In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδού ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους [*](8) ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. καὶ εἶπε Κύριος πρὸς μέ Τί σὺ ὁρᾷς, Ἀμώς; καὶ εἶπον Ἀδάμαντα. καὶ εἶπε Κύριος πρὸς μέ Ἴδου ἐγὼ ἐντάσσω ἀδάμαντα εἰς μέσον λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν [*](9) αὐτόν· καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον [*](b) Ἱεροβοὰμ έν ῥομφαίᾳ.

Ως ἀκρίδα καὶ ὡς βροῦχον καὶ ὡς δίκην ἐν πυρὶ τὸν Ἀσσύριον, ἤτοι τὸν Γὼγ ἐπιδείξας τῷ Προφήτῃ Θεὸς, ἑαυτὸν ἤδη πὼς ἑστῶτα λοιπὸν ἐπὶ τείχους ἀδαμαντίνου δείκυνσιν, ἵνα διὰ τούτου νοῆται μονονουχὶ βεβηκὼς ἐπ’ ἀῤῥήκτῳ δυνάμει, καὶ ἀκατάσειστον ἔχων τὴν ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀσφάλειαν. παναλκὲς γὰρ τὸ θεῖον, καὶ ἐρηρεισμένην ἔχει τὴν ὑποβάθραν, ὅτι μεταπίπτειν οὐκ οἶδεν, ἀλλ’ ἔστι τροπῆς ἄμεινον, καὶ ἐν τοῖς ἰδίοις, ὡς ἔφην, ἀγαθοῖς [*](c) ἀεὶ καὶ διαπαντὸς ἐρηρεῖσθαι φιλεῖ.

Ὁρᾶται τοίνυν ἑστηκὼς ἐπὶ τέλους ἀδαμαντίνου. ἄῤῥηκτός τε καὶ ἀκαταμάχητος ἐν λίθοις ὁ ἀδάμας, οὔτε τοῖς σκληροῖς καὶ ἀντιπίπτειν εἰωθόσι παραχωρεῖν ἀνεχόμενος, οὔτε μὴν [*](1. ἀνεξικακοῦντα δεινῶς παροργίζει Θεὸν Β. 2. καὶ alt. assumptum ex Α. 3—6. Assumpta τὸν προφήτην et καὶ σὺ—ἐλεηθῆναι αὐτοὺς καὶ ex Α.Β. σου cf. 311 c. 7. ἰδοὺ ἀνὴρ] ἀνὴρ assumptum ex Β. (Alex. XII mg.) deest in Α. (Vat.) Κύριος pro ἀνὴρ F. Edd. (Co.) Statim ἑστὼς F. 9. εἶπον B. (XII ex corr.) εἶπα Edd. 10. Κυριος om. Edd. (Co.) εἰς μέσον Α.Β. (Alex. XII.) ἐν μέσῳ Edd. (Vat. XII suprascr.) 11. προσθήσω F. (Alex.) 18. τοῦτο A. ἀρρήκτῳ A. ἀῤῥήτῳ Β. Edd. 20. παναλκὲς Α. παναλκῆ B. Edd. 25. ὁ deest in Edd.)

501
ἑτέραις ὕλαις διδοὺς τὸ καταθλεῖν δύνασθαι τῆς ἐνούσης ἰσχύος αὐτῷ, τάχα δέ που καὶ τῆς τοῦ πυρὸς ἀκμῆς ἀλογεῖν εἰθισμένος. ἐπειδὴ δὲ ἦν ὁ ἐπὶ τοῦ τέλους ἑστηκὼς ἀδάμαντα φέρων ἐν χειρὶ, διεπυνθάνετο τοῦ Προφήτου λέγων Τί σὺ ὁρᾷς, Ἀμώς; τοῦ δὲ συνέντος, καὶ ὅπερ ἦν λέγοντος· ἔφη [*](d) γὰρ Ἀδάμαντα· τοῦτον ἐντάξειν εἰς μέσον τοῦ Ἰσραὴλ διεβεβαιοῦτο σαφῶς. ἀδάμαντα δὲ νοήσεις, ἣ τὸν Ἀσσύριον, ὡς καὶ ἀπηνῆ τε καὶ ἄθραυστον, καὶ εἰς τοῦτο τεθειμένον παρὰ Θεοῦ· δυναμοῖ γὰρ ὁ τῶν δυνάμεων κύριος οὓς ἃν ἕλοιτο τυχόν· ἤγουν τὸν ἄθραυστόν τε καὶ παναλκῆ τοῦ Θεοῦ Λόγον, ὃν οὐκ ἔστιν ἀποστρέψαι κενὸν, ἤγουν ἄπρακτον ἀποφῆναι· δραμεῖται γὰρ πάντως εἰς πέρας ἀντιπράττοντος [*](e) οὐδενὸς, ὅπερ ἃν φθέγξηται Θεός. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός “Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ [*](S.Matth. xxiv. 35.) “γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. ἔφη δὲ ὡς οὐκ ἃν παρέλθοι τὸν Ἰσραὴλ, τουτέστιν, αἰτήσει δίκας τῶν ἀνοσίως αὐτῷ πεπλημμελημένων· μένων· καὶ ἀνεξικακήσει μὲν οὐκέτι, παραδώσει δὲ λοιπὸν τοῖς ἐπ’ αὐτὸν κεκλημένοις, ὁμοῦ τεμένεσι καὶ βωμοῖς καὶ τοῖς εἰδώλοις. ἀφανισθήσονται γάρ φησιν οἱ βωμοὶ τοῦ γέλωτος. γέλως μὲν οὖν ἀληθῶς ἡ παντὸς εἰδώλου ποίησις· πρέποι δ᾿ ἄν, οἶμαι, κυρίως τε καὶ ἰδικῶς γέλωτα νοεῖσθαι τὸν Βεελφεγὼρ, [*](a 326 Α.) διάτοι καὶ αὐτὸ τὸ τοῦ σχήματος ἀκαλλές. διασύρει δὲ ἅπασαν τὴν εἰδωλοποίησιν, ὡς ἐξ ἑνὸς δὴ τούτου τοῦ πάντων αἰσχίονος. οὐκοῦν κατασπασθήσονται μὲν οἱ βωμοί φησι, συνεξαρθήσονται δὲ καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ, τουτέστι, τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, βέβηλά τε καὶ βδελυρὰ μυστήρια. ὅτι δὲ τοῖς ἰδίοις θεοῖς συνοιχήσεται [*](1. τε pro τὸ Α. 5. συνιέντος Edd. 7. σοφῶς Α. 8. καὶ primum assumptum ex b. 12. πάντως post πέρας tr. Edd. invito Α. 13. φθέγξοιτο Edd. 14. Haec ἡμῶν Ἰησοῦς ὁ ὁ om. A.] Χριστός accesserunt ex A.B. καὶ ἡ γῆ om. Β. 15. μὴ om. Α. 16. ὡς Α.b. ὅτι Edd. 17. ἀνοσίων iid. 21. ἀληθὴς iid. 23. δὲ om. Α. 24. εἰδώλου ποίησιν Α. ὡς] + καὶ Α. 20. Hoc φησι assumptum ex Β. συνεξαρπασθήσονται Α. 28. συνηχθήσεται Α.)
502
πρὸς ἀπώλειαν ὁ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐκπρεπὴς [*](b) Ἱεροβοὰμ, διαμεμήνυκεν ἐναργῶς. μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς ἕτερος παρὰ τὸν πρῶτον ὁ περὶ οὗ νῦν ὁ λόγος· ὁ μὲν γὰρ ἦν ἐκ Ναβὰτ, ὁ δὲ ἐξ Ἰωάς.

Kαὶ ταυτὶ μὲν τέως τοῖς τῆς ἱστορίας ἐφαρμόσειε λόγοις. ἀδάμαντα δὲ τὸν ἀληθῆ παραδείξει Χριστὸν τὸν τῶν δυνάμεων Κύριον, τὸν ἄμαχον ἔχοντα καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, τὸν συνθραύοντα τοὺς ἐχθροὺς, καὶ νικῶντα τοὺς ἀνθεστηκότας, καὶ ὑπὸ μηδενὸς ῥηγνύμενον. οὗτος ὡς [*](Es. xxviii. 16. Bar. iii. 38.) λίθος ἐκλεκτὸς εἰς μέσον τέτακται τοῦ λαοῦ. “Ὥφθη γὰρ [*](c) “ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη. τοιγάρτοι [*](S. Matth. i. 23.) τοι καὶ κέκληται διὰ τῆς ἀγγέλου φωνῆς “ Ἐμμανουὴλ, ὅ “ἐστι μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός.’’ μεθ’ ἡμῶν γὰρ γέγονεν, ὅτε γέγονε καθ’ ἡμᾶς. ἐντεταγμένος δὴ οὖν ἐν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὡς λίθος ἀδάμας, τὴν τοῦ διαβόλου κατέσεισε τυραννίδα, κατηφάνισεν ἀληθῶς τοὺς βωμοὺς τοῦ γέλωτος. ἅμα τε γὰρ ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, καὶ τῆς ἀληθοῦς γνώσεως τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἁπλώσας τὸ φῶς, ἑαυτὸν ἡμῖν ὑπέδειξεν εἰκόνα καὶ ὁμοίωσιν [*](d) τοῦ Πατρός. τότε δὴ τότε καὶ ὁ τῆς ἀρχαίας ἀπάτης ἀπελήλατο σκότος, καὶ ἡ βέβηλος καὶ θεομισὴς ἐκ μεσοῦ γέγονεν εἰδωλολατρεία, καὶ πέπτωκε δὲ καὶ αὐτὸς ὁ τῆς ἀπάτης προεστηκὼς, τουτέστιν, ὁ Σατανᾶς.

[*](10)

Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων Συστροφὰς ποιεῖται κατὰ σου Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας [*](1. ἐμπρεπὴς Edd. invitis Α.Β. b. 5. μὲν Β. δὴ Α. δὲ Edd. Statim τέως assumptum ex Α.Β. 6. ἀδάμ.—παραδείξει Α. Edd. ἀδάμαντι— παρεικάζει Β. 7. τὸν] τὴν Edd. ἀνανταγώνιστον Α. Statim τὴν assumptum ex Α.Β. 14. ὅτι Β. δὴ οὖν Α. δὴ Β. δὲ Edd. 20. ὁ Α. τὸ Edd. ἀπελήλακε iid. 21. καὶ ἡ βέβηλος—εἰδωλολατρεία Α. Haec verba supra post τοῦ Πατρὸς ponit Β. infra post ὁ Σατανᾶς Edd. 22. καὶ prius ora. Α. δὲ Α. δὴ Β. Edd. 24. ἱερεὺς] + εἰς F. Edd. (42.) 26. μέσῳ] + τοῦ F. Edd. (Co.) δυνήσεται Α. ὑπενέγκαι Edd. (86. Co.) ἅπαντας Α. (Alex.) supra 247 b. πάντας Β. Edd.)

503
τοῦς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν ῥομφαίᾳ τε- [*](11 e) λευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.

Ανεπικούρητον ἀεὶ τὸ ψεῦδος ἀφ’ ἑαυτοῦ, καὶ οἱ τῆς ἀπάτης πόδες σαθρὸν ἔχουσι τὸ ἔρεισμα. τοιγάρτοι γελᾶται, μόλις ταῖς ἔξωθεν ἐπικουρίαις εἰς τὸ ἑστάναι κρατούμενον. οἷον δὴ τοῦτό ἐστι τὸ τῆς τοῦ Ἰσραὴλ εἰδωλολατρείας. μεθυόντων γὰρ ἦν ἀθύρματα τὰ παρ’ αὐτοῖς, δαμάλεις χρυσαῖ, “ἔργα τέκτονος καὶ χωνεύματα,” κατὰ τὸ γεγραμμένον, καὶ [*](a 327 Α. Hier. x. 3.) τέχνη χειρὸς ἀνθρωπίνης, καὶ ἀνοσίων ἐγχειρημάτων ευρηματα. ἀλλ’ οἱ μὲν μακάριοι προφῆται καλοῦσιν εἰς νῆψιν τοὺς ταῖς ἀπάταις κεκρατημένους· οἱ δὲ τῶν εἰδώλων θεραπευταὶ, καταλυομένης ὥσπερ αὐτοῖς τῆς ὅλης σκηνῆς, οὐ μετρίως ἀσχάλλουσι, καταπτοοῦσι τοῖς δείμασι, τὴν τῶν πλανωμένων θρηνοῦσιν ἀνάνηψιν. ἴσασι γὰρ ὅτι γοργῷ καὶ ἐγρηγορότι νῷ τῆς παρ’ αὐτοῖς λατρείας τὴν βεβήλωσιν ἀταλαίπωρον ἰδεῖν. ἐκδέδιε τοίνυν ὁ βέβηλος Ἀμασίας, μὴ [*](b) ἄρα τοῖς τοῦ Προφήτου παρενεχθεῖεν λόγοις εἰς εἴδησιν ἀγαθὴν οἱ δαμάλεσι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπεπεισμένοι, καὶ ἀπολισθήσειε μὲν τῆς ἱερουργίας αὐτὸς, ἀπολοῦνται δὲ τοῖς τεμένεσιν ὁμοῦ τὰ ἐν αὐτοῖς ἕδη. ταύτῃτοι παραθήγειν πειρᾶται τὸν Ἱεροβοὰμ, μονονουχὶ τῆς αὐτοῦ βασιλείας κατεξανίστασθαι λέγων τὸν Ἀμὼς, καὶ διαβριθῆ τινα καὶ ἀφόρητον ἤδη πὼς ἀποτολμᾶν ποιεῖσθαι λόγον, ὡς [*](c) τεθνήξεται μὲν αὐτὸς ἐν ῥομφαίᾳ, βαδιεῖται δὲ καὶ αἰχμάλωτος ὁ Ἰσραήλ.

Tοιοῦτόν τι πεπράχασι καὶ οἱ τάλανες Ἰουδαῖοι, τὰς ἐπὶ Χριστῷ συντιθέντες συκοφαντίας. ἐπειδὴ γὰρ τοῖς θαύμασι καταπλήττων τὴν Ἰουδαίαν πάντας ἐκάλει πρὸς ἑαυτὸν, [*](2. ἀπαχθήσεται F. (42.) 5. ἐρηρεισμένον pro τὸ ἔρεισμα Α. ἔρεισμα Β. 7. Haec τοῦ om. Β.] Ἰσραὴλ accesserunt ex Α.Β. εἰδωλολατρίαις (sic) Α. 8. γὰρ assumptum ex Β. ἄθυρμα Β. Invito Α. 10. εὑρήματα Α. εὑρέμ. Edd. 14. δείγμασι Edd. 16. βεβήλωσιν] + οὐκ Edd. repugnantibus Α.Β. 21. ὁμοῦ Α.Β. αὐτοῖς Edd. αἴδη pro ἕδη Α. 25. καὶ assumptum ex Α.Β.)

503
προσῆγον Πιλάτῳ, τὰς τοῦ φθόνου φλόγας εἰς νοῦν λαβόντες [*](S. Joan. xix. 12.) οἱ δείλαιοι, καὶ δὴ καὶ ἔφασκον “Ἐὰν μὴ τοῦτον “ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.” ἶσα τοίνυν καὶ [*](d) παρὰ πάντων ἀεὶ τῶν τῆ εὐσεβείᾳ μαχομένων τὰ κατὰ τῶν ἁγίων τολμήματα διὰ τῶν ὁμοίων ἐγχειρημάτων ἔρχεται, πανταχῆ τοῦ ψεύδους νοσοῦντος τὸ ἄναλκι.

[*](12)

Καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς [*](13) γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις· εἰς δέ Βαιθὴλ οὐκ ἐὺ μὴ προσθῇς προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως εστί, καὶ οἶκος βασιλείας εστίν.

[*](e)

Ἀναισχυντεῖ λοιπὸν ἐναργῶς, καὶ τοῖς θείοις ἀντεξάγει λόγοις τῆς ἑαυτοῦ βασκανίας τὴν ἔνδειξιν· ὁρῶντας μὲν γὰρ τοὺς προφήτας ἐκάλουν, πλὴν οὐκ ἀξιώσας οὐδὲ τῷ τῆς προφητείας ὀνόματι κατασεμνύνειν αὐτὸν, ἀλλ’ οἱονείπως ὡς τῶν ψευδομάντεων ἕνα διαβεβληκὼς, ἐκχωρεῖν ἐκέλευεν εἰς γῆν Ἰόύδα. προστιθεὶς δὲ τὸ Ἐκεῖ καταβίου, μονονουχί φησιν Εἰ λημμάτων αἰσχρῶν ἐφίεσαι, καὶ ἐκ τοῦ κατεπᾴδειν [*](328 Α. a) τισὶ ῥημάτια, τὰ πρὸς τὸν βίον χρήσιμα ζητεῖς ἐρανίζεσθαι, τὴν Σαμάρειαν ἀφεὶς λάλει τοῖς ἐκ φυλῆς Ἰούδα, καὶ οὐ προφητεύσεις ἐν Βαιθήλ· ἁγίασμα γὰρ βασιλέως λέως ἐστί. τὸ ἁγίασμά φησιν, ἀντὶ τοῦ ἀνάθημα, ἤγουν ἀναθήματος τόπος. ἐκεῖ γὰρ ἀνέθηκεν ὁ πρῶτος Ἱεροβοὰμ τὴν δάμαλιν τὴν χρυσῆν. ἀναφέρων δὲ ὥσπερ τοῦ Προφήτου τὸ ἔγ- κλημα καὶ εἰς τὴν τοῦ κρατοῦντος τιμὴν, οἶκος, φησὶ, βασιλείας ἐστί. σὺ δὲ συγχεῖς τὰ βασιλικὰ, θορύβους ἐγείρεις, [*](1. εἰς νοῦν λαβόντες om. Α. 5. τολμήματα] + καὶ Edd. invitis Α.Β. 6. πανταχοῦ iid. Statim τοῦ assumptum ex B. τῷ ἀναλκεῖ (sic) Α. Ἀμώς] + λέγων F. Edd. (Co.) ὁ om. Α. ut supra 247 b. ἐκχώρησον] + σὺ Edd. invitis Β. (Alex. XII.) cf. supra. 9. μὴ assumptum ex A.B. (Alex. XII sed erasum.) Statim προσθήσεις Edd. (Vat. XII.) Post h. v. τοῦ add. Edd. invitis A.B. 12. ἑαυτῶν Edd. ante Migne. ὁρῶντας μὲν γὰρ τοὺς προφήτας ἐκάλουν Α.Β. ὁρῶντα μὲν γὰρ τὸν προφήτην ἐκάλει Edd. 14. κατασεμνύνας iid. 15. ψευδομαντίων iid. ante Migne. 16. μόνον γὰρ οὐχὶ Α. 18. ῥήματα Α. 20. γὰρ om. Α.)

505
τοῖς τῶν κρατούντων θελήμασι ῥιψοκινδύνως ἀντιτασσόμενος. [*](b) ὅρα τοίνυν ἐναργῶς, ὅπως ἐστὶν ἀληθὲς τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν Ἰσραήλ “ Καὶ ἐποτίζετε τοὺς ἡγιασμέ- [*](Supra ii. 12.) “ νους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ “μὴ προφητεύστητε.”

Καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν Οὐκ ἤμην προφήτης [*](14) ἐΓὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ’ ἢ ε αἰπόλος ἤμην, κνίζων κα ἀνέλαβέ με Κύριοις ἐκ τῶ προβάτων, καὶ εἶπε [*](15) Κύριος πρὸς μέ Βάδιζε προφήτευσον ἐμ τό λαόν μου Ἰσραήλ. [*](c) κα νῦν ἄκουε λόγον Κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐμ τοι [*](16) λαόν μου Ἰσραὴλ, καὶ οὐ μὴ ὀχλαγςγήσῃς ἐΜ τοι οἶκον δῶ τοῦτο τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει προνεύσει, [*](17) κα ὁ ὑῶι ὅου κω αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἑ σχοινίῳ καταμετρηθήσεται, κα οὐ ἑ γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.

[*](d)

Οτε τοῖς ἐπιεικέσιν οἱ τῆς φαυλότητος ἐπιτηδευταὶ τὰς ὕβρεις ἐπάγουσι, τοὺς ἰδίους αὐτοῖς ἐγκαλοῦσι τρόπους, καὶ τῶν σφετέρων αἰτιαμάτων τὸ ἀκαλλὲς ἐπάγοντες, ἐμπαροινεῖν οἴονται, διαλελήθασι δὲ σφᾶς αὐτοὺς μονονουχὶ ἐν πίνακι γράφοντες, καὶ ὁποῖοί τινες εἰσὶ καταδεικνύοντες τοῖς ἄλλοις. τοῦτό τι παθόντα νυνὶ τὸν ἀπόπληκτον Ἀμασίαν εὑρήσομεν. ψευδοπροφήτης γὰρ ὣν, καὶ τοῖς τῶν εἰδώλων προσεδρεύων βωμοῖς, κῶλά τε συλλέγων καὶ τῶν σφαζο- [*](e) [*](4. έντέλλεσθε Α. (ut supra 272. init.) 7. ἐγὼ om. Edd. ἢ om. Β. ut supra 247 b. (22. al.) ἤγην] + καὶ Α. ut supra 247 b. (Vat.) 8. ἐκ] ἀπὸ F. 9. Βάδιζε] + καὶ Edd. (Vat.) οἶκον pro λαόν μου F. Edd. (Co.) 10. Μὴ προφήτευε] οὐ προφητεύσεις F. Edd. (42.) 11. Haec λαόν μου assumpta ex Α. (240.) 13. οἱ om. Edd. (Co.) 14. ἐν prius om. Edd. (68, 91, 97, 228.) 16. αὐτοῦ] + οὔτως ἔδειξέ μοι Κύριος Edd. 18. αὐτοῖς Α. αὐτοὶ Edd. 19. ἐφ’ ἑτέρων pro σφετ. Α. Statim ἁμαρτημάτων Edd. invitis Α. Β. 20. λελήθασι Β. 22. τοῦτό τι] Sic retinui cum Edd. τοῦτό τοι Α.Β. 24. κολασταῖς (sic) pro κῶλά τε Α.)

506
μένων τὰ λείψανα, καὶ λημμάτων αἰσχρῶν ἀχαλίνως ἡττώμενος, κατωνείδιζε τὸν Ἀμὼς, καὶ δεῖν μὲν ἔφασκε τῆς Σαμαρείας ἀποφοιτᾶν, ἐκχωρεῖν δὲ, εἰ βούλοιτο, εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβιοῦν. ἐκεῖ γὰρ, φησὶ, ψευδοεπήσεις εὐκόλως, καὶ συναρπάζων πολλοὺς, ἐρανιῇ τὰ πρὸς τὸν βίον, καὶ μᾶλλον εὑρήσεις τὰ ζωαρκῆ. τὸ γὰρ Ἐκεῖ καταβίου, τοιοῦτόν τινα, καθάπερ ἤδη προεῖπον, ὑπεμφαίνει νοῦν. [*](329 Α. a) ἀλλ’ ὅτι μὴ τοιοῦτος τῷ Προφήτῃ σκοπὸς, μήτε μὴν εἰς φιλοκερδίαν βλέπει, δεσποτικοῖς δὲ μᾶλλον ὑπείκει θελήμασι, ταύτῃτοι τὴν προφήτη πρέπουσαν διακονίαν ἀποπληροῖ, πειρᾶται διδάσκειν, καὶ λίαν ἐπιεικῶς, ἐκεῖνο λέγων, ὡς οὔτε προφήτης ἦν, οὔτε μὴν προφήτου γέγονεν υἱὸς, κατὰ μαθητείαν δὲ πάντως, ἤγουν κατὰ πνεῦμα, φημὶ, καθάπερ ἀμέλει καὶ Ἐλισσαιὲ τοῦ Ἡλίου, ἀλλ’ ἦν μὲν αἰπόλος, ἄγροικόν τε [*](b) καὶ ἁπλῆν καὶ ἀκάκουργον βιοτεύων ζωὴν, ὀλίγα δὲ παντελῶς τὰ εἰς τροφὰς ἔχων, καὶ τοῖς ἐξ ἀγρῶν ἀρκούμενος, ἃ μηδὲ ἃν ἐκπρίαιτό τις· ταῦτα δὲ ἦν συκάμινα. σχολαῖοι γὰρ ὄντες τῶν ποιμνίων οἱ ἐπιστάται, τάς τε τῶν δένδρων σκιὰς ὑποτρέχουσι, καὶ τὰ ἐκ τῆς ἀργίας ἐγκλήματα μονονουχὶ διαπαίζοντες, καρποὺς ἀποκνίζουσι καὶ τῆς γαστρὸς τὴν ἀνάγκην, ὡς ἂν ἐνδέχοιτο, θεραπεύουσιν. ἀλλ’ ἐμὲ μέν φησιν ἐν τούτοις ὄντα, Θεὸς κατὰ τὸ αὐτῷ δοκοῦν ἐποιεῖτο προφήτην, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ τὰ ἐπ’ αὐτοὺς ἥκοντα καὶ ὅσον οὐδέπω παρεσόμενα διατρανοῦν ἐκέλευε· [*](c) σὺ δὲ τοῖς ἄνω νεύμασιν ἀντεξάγων τὰ σὰ, σιωπᾶν ἐπιτάττεις. ταύτῃτοι λοιπόν Τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν [*](2. κατονειδίζει Α. δεῖν Β. δὴ Α. ἰδόντα Edd. 4. Hoc φησὶ assumptum ex Β. 5. ἐρανιῇ] ἐρᾷ. εἰ (sic) Α. 6. Haec τὸ γὰρ ἐκεῖ assumpta ex Α. Β. 7. τοιοῦτόν τινα, καθάπερ ἤδη προεῖπον, ὑπεμφαίνει νοῦν] Sic edidi. τοιοῦτόν τινα, καθόπερ ἤδη προεῖπον, ὑπεμφαίνει Β. τοιοῦτόν ἐστιν. ἃ καθάπερ ἤδη προεῖπον ὑπεμφαίνει οὖν Α. τοιουτονί τινα ὑπεμφαίνει τὸν νοῦν Edd. 9. φιλοκέρδειαν Β. βλέπη Edd. invitis Α. Β. εἴκει προστάγμασι pro ὑπείκει θελήμασι Β. Statim κοὶ add. Edd. invitis Α. Β. 10. τὴν προφήτῃ πρέπουσαν Α. Β. τὴν προφήτου Edd. 11. πειρᾶται] + δὲ Α. 14.Ἐλισσεαὶ Α. 15. ἀκακουργὶ Edd. 16. τροφὰς τρο φὴν Edd. 17. μηδ’ Β. πρίαιτό Edd. 18. τε assumptum ex Α. 24. οὔπω Edd. Statim ἐσόμενα iid. invito Α. ἐκέλευσεν Α. invito Β.)
507
τῇ πόλει πορνεύσει, δῆλον δὲ ὅτι ταῖς τῶν πολεμίων ὕβρεσιν ὑποπίπτουσα, καὶ τὸ ἀκρατὲς εἰς ἀσέλγειαν τῶν ἐχόντων αὐτὴν ὡς ἐξ ἀνάγκης ὑφισταμένη· καταφθαρήσονται δὲ καὶ τὰ τέκνα, ῥομφαίας ἔργον γεγενημένα. καὶ πρός γε δὴ τούτῳ, η γῆ σου καταμετρηθησεται σχοινιῳ, τουτεστιν, ὕπο φόρον ἔσται, καὶ συντελέσει δασμοὺς τῷ κεκρατηκότι. σὺ δὲ πρὸς τούτοις ὁ νῦν οἰόμενος, φησὶ, γῆν ἁγίαν οἰκεῖν τὴν [*](d) Βαιθὴλ, καὶ ἁγίασμα βασιλέως ἔχειν, βαδιῇ μὲν αἰχμάλωτος, ἐντεθνήξῃ δὲ τοῖς κακοῖς, οὐχ ὑπονοστήσας ἔτι· πῶς γὰρ, ἢ πόθεν; ἀπομεμενηκὼς δὲ νεκρὸς ἐν ἀλλοδαπῇ τε καὶ ἀκαθάρτῳ γῇ τῶν πολεμίων· οἰχήσεται δὲ καὶ αὐτὸς αἰχμαλωτος ὁ Ἰσραὴλ, ὁ σὲ προφήτην καὶ ἐπιστάτην τῶν ἁγίων ἀνθῃρημένος. χαλεπὸν οὖν ἄρα τὸ τοῖς θείοις ἀντιπράττειν νεύμασι, καὶ ἀπερισκέπτως ἰέναι πρὸς τὸ δεῖν ἔσθ’ ὅτε καὶ ἁγίοις ἐπιτιμᾶν τὰ Θεῷ δοκοῦντα διερμηνεύουσιν, οἷς καὶ [*](e) εἴρηται παρ’ αὐτοῦ “Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ο [*](Zach. ii. 8.) “ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.

Ἐπιτήρει δὲ ὅπως εἷς τε καὶ ἀξιάγαστος τοῖς ἁγίοις σκοπὸς, τὸ χρῆναί φημι τοῖς τοῦ Θεοῦ λόγοις ἀνυποστόλως ὑπηρετεῖν, καὶ παρ’ οὐδὲν ποιεῖσθαι τὰ ἀνθρώπινα, κἂν εἰ πολέμους αὐτοῖς καὶ θλίψεις ἐπιφέρωσί τινες. ὁ μὲν γὰρ μακάριος Ἀμὼς ἀλογήσας παντελῶς τῆς Ἀμασίου σκαιότητος, οὐχ ὅπως σεσίγηκεν, ἀλλὰ γὰρ καὶ τὴν ἐπ’ αὐτῷ κατάρρησιν ἐποιεῖτο νεανικῶς· οἱ δέ γε θεσπέσιοι μαθηταὶ [*](a 330 A.) σιωπᾶν αὐτοῖς προστεταχότων ποτὲ τῶν γραμματέων καὶ Φαρισαίων, διαρρήδην ἔφασκον “Εἰ δίκαιόν ἐστιν ἐνώπιον [*](Acta SS. Ap.iv. 19, 20.) “τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· οὐ “δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.”

[*](1. πόλει] + σου Β, πόλεων pro πολεμίων Edd. 5. σχοινίοις iid. ὑπόφορος iid. 6. συγκεκρατηκότι Α. 10, δὲ assumptum ex Α. Β. 13. οὖν om. Β. τὸ om. Α. 14. Haec πρὸς τὸ δεῖν ἔσθ’ ὅτε accesserunt ex Α. Β. 16. ὁ alt. assumptum ex B. cf. ad loc. deest in Α. 18. ἔσται pro εἷς τε Α. 21. τινες καὶ θλίψεις αἰτοῖς ἐπιφέρωσιν inv. ordine Β. 23. γὰρ assumptum ex A.B. 25. γραμματέων et φαρισ. inter se transp. Edd. 27. τοῦ Θεοῦ prius om. Α. 28. εἴδομεν habent A.B.)
508
[*](b)[*](Κεφ. η΄.)

Οὕτως ἔδειξέ μοι μοι Κύριος, κοὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. κω εἶπε [*](2) Τί σὺ βλέπεις Ἀμώς; καὶ εἶπα Ἄγγος ἰξευτοῦ. κω εἶπε Κύριος πρὸς μέ Ἥκει τὸ πέρας ἐπὶ τοι λαόν μου Ἰσραὴλ, [*](3) οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν. καὶ ὀλολύξει τά φατωώματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν πάντὶ τόπῳ, ἐπιῤῥίψω σιωπήν.

Εἰσι δὴ πάλιν τῷ Προφήτη κατὰ ῥοῦν ὥσπερ ὁ λόγος, [*](c) καὶ τῶν ἅπαξ παρεισβεβληκότων ἀποχρῶσαν ἐφ’ λαβόντων τὴν ἀφήγησιν, τῶν ὁραμάτων ἡ τάξις ἐπὶ τὸν αὐτῇ πρέποντα διάττει σκοπόν. τεθέαται τοίνυν τὴν τῶν [*](Supra vii 1.) Ἀσσυρίων πληθὺν, ὡς ἑωθινὴν ἀκρίδων ἐπιγονὴν, καὶ σὺν αὐτοῖς τὸν Γὼγ, ἤτοι τὸν Σεναχηρεὶμ, ὡς ἐν εἴδει βρούχου γραφόμενον, διὰ τὸ πολὺ τῆς γῆς ἀναθρώσκειν εὐσθενῶς τὸ ζῷον. τοιοῦτος δέ πὼς ὁ ἀλαζὼν, ἀναθρώσκων ἀεὶ πρὸς τὸ ὑψοῦ, καὶ τοῖς ταπεινοῖς συνδιαιτᾶσθαι παραιτούμενος. τε- [*](Ib. 4. d) θεαταὶ δὲ καὶ ὡς ἐν πυρὶ καλουμένην τὴν δίκην, καὶ μὴν καὶ [*](Ib. 7sqq.) ἐντεταγμένον εἰς μέσον τὸν Ἰσραὴλ τὸν ἀδάμαντα παρὰ τοῦ ἑστηκότος ἐπὶ τὸ τεῖχος τὸ ἀδαμάντινον. εἶτα τί καὶ πρός; τὸ ἄγγος ἦν ἰξευτοῦ. ὃ δὲ δὴ καὶ ἐν ἀρχαῖς ἔφην, ἑ ῥῶ δὴ πάλιν, ὡς ἀγροικότερον τεθραμμένῳ τῷ Προφήτῃ, Θεὸς διὰ τῶν ἐν ἀγροῖς ὅτι μάλιστα δρωμένων ἀποκαλύπτει μυστήρια. ἰξευταὶ γὰρ, καὶ τὰ δι’ αὐτῶν θηρώμενα, πτηνὰ [*](e) δηλονότι, πρέποιεν ἂν οὐχὶ δήπου μᾶλλον ἀνδράσι τοῖς ἀστικοῖς, ἀλλ’ οἷς ἂν εἴη τὸ ἐπιτήδευμα καὶ ὁ τοῦ βίου σκοπὸς ἀγροὶ καὶ τὰ ἐν αὐτοῖς. ὅτι δὲ πάντη τε καὶ τάντως ἀγρευθήσεται πρὸς σφαγὴν, καθάπερ ὑπὸ χειρὸς τῶν [*](1. s εἶπε] + κύριος F. Edd. (22, 36, 51, 95 , 185, 238.) 3, μου] τὸν Α. Edd. (86.) 4, οὐκ ἔτι μὴ προσθῶ Β. (Alex.) οὐκέτι μὴ προσθήσω Α. (XII ante corr.) οὐ προσθήσω οὐκ ἔτι F. Edd. (Co.) οὐκέτι οὐ μὴ προσθῶ infra 341 C. (26, 36, 238, 240.) καὶ om. Α. 5, ἐκείνῃ τῇ ἡμέρᾳ inv. ord. F. Edd. (22. al.) 7. ῥοῦν A.B. νοῦν Edd. 8. παρεισβεβηκότων iid. invitis A.B. 12. Σεναχηρεὶμ B. Σενναχηρὶμ Edd. 17. τοῦ pro τὸν prius Α. 18. εἶτα τί κα πρός; τὸ ἄγγος ἦν] Sic edidi. εἶτα τί κοὶ πρὸς τὸ ἄγγος ἦν Α. εἶτα τί καὶ ἰδοὺ δῆος Β. εἶτα τί πρὸς τῷ; του] τῷ; Migne.) καὶ ἄγγος ἦν Edd. 19, ἀρχῇ Edd. 25. δὴ pro δὲ Α. 26. ἀγρευθήσεται Β. ἀγρευθήσονται Edd.)

509
ἰξεύειν εἰωθότων, τοῖς ἀγελαίοις ὁμοῦ καὶ τὸ ἀπόλεκτον τῶν ἐν Σαμαρείᾳ γένος, φημὶ δὴ τὸ τῶν ἀλαζόνων καὶ ἐν ἴσῳ πτηνοῖς ὑψοῦ φέρεσθαι μεμελετηκότων, αἰνιγματωδῶς ὑπέδειξε τῶν ὁραμάτων ἡ δύναμις. ἄγγος γὰρ ἦν ἰξευτοῦ τὸ ὁρώμενον. τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεὸς, ὅτι ἥκει τὸ [*](a 331 Α.) πέρας ἐπὶ τὸν λα,όν μου Ἰαραὴλ, καὶ ὡς οὐκ ἃν ὤ παρελθοι τὰ αὐτῶν ἐγκλήματα· κατεμπρησθήσεται δὲ ὅτι καὶ αὐτὸς ὁ ναὸς, ὁ τὴν χρυσῆν ἔχων δάμαλιν ἐν Βαιθὴλ, διαμεμήνυκεν εἰπὼν ὅτι ὀλολύξει τὰ φατνώματα τοῦ ναου ἐν τῃ ἡμέρᾳ ἐκείνῃ. φατνώματα δὲ λέγειν εἴωθε τὴν ὀροφὴν, ἤτοι τὰ περὶ αὐτὴν, ταῖς τῶν τεκτόνων ἐπιεικείαις εὐτέχνως εὖ μάλα πεποικιλμένα κατὰ τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων [*](b) “Δοκοὶ ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. ὀλολύξει [*](Cant. i. 17.) δὲ τὰ φατνώματά φησιν· καὶ οὐχὶ τὴν ἔναρθρον ἱέντα φωνὴν, τὴν ὡς ἐν κτύποις δὲ μᾶλλον καὶ τοὺς ἐν τῷ διακλᾶσθαι τρισμούς. ἐπειδὴ δὲ καὶ πολὺς ἔσται, φησὶν, ὁ πεπτωκὼς ἐν παντι τόπῳ, ἐπιρρίψω σιώπην. παντὸς γὰρ τόπου λοιπὸν εἰς ἐρημίαν ἐνηνεγμένου, καὶ οὐκ ἔχοντος τοὺς οἰκήτορας, πολλή τις ἔσται ἡ σιωπὴ, ἤγουν ἡσυχία, καθὰ καὶ ἐν ταῖς ἐρήμοις καὶ ἀβάτοις γαῖς. ἀμηχανήσει δὴ οὖν κατ’ οὐδένα τρόπον ὁ τῶν ὅλων Θεὸς, εἰ παιδεύειν ἕλοιτο [*](c) τοὺς ἡμαρτηκότας, ἀλλ’ ἔσται πολὺς καὶ διάφορος αὐτῷ τῆς αἰκίας ὁ τρόπος, καὶ ἀντιστήσεται μὲν οὐδεὶς ποιναῖς ἐνιέντι τὸν παροτρύνοντα, διαφεύξεται γεμὴν ὁ ταῖς μεταγνώσεσιν ἀποσειόμενος τὴν ὀργὴν, μετατιθεὶς ἐφ’ ἑαυτῷ πρὸς ἡμερότητα χρηστὸν ὄντα καὶ φιλοικτίρμονα τὸν Δεσπότην.

[*](1. κατεμπρησθήσεται Β. καταπρ. Α. Edd. 8. νεὼς Α. 11, τὴν pro τὰ περὶ Α. ἐπιεικείαις εὐτέχνως Α. Edd. εὐτεχνίαις ἐντέχνως Β. 12. πε- ποικιλμένον Α. 13 . ὀλολύξει Α. ὀλολύζειν Β. ὀλολύξειν Edd. 14. καὶ assumptum ex Α. Β. 16, τρισμούς Α.Β. τριμμούς Edd. Statim ἐπεὶ Α. ὁ om. Β. 19, ἡ assumptum ex Α. 22. πολὺς om. Α. 24, τὸν παροτρύνοντα Β. et (omittens τὸν) Α. τῷ παροτρυνθέντι Edd. ἀγνώσεσιν (sic) Α. 20. χρηστὸν ὄντα om. Α. τὸν assumptum ex Α.Β. Δεσπότην] + ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τόμοι τρίτος Α.)