In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διότι ἰδοὺ Κύριος ἐντέλλεται, καὶ πατάξει τὸv οἶκον τὸν μέγαν [*](d) θλάσμασι, κὼ τὸν οἶκον τὸν μικρόν ῥήγμασιν.

Αλώσεσθαι μὲν, μᾶλλον δὲ ἀπολεῖσθαι πόλεις ὁμοῦ τοῖς κατοικοῦσιν αὐτὰς, ἠπείλησεν ἐναργῶς. ὅτι δὲ παρὰ Θεοῦ τὸ χρῆμα, καὶ οὐκ αὐτομάτως ἔσται συμβεβηκὸς, σαφηνιεῖ λίαν τὸ ἐντέλλεσθαι μὲν αὐτὸν τοῖς καταδῃοῦν ἰσχύουσιν, ἐκείνους δὲ δρᾶν εὐκόλως ἅπερ ἂν ὁ θεῖος ὁρίζοι θυμός. οἶκον δὲ μέγαν καὶ μικρὸν τὸν Ἐφραῒμ τάχα που καὶ τὸν Ἰούδαν ἀποκαλεῖ. πολυάνθρωπος μὲν γὰρ ὁ Ἐφραῒμ, ὡς ἐν φυλαῖς μετρούμενος δέκα· ταύτῃτοι καὶ μέγας οἶκος. μείων γεμὴν [*](e) ὁ Ἰούδας, ὡς ἔν γε δυσίν· αὐτὸς γὰρ ἦν ἐν τοῖς Ἱεροσολύμοις, καὶ φυλὴ Βενιαμίν.

Εννοεῖν δὲ ἀκόλουθον, ὅτι τὸ μὲν θλώμενον ἔχει πὼς ὁλοτελῆ τὴν κατάπτωσιν· τὸ δέ γε ῥηγνύμενον νοοῖτ’ ἂν εἰκότως ὡς πάσχον ἐκ μέρους. συμβέβηκε δὲ τὸν μὲν οἶκον [*](1. παραλελειμμένους Edd. invitis A.B.D. b. 2. ἔτι post Θεῶ tr. D. Statim τῷ add. Α. Edd. invitis B.D. 3. κοὶ pro κἂν Β. κἂν habet D. 5. πατράσιν pro τοῖς πράγμασιν Edd. 9. ᾑρημένους] + πράττειν δὲ (sic) Α. voluitne πράττειν τε ? 10. ἁνδάνοι Α. ἁνδάνει Edd. 11. Διότι] ὅτι Edd. (130, 311.) ἐντελεῖται F. Edd. (42, 130, 311.) 12, οἶκον τὸν om. Β. 15. σαφηνίζει Edd. 17. ὁρίζοι Β. ὁρίζει Α. Edd. 19. Haec μὲν γὰρ accesserunt ex Α. Β. b. 20. καὶ] + ὁ Edd. invitis Α.B. b. 21. ὁ assumptum ex Α.Β. ἦν] + ὁ b.)

493
τοῦ Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ τελείαν ὑπομεῖναι τὴν ἅλωσιν, καὶ δυσίατον τὴν ἐκ τοῦ πολέμου συμφορὰν, ἀπὸ μέρους δὲ τὸν Ἰούδαν, καὶ ὡς ἐν βραχεῖ ῥήγματι τοῦτο παθεῖν. δίκαιος οὖν ὁ κριτὴς καὶ ἀπροσωπόληπτος. ταλαντεύει γὰρ, ὡς [*](a 321 Α.) ὁρᾷ, τὰ πόλεων ἢ χωρῶν ἐγκλήματα, καὶ ἀναλόγως ἑκάστῳ τὴν ὠφελεῖν ἰσχύουσαν ἐπάγει πληγήν. μὴ δὴ καταφρονῶμεν Θεοῦ, τὸ παναλκὲς εἰδότες τῆς ὑπερτάτης χειρός· χρῆμα γὰρ ἄριστον ἡ εἰς τοῦτο σύνεσις.

Εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; [*](12) ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς θυμὸν κρῖμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν.

[*](b)

Ὅτι δὴ πάλιν αὐτὸς ἐνετέλλετο καὶ πατάξειν “τὸν οἶκον Supra “τὸν μέγαν θλάσμασι καὶ τὸν οἶκον τὸν μικρὸν ῥήγμασι, κἂν εἰ διὰ τῆς τῶν Ἀσσυρίων πράττοιτο χειρὸς, πάλιν ἡμᾶς ἀναπείσει λέγων Εἰ διώξονται ἐν πέτραις ἵπποι; ὅμοιον γὰρ ὡς εἰ λέγοι σαφῶς Ἀγέρωχον μὲν τὸ ζῷον, καὶ τῶν ὅτι μάλιστα δρομικωτάτων ἵππος, ἀλλ’ ὁ τόπος αὐτῷ εἰς τὸ θέειν ἐπιτήδειος, οὐκ εἴ τις εἴη πετρώδης καὶ ὄχθου πλέως, ἀλλ’ ὁ ψιλός τε καὶ λεῖος. εἶτα πῶς ὑμῶν καταδεδραμήκασιν οἱ Ἀσσύριοι, καίτοι πάλαι τραχέος τε λίαν καὶ οἱονεὶ [*](c) πετρώδους ὄντος λαοῦ, καὶ ὑπ’ οὐδενὸς πώποτε τῶν πολεμίων πεπατημένου; ἀλλὰ Θεὸς ἦν ὁ ἠτιμασμένος, ὁ τὰ σκληρὰ καὶ δυσπόρευτα τοῖς πολεμοῦσι τιθεὶς βάσιμα καὶ ἱππήλατα. ὥσπερ δὲ οὐκ ἂν παύσαιντο, φησὶν, ὀρεκτιῶντες ἵπποι, καὶ [*](1. τοῦ assumptum ex Α. πολλὴν pro τελείαν Α. invito Β. 2. δύσοιστον pro δυσίατον Α. ἀπὸ μέρος Α. 4. οὖν Α.Β. ἦν Edd. ὡς ὁρᾷ Α.. ὡ̣ς ὁρᾷς Edd. Neutrum habet Β. 6. γοῦν pro δὴ Edd. inntis A.B. 10. ὑμεῖς assumptum ex A.B. (Alex. XII.) 12. ἐνετέλλετο Α. ἐντέλλεται B. Edd. πατάξειν Α. πατάξει Β. κατάξει Edd. 14. τράποιτο pro πράττοιτο Α. 15. ἀναπείθει Edd. 17. ἵππος ἀλλ’ ὁ Α. ὁ ἵππος ἀλλὰ Edd. πιστοθεῖν (sic) pro εἰς τὸ θέειν Α. 18. τισὶν ᾖ pro τις εἴη (sic) Α. πόλεως pro πλέως Α. 19. πῶς] Sic correxi. Edebatur πὼς. 22. ἁλλὰ Θεός ἦν Β. ἀλλ’ ἦν Θεὸς Edd. ἠτιμασμένος Β. ἡτοιμασμένος (sic) Α. ἠτιμωμένος Edd. 23. πολεμοῦσι] πολεμίοις iid. 24. φησὶν οὐκ ἂν παῦσ’. inv. ordine iid.)

494
τοῖς τῆς φύσεως κέντροις θηλείαις παρούσαις ἐπιθηγόμενοί τε καὶ ἐπιθρώσκοντες, οὕτως οὐκ ἂν ἠρεμήσειαν οἱ ἐχθροὶ, θερμοτάτην τινὰ καὶ ἀκάθεκτον κατὰ τῶν δεδυσσεβηκότων [*](d) πο,ιούμενοι τὴν ὁρμήν. καὶ τίς ἡ τοῦδε πρόφασις; ὺμεῖς, καὶ οὐχ ἕτεροι. τὸ γὰρ ἐμὸν δίκαιον περὶ ὑμᾶς κρῖμα παρετρέψατέ φησιν εἰς θυμὸν, καὶ ἀντὶ τοῦ καρποὺς ἔχειν δικαιοσύνης, τὸν ἁπάσης ὑμῖν εὐθυμίας πρύτανιν ἐξεβιάσασθε πρὸς ὀργὰς, πικρίας ἄξια δεδυσσεβηκότες. ἠλέει μὲν γὰρ ὁ πάντων Θεὸς ὡς ἐν Αἰγύπτῳ πεπονηκότα τὸν Ἰσραὴλ, ἀλλ’ οὐ διαλελοίπασι παροτρύνοντες. καὶ τοῦτο οἶμαί ἐστι τὸ ἐξεστρέψατε εἰς θυμὸν κρῖμα.

Πάνδεινον οὖν ἄρα τῆς ἀχαριστίας τὸ ἔγκλημα· κολάζεται [*](e) δέ’ καὶ σφόδρα δικαίως. ὃν γὰρ ἔδει μᾶλλον ταῖς εὐφημίαις ἐξημεροῦν ἔτι, καὶ χαριστηρίοις κατευφραίνειν φωναῖς, παροτρύνειν ἀμαθῶς, πῶς οὐ παντὸς ἡμῖν ἔσται πρόξενον κακοῦ;

[*](13)

Οἱ εὐφραινόμενοι ἐπ᾿ οὐδενὶ λόγῳ ἀγαθῷ, οἱ λέγοντες Οὐκ ἐν τῆ [*](14) ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; διότι ἰδού ἐΓὼ ἐπεγείρω ἐφ᾿ ὑμᾶς οἶκος τοῦ Ἰσραὴλ εθνος, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν [*](322 Α. a) εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν.

[*](Supra ver. 12.)

Ἐστρέψατε τοίνυν φησὶ, “κρῖμα εἰς θυμὸν, καρπὸν δὲ “δικαιοσύνης εἰς πικρίαν ὑμεῖς,’’ οἱ μέγα φρονοῦντες ἐφ’ ἑαυτοῖς, καὶ ὑψηλὴν ἀνασπῶντες κατὰ Θεοῦ τὴν ὀφρὺν, οἱ ἐπὶ σαθρῷ καὶ ἀσυνέτῳ χαίροντες λόγῳ. εἰρήκατε γὰρ, οὐκ ἐμὲ γεγενῆσθαι χορηγὸν τῆς ἐνούσης ὑμῖν ἰσχύος, καὶ τοῦ καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσιν [*](1. τοῖς assumptum ex Α.Β. (suprascriptum Α.) 4. ὀργὴν Β τίς assumptum ex Α.Β. 5. ἐμοὶ Edd. 7. προθυμίας Α. ὁ φωναῖς] + τὸ Edd. invitis A.B. 15. ὑμῖν iid. 16. ἀγαθῷ assurnptum ex Β. (22 al.) 17. ὑμῶν Edd. Statim ἔχομεν iid. (91, 95, Κύριος τῶν δυνάμενω add. Edd. (Vat.) 19. τοῦ om. F. Edd. (Co.) 20. τοίνυν assumptum ex Α. ’δε om. Α.)

495
ἀναθέντες τὰ αὐχήματα, τετολμήκατε καὶ εἰπεῖν Οὐκ ἐν ἠ’ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; ὅμοιον δὲ ἦν ἐκεῖνο λοιπὸν, [*](b) ἁλῶναι πεφρονηκότας καὶ ἀσυνέτως λέγοντας Αὐτοὶ καταδυναστεύομεν καὶ περιεσόμεθα τῶν ἐχθρῶν, κἂν εἰ μὴ ἕλοιτο, φησὶ, προασπίζειν Θεὸς, ἡμεῖς κεκρατήκαμεν, καὶ τοῖς οὕτω λαμπροῖς κατορθώμασι σεμνύνεσθαι χρὴ, Θεῷ τοπαράπαν νέμοντες οὐδέν. ὑπεροψία δὴ οὖν καὶ ὕβρις κατὰ Θεοῦ, τὸ ἀπόπληκτον οὕτω φρόνημά τε καὶ ῥῆμα. ἀλλ’ ἦν ὅτι μάλιστα σοφὸς ὁ θεσπέσιος Δαυεὶδ, τῷ τῶν ὅλων κατεξουσιάζοντι Θεῶ τὴν δόξαν ἀνατιθεὶς, καὶ λέγων “Ὅτι τὸ καύ- [*](c Ps. lxxxviii. 18.) “χημα τῆς δυνάμεως ἀυτῶν εἰ σὺ. καὶ πάλιν “Ἐν σοι [*](Ps. xliii. 6, 7.) τοὺς ἐχθροὺς ἤμων κερατιοῦμεν, καὶ ἐν τῳ ὀνόματί σου “ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. οὐ γὰρ ἐπὶ τῷ “τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.” πᾶσα γὰρ ἰσχὺς παρ’ αὐτοῦ, καὶ οὐκ ἃν γένοιτό τι παρ’ ἡμῶν ἀξιάκουστον, μὴ οὐχὶ συνόντος αὐτοῦ καὶ προεστηκότος. “κύριος γὰρ συντρίβει πολέμους,’’ κατὰ τὸ γεγραμμένον.

[*](Exod. xv. 3.)

Ἐπειδὴ δὲ, φησὶν, εἰς τοῦτο λοιπὸν ἀλαζονείας καὶ ἀθυροστομίας πεσόντες ἁλίσκεσθε, ἰδοὺ ἐγὼ ἐπάγω ἐφ’ ὑμᾶς ἔθνος· δῆλον δὲ ὅτι τὸ τῶν Ἀσσυρίων· καὶ ἐκθλίψουσιν ὑμᾶς, τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν [*](d) δυσμῶν. ἔστι μὲν οὖν ἡ Αἰμὰθ μία τῶν πρὸς ἠῶ πόλις, ὑπὸ τὴν Δαμάσκου βασιλείαν τοτηνικάδε κειμένη· μετωνόμασται δὲ νῦν, ὡς ἔφην, εἰς Ἀντιόχειαν, ἤγουν Ἐπιφάνειαν. [*](Supra 313 a.) χείμαῤῥον δὲ δυσμῶν φησὶ τὸν τῶν Αἰγυπτίων ποταμὸν, κατὰ δυσμὰς τῆς Ἰουδαίων γῆς τῆς Αἰγύπτου κειμένης. ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐξ Ἰσραὴλ, πολέμου μέλλοντος ἐπιθρώσκειν [*](1. καὶ assumptum ex Β. 2. ἔχομεν Edd. 3. περιπεφρονηκότας iid. καταδυναστεύομεν Α. κατεδυναστεύσαμεν Β. Edd. 5. φησὶ assumptum ex Β. 7. νέμοντος Β. 8. ῥῆμα Α. χρῆμα Β. Edd. 9. θεσπέσιος assumptum ex Α.Β. 11. εἶ σύ hoc ordine Α. invitis Β. Edd. 12. Haec καὶ ἐν τῷ ὀνόματι — οὐ σώσει με assumpta ex Α.Β. 14—17. πᾶσα γὰρ—κατά τὸ γεγραμμένον om. Β. 18. ἀθυροστόματος Edd. 21. καὶ deest in Edd. 22. ἐμὰθ b. ἕω b. Statim πόλεων Β. 24. δὲ om. Α. 25. φησὶ post ποταμὸν tr. b. Statim τὸν assumptum ex A.B. b. 26. τῶν pro τῆς prius Edd. inv. libris.)

496
ὐτοῖς, ποτὲ μὲν τὴν ἐκ Δαμάσκου καὶ Σύρων ἐπικουρίαν αἰτεῖν, ποτὲ δὲ τὴν τῶν Αἰγυπτίων ὑποτρέχειν χώραν, ταύτῃτοί [*](e) φησιν, ὡς ἔθνος μὲν ἐπ’ αὐτοῖς ἐγείρει, οἱ δὲ ἥξουσιν εὐσθενεῖς, τοσαύτην αὐτοῖς ἐπιρριπτοῦντες θλίψιν, ὡς μὴ ἰσχῦσαι λοιπὸν μήτε εἰς Αἰμὰθ εἰσελθεῖν, μήτε εἰς χειμάῤῥουν τῶν δυσμῶν, τουτέστι, μήτε τὴν Δαμάσκου, μήτε τὴν Αἰγυπτίων [*](Hiob xii. 14.) δύναμιν καλέσαι πρὸς ἐπικουρίαν. “Θεοῦ γὰρ συγκλείοντος, τίς ἀνοίξει; κατὰ τὸ γεγραμμένον. ποῖος ἔσται σωτηρίας τρόπος, τοῦ πάντα ἰσχύοντος εἰς ὄλεθρον συνελαύνοντος;

[*](323 Α. a)[*](Κεφ. ζ΄.)

Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη [*](2) ἑωθινὴ, καὶ ἰδοὺ βροῦχος εἷς· Γὼγ ὁ βασιλεύς. καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτοι τῆς γῆς, καὶ εἶπα Κύριε κύριε ἵλεως γεμοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλίγοστός [*](b 3) ἐστι· μτανόηγσον κύρω ἐμ τούτω, κω τοῦτο οὐκ ἔσται, λέΓει Κύριος.

Τί τὸ ἔθνος τὸ τοῖς ἐξ Ἰσραὴλ ἐπενεχθησόμενον, ἢ ποῖον αὐτοῖς ἐπίοι τὸ βλάβος, ἀποκαλύπτει τῷ Προφήτῃ Θεός· ἁρμόζεται δὲ τοῖς ἤθεσιν αὐτοῦ, καὶ δι’ ὧν οἶδεν ἀκριβῶς, διὰ τούτων αὐτὸν διδάσκει τὰ πραχθησόμενα. πάνδεινον γὰρ ἀεὶ τοῖς ποιμέσιν εἶναί τε δοκεῖ, καὶ ἔστιν ἀληθῶς ἀκρίς τε καὶ βροῦχος· ἀποκειραμένης γὰρ ὥσπερ δι’ αὐτῶν τῆς πόας, καταφθείρεσθαι λοιπὸν ἀνάγκη τὰ ποίμνια. οὐκοῦν [*](c) ὡς ποιμένι τῷ Προφήτῃ Θεὸς τὰς ἐκ τοῦ πολέμου κατασηαὐτοῦ [*](1. Edd. 2. ἀποτρέχειν Α. 3. τοι deest in Edd. αὐτοῖς Α. αὐτοὺς Β. Edd. Statim ἐγείρει Α. ἐγερεῖ Edd. 5. μήτε prius Α.Β. μηδὲ Edd. 6. τὴν prius assumptum ex Α.Β. τὴν alt.] + τῶν Edd. 7. καλέσαι Α.Β. καλέσασθαι Edd. γὰρ om. Α. 11. Κύριος] + Θεὸς Edd. invitis A.B.F. (Alex.) 12. εἷς] εἰς Α.(87, 153, 198,311.) ἦν F. Edd. ὁ om. F. Edd. (42, 86, 147.) καὶ alt. om. Α. 14. διότι F. Edd. (Co.) 17. Τί Ὅ τι Edd. 18. αὐτοῦ iid. Statim ἐπίοι B. ἐποίσει iid. Θεός assumptum ex Α.Β. 19. οἶδεν ἀκριβῶς, διὰ τούτων αὐτὸν Β. οἶδεν ἀκρ., διὰ τούτων αὐτῶν Α. οἶδε, διὰ τούτων ἀκριβῶς Edd. 22. ἀποκειραμένης Α. ἀποκειρομ. Β. Edd.)

497
μαίνει συμφοράς. ὡς ἐν εἴδει γὰρ ἀκρίδος κατασημαίνει τὸν Ἀσσύριον, ὡς ἐν ἀμετρήτῳ πληθύι· μονονουχὶ κατεσθίοντα καὶ δαπανῶντα τὴν γῆν. ἑωθινὴν ’δε φησιν αὐτὴν, μονονουχὶ πίπτουσαν ὡς δρόσον, καὶ ἐν νιφάδων τάξει καταχεομένην τῆς γῆς. ἀλλ’ ἦν, φησὶ, καὶ βροῦχος εἷς· ἦν δὲ δὴ οὗτος καὶ Γὼγ ὁ βασιλεύς. εἶτα Θεοῦ λέγοντος Καὶ ἔσται ὅταν συντελέσῃ τοῦ καταφαγειν τὸν χόρτον τῆς γῆς· τουτέστιν, ὅταν δαπανήσῃ κατεσθίων τὴν ἀγελαίαν πληθὺν τὴν οὖσαν ἐν Σαμαρείᾳ δηλονότι, καὶ ἐν ταῖς πόλεσι τῆς [*](d) Ἰουδαίας· εἶτά τι μέλλοντος προστιθέναι ἕτερον, διαλαβὼν ὁ Προφήτης, καταλήγειν αὐτὸν τῆς ὀργῆς λιπαρεῖ λέγων Κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰσραήλ; ὅτι ὀλιγοστός ἐστιν. εἰ γὰρ δὴ βούλοιο, φησὶ, καθ’ ὃν τεθέαμαι τρόπον παραδοῦναι τοῖς ἐχθροῖς τὸν Ἰσραὴλ εἰς κατάβρωσιν, ὀλίγοστος ἔσται παντελῶς. πρὸς ταῦτα Θεός Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύρος. οὐκ ἃν κοπάσαιμι φησι, οὐδ’ ἂν καθυφείην· καταλήξαιμι γὰρ ἃν οὐδαμῶς τοῦ παιδεύειν [*](e) τοὺς ἠσεβηκότας.

Πολυπραγμονοῦντες δὲ ἀναγκαίως, τίς δὴ ἄρα ἐστὶν ὁ Γὼγ, ἐκεῖνό φαμεν, ὅτι καὶ ὁ μακάριος προφήτης Ἰεζεκιὴλ θρῆνον ἐν αὐτῷ γράφει, Θεοῦ προστάττοντος. οἰόμεθα δὲ εἶναι τὸν Σενναχηρὶμ, ὅτε καὶ Ῥαψάκου κατακερτομοῦντος [*](4 Reg. xix. 35.) Θεὸν “ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ “τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε “χιλιάδας.’’ μεμνήσομαι δὲ ἀναγκαίως τῶν ἐπ’ αὐτῷ γεγραμμένων διὰ φωνῆς Ἰεζεκιήλ. ἔχει δὲ οὕτως “Τάδε λέγει [*](Ezek. xxxviii. 17.) “Κύριος Κύριος τῷ Γώγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ [*](2. ὡς om. Α. invito Β. 4. μονονουχὶ et καὶ assumpta ex Α.Β. 5. οὐ pro καὶ Edd. repugnantibus Α.Β. εἷς assumptum ex Α.Β. b. 6. Assumpta δὴ ex A.B.b. κοὶ prius ex Α. b. 7. ὅταν habet A. 9. τῇ πόλει Edd. 12. Κύριε om. Α. Ἰσραήλ Α.Β. Ἰακώβ Edd. 13. ἐστιν assumptum ex A.B. ὀλιγοστός ἐστιν prius omiss in mg. habet Α.) 14. εἰς A.B. πρὸς Edd. 17. καθυφίην Β. 20. Haec ὁ μακάριος προφήτης desunt in Edd. 23. Κυρίου] Θεοῦ iid. Haec ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων accesserunt ex Α.Β. cf. in Es. 187 s. f. in S. Joan. 456 e. 24. ἑκατὸν] + καὶ Α. 26, 27. Assumpta ὦι δὲ οὕτως ex Α.Β. b. Κύριος alterum ex A.b. πρὸ ex Α.Β. Statim τῶν add. Edd.)

498
[*](324 A. a) “ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν “προφητῶν τοῦ τοῦ Ἰσραὴλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, “τοῦ ἀγαγεῖν σε ἐπ’ αὐτούς.” ἀκούεις ὅπως αὐτὸν, καὶ οὐχ ἕτερον εἶναί φησιν, ὃν ἠπείλησε διὰ προφητῶν ἁγίων ἐπιφέρειν τοῖς ἐξ Ἰσραήλ; ὅτι δὲ τὰς τῆς ἀθυροστομίας ἐξήτηται δίκας, καὶ κρατήσειν ὑπολαβὼν ἀδοκήτως ἀνῄρηται, καὶ πέπτωκεν ἐν τῆ γῇ τοῦ Ἰσραὴλ, πάλιν εὐθὺς κατασημαίνει [*](Ezek. xxxix. 1—5.) λέγων “Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ “Γὼγ καὶ ἐρεῖς τάδε λέγει κύριος κύριος Ἴδου ἐγὼ “σὲ Γὼγ ἄρχοντα Ῥοσμεσὸχ καὶ Θοβὲλ, καὶ συνάξω σε “καὶ καθοδηγήσω σε καὶ ἀναβιβάσω σε ἐπ’ ἐσχάτου βορρᾶ [*](b) “καὶ ἄξω σε ἐπὶ τὰ ὄρη τοῦ Ἰσραὴλ, καὶ ἀπολῶ τόξον σου “ἀπὸ τῆς χειρὸς τῆς ἀριστερᾶς σου καὶ τὰ τοξεύματά σου “ἀπὸ τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ καταβαλῶ σε ἐπὶ τὰ “ὄρη τοῦ Ἰσραὴλ, καὶ πέσῃς σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ “τὰ ἔθνη τὰ περὶ σὲ δοθήσονται εἰς πλῆθος ὀρνέων· καὶ “παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε “καταβρωθῆναι· ἐπὶ πρόσωπον τοῦ πεδίου πέση, ὅτι ἐγὼ [*](Ib. 11—13.) “ἐλάλησα λέγει κύριος Κύριος·” καὶ μεθ’ ἕτερα πάλιν “καὶ “ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν “μνημεῖον ἐν Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων “πρὸς τῆ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον “τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ “πλῆθος αὐτοῦ καὶ κληθήσεται τότε τὸ πολυάνδριον τοῦ Γώγ. “καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ, ἵνα καθαρισθῇ ἐν “ἑπταμήνῳ, καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, [*](2. προφητῶν] + τῶν Edd. 3. σε assumptum ex Α. b. deest in B. 6. ἐζήτηται Β. 9—12. Assumpta τόδε λέγει Κύριος ex A.B. Κύριος ex Α. (Alex. XII.) ἐπὶ σὲ—βοῤῥᾶ καὶ ex Α. Β. 10. ῥοσμεσὸχ Β. ῥῶ ἐν Μεσὸχ Α. 12—15. Haec καὶ ἀπολῶ—ὄρη τοῦ Ἰσραὴλ in Edd. 14. τῆς prius om. Β. καταβάλω Β. 15. πέσεις Α. Statim ἐκεῖ pro σὺ Α. οἱ deest in Edd. 16—20. Haec τὰ ἔθνη τὰ—ἐν ἡμέρᾳ ἐκείνη desunt in Edd. 16. ἐπὶ σὲ pro περὶ σὲ Β. 21—24. Haec τὸ πολυάνδριον—πολυάνδριον τοῦ Γώγ desunt in Edd. 22. καὶ περιοικοδ. —φάραγγος om. Β. 24. τότε om. Β. Statim τὸ om. Α. 25. οἶκος] + τοῦ Edd. (Alex.) invitis Α. Β. 25—499. 2. Haec ἵνα—κύριος Κύριος desunt in Edd. 26. ἑπτὰ μηνῶν Α.)
499
“καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ἧ ἡμέρᾳ ἐδοξάσθην λέγει “Κύριος Κύριος.” πεπτωκότων γὰρ τῶν Ἀσσυρίων, οἳ διὰ τοῦ Γὼγ κατασημαίνονται, τάχα που τὸ πλῆθος τῶν ἐξ Ἰσραὴλ κατορώρυχε τοὺς τεθνεῶτας, ἵνα μὴ πόλεσί τε καὶ χώραις τὸ δύσοιστον τῆς οὕτω δεινῆς κακοσμίας καταλυμαίνοιτο χρῆμα.

Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πθρί [*](4) Κύριος, καὶ κατέφαγεν τὴν ἄβυσσον τὴν πολλὴν, καὶ κατέφαγεν [*](c) τὴν μερίδα. καὶ εἶπα Κύριε Κύρω κόπασον δή· τίς ἀναστήσει [*](5) τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. μετανόησον κύριε ἐπὶ τούτῳ. [*](6) καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.

Tὸν Γὼγ ἤγουν τὸν Ἀσσύριον ὡς ἀκρίδα καὶ βροῦχον τεθέαται· τοῦτον δίκην ὀνομάζει τὴν διὰ πυρός. οὐ γὰρ ἤρκεσε τοῖς Βαβυλωνίοις δαπανῆσαι σιδήρῳ τὸν Ἐφραῒμ, ἀλλὰ γὰρ καὶ πλείστας ὅσας τῶν ἐν Σαμαρείᾳ κατενεπίμπρων [*](d) πόλεις. ἡ δίκη τοίνυν, φησὶ, τουτέστιν ἡ ἐκδίκησις ἡ διὰ πυρὸς, κατεδήδοκε τὴν ἄβυσσον τὴν πολλὴν, τὸν Ἐφραῒμ δηλονότι, διὰ πολλὴν καὶ ἀμέτρητον πληθὺν ἄβυσσον ὠνομασμένον. κατεδήδοκε δὲ οὐδὲν ἧττον τὴν μερίδα τὴν μικρὰν, τουτέστι, τὸν Ἰούδαν καὶ Βενιαμίν. οὐκ εὐαριθμήτους γὰρ τῆς Ἰουδαίας ἐμπρήσας πόλεις, μετὰ τοῦτο καὶ αὐτὴν λοιπὸν πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ ἀλαζὼν Ραψάκης. ἐκμειλισσομένου δὲ τοῦ Προφήτου πάλιν, καὶ μετανοεῖν, ἤτοι μεταβουλεύεσθαι, τὸν τῶν ὅλων Θεὸν ἀναπείθοντος, Οὐκ ἂν [*](e) γένοιτο τοῦτό φησιν ὁ τῶν ὅλων Δεσπότης. τί οὖν ἐντεῦθεν εἰσόμεθα πάλιν; ὅτι τὰ πέρα λόγου τῶν πλημμεληαὐτὸ [*](1. Α. 3. κατασημαίνονται Β. σημαίν. Edd. 5. δύσοστον Α. 6. τὸ ante χρῆμα add. Α. 7. πυρὶ] + λέγει Α. 9. Κύριε κύριε] κύριος ὁ Θεὸς F. Edd. (Co.) 10. τοῦτο pro τούτῳ Edd. (Co.) 12. ἤγουν A.B. ἤτοι Edd. 14. ἤρκηκε iid. 15. κατενεπίμπρων Β. κατεμπίπρη Edd. 16. ἡ secundum deest in iisd. 23. ἤτοι] + καὶ iid. 25. τοῦτό φησιν hoc ordine Α.)

500
μάτων, καίτοι πολὺ λίαν ἀνεξικακεῖν εἰδότα Θεὸν παραθήγει δεινῶς, καὶ τὰς τῶν ἁγίων μονονουχὶ καὶ ἀπράκτους ἀποφαίνουσι προσευχάς. καὶ γοῦν ἔφασκε πρὸς τὸν προφήτην [*](Hier. vii. 16.) Ἱερεμίαν περὶ τῶν ἐξ Ἰσραήλ “Καὶ σὺ μὴ προσεύχου περὶ “τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ “μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου.’’

[*](325 Α. a)[*](7)