In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Oὐδεμίαν, φησὶν, ἐν ὑμῖν τὴν ἐπανόρθωσιν βλέπων, προστέθεικα ταῖς αἰκίαις καὶ τὰ ἔτι τούτων ἀπηνέστερα, καὶ θερμοτέραν πεποίημαι τὴν καθ’ ὑμῶν ἀγανάκτησιν. κατέστρεψα [*](c) γὰρ ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐκ ἐπεστρέψατε. ἔοικε δὲ τὴν τελευταίαν ἡμῖν ἐν τούτοις πόρθησιν ὑποδηλοῦν, τὴν ἐν καιροῖς Ἱερεμίου διὰ χειρὸς Ναβουχοδονόσορ γεγενημένην, ὃς πᾶσαν μὲν εἷλε τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ αὐτὰ τὰ Ἰεροσόλυμα, καὶ τὰς περιοίκους αὐτῆς πόλεις τε καὶ κώμας, καὶ αὐτὸν δὲ τὸν θεῖον κατασπάσας ναὸν, δορικτήτους ἔχων τοὺς ἐκ τοῦ πολέμου περιλελειμμένους, οἴκοι πάλιν λαμπρὸς καὶ νενικηκὼς τοῖς ἁλοῦσιν ὁμοῦ ἀνεκομίζετο, [*](d) οἳ καὶ μόλις ἐπανῆλθον εἰς τὴν Ἰουδαίαν, ἐτῶν ἐπ’ αὐτοῖς πληρωθέντων τὸν ἀριθμὸν ἑβδομήκοντα. Κῦρος γὰρ, ὡς ἔφην, τὴν Βαβυλῶνα ἑλὼν, τῆς αἰχμαλωσίας ἀνῆκε τοὺς περιλειφθέντας καὶ σεσωσ μένους ἐξ Ἰσραήλ. διὰ τοῦτο, φησὶν, ἐγένεσθε ὡς δαλὸς ἐκσπασθεὶς ἐκ πυρὸς, οἷον δαλίον ἡμίφλεκτον, καὶ ἐν ὀλίγοις ἔτι λειψάνοις σωζόμενον. Θεοῦ τοιγαροῦν παιδεύοντος, τὸ ὑπτιοῦσθαι πικρὸν, παραίτιον δὲ καὶ τῶν ἔτι δυσαχθεστέρων ἔσται κακῶν τοῖς τὴν αἴσθησιν ἀποσειομένοις, ἀπό γε τοῦ δεῖν ἀκαταλήκτως ἰέναι [*](e) πρὸς τὸ δρᾶν ἑλέσθαι καὶ φρονεῖν ἃ μὴ θέμις. ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ [*](1. Κύριος pro ὁ Θεὸς F. Edd. (Co.) 2. ἐγενήθητε F. (42.) ἀπεσπασμένος μένος Α. ἐκ πυρὸς] ἀπὸ καύσεως F. Edd. (Co.) 3, ὣς Α. οὕτως F. Edd. (26. al.) 5, αἰκίαις Α. ὀργαῖς Β. Edd. 8. ἡμῖν ἐν τούτοις hoc ordine A.b. 10. μὲν assumptum ex b. deest in Α. 11, καὶ] + αὐτὰς Α. αὐτῆς Α. αὐτοῖς Β. αὐτῇ Edd. 12. κατέσπασε Α. 13. ἐκ τοῦ πολέμου Α. ἐν τῷ πολέμω Β. Edd. 14, λαμπρῶς Edd. ὁμοῦ τοῖς ἅλ’. inv. ordine Α. Statim καὶ add. Edd. 19. Haec ὡς δαλὸς ἐκσπασθεὶς ἐκσπανθεὶς b.] ἐκ [+ τοῦ b.] πυρὸς accesserunt ex A.b. ὡς δαλός ἐξεσπασμένος· τὸ δὲ ἐκ πυρὸς Β. 20. δαλίον A.b. δᾳδίον Β. δαλίδιον Edd. 21. ὑποπτιοῦσθαι Edd.)
Δῶ τοῦτο οὕτως ποιήσω σοι Ἰσραήλ.
Επειδὴ γὰρ, φησὶ, τόδε τι πεποιηκότος, κἀκεῖνο πρόσ’. θέντος, καὶ μονονουχὶ πᾶν εἶδος ἐπαγαγόντος αἰκίας καὶ πόνων, δυσαλγήτως ἔχοντας τεθέαμαί τε καὶ ἐξ αὐτῆς [*](b) ἐμάνθανον πείρας, ταύτῃτοι καὶ οὕτως ποιήτω σοι. πῶς δὲ οὕτως; οὐ γὰρ ἠρκέσθην τοῖς πρώτοις· προσεπήγαγον δὲ καὶ τὴν ἐν ἴσῳ Σοδόμοις καταστροφήν. τελευταία γὰρ, ὡς ἔφην, αὐτοῖς ἡ τοιάδε πληγὴ διὰ τῆς θείας ὀργῆς ἐπενήνεκται.
Πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου ἐπικαλεῖσθαι τοι Θεόν σου, Ἰσραήλ.
Αλλ’ εἰ δὴ βούλοιο, φησὶν, ἀναμαθεῖν τὴν αἰτίαν, δι’ ἢν οὕτως ποιήσω σοι, πεύσῃ δὴ πάντως, μονονουχὶ πληττομένοις [*](c) ὑμῖν ἐπιβοῶντός τε καὶ λέγοντος Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. τὸ ἑτοιμάζου φησὶν ἀντὶ τοῦ Σπούδαζε, ἄοκνός τε καὶ πρόθυμος ἕσο τοῦ ἐπικαλεῖσθαι τὸν μὴ ἀλτῆς [*](4. assumptum ex Β. 6. ἀπηλγηκὼς Α. σμικρὰ Β. σμικρὰ (= μικρὰ) Α. μικρὰ Edd. 7. τε assumptum ex Α. 8. πρὸς Edd. 11, καὶ prius om. Α. ἐπαγάγοντος Β. ἐπάγοντος Edd. 12. δυσαλγήτως Α. δυ’ reliquis litteris, pagina finita, omissis Β.] ἀλλ’ ἀναλγήτως Edd. 14. ἠρκέσθην Α. Β. ἠρκέσθη Edd. προσεπήγαγε iid. 15. Σοδόμοις Α. Edd. Σοδόμων Β. 16. διὰ τῆς θείας ὀργῆς om. Β. 18. ὅτι om. Α. (42, 240.) 20. δὴ om. Α. ἀναμαθεῖν Α. μαθεῖν Edd. 21. πληττομένου ὑμῶν Edd. invitis Α.Β. 22. ἐπιβοῶντός Α. βοῶντός Edd. ἐκκαλεῖσθαι iid. 23.. φησὶν assumptum ex Β.)
Διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων [*](13) εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιὼν ὄρθρον καὶ [*](d) ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ δόμα αὐτῷ.
Tῇ τοῦ προὔχοντος ἀντιπαραθέσει, τὸ ἐν ὑπολήψει τῆ χείρονι ῥᾳδίως ἐλέγχεται. ἵνα τοίνυν τῶν εἰδώλων τὸ ἀδρανὲς ἐκφαίνηται παρά γε τοῖς οἰηθεῖσιν ἐκ πολλῆς ἄγαν ἀβελτερίας ὡς θεοί τε εἶεν καὶ προσκυνεῖσθαι πρέποντες, χρησίμως ἡμῖν ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς ἐμφανῆ καθιστὰς, ποιητὴν εἰσφέρει καὶ τῶν ὅλων Δημιουργὸν, καὶ τῶν καθ’ ἡμᾶς [*](e) ἀνημμένον τὴν ἐξουσίαν, καὶ οἱονείπως τῶν ἀνθρωπίνων οἰακοστρόφον, ἐπέκεινά τε ὄντα παντὸς ὑψώματος καὶ ἁπάσης ὑπεροχῆς, καὶ ταμίαν ὥσπερ τινὰ τῆς ὅλης κτίσεως. Θεοῦ γὰρ φύσις τὸ πάντων ἐπέκεινα, καὶ οὐ τοπικοῖς ὑψώμασιν ἀλλὰ ταῖς τῆς εὐκλείας ὑπεροχαῖς, καὶ ἀσυγκρίτῳ δυνάμει παντὸς γενητοῦ μέτρον ὑπερκείμενον.
Ἐπικαλοῦ τοιγαροῦν τὸν Θεόν σου, φησὶν, Ἰσραὴλ, ἐπιγινώσκων τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς. ἐγὼ γάρ εἰμι, καὶ οὐχ ἕτερος, ὁ στερεῶν βροντὴν, τουτέστι [*](a 296 Α.) καὶ συννεφείαις καλύπτων τὸν οὐρανὸν, καὶ καθιεὶς ὑετοὺς, [*](2. Θεὸς assumptum ex Β. 3, ἀληθῶς Α. ἀληθὴς Β. ἀληθεία Edd. 4. ἐξηυρημένος Α. ἐξευρημ. Edd. Statim καὶ add. Α. κοὶ pro ἢ Edd. Statim λίθου Β. λίθοις Α. λίθων Α mg. Edd. 8. ὕψη A.B.F. (Alex.) sed cf. infra. ὑψηλὰ Edd. (Vat.) ὁ alt. om. Edd. (36, 97,310, 311.) 12. ἐλέγχηται pro ἐκφαίνηται Β. 14. ἑαυτὸν om. A. 15. τῶν prius Α. τὸν Edd. τὴν pro τῶν alt. iid. 16. ἀνημένον iid. 17, ὑψώματος om. Α. πάσης Α. 21.γενητοῦ] Sic correxi ex Α. γεννητοῦ Edd. 23, τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς Β. τὴν ἐξουσίαν, τὸ παναλκὲς, τὴν ὑπερβολήν Α. ἐξουσίας τὸ παναλκὲς κοὶ τὴν ὑπερβολήν Edd. 25. κοὶ prius assumptum ex A. Statim συννεφίαις Α.)
Θέα δὴ οὖν, ὅσην ἐφ’ ἡμᾶς ποιεῖται τὴν ἡμερότητα καὶ φιλανθρωπίαν ὁ τῶν ὅλων Θεός. ἐπαρτήσας γὰρ τὴν ἀπειλὴν, καὶ τὰ μὲν ὡς ἤδη γέγονε, τὰ δὲ ὡς ἔσται προειρηκὼς, καλεῖ πρὸς ἐπίγνωσιν, καὶ μυσταγωγεῖ τὸν ἐκκε- [*](d) κλικότα, καὶ ἀνακομίζει πρὸς σύνεσιν τὸν ἐξ ἀμαθίας ὠλισθηκότα· καὶ τοῖς οὐκ εἰδόσι τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην, ἀπό γε τοῦ πάντα δύνασθαι κατορθοῦν καὶ κατ- [*](4. οὐ Edd. 5, βασιλείαν iid. 8. ἐν ἀέρι τε] ἐναέριόν τε Edd. invitis A.B.b. 9—11. Haec καὶ τὴν — ἐκ τοῦ Πνεύματος desunt in τῆς φωνῆς pro τὴν φωνὴν Α. 11. τοῦ om. Β. 12. συνάγων Β. συλλέγων Edd. 14. θέλοιμι Α. ἐναβρύνεσθαι Α. ἐνιδρύεσθαι Β. ἐναβρύνασθαι Edd. Statim θάκοις Α. 17, τὸ pro τοι Β. 18, ὁ prius assumptum ex A.B.b. 20. αὐτοῦ Α. 22. τὴν assumptum ex Α. Β. 28. τε pro γε Edd.)
Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς [*](Κεφ. ε΄.) θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι οὐ μὴ προσθῇ τοῦ [*](2) ἀναστῆναι. παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.