In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Οἱ μακάριοι προφῆται τὰ κακὰ τὰ κατά τινων ἐσόμενα προαναμανθάνοντες, εἶτα δειμάτων ἐντεῦθεν ἀναπιμπλάμενοι [*](a 297 Α.) καὶ ὑπεραλγοῦντες ὡς ἀδελφῶν, θερμοτέρας ἔσθ’ ὅτε ποιοῦνται τὰς ἐπιπλήξεις, μονονουχὶ δάκνοντες ἐξ ἀγάπης, καὶ διανιστάντες εἰς νῆψιν τῇ προαγορεύσει τῶν ὅσον οὐδέπω συμβησομένων. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ἐπιτελεῖ, λέγων μὲν ὡς ἐξ ἰδίου προσώπου, πλὴν οὐχὶ τὰ ἀπὸ γνώμης ἰδίας, ἀλλ’ ὡς ἐκ θείων χρησμῳδημάτων. ταύτῃτοί φησιν Ἀκούσατε τὸν λόγον κυροῦ τοῦτον ὂν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον. λελάληκε μὲν γὰρ ἐν ἐμοὶ, φησὶν, ὁ τῶν ὅλων Θεὸς, [*](b) συντέθειται δέ μοι θρῆνος ἐφ’ ὑμᾶς τοὺς ἀποφοιτῶντας αὐτοῦ. καὶ τί δὴ ἄρα τὸ γοερόν ἐστι μέλος; τί τὸ θρήνημα; καὶ ἐφ’ ὅτῳπερ ἃν γένοιτο παρ’ ἐμοῦ τὸ δάκρυον; δεινὴ καὶ ἀνουθέτητος ἡ συμφορά. οἶκος Ἰσραὴλ ἔπεσε. συνειστήκει μὲν γὰρ, τιμωμένου τε καὶ ἀγαπωμένου Θεοῦ, καταπέπτωκε [*](2. σωφρονίζοντος] + καὶ Edd. δὲ assumptum ex Α. Β. 3, καταπαιδεύοντος Β. καταπαίοντος Α. Edd. 4, ἦν assumptum ex Α. ἀναμαθεῖν om. Β. retinui cum Α. 6. τὸν om. A. τοῦτον om. F. Edd. 7. θρηνῶν F. οἶκος] + τοῦ Edd. (XII.) προσθῇ Α.Β. (Alex. XII.) προστεθῇ Edd. προσθετῇ (sic) F. προσθήσει Vat.] Statim τοῦ om. Edd. (Co.) 8. τοῦ om. F. Edd. (91, 97, 153.) σφάλη F. Edd. αὐτῆς Α.Β. (XII.) αὐτοῦ Edd. (Vat.) [Neutrum habet ἐσφάλη 9. ἀνιστῶν F. αὐτῆς (22. al.) [oi ό ἀνιστῶν XII mg.] 10, Haec τὰ κακὰ assumpta ex Α. 13. διανιστῶντες Edd. 14. οὐδέπω Α. οὔπω Edd. 17. ἴδια Α. 18, τὸν om. Α. ut supra. 20. ἐφ’ Α. εἰς Β. Edd. 21. 8(1 pro δὴ Α. ἐστι om. Α. 23. ἡ assumptum ex Α. 24. τε assumptam ex Α.)

454
δὲ νυνὶ, ταῖς τῶν πλανωμένων ἀπονοίαις παρωτρυμμένου. εἶτα τίς ὁ ἐγερῶν τὸν τοῖς θείοις νεύμασι καταπίπτοντα ; ἔσφαλεν ἡ παρθένος, ἀντὶ τοῦ πεπόρνευκε. ποία δὲ αὕτη ; [*](C) πάντως που πάλιν ὁ Ἰσραὴλ, ἤγουν ἢ τῶν Ἰουδαίων [*](Hier. iii. 4.) Συναγωγὴ, πρὸς ἢν εἴρηται παρὰ Θεοῦ " οὐχ ὡς οἶκόν “με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου ; οὐκοῦν ἡ τῆς παρθενίας ἀρχηγὸν λαχοῦσα Θεὸν, ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, τουτέστι, πεπόρνευκε καὶ ἀπροφάσιστον ἔχει τὴν ἁμαρτίαν. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτέ· ἀλλ’ ἦν ἐν γῇ οὐκ ἰδίᾳ, καὶ τοῖς τῶν κρατούντων ὑπέστρωτο νόμοις, τάχα που καὶ ἀβουλήτως εἰς τὰ ἐκείνων ἔθη κατεβιάζετο [*](d) τῆς προγονικῆς εὐσεβείας ὡς ἐξ ἀνάγκης ἐξωθουμένη· νυνὶ δὲ μαχλὰς κατωθοῦντος οὐδενός· ἔστι γὰρ ἐπὶ τῆς ἰδίας, ἔνθα νόμος ὁ παιδαγωγὸς, ἀποκομίζων αὐτὴν εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ, ἀνειμένη δὲ καὶ ἐλευθέρα καὶ ἀνεπίπληκτος παντελῶς ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδός. τίς οὖν αὐτῇ τῆς ἀπολογίας ἐκπορισθείη λοιπὸν ὁ τρόπος ; πεπόρνευκε γὰρ, οὐ βεβιασμένη· πόθεν ; ἀλλ’ ἑκοῦσα λοιπόν. ταύτῃτοί κατερραγμένη· οὐκ ἔστιν ὁ ἐγερῶν. εἰρήσθω δὴ οὖν εὖ μάλα καὶ πρός γε ἡμῶν αὐτῶν [*](Ps. lxxv. 8. e) τῷ πάντα ἰσχύοντι Θεῷ " Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- " σεταί σοι ἀπὸ τῆς ὀργῆς σου.”

Πέπτωκε δὲ καὶ ἑτέρως ἢ τῶν Ἰουδαίων πληθὺς, διὰ τῆς εἰς Χριστὸν παροινίας καταβιαζομένη πρὸς ὄλεθρον, καὶ κεῖται λοιπὸν ἐπαμύνοντος οὐδενὸς, περιμένουσα δὲ πάλιν τὴν τοῦ κατοικτείροντος χάριν, φημὶ δὴ Χριστοῦ. κληθή- [*](1. παροτρυνομένου A. 2. ἐγείρων Α. 3. ἐσφάλη Aubertus. Statim γὰρ add. Β. Edd. invito Α. παρθένος A.B.b. παρθένια Edd. Statim τουτέστι pro ἀντὶ τοῦ iid. invitis A.B.b. 6. κα alt. om. Ἁ. (23.) 7. ὲσφάλη Edd 8. ἐπόρνευσε Β. 9. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτε] πάλοι μὲν γὰρ πεπόρν. ἐν Αἰγύπτῳ b. 13. νυν Α. nivitis Β.b. Hoc μαχλὰς accessit ex b. μάλα post δὲ add. Α. τῆς] Sic edidi ex B. γῆς Edd. 15. ἀληθοῦς Edd. invitis A.B.b. 18. Haec λοιπὸν ὁ accesserunt ex Α. βεβιασμένη· πόθεν] Sic correxi. βεβιασμένη ποθεν Α.Β. Edd. 19. κατερῥαγμένη· οὐκ Α. κατερραγμένην οὐκ Edd. 20. ἐγείρων Α. γε om. Α. 24. ἔλεγχον pro ὄλεθρον Edd. invitis Α.Β. 25. πάλιν Α. μόνην Edd.)

455
σεται γὰρ καὶ αὕτη πρὸς ἐπίγνωσιν διὰ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς.

[*](a 298 Α.)

Διότι τάδε λέγει Κύριος Ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, [*](3) ὑπολειφθήσονται ἑκατόν· κω ἕε ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.

Διατρανοῖ δὴ λίαν ἐν τούτοις τὸ τίνα πεσεῖται τρόπον. κένανδροι γὰρ, φησὶν, ἀπομενοῦσιν αἱ πόλεις, δαπανῶντος τοῦ πολεμοῦ τοὺς ἐν αὐταῖς, καὶ ἀθλιότητος εἰς τοῦτο μετακομίζοντος, ὡς μόλις αὐταῖς τὴν δεκάτην ἀπομεῖναι μοῖραν. ἐπειδὴ γὰρ αὐτοὶ παροτρύνοντες ἀνενηνόχασι τοῖς ἀκαθάρτοις δαίμοσιν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν, καὶ αὐτοὶ [*](b Supra iv. 4.) μόλις ὡς ἐν μοίρᾳ δεκάτη περιλειφθήσονται, μονονουχὶ ταλαντεύοντος Θεοῦ τὸ πλημμέλημα, καὶ ταῖς δυσσεβείαις αὐτῶν ἀντεπάγοντος τὴν ἰσόρροπον δίκην.

Φοβερὸν οὖν ἆρα τὸ ἐν θυμῷ παιδεύεσθαι· ταύτῃτοι καὶ ἐλιπάρει Θεὸν ὁ προφήτης λέγων “Παίδευσον ἡμᾶς, Κύριε, [*](Hier. x. 24.) “πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς “ποιησῃς.

Διότι τάδε λέγει Κύριος πρὸς τὸ οἴκοι Ἰσραήλ Ἐκζητήσατέ με [*](4) κὼ ζήσεσθε· καὶ μὴ ἐκζητεῖτε Βαιθήλ καὶ εἰς Γάλγαλα μὴ [*](c) εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε, ὅτι [*](5) Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωθευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. ἐκζητήσατε τὸν κύρω καὶ ζήσατε, [*](6) [*](1. αὕτη Β. αὐτὴ Edd. 5. οἴκῳ om. Α. 8. κατακομίζοντος b. 10. παροτρύνοντες Α. παροτρύνοντες Edd. Fit vacuum in Β. Statim ἀνηνέγκασι Α. 11. πνεύμασιν pro δαίμοσιν Α. τριημέρειαν Β. αὐτῶν assumptum ex Α. 12. δεκατέρᾳ pro δεκάτῃ Edd. 15. οὖν om. Α. 19. πρὸς] ἐπὶ F. Edd. (42.) οἶκον] + τοῦ Edd. (Co.) ἐμὲ Edd. (Co.) 20. ζήσετε F. Edd. (Co.) 21. ἀναβαίνετε A.B. (Alex. XII.) cf. infra 299 a. διαβαίνετε Edd. (Vat.) Statim διότι F. Edd. (Co.) 22. αἰχμαλωτιζομένη F. Statim αἰχμαλωτευθήσεται Α.Β. αἰχμαλωτισθήσεται Edd. ἔσται ὡς desunt in Edd. 23. ζήσατε Α. Edd. (Vat. XII ante corr.) ζήσετε F. (Alex. ΧΙΙ supra lineam) ζήσεσθε Β.)

456
ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ καὶ καταφάγεται αὐτὸ, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.

[*](d)

Οὐκ ἐᾷ πάλιν τοὺς ἡμαρτηκότας κατολισθεῖν εἰς ἀπόγνωσιν, καίτοι δειναῖς καὶ ἀφορήτοις πλημμελείαις ἐνειλημμένους· προΐσχεται δὲ τὰ παρὰ τοῦ Θεοῦ, σαγηνεύων εἰς μετάγνωσιν· εἰσκεκόμικέ τε καὶ νῦν ἀναγκαίως αὐτὸν ἀνήσειν αὐτοῖς ὑπισχνούμενον τὰ ἐγκλήματα, ἀπαλλάξειν δὲ καὶ ποινῆς καὶ τῶν εἰς τοῦτο δειμάτων. φύσει γὰρ [*](Joel ii. 13.) ἀγαθὸς ὁ Δημιουργὸς, “Μακρόθυμος καὶ πολυέλεος καὶ “μετανοῶν ἐπὶ ταῖς κακίαις,” καθὰ γέγραπται, καὶ ᾗ φησὶν [*](Ezek. xviii. 23.) αὐτὸς διὰ φωνῆς Ἰεζεκιήλ “Οὐ θέλει τὸν θάνατον τοῦ [*](e) “ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν.” εἴπερ οὖν περὶ πολλοῦ ποιεῖσθε τὸ ζῆν, καὶ ἀξιόληπτον ὑμῖν τὸ χρῆμα φαίνεται, καταλήγετε τῆς ἀπάτης, καὶ τῆς οὕτω μακρᾶς ἀμαθίας ἀποπηδήσαντες, ἐκζητήσατέ με φησὶ, τουτέστιν, ἐμοὶ λατρεύσατε τῷ φύσει Θεῷ, τῷ ζωοποιῷ, τῷ σώζειν ἰσχύοντι, ἔξω τε παντὸς τιθέντι κακοῦ τοὺς σεβομένους αὐτόν. δεῖ δὲ δὴ, φησὶ, προαπονίπτειν ἑαυτοὺς, τῆς ἑαυτῶν ψυχῆς [*](299 Α. a) ἐξωθοῦντας τῆς ἀποστασίας τὸν ῥύπον, καὶ προεκτήκειν εὖ μάλα τὴν ἐκ τοῦ πεπλανῆσθαι κηλῖδα, κολλᾶσθαί τε οὕτω λοιπὸν τῷ παναγάθῳ Θεῷ.

Τί δὲ δὴ καὶ δρᾶν ἔδει μετανοεῖν ἑλομένους, διεσάφει λέγων Μῆ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ εἰς τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε. φρέαρ δὲ ὅρκου τὰ [*](1. ὁ om. Edd. (Co.) καταφάγεται Α. (Alex. ΧΙΙ.) cf. infra 299 c. καταφάγῃ Edd. (Vat.) κατέδεται Β. (86 mg.) 4. ἐπειλημμένους Α. 5. τοῦ assumptum ex Β. 7. τὰ deest in Edd. 9. μακρόθυμός] + τε Α. 10. καθὼς Edd. 11. φωνῆς assumptum ex Α.Β. 12. ἀποθνήσκοντος Α. cf. in S. Joannem 725. e. ἁμαρτωλοῦ Β. Edd. τὸ] τοῦ Α. ἀποστρέψαι Α.Β. ἐπιστρέψαι Edd. 13. αὐτοῦ assumptum ex Α. (Alex.) 14. ἡμῖν ante Migne. 16. ἀθυμίας iid. 17. λατρεύσατε Α. λατρεύητε Β. λατρεύετε Edd. Statim τῷ φύσει τε Θεῷ κοὶ ζωοπ. καὶ σώς. Β. 18. ἔξω τε παντὸς Β. καὶ π. ἵξω Edd. 19. δεῖ Β. δεῖν Α. Edd. δὴ om. Β. 20. ἐξωθοῦντας om. Α. ἀποστάσεως Edd. 21. δὲ pro τε Α. 22. Haec λοπόν τῷ παναγάθῳ πανάγνῳ Α.] accesserunt ex Α.Β. 23. διασαφεῖ Edd.)

457
Γέραρά φησι· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἤτοι τῶν Παλαιστίνων. ἐπειδὴ γὰρ ὤμοσαν ἀλλήλοις ὅ τε θεσπέσιος [*](Gen. xxi. 31, 32.) Ἁβραὰμ καὶ Ἀβιμελὲχ, καὶ συνθήκας εἰρηνικὰς ἔθεντο ἐπὶ τοῦ φρέατος, μετωνόμαστο λοιπὸν ἡ πόλις εἰς τὸ φρέαρ τοῦ [*](b) ὅρκου. Γάλγαλα δὴ οὖν καὶ Βαιθὴλ καὶ μέντοι καὶ Γέραρα πόλεις ἦσαν πολὺ λίαν πρὸς ἀσέβειαν ἐκτετραμμέναι, καὶ πολυειδῆ τοῖς ἀπατωμένοις παρατιθεῖσαι τὴν πλάνην. τούτων ἀναγκαίως ἀποφοιτᾶν προστέταχεν, ἀναπλέξας τῷ λόγῳ καὶ ἀπειλὴν, ἵνα πανταχόθεν συνελαύνῃ πρὸς τὸ συμφέρον. οἰχήσονται γάρ φησι Βαιθήλ τε καὶ αἱ λοιπαί. καὶ ἢ μὲν αἰχμάλωτος βαδιεῖται πρὸς ἐχθροὺς, ἡ δὲ οὕτω καταπρησθήσεται, ὡς δοκεῖν ἤδη πὼς μηδὲ ὑπάρξαι ποτέ. οὐκοῦν ζητείσθω Θεὸς, ἵνα ζήσητε, φησὶ, πρὶν ἀναλάμψαι τὸν οἶκον [*](c) Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων. τὸ μὲν οὖν ἀναλάμψαι τὸ ἐμπρησθῆναί φησιν, οἶκον δὲ Ἰωσὴφ ὀνομάζει τὸν Ἐφραΐμ, ἤτοι τοὺς ἐν τῆ Σαμαρείᾳ· γὰρ ἐξ Ἰωσὴφ Ἐφραΐμ τε καὶ Μανασσῆς. ὥσπερ οὖν ὅταν αὐτοὺς Ἰσραὴλ ὀνομάζῃ, νοούμεν ὡς ἐκ πατρὸς κεκλῆσθαι τοὺς ἐξ αὐτοῦ, οὕτω κἂν λέγῃ τυχὸν Ἰωσὴφ, κατὰ τὸν ἶσον συνήσεις τρόπον.

Καλὴ τοιγαροῦν ἢ μετάγνωσις, ἀποσοβοῦσα τὰς δίκας, καὶ τὰ ἐξ ὀργῆς ἀνακόπτουσα, ἔξω τε τιθεῖσα τοὺς ἐπιτηδεύοντας [*](d) αὐτὴν τῶν δεσποτικῶν κινημάτων, καὶ ἁπάσης ἡμᾶς ἀπαλλάττουσα συμφορᾶς.

Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν·

[*](7)[*](1. τοῦ φιλιστιεὶμ Edd. τῶν alt. om. Α. 2. ὅ τε θεσπέσιος accesserunt ex Α.Β. 3. εἰρηνικὰς A. b. εἰρήνης Edd. 4. μετωνόμαστο B. μετωνόμασται Edd. εἰς om. Α. b. habet Β. 5. ἐν ante Γαλγ. add. Α. 6. λίαν assumptum ex Β. deest in Α. 7. ἀπατωμένοις] πανωμένοις ἀπατωμένοις] Statim περιτιθεῖσαι Edd. 8. προσέταξεν Edd. invitis Α. b. 16. τῇ aeent in Edd. 18. Ἰσραὴλ αὐτοὺς inv. ordine iid. 19. λέγῃ B. et a. m. alia Α. λέγοι Edd. καὶ pro κατὰ Edd. ante Migne. 21. καλὸν Edd. 22. τε om. Α. 23. οὐτῇ Edd. 24. ἀπαλλ. συμφορᾶς hoc ordine Α. 25. Κύριος accessit ex A.B. (Alex. XII.))
458
[*](8)