰρ τοῦ θείου λόγου, καὶ τῆς ἄνωθεν παρακλήσεως· ἐκλελοίπασιν αἱ παρ’ αὐτοῖς παρθένοι τοῖς νεανίσκοις ὁμοῦ, τουτέστιν αἱ καλαὶ καὶ εὐδόκιμοι ψυχαὶ, ὧν τὸ μὲν ἄχραντον διὰ τῆς παρθένου, τὸ γεμὴν εὐσθενές τε καὶ ἀλκιμώτατον διὰ τοῦ νεανίσκου σημαίνεται. τίς γὰρ ἅγιος ἐν αὐτοῖς, οὐδὲν τελειοῦν ἰσχύοντος τοῦ νόμου, οὔτε μὴν ἀρκοῦντος αὐτοῖς εἰς δικαιοσύνην; παρὰ τίνι δὲ αὐτῶν [*](e) εὐρωστία πνευματικὴ καὶ εὐσθενὴς ἂν γένοιτο νοῦς, ὅτε μὴ ἐγνώκασι τῆς εὐαγγελικῆς πολιτείας τὰ λαμπρὰ κατορθώματα; ἢ γὰρ οὐχὶ νωθροὶ πάντες καὶ ἐν ἁμαρτίαις καὶ παρειμένοι τὸν νοῦν; εἶτα πῶς τοῦτο ἀμφίβολον; ἐκλελοίπασι δὴ οὖν ἐν δίψει, εἴρηται δὲ οὐκ αὐτοῖς τό “Ἀντλήσατε [*](Es. xii. 3.) ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. ἀλλὰ γὰρ καὶ “ἐνετείλατο ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς [*](Ib. v. 6.) “αὐτοὺς ὑετὸν, ὅτι μηδὲ αὐτῷ γεγόνασιν ὑπήκοοι τῷ Χριστῷ διακεκραγότι τε καὶ λέγοντι “Εἴ τις δίψᾳ, ἐρχέσθω [*](a 341 Α.) πρὸς με καὶ πινέτω. καταλελοιπότες ’δε αὐτὸν, καίτοι [*](S. Joan. vii. 37. Hier. ii. 13.) πηγὴν ὄντα ζωῆς, ὤρυξαν λάκκους συντετριμμένους οι οὐ [*](Es. xxix.13; S. Matth. xv. 9.) “δυνήσονται ὕδωρ συνέχειν.” προσεσχήκασι γὰρ διδασκαλίαις ἐντάλμασιν ἀνθρώπων, ἃ ποτίζειν οὐκ οἶδεν εἰς ζωὴν, οὔτε μὴν συνέχειν τοὺς κεχρημένους εἰς σωτηρίαν.

[*](5. τὰ pro τε Α. 6. διὰ] + τοῦ Α. 7. ὑστέρηνται γὰρ Α. ἐστέρηνται γὰρ Β. ἐστέρηνται. καὶ γὰρ Edd. 10 . παρθένου Α. Β. παρθενίας Edd. 11. διὰ] καὶ διὰ Α. 12. οὐδὲν Α. οὐδένα Β. Edd. 13. παρατείνει (sic) pro παρὰ τίνι Α. 16 . καὶ alt. assumptum ex Α. Β. 18. . Ἀντλήσατε Α. Β. supra 271 e. in S. Joan. 182 s. f. (Vat.) Ἀντλήσετε Edd. Glaph. 149 e. a Parsons. cit. (Alex. 23 al.) 19. μετ’ εὐφροσύνης desunt in Edd. τῶν πηγῶν] τῆς πηγῆς Edd. 20. εἰς Α. ἐπ’ Edd. (41.) 22. Haec τε καὶ λέγοντι assumpta ex A.B. 25. διδασκαλίαις] + καὶ Aubertus.)
526
[*](b)[*](Κεφ. θ΄.)

Εἶδον τὸν Κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπε Πάταξον ἐπὶ τὸ θυσιαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ.

Οἱ μακάριοι προφῆται τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ τὸν τῆς διανοίας φαιδρύνοντες ὀφθαλμὸν, οὐχὶ μόνην τὴν τῶν ἐσομένων εἰσδέχονται γνῶσιν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ’ [*](c) ὅτε τῶν πραγμάτων τὴν θεάν οἷαπερ ἐν πίνακι γραφομένην ὁρῶντες, αὐτοί τε κατατεθήπασι, συνδιακεῖσθαί τε σφισὶν αὐτοῖς ἀναπείθουσι τοὺς ἀκροωμένους, τὰς τῶν ὁράσεων δυνάμεις διατρανοῦν εὖ μάλα σπουδάζοντες. ἔφη τοίνυν ὁ [*](Supra viii. 2, 3.) μακάριος Ἀμώς “Καὶ εἶπε κύριος πρὸς μέ Ἥκει τὸ πέρας “επὶ τὸν λαον μου Ἰσραηλ, οὐκ ἔτι οὐ μὴ προσθῶ τοῦ “παρελθεῖν αὐτὸν, καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν “τῆ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ “τόπῳ, ἐπιρρίψω σιωπήν.” ἀλλ’ ἰδοὺ, τεθέαται τὸ προηγγελμένον [*](d) καὶ πράγμασιν αὐτοῖς ἐνεργούμενον, ὥσπερ ἔχει τὴν προαγόρευσιν. αὐτὸν γὰρ ἔφη τὸν Κύριον ἐφεστῶτα τεθεᾶσθαι τῷ θυσιαστηρίῳ, καὶ οἱονεὶ τῆς καταστροφῆς ἀρχόμενον, τοῦτό τε αὐτὸ γενέσθαι προστάττοντα. ἐφίσταται δὲ τῷ θυσιαστηρίῳ Θεὸς, οὐ τιμὴν ἀπονέμων· εὔηθες γὰρ τὸ τῇδε νοεῖν· εἴπερ ἐστὶ τῶν ἀτοπωτάτων οἴεσθαί τε καὶ λέγειν, ὡς τοῖς τῶν εἰδώλων βωμοῖς αἰδῶ καὶ τιμὴν ἀπονέ- μει Θεός· πῶς ἂν οὖν ἐτίμησε τὸ τῶν δαμάλεων θυσιαστήριον; ἐφειστήκει δὲ μᾶλλον ὡς καθελῶν καὶ κατοίσων εἰς [*](1. ἐπὶ τὸ θυσιαστήριον F. Edd. (26.) 2. ἐπὶ om. F. Edd. (42.) θυσιαστήριον Α. Β. (Alex. XII.) ἱλαστήριον Edd. (Vat. XII mg.) πρόπυλα Α. Β. προπύλαια F. Edd. (42, 91, 153.) cf. infra e et contra 342 c. 6. διανοίας] δυνάμεως Edd. 7. δέχονται iid. 8. πράξεων iid. 9. συνδιατίθεσθαι iid. Statim τε B. δὲ Edd. 11. σπουδάζοντες Β. σπουδάζοντος (sic) Α. σπεύδοντες Edd. 12. μακάριος] θεῖος iid. 13 . λαόν μου] + τὸν Β. Edd. (86.) 16. ῥίψω Β. (Co.) 17. ἐνεργουμένην Β. 19. ἀρχομένου Α. 20. προστάττοντος Α. 21. Θεὸς accessit ex Α. Β. 23. ἀπονέμων Α. 24. ἂν οὖν hoc ordine Α. Β. b. τῶν δαμάλεως Pont. τῆς δαμάλεως Aub. 25 . καθελῶν] Sic correxi ex B.b. Edebatur καθελὼν.)

527
γῆν. ταύτῃτοι μονονουχὶ καὶ ἀπάρχεσθαι τῆς καταστροφῆς [*](c) τῷ Προφήτῃ προστέταχε λέγων Πάταξον ἐπὶ τὸ θυσιαστήριον, καὶ καταδονείσθω φησὶ τὰ προπύλαια, καὶ μεθυέτω λοιπὸν ὁ νεὼς, ὡς αὐτίκα δὴ μάλα πεσεῖσθαι μέλλων. διάκοψον δὲ καὶ εἰς τὰς πάντων κεφαλὰς, τουτέστιν, ἀπάρχου τῶν ἐν αὐτοῖς περιφανεστέρων, καὶ πλῆττε τοὺς προὔχοντας, οἳ καὶ ἐν τάξει κεφαλῆς τέθεινται τοῖς ἄλλοις· ἀπολοῦνται δὲ αὐτοῖς ἀναμὶξ οἱ κατάλοιποι, καὶ ταῖς τῶν προεστηκότων ἕψονται συμφοραῖς, ἔργον καὶ αὐτοὶ γεγονότες ῥομφαίας. ὅμοιον δὲ [*](a 342 Α.) τούτῳ κἀκεῖνο τὸ διὰ φωνῆς Ἰεζεκιὴλ πρὸς τοὺς ἓξ ἄνδρας, οἳ ἤρχοντο μὲν ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν, ᾐρμένοι δὲ τοὺς πελέκεις εἵποντο τῷ ἀνδρὶ τῷ τὸν ποδήρη διεζωσμένῳ, πρὸς οὓς εἴρητο παρὰ Θεοῦ “Πορεύεσθε εἰς τὴν [*](Ezek. ix. 5,6.) “πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ “μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ νήπια καὶ “γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ’ οὕς “ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου [*](b) “ἄρξασθε.” ὁρᾷς ὅπως πρωτόλειον ἐποιεῖτο τῆς ὀργῆς τοὺς προὔχοντας, ἤτοι τοὺς δοκοῦντας σεπτοὺς εἶναι καὶ ἁγίους, διὰ τοῦ καὶ ἀνῆφθαι τάχα που καὶ τῆς ἱερουργίας τὴν δόξαν, ἤγουν ἑτέραις τισὶν ἐκλελαμπρύσθαι τιμαῖς; κεφαλαὶ γὰρ ὥσπερ οἱ τοιοίδε τῶν ἄλλων εἰσί.

Συμβέβηκε δὲ τοῦτο γενέσθαι καὶ τοῖς πεπαρῳνηκόσιν εἰς τὸν Τύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. ἐπειδὴ γὰρ οἱ δείλαιοι καὶ νόμου καὶ προφητῶν ὀλίγα πεφροντικότες οὐ παρεδέξαντο τὸν Χριστὸν, τέλος ὄντα νόμου καὶ προφητῶν, [*](c) ἁλλὰ, καίτοι σαφῶς εἰδότες ὡς αὐτός ἐστιν ὁ κληρονόμος, [*](S. Matth. xxi. 38, 39.) [*](1. κατάρχεσθαι Edd. invitis Α.Β. 3. καταδονείσθω ἡσθῶ (sic) b.] φησὶ A.B.b. κατασεισθήσεται Edd. πρόπυλα iid. invitis A.B.b. μεθυέτω A.b. μεθιέτω Edd. 5. τὰς] + τῶν iid. invitis A.B.b. 6. προυφανεστέρων b. invito Α. 12. εἶπον (sic) Α. 13. ἐζωσμένῳ Edd. invito Α. εἴρητο Β. εἴρηται Edd. 14. φείσησθε Α. (Alex.) φείδεσθε Edd. (Vat.) 18. ὅπως Α. ὅτι Edd. ὀργῆς Α. ἀρχῆς iid. 20. καὶ alt. assumptum ex Α. 22. κεφαλαὶ Α.Β. κεφάλαιον iid. 23. γενέσθαι om. B. 23, 24. Assumpta καὶ ex Β. ἡμῶν Ἰησοῦν τὸν τὸν om. Α.] Χριστόν ex Α.Β. 25. πεφρονηκότες Edd. 26. ὄντα] + καὶ iid. invitis Α.Β.)

528
ἔξω τοῦ ἀμπελῶνος ἐκβεβλήκεσαν, καὶ τελευταῖον ἐσταύρωσαν, δέδονται εἰς ἐρήμωσιν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ ἐμπέπρησται μὲν ὁ διαβόητος ἐκεῖνος ναὸς, κατεσπάσθη δὲ καὶ τὸ ἐν αὐτῷ θυσιαστήριον, καὶ κατεδονήθη τὰ πρόπυλα, συνδιολώλασι δὲ τοῖς ἀγελαίοις οἱ προὔχοντες· ἐφείσατο γὰρ οὐδενὸς τῶν παρ’ αὐτοῖς ὁ πόλεμος.

Kαὶ ἕκαστος δὲ τῶν πεπιστευκότων, κἂν εἴτε ναὸς εἴη [*](d) Θεοῦ ὡς ἔνοικον ἔχων αὐτὸν, κἂν εἴτε νοοῖτο θυσιαστηριον, ὡς τὴν ἰδίαν πολιτείαν ἱερουργῶν Θεῷ, εἶτα βλέψας ἐπὶ τὸ ῥᾴθυμον παροτρύνῃ Θεὸν, πρὸς τὸ μηδὲν οἰχήσεται, καὶ πάνδεινον ὑποστήσεται τὴν καταστροφήν. ἀπροσωπόληπτος [*](Ezek. xxxiii. 12.) γὰρ ὁ Δεσπότης, καὶ “Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται “αὐτὸν ἐν ἧ ἂν ἡμέρᾳ πλανηθῇ,” κατὰ τὸ γεγραμμένον.

Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, οὐδ’ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν [*](2) ἀνασωζόμενος. ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου [*](e) ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν [*](3) κατάξω αὐτούς· ἐὰν ἀγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, [*](4) ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρό προσώπου τῶ ὠρῶ αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ [*](343 Α. a) στηριῶ τοῦς ὀφθαλμούς μου ἐπ’ αὐτοὺς εἰς κακὰ καἰ οὐκ εἰς ἀγαθά.

Ἐπὶ καιροῦ τάχα που λοιπὸν εἰρήσεται τοῖς τούτων ἀκροωμένοις τὸ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ πρὸς Θεὸν [*](1. ἐκβεβλήκεσαν Β. ἐκβεβλήκασι Edd. 6 . τῶν deest in Edd. 8. ἔνοικον] ἔοικεν (sic) Α. 9 . ἱερ.] + τῷ Edd. invitis Α. Β. 10 . παροτρύνει Α. 11, τὴν assumptum ex Α. Β. 13. ᾗ] + δ’ Β. Edd. Οὐ] Καὶ οὐ, F. Edd. (Co.) οὐδ’ οὐ μὴ B.F. οὐ μὴ Α. οὐδὲ μὴ Edd. (Alex.) [καὶ οὐ μὴ Vat.] ἐξ om. Α. 15. διασωζόμενος Α. 16. ἐξανασπάσει F. 17. ἐὰν] καὶ ἐὰν Β. (22 al.) Statiin ἐγκρυβῶσιν Β. (Alex. XII.) ἐγκρυφῶσιν Α. ἐγκατακρυβῶσιν Edd. (Vat.) 18. ἐπιλήψομαι F. 20. δήξεται] γρ. δέξεται Β mg. 25. που om. Β. 20. Haec τοῦ μακαρίου assumpta ex A. B. πρὸς] + τὸν iid.)

529
ὑμνούμενον “Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ [*](Ps. cxxxviii. 7—10.) “ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν “οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν “ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατασκη- “νώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ “σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου.” πανδερκὲς γὰρ τὸ θεῖον, καὶ πρός γε τούτῳ καὶ παναλκὲς, καὶ οὐκ ἄν τις διαλάθοι τὸν ἀκατεύναστον ὀφθαλμόν. ἔφη γὰρ, ὅτι “Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόρρωθεν. μὴ ἀπ’ [*](Hier. xxiii. 23; xxxix. 27.) “ἐμοῦ κρυβήσεται τι; ἀλλ’ οὐκ ἃν ἔξω τις ἴοι ποτὲ τῆς [*](b) ἐπεῤῥιμμένης αὐτῷ συμφορᾶς ὡς ἀπὸ θείων νευμάτων, Γἢν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; κατὰ τὸ [*](Es. xiv. 27.) γεγραμμένον. ποία γὰρ ἡμᾶς ὀνήσει μηχανή; ἣ τίς δὲ ὅλως ἡμῖν ἐπαμύνῃ τρόπος, Θεοῦ καθορίζοντος τὸ χρῆναι παθεῖν; ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ὑπὸ θείαν πεσοῦσιν ὀργὴν καὶ βουλὴ καὶ σκέψις καὶ πᾶν εἶδος ἐπινοίας, σαφηνίζει λέγων Ώς οὐκ ἄν τις διαφύγοι, κἂν εἰς αὐτὸν κρυφθείη τὸν ᾅδην· ἔστι δὲ ὑπερβολικὸς ὁ λόγος· κἂν εἰ ἀναπταίη μὲν εἰς οὐρανὸν, διέλθοι δὲ καὶ εἰς τὴν τοῦ Καρμηλου [*](c) κορυφὴν, ἀλλ’ ᾗπερ ἃν ἴοι, καταληφθήσεται· κἂν εἰ ἐν θαλάσσῃ γένοιτο, περιπεσεῖται τῷ δράκοντι, ἤγουν κατὰ τὴν τῶν Ἑβραίων ἔκδοσιν, τῷ κήτει δοθήσεται· κἂν εἰ γένοιτο παρ’ ὤροις, καὶ λοιπὸν αἰχμάλωτος, καὶ τοῖς τῆς δουλείας ζυγοῖς ἀθλίως ἐνισχημένος, καὶ τοῦτο, φησὶ, μικρὸν ἔσται, καὶ οὐκ ἀρκοῦν εἰς δίκην αὐτῷ· καταρθήσεται γὰρ αὐτοῦ καὶ τῆς ῥομφαίας τὸ δεῖμα. καὶ οὐ πεπαύσεται, φησὶν, [*](1—6. καὶ ἀπὸ τοῦ προσώπου—ἡ δεξιά σου] καὶ τὸ ἑξῆς Edd. 4 . Α. contra Anthrop. 389 a. ἀναλάβω Β. (A.V.) cf. in S. Joan. 495 a. 10. εἴη pro ἴοι Α. ut supra 306 b. C. 11. ἐπαριθμημένης pro ἐπεῤῥιμμ. Α. ἕως Α. 13. ἢ assumptum ex Α. 14. ἐπαμύνῃ Β. ἐπαμύνει Α. επαμυνεῖ Edd. 15. ἀνόνητος Α. ἀνόνητα Β. ἀνόνητοι Edd. 17. διαφύγοι Β. διαφύγῃ Edd. 18.κρυβείη Edd. invitis Α. Β. 19, διέλθοι Β. διαλάθοι Edd. 20. ᾗπερ ἂν ἴοι Β. εἴπερ ἂν οὖν Α. εἴπερ ἀνίοι Edd. 22. τῶν om. Α. ἔκδοσιν Α. Β. δύναμιν Edd. 23 . τοῖς om. Α 24. ἀθλίως Α. Β. ἀσχέτως Edd. 25. αὐτοῦ iid. Statim καταρθήσεται Β. καταργηθήσεται Α. καταρτηθήσεται Edd.)
530
ὁ τῶν ὅλων Θεὸς ἐπ’ αὐτοῖς στηρίζων τὸν ὀφθαλμόν· θυμοῦ [*](d) δὲ καὶ ἀπειλῆς τὸ χρῆμα σημεῖον· ἀπερείδομεν γὰρ ἐσθ’ ὅτε καὶ ἡμεῖς αὐτοὶ τοῖς λυποῦσι τὸν ὀφθαλμὸν, βλοσυρόν τι καὶ ἀμειδὲς ἐνορῶντες αὐτοῖς. ἐπειδὴ δὲ κατασκέπτεται Θεὸς καὶ ἀγαθοὺς καὶ δικαίους, τὸ τῆς ἐποπτείας διάφορον διατρανοῖ λέγων εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά. κατεμβλέψεται γὰρ, φησὶν, οὐχ ἵνα τι νέμοι τῶν ἀγαθῶν, ἀλλ’ ἵν’ ἔχοιεν ἀκράδαντον καὶ οἱονεὶ πεπηγμένην τὴν καθορισθεῖσαν αὐτῷ ποινήν τε καὶ δίκην.

[*](e)

Ὑπομεμένηκε δὲ τουτὶ καὶ ἡ τῶν Ἰουδαίων ἀθλία πληθὺς, ἡ τὸ δίκαιον αἷμα τῆς ἰδίας καταγράψασα κεφαλῆς· ἔφασκον [*](S.Matth. xxvii. 25.) γὰρ τῷ Πιλάτῳ σταυροῦν ἀναπείθοντες τὸν Χριστόν “Τὸ “αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.” τοιγάρτοι πανοικὶ διολώλασι καὶ αὐτοῖς ἀνδράσιν ἡρπάσθησαν πόλεις, ὡς τάχα που καὶ διαφυγεῖν ἰσχῦσαι μηδένα. οἷά τε γὰρ 1 καὶ ὅσα πεπόνθασιν, αἱ μακραὶ τῶν τὰ τοιάδε συντεθεικότων ᾄδουσι συγγραφαί.

[*](344 Α. a)[*](5)

Καὶ Κύριος Κύριος δ Θεὸς ὁ παντοράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν· καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτὴν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.

Εξ ἀγάπης ὁ Προφήτης οὐκ ἐᾷ τοῖς λεγομένοις ἀπιστεῖν, ὡς οὐκ ἐσομένοις, τοὺς ἀκροωμένους. τοῦτο δὲ ἦν ἀναπεί- [*](b) θοντος τὰ ἀμείνω μᾶλλον ἑλέσθαι μαθεῖν, καὶ δι’ αἰδοῦς ποιεῖσθαι τὸ χρήσιμον, ἵνα καὶ Θεὸς ἀποπαύσαι τὰ τῆς ὀργῆς καὶ ἀνασειράζοι τὴν συμφορὰν, καὶ μετανοοῦντας [*](1. αὐτῷ Edd. 2. ἔσθ’ ὅτε καὶ ἡμεῖς αὐτοὶ Β. καὶ ἡμεῖς ἀεί τοι Α. ἡμεῖς ἔσθ’ οτε Edd. 3, τε pro τι Edd. 4 . δὲ Α. γὰρ Edd. 6. κατεμβλέψεται Β. κατεμβλέψας τε Α. καταβλέψεται Edd. 7 . νέμοι Β. ἐμοὶ (sic) Α. νέμῃ Edd. 8. αὐτῶ Α. αὐτῶν Edd. 10, τοῦτο Α. 11. ἢ (= ἢ)—κατέγραψε pro ἡ—καταγράψασα Α. 16 . μικροὶ (sic) Α. τὰ om. Α. 18 . Κύριος om. Α. (22 al.) 19. διασαλεύων F. 20. συντελείας Α. (cf. 228.) 25. ἀποπαύσαι τὰ Α. ἀποπαύσῃ τὰ Β. ἀποπαύσαιτο Edd.)

531
δέξαιτο. κατοικτείρει γὰρ ἀεὶ τοὺς ἐπιστρέφειν ἐθέλοντας. διδάσκει τοίνυν ὅτι παναλκὴς ὁ Θεὸς, καὶ οὐκ ἀνικάνως ἔχων ἐπενεγκεῖν οἷς ἔφη τὸ πέρας. Κύριος γάρ φησι, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Μῆ καθ’ ὑμᾶς ὑπάρχειν οἴεσθε τὸν λελυπημένον. οὐ γὰρ ὡς ἄνθρωπος ὁ Δεσπότης, ἀλλ’ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, ὁ χεῖρα τῇ γῇ· τῇ Σαμαρειτῶν [*](c) δηλονότι· τὴν ἰδίαν ἐπαφιεὶς καὶ σαλεύων αὐτήν· καὶ οὔτι που τὸν συνήθη κλόνον ὑπομεῖναι παρασκευάζων αὐτὴν, ἀλλὰ τῷ πολέμῳ καὶ ταῖς ἀνηκέστοις συμφοραῖς κατασείων ἅπασαν καὶ καταδονεῖσθαι ποιῶν. ταύτῃτοί φησι Πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ὡς Αἰγύπτου ποταμος ἀναβήσεται μὲν ἡ συντέλεια, πάντα κατακαλύπτουσα οὔσα καὶ βαπτίζουσα· ὑπονοστήσει δὲ οὕτω πάντα πάλιν ἐν ἴσῳ τρόπῳ καθέλκουσά τε καὶ καταφέρουσα. ἔφαμεν δὲ, ὅτι τὸν Σεναχηρεὶμ καὶ τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τὸν ὑπ’ αὐτῶν [*](d) ἀρθέντα κατὰ τῆς Σαμαρείας πόλεμον τοῖς τῶν ποταμῶν παρεικάζει νάμασιν.

Οὐκοῦν ἔσται τοῖς προσκρούουσι καὶ καταλυποῦσι Θεὸν ἄπορος μὲν ἡ φυγὴ, πανσθενὴς δὲ καὶ δυσδιάφυκτος ἡ πλήττουσα χεὶρ, καὶ τοῖς ἅπαξ ἐνειλημμένοις οὐκ ἂν γένοιτό τις ἐπικουρία καὶ παράκλησις· “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώ- [*](Hiob xii. 14.) “ που, τίς ἀνοίξει;” κατὰ τὸ γεγραμμένον. ἄμεινον δὲ δήπου παρὰ πολὺ τὸ ἀποσκευάζεσθαι τὴν ὀργὴν ταῖς εἰς [*](e) τὸ αὐτῷ δοκοῦν καὶ φίλον ἀναδρομαῖς. τοῦτο δ’ ἂν γένοιτο, καὶ μάλα ὀρθῶς, εἰ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ [*](Phil. iii. 14.) φαῦλον ἀποσπουδάζοντες, ταῖς εἰς ἀρετὴν ἐπιδόσεσιν ἑαυτοὺς καταλαμπρύνοιμεν. διανηξόμεθα γὰρ τότε τὰ ἐκ θυμοῦ, καὶ ἀγαθὸν ὄντα τῇ φύσει τὸν Δημιουργὸν μεταθήσομεν [*](3. ἔφην (sic) Α. 5, ὑμᾶς Α. ἡμᾶς Edd. οἴεσθαι Edd. invitis Α. Β. 7. τῇ alt. assumptum ex Α. Β. 8. ἐπαφιεὶς Β. ἐπαφεὶς Α. Edd. καἰ alt. assumptum ex Α. Statim οὔτι—αὐτὴν om. Β. 11. δονεῖσθαι Β. 14. πάντα assumptum ex Α. post καθέλκουσα ponit Β. 15, τε assumptum ex Α. 16, κατ’ pro ὑπ’ Α. 19, ὅτε pro ἔσται Α. λυποῦσι Β. 24. δήπου. om. Β. τὸ assumptum ex Α. 28. καταλαμπρύνωμεν Edd. invitis Α. Β. Statim διανηξόμ.—ἀξιοῦν (fin. scholii) om. Β. τὰ om. Α.)

532
εὐκόλως εἴς γε τὸ χρῆναί φημι χρηστῆς καὶ ἡμερωτάτης ἡμᾶς ἐποπτείας ἀξιοῦν.

[*](6)