In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καί πεπλήρωται μὲν ἡ ὑπόσχεσις. ἀνεβάλετο γὰρ τὴν ὀργὴν ὁ τῶν ὅλων Δεσπότης τὸν τῆς βασιλείας αὐτοῦ καιρον· ήσαν δἐ τρίακοντα τε ἔτη καὶ ἔν. ἐν δἐ γε τῳ λοισθῳ [*](4 Reg. xxiii. 29—xxiv. 2.) καιρῷ κατεστράτευσε τῆς Βαβυλωνίων ὁ Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ ἡγούμενος, καὶ τῆς ἐνεγκούσης ἐξέθει πανστρατιᾷ. ἐπειδὴ δὲ ἦν Ἰωσίας ἐν ὑποψίαις, μὴ ἄρα τὴν [*](c) Ιουδαίαν καταδῃώσων ἀφίκετο, τὸν πολέμου νόμον ὡπλίζετο, καὶ ὑπαντιάζειν ἤθελεν. ὁ δὲ ἀποχωρεῖν ἐκέλευεν, ἐπείγεσθαι φήσας ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ εἰς τὴν τῶν Ἀσσυρίων ἀποκομίζεσθαι χώραν. ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο περιττῶς ἀντετάττετο, πλήττεται μὲν ἐν τῷ πολέμῳ· τεθνεὼς δὲ λοιπὸν οἴκοι τε καὶ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ τῶν οἰκείων ἀνακομίζεται, καὶ κέχρισται μὲν εἰς βασιλέα Ἰωάχας ὁ υἱὸς αὐτοῦ. τρίτον δὲ μόλις διατελέσαντα μῆνα μετέστησε τῶν σκήπτρων ὁ Φαραὼ Νεχαὼ, καἴ δεσμεύσας εἶχεν ἐν [*](d) Αἰγύπτῳ τηρούμενον. ἐπὶ πολλοῖς δὲ χρήμασι κατένευσε μόλις βασιλεύειν ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἐλιακεὶμ ἤγουν Ιωακεὶμ, υἱὸν ὄντα καὶ αὐτὸν Ἰωσίου. κατεβιάζετο δὲ οὕτω τὸν Ἰσραὴλ, τούς τε ἐν τῆ Σαμερείᾳ φημὶ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ δασμοὺς ἐπιθεῖναι τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, καὶ τέλη παρὰ πάντων ζητεῖν. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων, καὶ διέποντος τὴν βασιλείαν Ιωακεὶμ, ἀνέβη [*](e) Ναβουχοδονόσορ. κατεκράτησε δὲ οὕτω τῶν Ἱεροσολύμων, [*](3. ἐνοικοῦντας Α. 5. ἡ deest in Edd. 7. ἔτη τριάκοντά τε inv. ordine A. γε om. Α. ὀλίσθῳ (sic) Α. 8. βαβυλωνίων Α. Βαβυλῶνος Edd. Statim ὁ assumptum ex Α. Φαραὼ Α. Β. Φαραὼν Edd. 9. ἐνεγκούσης Α. Β. ἐνεγκαμένης Edd. II. Ἰούδα Edd. 15. περιττὸς (sic) Α. Statim ἐνεγκαμένης A. Β. συνετάττετο Edd. 1 7. ἀνακομίζεται Α. ἀνεκομίζετο Edd. 18. ὁ om. Α. 19. Φαραὼ Β. Φαραὼν . Edd. 20. κατένευε Α. 21. μόλις om. Α. τοῖς assumptum ex Β. 23. τῇ et τοῖς desunt in Edd. 24. τὴν deest in Edd. 25. τὰ λιπαρὰ pro τέλη παρὰ (sic) Β. δὲ assumptum ex Α. Β. 26. πράξεων Edd. 27. οὕτω om. Α.)

430
ὡς ἑλεῖν μὲν εἰς δοῦλον τὸν Ἰωακεὶμ, δασμολογῆσαι δὲ καὶ αὐτὸν, καὶ πᾶσαν ἁπλῶς καταδῃῶσαι τὴν πόλιν. καὶ οὐ μέχρι τούτων ἐπεμέτρει Θεὸς τοῖς ἀνόσια πεπραχόσι τὴν συμφορὰν, προσετίθει δέ τι καὶ ἕτερον δυσαχθές τε καὶ φορτικώτατον. ἀπὸ πάσης γὰρ τῆς περιοικίδος γῆς τε καὶ χώρας, ἀπό τε Σύρων, φημὶ, Τυρίων τε καὶ Ἀζωτίων, [*](283 A. a) Ἰδουμαίων καὶ Μωαβιτῶν λῃστρικὰ συγκροτήματα κατὰ τόπους ἐκθέοντα τὴν τῶν Ἰουδαίων κατεληίζοντο γῆν. γέγραπται [*](2 Par. xxxvi. 4, 5. ) γὰρ οὕτως ἐν τοῖς Παραλειπομένοις “Τότε ἤρξατο “η γη φορολογεισθαι του δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα “Φαραὼ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῃτεῖτο τὸ ἀργύριον “καὶ τὸ χρυσίον παρὰ τοῦ τῆς γῆς βασιλέως, δοῦναι αὐτὸ “Φαραὼ Νεχαώ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰωακεὶμ ἐν τῷ “βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσα- “λὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχώρα θυγάτηρ Νηρίου [*](b) “ἐκ ‘Ραμὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ “πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις “αὐτοῦ ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν “γῆν, καὶ ἦν αὐτῷ δουλεύων αὐτὸς ἔτη τριά καὶ ἀπέστη ἀπ’ “αὐτοῦ. καὶ ἀπέστειλε κύριος ἐπ’ αὐτοὺς τοὺς Χαλδαίους, “καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν “Ἀμμὼν καὶ τῆς Σαμαρείας.”

Tαυτὶ δὴ πάντα συνέβη παθεῖν ἐξυβρικότα τὸν Ἰσραὴλ εἰς τὴν τοῦ Θεοῦ δόξαν, καὶ ἀνοσίως κατεφθαρμένον ἐπὶ τὸ [*](Hier. i. 16.) βούλεσθαι προσκυνεῖν “τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ,” καθὰ γέγραπται.

[*](1. Ἰωακεὶμ Β. Ἐλιακεὶμ Edd. Statim δασμολογήσας— καταδῃώσας Α. 3. ἀ- νόσιον Edd. 4. προσετίθη iid. τε deest in iisd. g. γὰρ] δὲ A. 10. Haec ἡ γῆ desiint in Edd. ἐπίσταμα pro ἐπὶ στόμα Α. 11. ἀπῃτεῖ (sic) Α. 12. βασιλέως om. Α. 13. ἦν Ἰωακεὶμ hoc ordine Β. ἦν om. A. 15. Haec καὶ ὄνομα —ῥαμὰ desnnt in Edd. ῥαβὰ pro ῥαμὰ Α. 16. ἐνώπιον A. (19, 108.) 18. βασιλεὺς Βαβυλῶνος desunt in Edd. 19. αὐτῷ δουλεύων A. δουλεύων αὐτῷ Edd. Statim αὐτὸς assumptum ex Α. Haec κοὶ ἀπέστη ὄπ ἀπ’ om. Β.] αὐτοῦ assumpta ex Α. Β. 20. ἐπ’ Α. εἰς Β. Edd. 21. λῃστήρια Σύρων Β. λῃστηρίας εὑρὼν (sic) Α. λῃστήρια Τύρων Edd. λῃστηρίας (sic) iterum Α. 22. Ἀμὼν Edd. καὶ Α. κατὰ Β. Edd. 23. ἐξνβρικότα] ὡς ὑβρ. Edd. invitis Α. Β. 24. ἐπὶ τῷ Α. 25. αὐτοῦ A. αὐτῶν Β. Edd. Statim καθὰ γέγραπται assiimpta ex Α. Β.)
431

Εἰρημένης δὴ οὖν ἀποχρώντως ἡμῖν τῆς ἱστορίας, φέρε τὸ ῥητὸν ἐπιτροχάδην ἐπιόντες τὰ εἰκότα λέγωμεν. Ἀπαγγειλατε [*](c) χωραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τας χώροις τῆς Αιγυπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος τῆς Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλοὶ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ. μονονουχὶ γάρ φησιν Ἀπαγγελλέτω τις ᾗ τάχος Αἰγυπτίοις καὶ Ἀσσυρίοις, καὶ καταθεόντων εὐσθενῶς τὰ ὄρη Σαμαρείας ἤτοι τὴν χώραν αὐτήν· ὀρεινὴν γὰρ εἶναί φασιν. οἱ δὲ ἐπειδὰν ἥκωσιν ὄψονται ἐν αὐτῇ θαυμαστὰ πολλὰ καὶ ἀδόκητον καταδυναστείαν. οἱ γὰρ πάλαι νικῶντες, ἐλεεινοὶ καὶ ἐν δούλοις ἔσονταί φησιν, οἱ ὀφρῦν [*](d) ἀνασπῶντες τὴν ὑπερτενῆ κατὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν, οἰκτροὶ κείσονται καὶ κατερριμμένοι καὶ ὑπὸ πόδας ἐχθρῶν, καὶ τοσαύτην ὑπομενοῦσι καταδυναστείαν, ὡς ἀγαπητὸν ἡγεῖσθαι τὸ σώζεσθαι, καὶ ζῆν ἐν δουλείᾳ, καὶ δασμοὺς εἰσφέρειν τοῖς νενικηκόσι. ἀλλ’ οὐκ ἔγνω φησὶν ἡ Σαμαρεία ἃ ἔσται ἐναντίον αὐτῆς, τουτέστιν ἃ συμβήσεται [*](e) κατ’ αὐτῆς. εἶτα ποῦ λοιπὸν οἱ θησαυρίζοντες ἀδικίαν ταλαιπωριαν ἐν ταῖς χώραις αὐτῶν; τί γὰρ ὤνησεν ἡ πλεονεξία φησὶ, καὶ τὸ σωρεύειν αὐτοὺς ἁμαρτίας, διὰ τὸ μὴ θέλειν εἰδέναι τὰ Θεοῦ; ἆρ’ οὖν μέχρι τῆς Ἀσσυρίων τε καὶ Αἰγυπτίων ἐφόδου τὰ τῆς συμφορᾶς τοῖς ἠσεβηκόσι κείσεται; οὐδαμῶς φησί. δια τοῦτο τάδε λεγει Κύριος ὁ Θεός Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σου ισχύν σου, καὶ διαρπαγησονται αἰ χωραι σου. τὸ ’δε Τύρος καὶ κυκλόθεν, ὧδέ που νοήσεις. ἀπὸ Τύρου, φησὶ, [*](a 284 Α.) καὶ ἀπὸ τῆς κυκλόθεν καὶ περιοίκου γῆς ἐρημωθησεταί σου [*](1. ἡμῖν om. Β. 2. ἰόντες Α. Statim τὰ εἰκότα desunt in Edd. 3. ἐν Ἀσσυρίοις Α. Ἀσσυρίας Β. ἐν Ἀσσυρίᾳ Edd. 4. τῆς om. Β. 6. ᾗ om. Α. 7. καὶ alt. om. Α. 11. δούλοις] δουλείᾳ Edd. invitis Α. Β. 16. δασμὸν Edd. invitis Α.Β. 20. ἁμαρτίας Β. ἁμαρτίαις Α. ἁμαρτίαν Edd. τοῦ pro τὸ alt. Α. 21. τὰ] + τοῦ Edd. invito Α. τε om. Α. 22. ἐφόδου om. Α. ἠσεβηκόσι] ἡμαρτηκόσι Edd. 24.κύκλωθεν iid. hic et infra. κατάξει Β. κατάξω Α. κατάξω Edd. 25. ἰσχύς Α. 20. πη pro που Α. Statim νοήσῃς Edd. invitis Α.Β. τῆς post ἀπὸ add. Edd. mv. A.B.b.)

432
ἡ χώρα, καταθεόντων αὐτὴν, ὡς ἔφην, τῶν λῃστρικῶν συγκροτημάτων. τότε γάρ σου κατάξουσι τὴν ἰσχὺν, ἀντὶ τοῦ, πᾶσα δύναμίς σου συνθραυθήσεται, μόνον δὲ οὐχὶ καὶ ἀτονήσει συγκεκλασμένη. οὐκοῦν, εἰ λέγοι τυχὸν ἡ τῶν Ἑβραίων ἔκδοσις Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις, καὶ εἰ ἔχοι πάλιν ἡ τῶν ἑβδομήκοντα τὸ ἐν Ἀσσυρίοις, ἀληθεύσει κατ’ ἄμφω τὸ εἰρημένον. διήρπασαν γὰρ οὐκ [*](b) Ἀσσύριοι μόνον, ἀλλὰ γὰρ καὶ Σύροι καὶ Ἀζώτιοι κατὰ πληθὺν ἐκτρέχοντες, καὶ τρόπῳ λῃστείας ἀδικοῦντες Ισραήλ.

[*](12)

Τάδε λέγει Κύριος Ὅν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱὼ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ έν Δαμασκῷ.

Ἐπιτήρει πανταχῆ, καὶ σφόδρα θαυμάσεις τῆς προφητείας τὴν νῆψιν. ἐπειδὴ γὰρ οὐκ εἰσάπαν ἀπόλωλεν ὁ [*](Es, x. 22.) Ἰσραὴλ, σέσωσται δὲ “τὸ κατάλειμμα κατά γε τὴν [*](c) ‘Ησαΐου φωνὴν, ἵνα μὴ δοκοίη ψευδοεπεῖν ἡ αὐτοαλήθεια, συνεισφέρει πάντως ταῖς προαγορεύσεσι τῶν κακῶν τὸν ἐξ ἡμερότητος ἔλεον. ὥσπερ τοίνυν, φησὶ, κορεσθέντος λέοντος, καὶ τὸ ληφθὲν εἰσάπαξ κατεδηδοκότος ζῷον, ὀλίγα μόλις ἀπομείνῃ λείψανα, δύο σκέλη τυχὸν ἢ καὶ ὠτίου μέρος, καὶ ταῦτα κλάοντες οἱ βοτῆρες συλλέγουσιν· οὕτω γενήσεται τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἐν Σαμαρείᾳ καὶ τοῖς κατοικοῦσιν ἐν [*](d) Δαμασκῷ, τοῖς κατέναντι φυλῆς, τουτέστι τοῖς ἐχθρὰ πεαὐτὴν [*](1. Α. b. αὐτῆς Β. Edd. Statim haec ὡς ἔφην assumpta ex . Β. b. τῶν λῃστρικῶν συγκροτημάτων A.b. συγκρ. λῃστρ. Edd. 3. συνθραυσθήσεται b. δὲ assumptum ex Α.Β. 4. λέγοιτο Α. 6. ὦι Edd. repugnantibus Α.Β. b. τὸ om. Α. b. Ἀσσυρίοις Α.Β. b. Ἀσσυρίᾳ Edd. 7. ἀμφότερα h. 8. γὰρ assumptum ex Α. b. 11. ὁ om. F. Edd. (86.) 12. τοῦ om. F. (22. al.) imatis A.B. 13. οἱ prius assuraptum ex Α. (invitis 153. Co.) κατέναντι] + τῆς Edd. (Vat.) invitis A.B. πανταχοῦ Edd. invitis A.B. 17. γε om. A. 18. δοκοῖεν Α. αὐτοαλήθεια Β. ἀλήθεια Α. Edd. 19. συνεισφέρεται Α. Statim γὰρ add.Edd. invitis Α.Β. 21. ἅπαξ Α. 22. ἀπομείνῃ Α. ἀπομένει Edd. 23. κλάοντες Α. κλαίοντες Edd. βουτῆρες Α. 25. τοῖς prius om. Α.)

433
φρονηκόσι καὶ ἀνθισταμένοις ἀεὶ τῆ τοῦ Ἰούδα φυλῇ. οἱ μὲν γὰρ οἰκοῦντες τὴν Σαμάρειαν ἥλωσαν κατὰ κράτος, καὶ πεπόρθηνται παρ’ ἐχθρῶν, καὶ δαπανήσαντος τοῦ πολέμου μονονουχὶ σύμπαντας, ὀλίγοι κομιδῇ διεσώζοντο μόλις, καὶ τῶν τεθνεώτων λείψανα μεμενήκασιν ἐν τῇ χώρᾳ. ἤγουν καὶ καθ’ ἕτερον τρόπον ἐξεσπάσθησαν, ὡς ἐκ στόματος λέοντος. ἀπενηνεγμένοι μὲν εἰς τὴν Ἀσσυρίων, ἀνεθέντες δὲ κατὰ καιροὺς τῆς αἰχμαλωσίας, ὑπενόστησαν γὰρ οὐ πάντες, [*](e) ἀλλ’ ὀλίγοι παντελῶς τῶν ἀποκομισθέντων λείψανα. ὅτι δὲ καὶ τὴν Δαμασκὸν ἀνεῖλε κατὰ καιροὺς ὁ Ἀσσύριος Θεγλαφαλασὰρ, καὶ μετῴκισεν εἰς τὴν ἑαυτοῦ γῆν, παντί τῳ [*](4 Reg. xvi. 7—9.) σαφὲς, σαφὲς, καθάπερ ἐγᾦμαι· ὡς γὰρ ἐν τῆ τετάρτη τῶν βασιλειῶν γέγραπται, κέκληταί ποτε πρὸς ἐπικουρίαν παρ’ Ὀζίου τοῦ βασιλέως Ἰούδα, πολεμούντων αὐτῷ τὸ τηνικάδε Φακεὲ τοῦ ‘Ρομελίου βασιλέως ἰσραὴλ, καὶ μέντοι καὶ ‘Ραασσὼν [*](a 285 Α.) βασιλέως Συρίας. ἀφιγμένος δὲ τόν τε ‘Ραασσὼν ἀπέκτεινε, καὶ αὐτὴν εἷλε τὴν Δαμασκόν.

Εἰ δὲ δή τις ἕλοιτο καὶ ἐπὶ πάντας ἀνθρώπους τὴν ἐκ τῶν προκειμένων διάνοιαν ἀποφέρειν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται. συνήσει γὰρ δὴ καὶ λίαν ὀρθῶς, ἐκεῖνο διεν- θυμούμενος, ὡς ἥρπασε μὲν ὁ σατανᾶς καὶ κατεδήδοκε τοὺς ἐπὶ τῆς γῆς, ὥσπερ τι θηρίον ἀνήμερον, ἀλλ’ ἐπεφάνη καὶ βεβοήθηκεν “Ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ [*](b S. Joan. x. 11.) “θεὶς θεὶς ὑπὲρ τῶν προβάτων,” καὶ ἐξέσπασεν ἡμᾶς, τούς τε ἐν τοῖς ζῶσι ὑπολελειμμένους, καὶ τοὺς ἤδη τεθνεῶτας. ὡς γάρ φησιν ὁ μακάριος ψαλμῳδός “Τὰς μύλας τῶν λεόντοῦ [*](1. ἰούδα Β. ἰούδα Α. τῶν Ἰουδαίων Edd. 2. κοὶ om. Α. 4. διεσώζοντο] διεκομίζοντο Edd. invitis Α. Β. 6. ὡς om. Α. habet Β. 7. διεσώζοντο] (sic) Α. Ἀσσυρίων] Ἀσσυρίαν Edd. invito Α. Statim ἀνεθέντες Α. Β. ἀνέντες Edd. 8. γὰρ οὐ πάντες Α. Β. πάντες μὲν οὔ Edd. g. ὀλίγοι Α. ὀλίγα iid. 10. ἀνεῖλε κατὰ καιροὺς Α. κατὰ καιροὺς εἱλεν Β. κατὰ κ. εἶχεν Edd. 11. γῆν assumptum ex Α. 13. Haec παρ’ Ὀζίου assumpta ex Α. Β. τὸ assumptura ex Α. 16. τότε pro τόν τε Α. 19. τῶν] τῆς (sic) Edd. διάνοιαν Α. δύναμιν Edd. 22. ὥσπερ τι θηρίον ἀνήμερον Α. Β. καὶ θηρίων ἀνημέρων δεινότερον Edd. 24. καὶ assutnptum ex Β. deest in Α. 25. ἐν τοῖς ζ. ὑπολελειμμένους Β. ὑπολελειμμένους ἐν ζῶσι Edd. 26. μακάριος assumptum ex Α. Β. Statim ψαλμῳδός Α. ψαλμῳδής Β. ψάλλων Edd.)

434
“των συνέθλασεν ὁ Κύριος,” καὶ ὡς ὁ Παῦλός φησιν [*](Rom. xiv. 9.) “Ἀπέθανε καὶ ἔζησε, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.”

[*](13)

Ἱερεῖς ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῶ̣ οἵκῳ Ἱακὼβ, λέγει Κύριος [*](14) ὁ Θεὸς ὁ παντοκράτωρ, διότι ἑ τῇ ἡμέρα ὅταν ἐκδικῶ ἀσε- [*](C) βείας τοῦ Ἰσραὴλ ἐπ’ αὐτὸν, κὼ ἐκδικήσω ἐμ τὰ θυσιαστήρια Βαιθὴλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ [*](15) πεσοῦνται ἐπὶ γῆν. γῆν. συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται οἴκοι ἕτεροι πολλοί, λέγει Κύριος.

Επάνεισι πάλιν εἰς ἀφήγησιν ἐναργῆ τῶν συμβησομένων τοῖς ἠσεβηκόσι, τὸν αὐτὸν πλειστάκις κατευρύνων λόγον εἰς [*](d) ὄνησιν τοῖς ἀκροωμένοις. ὅθεν οἶμαί που τὸ χρῆμα συνεὶς ὡς ἔστιν οὐκ ἀκερδὲς, καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί [*](Phil. iii. 1.) “Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφα- “λές.” προστάττει δὴ οὖν τοὺς ἱερατεύοντας μονονουχὶ καὶ ὑψοῦ τὴν ἰδίαν ἱέντας φωνὴν διαμαρτύρασθαι τῷ Ἰσραὴλ, ἕκαστά τε σαφῶς τῶν ὅσον οὐδέπω συμβησομένων προαγορεύειν αὐτοῖς. καὶ τίνας ἄρα νοήσομεν ἤγουν εἶναί φαμεν τοὺς διαπρύσιόν τι βοᾶν ἐπιτεταγμένους; ἆρα τοὺς [*](e) τῶν δαμάλεων ἱερέας, ἢ τοὺς τῶν ἐν ἑτέρῳ τεμένει εἰδώλων; ἀλλ’ οἶμαι τοῦτο ἀπίθανον· οὐ γὰρ ἂν ἐκεῖνοι διεκήρυξαν τά τε σφῶν αὐτῶν καὶ τὰ τῶν ἑτέρων κακὰ οὓς αὐτοὶ πεπλανήκασι. τίνες οὖν ἄρα λοιπὸν οἱ προστεταγμένοι τοῦτο δρᾶν ἱερεῖς; οἱ ἐξ αἵματος τοῦ Αευΐ οὐ γὰρ πάντες [*](1. ὁ prius deest in Edd. ὁ alt. om. Α. 2. καὶ υεκρῶν καὶ ζώντων Α. Β. ζώντων κα νεκρῶν Edd. 4. ἐκδικῶ] ἐκδικήσω F. (Alex. XII.) 7, πεσεῖται F. (22. al.) συγχεῶ Β. Edd. καὶ συγχέω Α. (42.) τὸν prius om. Α. 9 οἶκοι ἕτεροι πολλοὶ Β. (Alex. XII.) οἶκοι ἕτεροι Α. οἶκοι ἕτεροι καὶ πολλοὶ F. Edd. (Co.) ἕτεροι οἶκοι πολλοὶ Vat.] 14. Haec καὶ ὁ θεσπέσιος assumpta ex Α. Β. Statim ἐπιστέλλει τισὶ Παῦλος inv. ordine Edd. 15. τὸ αὐτὸ Α. 17. ἱέντας Β. ἱέντας Α. Edd. τὸν pro τῷ Α. 18. σαφῶς assumptum ex Α. Β. οὐδέπω] οὔπω Edd. 19. Haec ἤγουν εἶναί φαμεν accesserunt ex Α. 20. βοᾶν Α. φωνεῖν Edd. 21. ἐν ἑτέρῳ τεμένει Β. ἑτέρων τεμενῶν ἢ Edd. 24. Haec λοιπὸν οἱ assumpta ex A. B.)

435
συνωλισθήκασι τοῖς ἐν Σαμαρείᾳ πεπλανημένοις, οὔτε μὴν ἠνέσχοντο λατρεύειν εἰδώλοις, ἀποπηδήσαντες δὲ ταύτῃτοι τῆς Σαμαρειτῶν, ὑπενόστησαν εἰς Ἱεροσόλυμα. γέγραπται δὲ οὕτω περὶ αὐτῶν ἐν τῆ δεύτερᾳ τῶν Παραλειπομένων. ἔστι μὲν οὖν ὁ λόγος περὶ τοῦ Ἱεροβοάμ· εἶτα τὴν ἐνοῦσαν [*](a 286 Α.) αὐτῷ δύναμιν ἐξηγούμενος “Καὶ ἦσαν αὐτῷ, φησὶν, Ἰούδα [*](2 Par. xi. 12—17.) “καὶ Βενιαμίν. καὶ οἱ Λευῖται καὶ οἱ ἱερεῖς οἳ ἦσαν ἐν “παντὶ Ἰσραὴλ, συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν “όρίων. ὅτι ἐγκατέλειπον οἱ Λευῖται τὰ σκηνώματα τῆς “κατασχέσεως αὐτῶν, καὶ ἐπορεύθησαν πρὸς Ἰούδαν εἰς “Ἱερουσαλὴμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ “αὐτοῦ τοῦ μὴ λειτουργεῖν τῷ κυρίῳ. καὶ κατέστησεν “ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς “ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἱεροβοάμ· καὶ “ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἳ ἔδωκαν καρδίαν “αὐτῶν τοῦ ζητῆσαι κύριον τὸν Θεὸν Ἰσραὴλ, καὶ ἦλθον “εἰς Ἱερουσαλὴμ θῦσαι κυρίῳ τῷ Θεῷ τῶν πατέρων αὐ- “τῶν. καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα.”

Επειδὴ γὰρ οὗτοι περὶ ὧν ὁ λόγος, οὐ μετρίως λελύπηντο, καὶ συγγενείας καὶ κλήρων ἀπεληλαμένοι καὶ λειτουργίας αὐτῆς· ἐξέβαλε γὰρ αὐτοὺς Ἱεροβοάμ· ἀναγκαίως αὐτοῖς [*](b) δὴ μάλιστα κηρύττειν προστέταχε τῶν τε εἰδώλων αὐτῶν καὶ τῆς Σαμαρείας τὴν πόρθησιν, οἱονείπως παραμυθοῦ μένος καὶ διδάσκων ὅτι τὰ Θεοῦ φρονεῖν ᾑρημένοι, καὶ τὸν τῶν ὅλων Δεσπότην ἠγαπηκότες, οὐ συναπολοῦνται τοῖς ἄλλοις, ἁλλ’ ἔξω κείσονται τῆς ὀργῆς. ὅταν γὰρ, φησὶν, ἐπιφέροιμι [*](1. οὔτε μὴν Β. οὐκ Edd. 2. ταύτῃτοι assumptum ex Α.Β. 5. Ἱεροβοάμ] Sic Edd. ‘Ροβοάμ? 6. φησι ante καὶ ἦσαν tr. Edd. Statim Ἰούδας iid. 7. καὶ sec. assumptum ex Α. 8. πρὸς] ἐπ’ Α. 9. ἐγκατέλειπον Α. (Alex.) ἐγκατέλιπον Β. Edd. 10. καυχήσεως pro κατασχέσεως Α. πρὸς Α.Β. ἐς Edd, εἰς Α. ἐν Edd. II. οἱ deest in Edd. 12. τῷ om. Α. (Vat.) 13. ἑαυτῷ assumptum ex Α. αὐτῷ pro ἑαυτῶ Β. (64.) Statim τοὺς add. Edd. 13—18. Haec καὶ τοῖς εἰδώλοις—τὴν βασιλείαν Ἰούδα desunt in Edd. 15. Haec οἵ ἔδωκαν—Ἰσραὴλ assumpta ex Α. 20. κλήρου Edd. invitis A.B. ἀπεωσμένοι pro ἀπεληλ. Β. συγγενείας pro λειτουργίας Β. 21. Haec ἐξέβαλε γὰρ αὐτοὺς Ἱεροβοάμ accesserunt ex A.B. 22. τε assumptum ex Α. 26. φησὶν ἐπιφέρ. hoc ordine A.B.)

436
τοῖς ἐξ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτῶν, τότε καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ· κατασκαφήσοναται γὰρ τὰ κερατα αύτῶν [*](c) καὶ πεσοῦνται ἐπὶ τὴν γῆν. ἆρ’ οὖν μέχρι τούτων τῆς Σαμαρείας ἡ πόρθησις, καὶ ἀρκέσει μόνον τὸ τεμένη καθελεῖν τοῖς καταδῃοῦν ἐπιτεταγμένοις καὶ κατασκάψαι θυσιαστηρια; οὐμενοῦν· συγχεω γάρ φησι καὶ παταζω ’τον οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν. καὶ ὃ δηλοῦν, ἔστι τι τοιοῦτον. τρυφῶντες ἄγαν οἱ ἐν τῇ Σαμαρείᾳ μαρείᾳ καὶ τὸ ἐκ τοῦ πλουτεῖν ἔχοντες πλάτος, οἴκους ἑαυτοῖς κατεσκεύαζον χειμερίους τε καὶ θερινούς. καὶ τὸν μὲν χειμέριον ὀνομάζει περιπτερον, τὸν οἱονεὶ πανταχόθεν [*](d) πτεροῖς ἢ τείχεσι περιεζωσμένον, ἵνα ταῖς τοῦ χειμῶνος ἐμβολαῖς μονονουχὶ καὶ ἀπρόσιτος ᾖ· θερινὸν δὲ τὸν ἀνειμένον, μένον, καὶ ταῖς τῶν ἀνέμων εὐπνοίαις ἐκκείμενον. οὐκοῦν τοῖς θυσιαστηρίοις, φησὶ, τοῖς κατεσκαμμένοις ὁμοῦ στγχεω κα) πατάζω οἴκους τε χειμερίους καὶ θερινούς· ἀπολοῦνται δὲ καὶ οἶκοι ἐλεφάντινοι. μεμνήμεθα δὲ ὅτι βεβασιλευκὼς [*](3 Reg. xxii. 39.) Ἀχαὰβ ἐν τῆ Σαμαρείᾳ τοιοῦτον ἑαυτῷ κατεσκεύασεν οἶκον. προστεθήσονται δὲ καὶ ἕτεροι πολλοί φησι, τουτέστιν, οἱ τῶν [*](e) ὑποβεβηκότων καὶ ἀσημοτέρων, ἤγουν λεπτῶν τε καὶ ἀγελαίων. διόλωλε γοῦν ἅπασα λοιπὸν ἡ Σαμάρεια, παντὸς οἴκου κατασεσεισμένου.

Τί οὖν ἐντεῦθεν εἰσόμεθα πάλιν, ὀρθὰ φρονεῖν ᾑρημένοι; ὡς οὐδὲν ὀνήσει λαμπρότης κοσμικὴ τοὺς ἔχοντας, οὐ πλοῦτος,κ οὐ δόξα, οὐχ ἕτερόν τι τῶν εἰς τρυφὴν, τῆς εἰς Θεὸν ἀπούσης ἀγάπης, καὶ κατ’ οὐδένα τρόπον τετιμημένης παρ’ [*](Prov. x. 2.) ἡμῖν τῆς δικαιοσύνης. “Οὐ γὰρ ὠφελήσουσι θησαυροὶ ἀνό- [*](2. κατασκαφήσονται Α.Β. κατασκαφήσεται Edd. 4. τὸ Α.Β. τὰ Edd. 6. συγχέω habent Α.Β. hic et infra. 7. περίπτερον] + κα iid. ante Migne repugnantibus Α.Β. ὃ δὲ pro καὶ ὁ iid. 8. ἔστι τι τοιοῦτον Α. ἐστι τοιοῦτον Β. τοιοῦτόν ἐστι Edd. ἄγαν assumptum ex Α.Β. 11. μὲν om. Α. 13. ἀπρόΐτον (sic) Α. Statim ᾖ om. Α. 14. εὐπνοίαις Β. εὐπνίαις (sic) Α. ἐπιπνοίαις Edd. Statim ἐγκείμενον Α. 16. οἴκους τε χειμερίους] οἴκους τετειχισμένους Α. 17. βεβασιλευκότος Α. 18. τῇ deest in Εdd. 20. ἤγουν λεπτῶν τε καὶ ἀγελ. om. Β. 21. διόλωλεν οὖν Α. 23. πόλιν assumptum ex Α.Β.)

437
μους,” κατὰ τὸ γεγραμμένον, “δικαιοσύνη δὲ ῥύεται ἐκ [*](a 287 Α.) “θανάτου.” οὐκοῦν εἴη ἂν ἄμεινον παρὰ πολὺ τὸ δικαιοσύνης ἐρᾶν καὶ θησαυρίζειν ἐν οὐρανοῖς, καὶ τῶν ἄνω γλίχεσθαι μονῶν, καὶ τῆς εἰς Θεὸν ἐλπίδος ἠρτῆσθαι φιλεῖν. τὰ μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ σμικρά τε ἐστὶ καὶ προσκαιρα, καὶ οὐδαμόθεν ἔχει τὸ βεβηκὸς εἰς ἀσφάλειαν· τὸ δὲ καὶ ἀεὶ μένει καὶ σώζεται, καὶ τοῖς ἀπεράντοις αἰῶσι συμπαρομαρτεῖ.

[*](b)

Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις Τῆς Βασανίτιδος αἱ ἐν τῷ [*](Κεφ. δ’.) ὄρει Τῆς Σαμαρείας αἱ καταδυναστεύουσαι πένητας κω καταπατοῦσαι πτωχοὺος, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν. ὀμνύει Κύριος κατὰ τῶ ἁγίων αὐτοῦ, [*](2) διότι ἰδοὺ ἡμέραι έρχονται ἐφ’ ὑμᾶς καὶ λήψονται ὑμᾶc έν ὅπλοις, καὶ τοὺς μεΘ’ ὑμῶν εἰς λέβητας ἔμπυροι λοιμοὶ, καὶ [*](3) ἐξενεχθήσεσθε ABBREVυμνοὶ ABBREVυνABBREV καὶ ἀνὴρ αὐτῆς κατέναντικ ἀλλήλων, [*](c) καὶ ἀποῤῤιφἠσεσθε εἰς τὸ ὄρος τὸ ‘Ρεμμᾶν, λέγει Κύριος ὁ Θεός.

Ἐκ πολλῆς ἄγαν ἀγερωχίας καὶ τρυφῆς οἱ τῆς Σαμαρείας περιφανέστεροι, καὶ ταῖς ἐκ πλούτου περιουσίαις τοὺς ἄλλους λους ἅπαντας ὑπερκείμενοι, καθάπερ ἔφην ἀρτίως, οἴκους ἑαυτοῖς κατεσκεύαζον λαμπρούς τε καὶ πολυτελεστάτους, καὶ πρέποντας τοῖς καιροῖς, χειμῶνί τε φημὶ καὶ θέρει, οἳ καὶ ὅτι πάντη τε καὶ πάντως ἀπολοῦνται, προεκήρυξε τὸ χρησῥύεται [*](d) [*](1. Α. Edd. (23. al.) ῥύσεται Β. 2. εἴη om. Α. Statim ἄν ἄμεινον Β. ἀνάμεινον Α. καὶ ἄμεινον Edd. παρὰ πολὺ Α. παρὰ Θεῷ Β. Edd. 3. τῆς pro καὶ alt. Edd. 5. σμικρά Β. μικρά Edd. 6. τὸ alt. Α. τὰ Β. Edd. 7. ἀεὶ accessit ex Β. deest in Α. 9. αἱ] + οὖσαι F. Edd. (Co.) 10. τῆς deest in Edd. πένητας καὶ καταπ. πτωχοὺς Α.Β. (Alex. XII.) cf. infra. πτωχοὺς et πένητας inter se transp. Edd. (Vat.) 13. ἐφ’] πρὸς Α. 14.λέβητος] + ὑποκαιομένους ἐμβαλοῦσιν Β. (Vat. XII mg.) desunt haec verba in A.F. Edd. (Alex.) Statim ἔμποροι (sic) F. Edd. (Co.) 15. γυμνοὶ B. (26. al.) γυμναὶ Α. Edd. Statim haec γυνὴ καὶ ἀνὴρ αὐτῆς assumpta ex Β. (22, 51, cf. 36. al.) 16. εἰς Α. περὶ B.F. Edd. ῥεμμᾶν Α. (Alex. XII ῥεμμὰν.) ῥεμνὰν F. ῥεμνᾶν Edd. ἀρμανὰ Β. (51. al. cf. XII mg. ἑρμωνb) 19 τοὺς ἄλλους] τῶν ἅλλων Edd. Statim ἄπαντας Β. πάντας Α. πάντων Edd.)

438
μῴδημα. αὐτοὺς δὴ οὖν ἄρα τοὺς τῶν οἴκων δεσπότας, τοὺς ταῖς ἐξιτήλοις τρυφαῖς καταπιαίνεσθαι μεμελετηκότας, δαμαλεις ἀποκαλεῖ τῆς Βασανιτιδος. χώρα δ’ ἡ Βασανίτις εὔβοτός τε καὶ εὐανθὴς, καὶ πολὺ λίαν ἐπιτηδείως ἔχουσα πρὸς τὸ δύνασθαι καταπιαίνειν ἀμφιλαφῶς τὰ ἐν αὐτῇ βοσκόμενα. ὡς οὖν εὐπαθοῦντας ἄγαν καὶ ἄριστα τεθραμ- [*](e) μένους, καὶ μελέτην ἔχοντας τὴν τρυφὴν, δαμάλεσι ταῖς ἐκ βασᾶν παρεικάζει Θεός· αἰτιᾶται δὲ, ὅτι κατεδυνάστευον πένητας, καὶ μονονουχὶ ποσὶν ἰδίοις συνέθλων πτωχούς· [*](Sir. xiii. 19.) “Νομαὶ γὰρ πλουσίων πτωχοὶ,’’ κατὰ τὸ γεγραμμένον. προσεπάγων δὲ ὅτι αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἀνυποτάκτους ὄντας ἀπέδειξεν, οὐδὲ αὐτοῖς εἴκειν ἀνεχομένους τοῖς κρατοῦσιν αὐτῶν, ὅσον ἧκεν εἰς βασιλίδα τιμὴν, ἀλλ’ οἱονείπως ἐξ ἀμετρήτου λοιπὸν ἀλαζονείας ζονείας τὸ οἰκετικὸν καὶ αὐτοῖς τοῖς κυρίοις αὐτῶν ἀπονέμοντας [*](288 Α. a) μέτρον. τὸ γὰρ δὴ φάναι τολμᾶν τοῖς προὔχουσι καὶ ὑπερκειμένοις Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἐπιθυμούντων ἐστὶ μᾶλλον ὑπηρετεῖσθαι ἢ ὑπηρετεῖν. τί οὖν ἄρα συμβήσεται τοῖς εἰς τοῦτο λοιπὸν ἀπονοίας ἐκβεβηκόσιν; ὀμνύει φησὶ κύριος κατὰ τῶν ἀγίων αὐτοῦ, ἤτοι κατὰ τῶν ἁγιασμάτων, ἤγουν [*](Heb. vi. 13.) μυστηρίων, ἅ ἐστι πάλιν αὐτός· κατ’ οὐδενὸς γὰρ ἔχει μείζονος ὀμόσαι· ὅτι παρέσονται καιροὶ καὶ ἡμεραι, ὅτε καὶ ὑμᾶς αὐτοὺς τοὺς οὕτω τρυφῶντας καὶ τεθραμμένους καὶ σπαταλᾶν εἰωθότας, ὁ τοῦ παθεῖν φόβος ἐν τοῖς τοῦ πολέμου [*](b) πόνοις καὶ ἐν ὅπλοις γενέσθαι παρασκευάσει. ἀλλὰ καὶ οὕτως ἔχοντας καὶ ἐσκευασμένους λήψονται, φησὶν, ὁμοῦ φιλτάτοις καὶ γυναιξὶ καὶ κόλαξιν, οἳ μεθ’ ὑμῶν ὄντες ἀεὶ πλείσταις μὲν ὅσαις κατεκρότουν εὐφημίαις, ὠνόμαζον δὲ [*](1. οἴκων] οἶκε ὦν (littera una erasa) Α. 7. ἐπιτηδείως pro μελέτην A.b. 9. ποσὶν ἰδίοις συνέθλων Α. Β. b. τοῖς ἰδίοις συνέθλων ποσὶ Edd. 11. προσεπάγει Α. b. 12. ἀπέδειξεν Α. b. ἔδειξεν Edd. 13. ἥκειν pro εἴκειν Α. b. ἧκεν accessit ex A.b. ὅσον εἰς β. τ. κρατοῦσιν αὐτῶν inverso ordine B. 15.καὶ om, Α. 18. ὑπηρετεῖσθαι μᾶλλον inv. ord. Α. οὖν om. Α. babet b. 20. ἤτοι et ἤγουν inter se transponunt Edd. invitis A.B. b. 21. εἶχε b. invitis A.B. 22. παρέπονται Edd. 25. πόνοις pro ὅπλοις Α. 27. καὶ prius om. Α.)
439
καὶ τρισμακαρίους· ταῦτα γὰρ ἐπιφωνεῖ τοῖς τρέφουσιν ἀεὶ τῶν κολάκων τὰ γένη. ἀλλ’ ἐμπυρισθήσονται μὲν ἐκεῖνοι· λοιμοὶ γὰρ ἦσαν καὶ ἕτερον οὐδὲν ἀποδεχόμενοι, καὶ τεθαυμακότες τοὺς αἰσχροὺς καὶ φιλαμαρτήμονας. γυμνοὶ δὲ δόξης ὑμεῖς, καὶ τρυφῆς ἁπάσης ὡς ἀποτάτω, καὶ τῆς [*](c) ἀρχαίας ἐκείνης εὐημερίας ὡς ἀπημφιεσμένοι, λοιπὸν ἀποκομισθήσεσθε δοῦλοι καὶ αἰχμάλωτοι, κα,) ῥιφήσεσθέ φησιν, ἐπὶ τὸ ὄρος τὸ ‘Ρεμμᾶν. ἔστι δὲ τῆς Ἀρμενίας, ἐν ἐσχάταις ἐκβολαῖς τῆς Περσῶν κείμενον γῆς· ἀγχιτέρμονες γὰρ, ὅμοροί τε εἰσὶν ἀλλήλαις αἱ χώραι. Ἒστι τοίνυν ἐντεῦθεν ἰδεῖν, ὡς εἰς πικρὸν καταστρέφει τέλος τοῖς τρυφῶσι τὸ σπούδασμα, καθά φησιν ὁ Σωτῆρ’ “Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσον- [*](S.Math. v. 4.) “ται.” καὶ καταλήγει μὲν γὰρ, ὡς ἔφην, εἰς δάκρυον ἡ τρυφὴ, πέρας δὲ πόνων ἀνάπαυσις. καὶ μαρτυρήσει τις [*](d Sap. iii. 15.) λέγων ὅτι πόνων ἀγάθων καρπὸς εὐκλέης.

Oὐκ ἀπίθανον δὲ δαμάλεις τῆς Βασανίτιδος τὰς ἐν τῆ Σαμαρεία γυναῖκας ὑπονοεῖν, αἱ τρυφῇ τε καὶ χλιδαῖς καὶ τοῖς εἰς ὡραισμὸν κοσμήμασιν ἐνσπαταλῶσαί τε καὶ καταπιαινόμεναι ταῖς τοῦ σώματος ὥραις, κατηγωνίζοντο πένητας καὶ κατεπάτουν πτωχοὺς, μονονουχὶ καταφλέγουσαι πρὸς ἐκτόπους ἡδονὰς τοὺς ἀσθενοῦντας εἰς τοῦτο καὶ πτωχείαν ἔχοντας τὴν πνευματικὴν, οἳ, τῆς ἄνωθεν εὐσθενείας τὸν [*](e) πλοῦτον οὐκ ἔχοντες, ταῖς τῶν παθῶν προσβολαῖς εὐδιάθρυπτον ἔχουσι τὴν καρδίαν. αὗται δὴ οὖν αἱ δαμάλεις λέγουσι τοις κυροῖς αυτων Επιδοτε ἥμιν ὅπως πίωμεν. περιαυτίζεται γὰρ ἀεὶ τὰ τῶν γυναίων ἑταιριζόμενα, καὶ βλακείαις ταῖς ἄγαν μονονουχὶ καὶ ἀποκναίουσι τοὺς συνηρπασμένους· μένους· [*](3. καὶ alt. assumptum ex Α.Β. 5. ὑμεῖς om. Α. 6. ὡς assumptum ex Α. Statim ἀπαμφ. Α. 8. Ῥεμμᾶν Α.Β. ‘Ρεμμὰν Β.) Ῥεμνᾶν Edd. καὶ 11. ἔσται Edd. 12. καθά] καθά Α.Β. καθά Edd. 13, 14. Assumpta νῦν ex Α. ὅτι αὐτοὶ παρακληθήσονται ex Α.Β. καὶ et ὡς ἔφην ex Α. 18. τρυφαίς Α. Statimre om. Α. 19. τοῖς] ταῖς Edd. τε assumptum ex Α. 21. πρὸς] εἰς Α. 23. τὴν om. B. οἴ] οἱ Α. 26. περιαυτίζεται Α.Β. ἀποκομίζουσαι Edd. 27. ἑτεριζόμενα Α. 28. ἀποκναίουσι Β. ἀποκομίζουσαι Α. ἀποκτείνουσι Edd.)

440
κἂν εἰ δεσπότας ἔχοιεν αὐτοὺς, ἀλλ’ οὖν ὁρῶντα ταῖς ἡδυ- [*](289 Α. a) παθείαις ὕπεστ’ ῥὼ μένους, καὶ τὸ αὐταῖς ὅτι μάλιστα δοκοῦν πληροῦν ἀναπείθουσιν. ἀλλ’ ὑμᾶς μέν φησιν, ὦ δαμάλεις, ἐν ὅπλοις λήψονται· τουτέστιν οὐκ ἐν τάξει τῶν ἐρώντων γεγονότες, οἳ κολακεύοντες ἀναπείθουσι καὶ ὑποκοριζόμενοι θεραπεύουσι, διά τοι τὸ λίαν ἡττᾶσθαι τῆς εἰς ὑμᾶς ἡδονῆς, ἀλλ’ ὠμῶς καὶ ἀγρίως καὶ νόμῳ πολέμου, καὶ αὐτοὺς δὲ τοὺς μεθ’ ὑμῶν τοὺς τρυφῶντας ἐραστὰς κατεμπυριοῦσι. γυμναὶ δὲ ὑμεῖς τῶν ἐκτόπων ἐκείνων ὡραισμῶν, εἰς τὸ ὄρος [*](b) τὸ ‘Ρεμμᾶν ἀποκομισθήσεσθε.

[*](4)

Εἰσὴλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, καὶ εἰς γαλγαλὰ ἐπλγθύνατε τοῦ ἀσεβῆσαι.

Παρατίθησιν εὐθὺς ταῖς δίκαις τὰ πλημμελήματα, καὶ ταῖς τῶν δεινῶν ἀφηγήσεσι γείτονα ποιεῖται χρησίμως τὴν τῶν ἀνοσιουργημάτων ἔνδειξιν ἔνδειξιν ἐναργῆ, ὡς ἂν μὴ καταμωμησαιτό μήσαιτό τις, μήτε μὴν ἐπαιτιῷτο Θεὸν, ὡς ἀπηνεστέραν ἢ χρὴ ποινὴν ἐπαρτήσαντα τοῖς ἐξ Ἰσραήλ. τάδε γὰρ ἥξει [*](c) φησὶν ἐφ’ ὑμᾶς, καὶ τάδε. καὶ ἀνθ’ ὅτου λέγουσιν εἰς μέσον ἥξει, βοᾶ· εἰσήλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, ἔνθα [*](3 Reg. xii. 29.) δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ θεομισὴς Ἱεροβοάμ· ἐκεῖ δεινῶς καὶ ἐκτόπως παρανομοῦντες ἁλώσεσθε. νενομοθέτηκα [*](Ex. xx. 23.) μὲν γὰρ διὰ τοῦ πανσόφου Μωυσέως “Οὐ ποιήσεις [*](Deut. vi. 13.) “σεαυτῷ σεαυτῷ θεοὺς χρυσοῦς καὶ θεοὺς ἀργυροῦς,’ καὶ “Κύριόν [*](1. καὶ ὡς pro κἂν εἰ Α. ὁρῶντα Β. ὁρῶσι Α. ἐρῶντας Edd. 2. καὶ assumptum ex Α. αὐτοῖς Edd. 3. δὴ οὖν pro μὲν Α. 4. τουτέστιν deest in Edd. ἐρώντων] ἑτέρων = ἑταίρων Α. 5,6 κολακεύοντες ἀναπείθουσι omissis, οἳ καὶ ὑποκ.—τῆς εἰς σφᾶς (pro ὑμᾶς) ἡδονῆς ante ἀλλ’ ὑμᾶς (3) transponit B. ἐπικοριζόμενοι κολακεύουσι pro ὑποκοριζόμενοι θεραπεύουσι in rasura habet Α. ἡττᾶσθαι Α. ἡττῆσθαι Edd. 7. ὅμως pro ὠμῶς Α. 8. τοὺς prius om. Β. κατεμπορίσουσι Edd. 10. ‘Ρεμμᾶν Α. Ῥαμμὰν (sic) Β. Ῥεμνᾶν Edd. 11. εἰσήλθετε B.F. Edd. (XII.) εἰσήλθατε Α. Α.V.) ἠνομ.] ἠσεβήσατε Edd. (Vat.) ἐν pro εἰς Α. Γαλγαλὰ] + καὶ F. Edd. (62, 147.) 17. ἐχρῆν Edd. ἥξει φησὶν hoc ordine Α. 18. λέγουσιν assumptum ex A.B. τὸ post εἰς add. Α. 19. ἥξο βοῶν (sic) pro ἥξει βοᾶ Α. Statim εἰσήλθατε (ut supra) Α. 21. νενομοθετήκαμεν pro νεν. μὲν Α. 22. Haec τοῦ πανσόφου assumpta ex Α.Β. 23. ἑαυτῷ Α. καὶ alt. om. Β.)

441
“δὲ τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ- “σεις.” αὐτοὶ δὲ τὸν ἐμὸν διαγελῶντες νόμον προσκεκυνήκατε, φησὶ, τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ χρυσῆν ὁρῶντες δάμαλιν καὶ ἄψυχον ὕλην, ἐκαρτερήσατε, λέγοντος [*](d) τοῦ τὴν πλάνην ἐξευρηκότος “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, [*](Εκ. xxxii. 4. cf. 3 Reg. xii. 28.) “οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. πλείστην δὲ ὅσην εἰργάσασθε τὴν ἀσέβειαν ἐν Γαλγάλοις· πόλις δὲ αὕτη τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, δεινῶς ἀπονεύσασα πρὸς ἀπόστασιν. καὶ γοῦν ἔφη περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός “Πᾶσαι Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γάλγαλα, ὅτι ἐκεῖ αὐτοὺς [*](Hos. ix. 15.) “ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν. οὐκοῦν ἧ φησὶν ὁ παροιμιαστής “Ἐνώπιόν εἰσι τῶν τοῦ [*](Prov. v. 21.) “Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς [*](e) “αὐτοῦ σκοπεύει.’’ καὶ ἀποδέχεται μὲν τοὺς ὀρθοποδεῖν μεμελετηκότας, ἀποσείεται δὲ τὸν ἔξω βαίνοντα τῆς εὐθείας, καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἰέναι σπουδάζοντα.

Καὶ ἠνέγκατε εἰς τὸ πρωΐ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν ἐπιδέκατα ὑμῶν· καὶ ἀνέγνωσαν ἔξω νόμον, καὶ έπεκαλέσαντο [*](5) ὁμολογίας· ἀπαγγείλατε δὴ δυ’ ταῦτα ὴγάπησαν οἱ υἱοὶ Ἰσραὴλ, λέγει Κύριος ὁ Θεός.