In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀκούσατε τοι λόγον τοῦτον ὅν ἐλάλησε Κύριος ἐφ' ὑμᾶς, οἶκος [*](Κεφ. γ΄.) Ἰσραὴλ, καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγω Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶι φυλῶν τῆς γῆς, διά [*](2) τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας δμῶ’.

Κατὰ παντὸς ἃν νοοῖτο τοῦ Ἰσραὴλ γεγονὼς ὁ λόγος, [*](a 275 A.) οὐκ ἀνὰ μέρος ἔτι τιθεμένου τοῦ Ἰούδα καὶ τοῦ Ἐφραΐμ, ἀλλ’ εἰς ἓν ὥσπερ συνειλεγμένου τοῦ παντὸς γένους· ἀνεκομίσθη γὰρ ἐξ Αἰγύπτου πᾶσα φυλὴ τῶν ἐξ Ἰσραηλ. οὐδενὸς οὖν ἔξω τεθέντος, ἀκοῦσαι προστέταχε τὰ παρὰ Θεοῦ. τίνα δὲ ἦν καὶ τάδε; μύριαι μὲν γάρ εἰσιν ὅσαι, φησὶν, ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν πόλεις τε καὶ χῶραι, καὶ ἀριθμοῦ κρείττους οἱ ἐν αὐταῖς, ἀλλ’ ὑμᾶς ἐκ πάντων τοὺς ἐξ Ἰσραὴλ ἀπολέκτους [*](b) ἐποιησάμην, ἐμαυτὸν ἐναργῆ κατέστησα διὰ πολλῶν θαυμάτων, ἐξειλόμην πικρᾶς καὶ ἀφορήτου δουλείας, ζηλωτοὺς ἀπέφηνα καὶ τρισμακαρίους, πεπαιδαγώγηκα νόμῳ πρὸς τὸ ἀρέσκον ἐμοὶ, ἀνετείχισα ταῖς ἐπικουρίαις, εἰσκεκόμικα δὲ καὶ εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ἐπειδὴ δὲ [*](1, 2. Sic Β. Τόμος α' λόγος β' Α. 3. οἶκος] + τοῦ Edd. (Co.) 4. ἀνήγαγον Β. ἀνήγαγεν F. Edd. (Co.() 5. τῶν assumptum ex A.B. (A.V.) 7. τοῦ assumptum ex Α. 8. τιθέντος Α. g. συνειλημμένου Edd. imntis A.B. 11. παρὰ] + τοῦ Edd. 12. μὲν om. A. εἰσιν post ἀνὰ πᾶσαν transp. Α. 15. ἐναργῆ] + τε Edd. invitis Α.Β. 19. τὴν prius assumptum ex A.)

418
μόνοι, φησὶν, ἐκ πάντων τῆς οὕτω περιφανοῦς ἠξιωμένοι χάριτος λυποῦντες οὐ κατελήξατε καὶ προσκεκρούκατε πολυτροπως, ταύτῃτοι λοιπὸν τοὺς τῆς ἀπονοίας ὑμὰς εζαιτησω [*](c) λόγους, οὐκ ἀνέξομαι πλημμελούντων ἔτι καὶ ἀνεπιτίμητον ἐχόντων τὴν εἰς τοῦτο ῥοπήν.

Oὐκοῦν ὀλέθρου πρόξενον παντί τῳ λοιπὸν τὸ καταφρονῆσαι Θεοῦ καὶ δεσποτικῶν ἀλογῆσαι θελημάτων, τοῖς ἐπεγνωκόσιν αὐτὸν, ἢ καὶ ἐγνωσμένοις παρ’ αὐτοῦ κάτα γε τὸν τῆς πνευματικῆς οἰκειώσεως τρόπον. καὶ γοῦν ο σοφώτατος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, εἶτα νοσοῦσι τὸ ἄναλκι, καὶ ἀνόπιν ὥσπερ ἰέναι [*](Gal. iv. 9.) προτεθυμημένοις ἐπιστέλλει λέγων “Νυνὶ δὲ γνόντες Θεὸν, [*](d) “μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε ἐπὶ τὰ “ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου οἷς πάλιν ἄνωθεν “δουλεύειν θέλετε;” ἤδει μὲν γὰρ αὐτοὺς καὶ πρό γε τῆς πίστεως ὁ Δημιουργός· ἀγνοεῖ γὰρ ὅλως τῶν ὄντων οὐδέν· ἀλλ’ ἐν τούτοις, ὡς ἔφην, ὑποσημήνειεν ἃν ἡ γνῶσις εὖ μάλα τὴν πνευματικὴν οἰκειότητα.

[*](3)

Εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καΘόλου, ἐὰν μὴ γνωρίσωσιν εαυτους;

Bαθὺ μὲν τὸ αἴνιγμα καὶ ἀμυδρὸς ὁ λόγος· πλὴν ἑ ῥοῦ μὲν [*](Surra ii. 12. e) ὡς ἔνι. κατῃτιᾶτο τοίνυν τὸν Ἰσραὴλ, ὅτι “τοῖς προφήταις “ἐνετέλλοντο ἐνετέλλοντο λέγοντες Οὐ μὴ προφητεύσητε.” καὶ διὰ ποίαν αἰτίαν ἐπετίμων ἀφυλάκτως ταῖς τῶν ἁγίων φωναῖς, εἰπεῖν ἀναγκαῖον. ἐπειδὴ γὰρ ἀπήγγελον τὰ ἐξ ὀργῆς ἐσόμενα σκυθρωπὰ, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἑαυτῶν ἀμείνους ἔσεσθαι τοὺς ἡμαρτηκότας δεδιότας που τάχα τῶν λαληθέντων τὴν ἔκβασιν, ἐμελέτων τὴν ἀντίστασιν καὶ ἀντέπραττον αὐτοῖς, [*](2. λυποῦντες om. Α. 5. ῥοπήν] τροπήν Edd. 8. καὶ assuraptum ex Α. Β. 9. οἰκειότητος A. 10. τῆ‘ς om. A. 12. προτιθεμένοις B. νυνὶ A. B. νῦν Edd. γνῶντες Α. 13. ὕπο Θεοῦ] ὑπ’ αὐτοῦ Α. 14. Haec τοῦ κόσμου assumpta ex Α. Β. 15. γε assumptum ex Α. 17. εὖ μάλα om. A. 19. Εἰ om. A. 23. ἐνετέλλετο Edcl. 27. δεδιότας Β. δεδιότες A. Edd.)

419
οἱ τῶν ἀγελαίων τὸν νοῦν, ἐφ’ ἃ μὴ προσῆκεν, ἀποκομίζειν εἰωθότες, καὶ πλανῶντες τοὺς ὑπεζευγμένους. μένους. ἐπετίμων μὲν [*](a 276 A.) γὰρ τοῖς προφήταις, ἀπεδέχοντο δὲ τοὺς πεπλανημένους, ὡς τὴν εὐθεῖαν ἰόντας τρίβον. τοιγάρτοι διὰ φωνῆς ‘Ησαΐου φησὶν ὁ Θεός “Λαός Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν [*](Es. iii. 12.) “ὐμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν. ἐπετίμα δὲ καὶ Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ Ἀμὼς τῷ Προφήτῃ λέγων “Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα [*](Infra vii. 12.) “καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις, εἰς δὲ Βαιθὴλ “οὐκ ἔτι οὐ μὴ προσθῇς τοῦ προφητεῦσαι. οἱ δέ γε τοῖς [*](b) προφήταις ἀνθεστηκότες, ἐκ πολλῆς ἄγαν σκαιότητος καὶ δυστροπίας δεινῆς, εὐάφορμον ὑπεπλάττοντο τὴν ἀντίστασιν, ἐκεῖνο λέγοντες Οὐκ ἀπέσταλκέ σε ὁ κύριος. καταιτιᾶται τοίνυν αὐτοὺς, ὅτι τοὺς παρ’ αὐτοῦ προφήτας οὐ τοὺς ἄνωθεν ἔφασκον καὶ παρὰ Θεοῦ διακομίζειν λόγους· ᾤοντο δὲ μᾶλλον τὰ ἀπὸ τῆς σφῶν ἐρεύγεσθαι γνώμης, ἕτερά τε αὖ παρὰ τὰ δοκοῦντα λαλεῖν τῷ τῶν ὅλων Δεσπότη. ταύτῃτοί φησιν Ὦ ἀσύνετοι καὶ παράφρονες, ἆρά τινες ἐξ ὑμῶν γενήσονται φίλοι, καὶ τὴν αὐτὴν βαδιοῦνται τοῦ βίου τρίβον, οὐκ ἐγνωκότες [*](c) ἐαυτοὺς ἤγουν ἀλλήλους, τουτέστιν, εἰ μὴ ἀλλήλους τεθέανται ἰσοτρόπους τε καὶ ὁμογνώμονας; “Πᾶν γὰρ ζῶον [*](Sir xiii. 15, 16.) “ἀγαπᾷ ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολλη- “θήσεται ἀνήρ.” καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, πῶς ἂν ἐδεξάμην τοὺς προφήτας οἱονείπως εἰς φιλίαν καὶ ἀγάπησιν, ἅγιος ὢν αὐτὸς, εἰ μὴ καὶ αὐτοὶ γεγόνασιν ἅγιοι; πῶς οὖν διώκετε τοὺς ἁγίους, οἷς καὶ τοὺς ἐμοὺς τεθάρρηκα λόγους, οὓς προσηκάμην ὡς ἀγαθοὺς, οἱονεὶ τὴν αὐτὴν ἐμοὶ βαδίζοντας τῶν θελημάτων ὁδόν; ὃ γὰρ ἂν βουλοίμην ἐγὼ, [*](d) [*](3. γὰρ assumptura ex Α. 4. φησι διὰ φωνῆς ‘Ησαΐου inv. ordine Edd. invito Β. 5. ὁ assumptum ex Α. Β. 6. ἐκταράσσουσιν Α. ταράττουσιν Β. ταράσσ. Edd. 8. ὁ om. Α. 10. οὐ assumptum ex Α. τοῦ om. A. 12. εὐάφορμον Α. Β. ἐλαφρὸν Edd. 13. ὁ assumptum ex Β. 15. δὲ] γὰρ Α. 16. τὰ om. Edd. τε] δὲ Α. Statim αὖ assuraptum ex Α. 22. οὐτῶ Α. αὐτοῦ Β. Edd. 24. πρὸς pro πὼς εἰς Α. ἀγάπην, ἵν' pro ἀγάπησιν Α. 28. τῶν om. Α.)
420
τοῦτο καὶ αὐτῶν ἐστι θέλημα. οὐκοῦν τὸ προφήταις ἐπιτιμᾶν, οὐδὲν ἕτερόν ἐστιν, ἢ κατ’ ἐμοῦ λοιπὸν ποιεῖσθαι τὴν ἐπίπληξιν. τοιοῦτόν τι καὶ ὁ Σωτῆρ’ τοῖς ἁγίοις μαθηταῖς [*](S.Matth. x. 40.) εἴρηκεν “Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχό- “μενος, δέχεται τὸν ἀποστείλαντά με.” προσέταττε δὲ τοῖς ἐξωθουμένοις καὶ αὐτὸν ἀπομάττεσθαι τὸν κονιορτὸν τῶν [*](Ib. 15.) ποδῶν, εἰπών “Ὅτι ἀνεκτότερον ἔσται γῆ Σοδόμων ἐν ἡμέρᾳ [*](e) “κρίσεως, ἣ τῆ πόλει ἐκείνῃ.” προσίεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς τὰ Θεοῦ πρεσβεύοντας, καὶ τὰ αὐτοῦ δοκοῦντα διαπορθμεύοντας εἰς ἡμᾶς, ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, [*](2 Cor. v. 20.) ἐπιστέλλων καὶ λέγων “Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, “ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ “Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.”

[*](4)

Εἰ ἐρεύξεται λέων ἐκ του δρυμοῦ αὐτοῦ ὤρα οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι;

[*](277 A. a)

Οἱ τὰ τῶν θηρίων πολυπραγμονοῦντες ἔθη, φασὶ τὸν λέοντα τροφῆς ἐν ἐνδείᾳ γεγονότα περιφοιτᾶν εὐσθενῶς ὄρη τε καὶ νάπας καὶ δρυμοὺς, τῇδε τε κἀκεῖσε τὸν ὀφθαλμὸν περιστρέφοντα, καί τι τῶν ἐν ὕλαις βοσκομένων ζητοῦντα λαβεῖν. ἐπειδὰν δὲ θεάσηταί τι τῶν ἐπιτηδείων εἰς τροφὴν, εἶτα γένηται πλησίον, δεινόν τι καὶ δυσηχὲς βρυχώμενον· ποιεῖσθαι τὴν ἔφοδον. εἰ δὲ δὴ καὶ ἀποκομίζοιτο τοῖς σκύμνοις τὰ εἰς τροφὴν, εἶτα γένοιτο τῆς μανδρας ἐγγὺς, αναἐστι] [*](1. ἔστα Edd. invitis Α. Β. 2. λοιπὸν post ποιεῖσθαι transp. Α. 3. μαθηταῖς εἴρηκεν Α. φησι μαθηταῖς Edd. 4. ὁ ἐμὲ δεχόμενος, δέκεται A. ὁ μὴ δέχ’. οὐ δέχεται Β. Edd. 7. ὅτι om. B. Haec ἐν ἡμέρα κρίσεως accesserunt ex Β. Pro quibus, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ praebet A 9. αὐτοῦ Α. αὐτῶ Β. Edd. διαπορθμεύειν A. 10. 11. ὁ θεσπέσιος et ἐπιστέλλων καὶ assiimpta ex Α. Β. 1 1, οὖν accessit ex Α. 19. τε assumptum ex B.b. deest in Α. 20. ζητοῦντα assuniptum ex A.B. ζητούντων (sic) b. 21. δὲ om. B. 22. τε pro τι b. Neutrnm babet Α. 23. καὶ assumptum ex A.B. b. ἀποκομίζοι Β. ἀποκομίζειτο b. Statim τοῖς om. Α. b.)

421
θρώσκουσι κἀκεῖνοι, καὶ σὺν βοῆ λαβόντες σπαράττουσι. [*](b) τί τοίνυν, φησὶν, αἰτιᾶσθε Θεὸν, ὅτι πρὸ τῆς τῶν δεινῶν ἐφόδου ποιεῖται τὴν ἀπειλήν; τί δὲ καὶ αὐτοῖς τοὺς ὀδόντας ἐπιτρίζετε τοῖς προφήταις, ὅτι καὶ αὐτοὶ τῆς ὑμετέρας ἀσεβείας κατακεκράγασιν; ἐγὼ μὲν γὰρ ἔοικα λέοντί φησι, τῷ πρὸ ήρας εἰωθότι βοᾶν, μόνον δὲ οἰ χὶ καὶ προαπειλοῦντι τὴν ἔφοδον, σκύμνοι δὲ· ὥσπερ εἰσὶν οἱ προφῆται τὸ ἐμὸν ἔθος ἀπ’ ἀπομιμούμενοι· κατακεκράγασι γὰρ, ὡς ἔφην, τῶν δυσσεβεῖν εἰωθότων. ἀλλ’ ὥσπερ τοῖς ἐν ὄρεσι ζῴοις οὐκ ἀκερδὴς παντελῶς ἡ προαναφώνησις τοῦ θηρὸς, κατασοβοῦσα [*](c) πρὸς φυγὴν πρὶν ἁλῶναι τυχὸν, οὕτω καὶ τοῖς ἁμαρτάνουσι χρησιμωτάτη λίαν ἢ πρὸ τῶν δεινῶν ἀπειλή τε καὶ προαγόρευσις, μεθιστᾶσα πρὸς μετάγνωσιν καὶ ἀποφυγὴν τῶν ἐπηρτημένων. μένων. λέοντι δὴ οὖν ἑαυτὸν παρεικάζει Θεὸς οὐ πρότερον ἐπιθρώσκοντι καὶ τὰ ἐξ ὀργῆς ἐπάγοντί τισιν, εἰ μὴ προαναφάνοι τὴν ἀπειλὴν, ἵνα καὶ μετανοοῦντες σώζοιντο, πρὸ τῆς τῶν δεινῶν ἐφόδου φάρμακον ὥσπερ εἰς σωτηρίαν δεχόμενοι τῶν ἐσομένων τὴν προαγόρευσιν.

[*](d)

Εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται [*](5) παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι;

Πεποίηται μὲν ὡς ἐξ ὁμοιώσεως καὶ νῦν ὁ λόγος. ἰξευταὶ μὲν γὰρ τὰ ἐν φυτοῖς ἱζήσαντα τῶν στρουθίων εὐτεχνέστατα καταφέρουσι, παγίσι δὲ αὖ συνθλῶσί τινες τὸ ἁλισκόμενον. ἔοικε δὲ ὁ λόγος αἰνίττεσθαι νυνὶ διὰ μὲν τῶν στρουθίων [*](1. συμβοῇ Α. 3. Haec τοὺς ὀδόντας assumpta ex Β. 5. τῷ πρὸ θήρας Β. b. τῷ πρὸς θῆρας Edd. τὸ προσθήρας (sic) Α. 6. δὲ assumptum ex Α. Β. 7. ὥσπερ] + οἱ ἐμοὶ e suo Migne. πᾶν pro προφῆται Edd. repugnantibus A.B.b. ii. παντελῶς pro τυχὸν h. 13. μεθιστῶσα Edd. repiign. A.B. b. 14. ἡμαρτημένων pro ἐπηρτημένων iid. ’itis A.B. b. 15. εἰ μὴ] πρὶν ἂν Β. 1 6. προαναφάνοι Β. προαναφαίνοι Edd. καὶ assumptum ex Β. 19. σχασθήσεται] σταθήσεται F. Edd. (Co.) 23. οὖν pro αὖ Edd. invitis A.B.D. 24. νυνὶ διὰ] νῦν ἰδία (sic) Α. νῦν διὰ b. μὲν post τῶν στρουθίων tr. Edd. repugn. Α. Β. b. Post τῶν addit ὡς A.)

422
τοὺς τὰ ὑψηλὰ φρονεῖν εἰωθότας, τοὺς ἀλαζόνας τὸν νοῦν [*](Rom. xii 16.) καὶ μετεώρους τὰς φρένας, καὶ τὸ συναπάγεσθαι τοῖς ταπεινοῖς [*](e) οὐκ ἀνεχομένους· διὰ δὲ τῶν ἐν παγίσιν ἁλισκομένων τῶν ἐπιγείων τοὺς ἐραστὰς, καὶ μόνα ζητοῦντας τὰ σαρκικὰ καὶ καταπιαίνοντα. ἰξευτῇ δὲ καὶ παγίδι πάλιν ἑαυτὸν παρεικάζει Θεὸς, κατακομίζοντι μὲν εἰς τὴν γῆν τοὺς ὑπερηφάνους, συνθλῶντι δὲ ὥσπερ καὶ ἀγρεύοντι πρὸς τιμωρίαν τοὺς μόνα φρονοῦντας τὰ ἐπὶ τῆς γῆς. ἀλαζόνες δὲ ἦσαν οἱ ἐξ Ἰσραὴλ, καταφρονοῦντες Θεοῦ καὶ προφήτας παρωθούμενοι καὶ ἀτι- [*](278 A. a) μάζοντες νόμον· ἦσαν δὲ οὐδὲν ἧττον καὶ γλίσχροι λίαν περὶ τὰ ἐν κόσμῳ πράγματα, καὶ μόνα ἐπιζητοῦντες τὰ ἐπὶ τῆς γῆς, ὧν καὶ ταῖς ἐκτόποις ἐπιθυμίαις ἡττημένοι, τὸν τοῦ Θεοῦ λόγον οὐ προσίεντο, ἀντεπράττοντο δὲ τοῖς καλοῦσιν [*](Es. xxx. 10.) εἰς ἀρετήν. ἔφασκον γὰρ τοῖς ἁγίοις προφήταις “Ἀλλὰ “ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. εἴπερ οὖν ἐγώ εἰμι, φησὶν, ὁ ἐν ἰξευτοῦ τρόπῳ καταφέρων τοὺς ὑπερηφάνους, καὶ ὡς ἐν τάξει παγίδος συνθλᾶν εἰωθὼς [*](b) τὸν ἀλώπεκος δίκην ἢ μυὸς γλίσχρως ἔχοντα πρὸς τὰ ἐν κόσμῳ πράγματα, τί μάτην διώκετε τοὺς ἁγίους, ὅτε μόνους εἰς ὑμᾶς διακομίζουσι λόγους, ἐμοῦ πληροῦντος τὰ ἐξ ὀργῆς τοῖς δυσσεβοῦσιν ἐπερριμμένα;

[*](6)

Εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κάκω ἐν πόλει ἥν Κύριος οὐκ ἐποίησεν;

Εγὼ μὲν, φησὶν, ἐπάγω τὰ ἐξ ὀργῆς, χρήσιμοι δὲ καὶ μεσῖται πρὸς μόνους εἰσὶν οἱ προφῆται τοὺς λόγους. διατὰ [*](1. assumptum ex Α. b. 2. συνυπάγεσθαι Β. 6. τὴν assumptum ex A.b. 7. ὥσπερ om, Α. 9. παρωθούμενοι] παραιτούμενοι Edd. ’itis Α.Β. II. πρακτέα Edd. ἐπιζη- τοῦντες Β. ζητοῦντες Α. Edd. 12. καὶ assumptum ex A. Statim ταῖς om. Α. ἡττημένοι Α. ἡττώμ. Edd. 13. προσίεντο] προσίεσαν Edd. invitis Α. Β. Statim ἀντεπράττοντο Α. ἀντέπραττον Edd. 14. ἁγίοις accessit ex A. Β. ἀλλὰ Α. ἄλλα Edd. 19. πρακτέα Edd. τοὺς om. Β. ὅτε Α. ὅτι Edd. Statim μόνον . 21. δυσσεβοῦσιν A. δυσσεβέσιν Edd. Statim ἐπερριμμένα Α. Β. ἀπερριμμένης Edd. 25. τοὺς assumptum ex Β.)

423
πορθμεύουσι γὰρ εἰς ὑμᾶς ἅπερ ἂν αὐτοῖς ἐντείλωμαι διὰ τοῦ Πνεύματος. ἀλλ’ ὀλιγωρεῖτε τάχα που καὶ ἀλύετε [*](c) σφόδρα καὶ πρὸς μόνους τοὺς παρ’ αὐτῶν ἔσθ’ ὅτε λόγους. τί γὰρ ὅλως, εἰπέ μοι, διὰ τούτων ὠφελεῖσθε; ποῖος ὑμᾶς εἰσέδυ φόβος; ἢ τίνα μεταβολὴν ἐσχήκατε πρὸς τὸ ἄμεινον; ἐν πόλει μὲν γὰρ εἰ ἀναφωνήσειε σάλπιγξ, τὸν παρ’ ἐχθρῶν ἥκοντα καὶ κεκινημένον περιαγγέλλουσα πόλεμον, τίς οὕτως ἀνάλγητος, ὡς μὴ πάντη τε καὶ πάντως τὸν ἐκ τῶν ἐσομενων κακῶν ὑποδέξασθαι φόβον; αἱ δὲ ἐμαὶ σάλπιγγες οὐ διαλελοίπασι προαναφωνοῦσαι τὰ μέλλοντα. ἀλλ’ ὠφελεῖσθε [*](d) μὲν παντελῶς οὐδὲν, μανθάνοντες δὲ ὅτι καταδῃωθήσεσθε παρ’ ἐχθρῶν, κατευμεγεθεῖτε λίαν τῶν εἰς τοῦτο δειμάτων, ὡς τάχα που καὶ διαγελᾶν, ὡς εἰκαῖόν τι χρῆμα, τὴν προαγόρευσιν, καὶ μὴν κἀκεῖνο βοᾶν τὸ σύνηθες καὶ τοῖς ἀπονοουμένοις ἐντριβές “Ἡ ὅρασις ἢν οὗτος ὁρᾷ εἰς [*](Ezek. xii. 27.) ἡμέρας πολλὰς καὶ εἰς καιροὺς μάκρους οὕτος προφητεύει. τί οὖν ἡγεῖσθε φορτικοὺς τοὺς οἱονεὶ σαλπίζοντας, εἰ μηδὲν ἡγεῖσθε τοὺς λόγους; ἀλλ’ ἴσως ἐκεῖνό φατε, ὡς οὐ μετρίως [*](e) καταλυπεῖ τῶν πραγμάτων ἢ ἔκβασις. ἆρα οὖν ἔσται κακωσις ἐν πόλει τυχὸν, ἣν Κύριος οὐκ ἐποίησεν; ὅμοιον ὡς εἰ λέγοι Μῆ ἆρά τις ἔσται τῶν ἐν ἀνθρώποις ἱκανὸς εἴς γε τὸ δύνασθαι κακῶσαι πόλιν ἢ νόσοις ἢ πολιορκίαις ἢ καρπῶν καταφθοραῖς ἢ καὶ καθ’ ἕτερόν τινα τοιοῦτον τρόπον; εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς τὰ τοιάδε δράσειεν ἂν, κεῖται δὲ μᾶλλον ἐν ἐξουσίᾳ καὶ δυνάμει Θεοῦ, τί τοῖς προαγγέλλουσι χαλεπαίνετε; [*](a 270 A.) καίτοι μεταγνῶναι δέον, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκμειλίσσεσθαι τὸν λελυπημένον καὶ κακοῦν ἰσχύοντα τοὺς [*](1. ἐντέλλομαι Edd. inv. Α. Β. 2. ἀλλ’ om. Β. ἀλύετε] ἀλλοιᾶτε (sic) Edd. 3. καὶ om. Α. ἐσθ’ ὅτε τοὺς παρ’ αὐτῶν inv. ordine Α. 4. ὠφελεῖσθε A. ὠφέλησθε Edd. 5. ἢ om. Α. τὸ om. Α. 6. ἀναφω- νήσει Α. 9. ὑποδέξασθαι Α. εἰσδέξασθαι Edd. 10. προαναφ.] + τε Edd. ὠφελεῖσθε] Sic coviexi. ὠφελεῖσθαι Α. ὠφέλησθε Edd. 12. παρ’] κατ’ Α. 13. τὸ pro τι Α. 19. πράξεων Edd. 21. Μὴ assumptum ex Α. Β. 23. διαφθορᾷ Α. καὶ assumptum ex Α. τοιοῦτον om. Α. 24. τὰ omittebant Edd. 25. ἐν om. Α. 26. καίτοι] κοὶ τοῖς (sic) Α.)
424
ἡμαρτηκότας. κακίαν δὴ οὖν ἐν τούτοις νοήσομεν παρὰ Θεοῦ γινομένην ἐν πόλεσι, οὐ φαυλότητα· μὴ γένοιτο· κάκωσιν δὲ μᾶλλον, ἤτοι τὴν ἐφ’ ὁτῳοῦν ὀργήν τε καὶ κίνησιν, ἢν τοῖς ἁμαρτάνουσιν ἐπαρτήσειεν ἃν, ἐπιστρέφειν ἀναπείθων [*](ps. xxxi. 9.) ἐπὶ τὰ πρεπωδέστερα. γέγραπται γὰρ ὅτι “Εν κημῷ καὶ [*](b) “χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων [*](1 Tim. ii. 4.) “πρὸς σέ.” ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς, καὶ “πάντας ἀνθρώ- “πους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἁληθείας ἐλθεῖν, καταβιάζεταί πὼς τοῖς ἐξ ὀργῆς ἐπὶ τὸ ἄμεινον, καὶ μεθίστησιν εὐσθενῶς ἔσθ' ὅτε τοῖς δείμασι καὶ ταῖς ἀπειλαῖς, οὓς οὐκ ἀναπείθει λόγος καὶ ἡ τῶν συμφερόντων ὑφήγησις.

[*](7)

Διότι οὐ μὴ ποιήσῃ Κύμιος ὁ Φεὸς πρᾶγμα, ἐᾶι μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας· [*](8) λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλά- [*](C) λησεν, καὶ τίς οὐ προφητεύσει;

Oὐχ οἱ προφῆται, φησὶ, τὰ ἐξ ὀργῆς ἐπάγουσι· πόθεν; ἄνθρωποι γὰρ καὶ αὐτοὶ καθ’ ὑμᾶς ὑπάρχουσι τὴν φύσιν, τετίμηνται δὲ παρὰ Θεοῦ τῷ πάντα μανθάνειν, ἃ ἃν Βοῦ. λοιτο πληροῦν, καὶ πόλεσί τε καὶ χώραις ἐπάγειν ἢ ἀγαθὰ τυχὸν ἢ τὰ λυπεῖν εἰωθότα. ἀλλ’ ἴσως πρὸς τοῦτό φατε Μανθανέτωσαν εἰ δοκεῖ, πλουτείτωσαν παρὰ σοῦ τῶν ἐσομένων τὴν γνῶσιν, διατρανούσθω πάντα αὐτοῖς τὰ μυστήρια· [*](d) λαλείτωσαν δὲ μηδενὶ, μήτε μὴν ταῖς τῶν ἀποσειομένων αὐτοὺς ἀκοαῖς ἐνηχείτωσάν τινα. τί οὖν πρὸς ταῦτα παρὰ [*](1. οὖν assumptum ex Α. Β. νοήσωμεν A. παρὰ Θεοῦ jJOSt πόλεσι tr. Edd. 2. γενομένην Α. 5. καμῷ Edd. Statim haec καὶ χαλινῷ accesserunt ex Β. (Alex.) χαλινῷ καὶ κημῷ inverso ordine Α. (Vat.) 6. αὐτῶν deest in Edd. 10. ἐσθ’ ὅτε um. Α. 11. ἀφήγησις Α. 12. ποιήσει A. ὁ Θεὸς om. F. Edd. (Co.) 13. αὐτοῦ prius accessit ex A.B. (Alex. XII.) Post δούλους αὐτοῦ add. πρός F. Edd. (Co.) 14. ὁ Θεὸς om. F. Edd. (Co.) 15. οὐ προφητεύσει Α. Β. οὐ μὴ προφητεύσῃ F. Edd. (Co.) 16. πόθεν] Sic correxi. ποθὲν Α. ποθεν Edd. 17. εἰσι καθ’ ὑμᾶς pro καθ’ ὑμᾶς ὑπάρχουσι Edd. 19. ἢ assuinptum ex Α. 20. τὰ om. B. 23. μήτε μὴν] Sic correxi. μήτε μὲν Β. Edd. μηδὲ Α. 24. ἀκοαῖς] + μηδὲ Α. Statim ἐνηχήτωσάν Α.)

425
Θεοῦ; Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται; εἰ γὰρ ἐν τῷ βρυχᾶσθαί φησι τὸν λέοντα, τὸ παναλκέστατον τῶν θηρίων, οὐκ ἃν γένοιτό τις ἀτεράμων οὕτως καὶ σοβαρὸς, ὡς μὴ εἰσδέξασθαι πτοίαν, πῶς ἃν Θεοῦ λαλοῦντος τοῦ πάντων ἐπέκεινα, καὶ ἀπαγγέλλειν αὐτοῖς προστάττοντος ἃ μανθάνουσιν, οὐκ ἃν ἔδεισαν τὸν προστεταχότα; οὐ γάρ εἰσι καθ’ ὑμᾶς καταφρονηταὶ καὶ ἄτεγκτοι, καὶ ἐν μηδενὶ ποιούμενοι λόγῳ [*](e) τὰ τῷ πάντων δοκοῦντα Δεσπότη. πανταχῆ τοιγαροῦν ἀσφαλίζεται τοὺς ἁγίους, καὶ ἀποσοβεῖ τῶν προφητῶν τὰς ἐκ τῶν ἐθελοκακούντων βλάβας. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ τῆς καθηκούσης φροντίδος ἀξιοῦν. τὸ γὰρ ἐκ μέσου ποιεῖσθαι τοὺς ἰατροὺς, ἕτερον οὐδὲν ἃν εἴη ἢ ἀνεπικουρήτους ἀποτελεῖν τοὺς ἠρρωστηκότας. τοῦτό τοι καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ προαναφωνεῖ λέγων “Μὴ ἅπτεσθε τῶν [*](Ps. civ. 15.) “χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε, καὶ πρὸς αὐτοὺς δέ που φησί “Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν, [*](Zach. ii. 8.) “ὡς ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.” ἀδικήσει [*](a 280 A.) γὰρ οὐ μετρίως τὴν ἑαυτοῦ ψυχὴν ὁ ταῖς τῶν ἁγίων κεφαλαῖς ἐπιτρίζων τοὺς ὀδόντας καὶ ἀνοσίως ἐπιφυόμενος καί τι καὶ τῶν ἐκτόπων ἐπάγειν οὐ παραιτούμενος.

Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου [*](9) καὶ εἴπατε Συνάχθητε επὶ τὸ ὄρος Σαμαρείας, καὶ ἴδετε θαυμαστὰ πολλά ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν [*](2. φησι post λέοντα tr. Α. 3. οὕτως om. Α. δέξασθαι Β. 6. οὐκ ἀν’ ἔδεισαν] οὐκοῦν ᾔδεισαν Α. 7. ἄτακτοι pro ἄτεγκτοι Β. μηδενὶ] οὐδενὶ Edd. 8. πανταχοῦ iid. 10. ἐκ assumptum ex Β. 12. ἕτερον οὐδὲν ἂν εἴη Β. εἴη ἂν ἕτερον οὐδὲν A. ἕτερον deest in Edd. 13. ἀποτελεῖν A. ἐᾶν Β. ἐπιτελεῖν Edd. ποι pro τοι Α. Haec τοῦ μακαρίου desunt in Edd. 14. προανεφώνει A. Statim λέγων assumptum ex A.B. 15. Haec καὶ ἐν — πονηρεύεσθε desunt in Edd. 16. φησι] + τοὺς προφητας Edd. 17. ὀφθαλμοῦ αὐτοῦ] αὐτοῦ deest in Pont. μου pro αὐτοῦ addit Aub. 19. καί τι] ἤ τι Α. Statim καὶ assumptum ex B. 20. ἐπαγαγεῖν Α. 21. ἐπὶ τὰς χώρας] ἐπὶ ταῖς χώραις F. Edd. (XII.) Statim ἐν γῆ Αἰγύπτῳ pro τῆς Αἰγύπτου F. Edd. (42. al.) 22. ἐπὶ] εἰς F. Edd. (Co.) 23. τὴν assumptum ex B. (Alex. XII).)

426
[*](b) τῆν ἐν αὐτῆ. καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει [*](10) Κύριος, οἱ θησαθυρίζοντες άδικίαν καὶ ταλαιπωρίαν ἐν ταις [*](11) χώραις αὐτῶ. Μᾶ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ τὴν ἰσχύν ὅου, κω διαρπαγήσονται αἱ χώρω σου.

Απειλι δὴ πάλιν ἐπάγειν αὐτοις ἅπερ ἦν εἰκὸς ὑπομεῖναι καὶ παθεῖν τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους φαυλότητος, ὡς [*](c) καὶ ἀποθρώσκειν Θεοῦ, καὶ προφήταις ἐπιτιμᾶν, καὶ ἀλογῆ- σαι παντελῶς τῶν διὰ Μωυσέως τεθεσπισμένων. ἰστέον δὲ ὅτι διαπεφώνηκε πάλιν ἐν τούτοις ἥ τε τῶν Ἑβραίων ἔκδοσις, καὶ ἡ τῶν ἑβδομήκοντα γραφή. Ἑβραῖοι μὲν γὰρ ἐκδεδώκασιν Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου· οἱ ’δε γε ἑβδομήκοντα Ἀπαγγείλατε χώραις ἐν Ἄσσυρίοις καὶ ἐπὶ τὰς χώροις τῆς Αἰγύπτου. καὶ Ἄζωτος Ἄζωτος μὲν γείτων τάχα που καὶ ὅμορός ἐστι τῇ τῶν Ἰουδαίων [*](d) χώρᾳ, διῴκισται δὲ λίαν ἡ τῶν Ἀσσυρίων, τουτέστιν, ἡ Περσῶν καὶ Μηδῶν πρὸς αὐτοῖς οἱονείπως τέρμασι τῆς ἑῴας κειμένη. φαμὲν οὖν, ὅτι τὸ λυποῦν οὐδὲν, κἂν εἰ Ἀζώτιοι τυχὸν, ἤγουν Ἀσσύριοι λέγοιντο· κατ’ ἄμφω γὰρ ἀληθεύσει τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, καθάπερ ἀμέλει τὰ ἐν τῷ προκειμένῳ διατρανοῦντες ἐπιδείξομεν. ἔχει γεγὴν ἱστορίας ἀνάμνησιν τὸ δηλούμενον ἐν τῇ τετάρτη τῶν βασιλειῶν κειμένης, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ποιήσομαι [*](e) δὲ τὴν ἀφήγησιν εὖ μάλα συνεσταλμένως, ὡς ἃν μὴ δοκοίην ἐν εἰδόσι μακρηγορεῖν.

Bεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Μανασσῆς, ὃς Ἐζεχίου μὲν ἦν υἱὸς, ἑτερότροπος δὲ λίαν καὶ [*](1. τὴν assumptum ex Α. Β. om. F. Edd. (22. al.) ἃ] ὃ Α. 2. ἀδικίας Edd. (Co.) 4. κύκλωθεν Β. τὴν om. Α. (A.V.) ut infra 283 fin. invito F. 6. ἐπαγαγεῖν Α. mg. 8. καὶ primum deest in Edd. lo. πόλιν accessit ex Α. μᾶλλον pro πόλιν Β. 12. ἐπὶ ταῖς χώραις Β. Edd. invito A. 13, 14. Ab Αἰγύπτου ad Αἰγύπτου transilit. Β. 13. γε om. A. 14. Ἀσσυρίοις Α. Ἀσσυρίᾳ Edd. 17. τέλμασι Α. ig. λέγωνται Edd. 21. διασαφοῦντες iid. inv. Α. Β. γεμὴν Α. μὲν Edd. μὲν μὴν (sic) Β. 23. κειμένην Edd. ποιησόμεθα Α. 24. δοκοῖεν pro δοκοίην ἐν Α. 20. τοῖς et ὁ assumpta ex Α. Β.)

427
τῆς τοῦ πατρὸς εὐσεβείας ὡς ἀποτάτω. γέγονε γὰρ ἀνὴρ πονηρὸς καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὔκολος, βδελυρὸς καὶ εἰδωλολάτρης, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις οὐ μετριως προσκείμενος. οὕτος ἀνεδείματο βωμοὺς καὶ τεμένη [*](4 Reg. xxl) τῷ Βάαλ, προσκεκύνηκεν ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, [*](2 Par. xxxiii.) διήγαγεν ἐν πυρὶ τὰ ἴδια τέκνα, συγκεκρότηκεν οἰωνοσκόπους, [*](a 281 A.) καὶ τοὺς οἷς μελέτη τὸ ψευδοεπεῖν, τοὺς οἰομένους μέν τι τῶν ἀναγκαίων εἰδέναι, μὴ μὴν ἔτι καὶ εἰδότας, λαλοῦντας δὲ μᾶλλον τὰ ἀπὸ καρδίας αὐτῶν. καὶ τρόπος ἦν τάχα παντελῶς οὐδεὶς τῆς ἁπασῶν ἐσχάτης φαυλότητος, τοῖς ἐκείνου θελήμασιν ἀνεπιτήδευτος. αὐτοῦ δὲ βασιλεύοντος ἔφη που Θεὸς διὰ φωνῆς προφητῶν περί τε τῆς Ἱερουσαλὴμ καὶ ἁπάσης δὲ τῆς Ἰουδαίων χώρας “Ἰδοὺ Ἴδου ἐγὼ ἐπάγω ἐπὶ [*](Hier. xix. 3; 4 Reg. xxi. 12. ) ’τον λαὸν τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αυτα, [*](b) “ἠχήσει ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.” ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Μανασσῆς, διαδέχεται τὸ σκῆπτρον Ἀμὼς ὁ υἱὸς αὐτοῦ, [*](Ib. 18.) τῆς του πατρὸς φαυλότητος ἀποδέων οὐδέν τετίμηκε γὰρ ὅσα κἀκεῖνος. ἔτη δὲ μόνα διεβίω δύο. εἶτα μετ’ ἐκεῖνον κέχρισται πάλιν εἰς βασιλέα Ἰωσίας ὁ υἱὸς αὐτοῦ, σοφὸς καὶ ἀγχίνους ἀνὴρ, καὶ τῶν ὅτι μάλιστα φιλοθεωτάτων. αὐτὸν προεκήρυττεν ἀφιγμένος εἰς Βαιθὴλ ὁ ἄνθρωπος τοῦ Θεοῦ, ‘Ιεροβοὰμ ἑστῶτος ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἐγκαινίζοντος ταῖς δαμάλεσι τὴν ἑορτήν· ἔφη γὰρ οὕτω “Θυσια- [*](c 3 Reg. xiii. 2.) “στήριον θυσιαστήριον τάδε λέγει κύριος Ἰδοὺ υἱὸς τίκτεται “τῷ οἴκω Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ “τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ “ἀνθρώπων κατακαύσει ἐπὶ σέ.” βεβασιλευκὼς γὰρ ὁ [*](4 Reg. xxiii. 4sqq.) Ἰωσίας, καθεῖλε μὲν τὰ τῶν εἰδώλων τεμένη, κατέσκαψε [*](1. ἀπωτάτω Α. 3. δαιμονίων Β. δαιμονῶν Α. δαιμόνων Edd. 5. τῷ Βάαλ] τῆ Βάαλ Α. mg. 6. ἐν om. Α. 7. μέν om. Α. 8. μὴν ἔτι Α. μέντοι Β. Edd. 9. αὐτοῦ (sic) Edd. ante Migne. 12. προφητοῦ Edd. τε om. Α. 13. πόσης Edd. Statim δὲ assumptum ex A.B. ουδαίας Edd. 16. Ἀμὼς ὁ Β. ὁ Ἀμὼς Α. Ἀμὼν ὁ Edd. 18. διεβίωσε Α. 24. Assumpta θυσιαστήριον ex Α. Β. τάδε ex Α. 25. θήσει Β. 26. τοὺς ἐπιθύοντας Β. (19 al.) 27. ὁ assumptum ex Α. 28. δὲ post κατέσκαψε add. Edd.)
428
τὰ θυσιαστήρια, κατηφάνισε τὰ ἄλση, κατέκαυσε τὸ ἅρμα τοῦ ἡλίου, κατέσφαξε τοὺς ἱερεῖς τῶν ὑψηλῶν ἐν Βαιθὴλ, ὀστᾶ ἀνθρώπων ἐνέπρησεν ἐπὶ τῷ θυσιαστηρίῳ τῶν δαμάλεων, [*](d) ἤλασε τοὺς γνώστας, ψευδοπροφήτας δὴ λέγω καὶ ψευδομάντεις καὶ ἐγγαστριμύθους, ἐκέλευσε κρατεῖν καὶ ἰσχύειν ἐν τῷ Ἰσραήλ τὰ διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα· ἐπ’ αὐτοῦ τεθύκασι τὸν ἀμνὸν, καὶ τὸ πάσχα τετελέκασιν ἐν τοῖς Ἱεροσολύμοις. ἐπειδὴ δὲ ἦν ἀγαθὸς καὶ γνήσιος μετὰ Θεοῦ, πέμπει πρὸς Ὀλδὰν τὴν προφῆτιν, διαπυνθάνεσθαι ζητῶν, εἰ καταλήξει τῆς ὀργῆς ὁ τῶν ὅλων Δεσπότης, εἰ ἐν καλῷ κείσεται τῆς εὐημερίας ὁ Ἰσραὴλ, [*](e) καὶ ἀργήσει λοιπὸν τὰ διὰ φωνῆς προφητῶν ἐπ’ αὐτῷ [*](4 Reg. xxii. 15. ad fin.) προαπηγγελμένα. ἡ δὲ πρὸς αὐτούς “Τάδε τάδε λέγει Κύριος “ὁ Θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς “πρὸς με Τάδε λέγει κύριος Ἴδου ἐπάγω κακὰ ἐπὶ τὸν “τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῶ πάντας “τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, “ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως “παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ [*](282 A. a) “ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ “σβεσθήσεται. καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστεί- “λαντα ὑμᾶς ζητῆσαι τὸν κύριον, τάδε ἐρεῖτε πρὸς αὐτόν “Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Οἱ λόγοι μου οὓς “ἤκουσας, ἀνθ’ ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης “ἀπὸ προσώπου κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν “τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτῶ, τοῦ εἶναι εἰς “ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου “καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύ- [*](b) “ριος. οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας [*](3. ἐπὶ τῷ θυσιαστηρίῳ Β. ἐπὶ τοῦ θυσιαστηρίου Edd. 6. τοῦ πανσόφου assumpta ex Α. Β. 8. ἐν τοῖς assurapta ex Β. ἐπὶ τοῖς Α. 9. ἀλδὰν A. προφήτην Edd. 10. διαπυθέσθαι Α. καταλήξει Β. καταλῆξαι Α. κατέληξε Edd. 12. ἐπ’ αὐτῶν Edd. 15. ἰδοὺ] + ἐγὼ Edd. (Vat.) 16. ἐν αὐτῷ Β. (19, 93, 108.) αὐτὸν Α. (A.V.) αὐτῷ Edd. 23. μου om. A. 24. ἁπαλύνθη Edd. 26. αὐτὸν Α. (A.V.) Statim τοῦ deest in Edd. 29. Haec οὐχ οὕτως desunt in Edd.)
429
“σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ “ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς οἷς “ἐγώ εἰμι ἐπάγων ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοι- “κοῦντας αὐτόν.”

Καί πεπλήρωται μὲν ἡ ὑπόσχεσις. ἀνεβάλετο γὰρ τὴν ὀργὴν ὁ τῶν ὅλων Δεσπότης τὸν τῆς βασιλείας αὐτοῦ καιρον· ήσαν δἐ τρίακοντα τε ἔτη καὶ ἔν. ἐν δἐ γε τῳ λοισθῳ [*](4 Reg. xxiii. 29—xxiv. 2.) καιρῷ κατεστράτευσε τῆς Βαβυλωνίων ὁ Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ ἡγούμενος, καὶ τῆς ἐνεγκούσης ἐξέθει πανστρατιᾷ. ἐπειδὴ δὲ ἦν Ἰωσίας ἐν ὑποψίαις, μὴ ἄρα τὴν [*](c) Ιουδαίαν καταδῃώσων ἀφίκετο, τὸν πολέμου νόμον ὡπλίζετο, καὶ ὑπαντιάζειν ἤθελεν. ὁ δὲ ἀποχωρεῖν ἐκέλευεν, ἐπείγεσθαι φήσας ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ εἰς τὴν τῶν Ἀσσυρίων ἀποκομίζεσθαι χώραν. ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο περιττῶς ἀντετάττετο, πλήττεται μὲν ἐν τῷ πολέμῳ· τεθνεὼς δὲ λοιπὸν οἴκοι τε καὶ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ τῶν οἰκείων ἀνακομίζεται, καὶ κέχρισται μὲν εἰς βασιλέα Ἰωάχας ὁ υἱὸς αὐτοῦ. τρίτον δὲ μόλις διατελέσαντα μῆνα μετέστησε τῶν σκήπτρων ὁ Φαραὼ Νεχαὼ, καἴ δεσμεύσας εἶχεν ἐν [*](d) Αἰγύπτῳ τηρούμενον. ἐπὶ πολλοῖς δὲ χρήμασι κατένευσε μόλις βασιλεύειν ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἐλιακεὶμ ἤγουν Ιωακεὶμ, υἱὸν ὄντα καὶ αὐτὸν Ἰωσίου. κατεβιάζετο δὲ οὕτω τὸν Ἰσραὴλ, τούς τε ἐν τῆ Σαμερείᾳ φημὶ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ δασμοὺς ἐπιθεῖναι τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, καὶ τέλη παρὰ πάντων ζητεῖν. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων, καὶ διέποντος τὴν βασιλείαν Ιωακεὶμ, ἀνέβη [*](e) Ναβουχοδονόσορ. κατεκράτησε δὲ οὕτω τῶν Ἱεροσολύμων, [*](3. ἐνοικοῦντας Α. 5. ἡ deest in Edd. 7. ἔτη τριάκοντά τε inv. ordine A. γε om. Α. ὀλίσθῳ (sic) Α. 8. βαβυλωνίων Α. Βαβυλῶνος Edd. Statim ὁ assumptum ex Α. Φαραὼ Α. Β. Φαραὼν Edd. 9. ἐνεγκούσης Α. Β. ἐνεγκαμένης Edd. II. Ἰούδα Edd. 15. περιττὸς (sic) Α. Statim ἐνεγκαμένης A. Β. συνετάττετο Edd. 1 7. ἀνακομίζεται Α. ἀνεκομίζετο Edd. 18. ὁ om. Α. 19. Φαραὼ Β. Φαραὼν . Edd. 20. κατένευε Α. 21. μόλις om. Α. τοῖς assumptum ex Β. 23. τῇ et τοῖς desunt in Edd. 24. τὴν deest in Edd. 25. τὰ λιπαρὰ pro τέλη παρὰ (sic) Β. δὲ assumptum ex Α. Β. 26. πράξεων Edd. 27. οὕτω om. Α.)

430
ὡς ἑλεῖν μὲν εἰς δοῦλον τὸν Ἰωακεὶμ, δασμολογῆσαι δὲ καὶ αὐτὸν, καὶ πᾶσαν ἁπλῶς καταδῃῶσαι τὴν πόλιν. καὶ οὐ μέχρι τούτων ἐπεμέτρει Θεὸς τοῖς ἀνόσια πεπραχόσι τὴν συμφορὰν, προσετίθει δέ τι καὶ ἕτερον δυσαχθές τε καὶ φορτικώτατον. ἀπὸ πάσης γὰρ τῆς περιοικίδος γῆς τε καὶ χώρας, ἀπό τε Σύρων, φημὶ, Τυρίων τε καὶ Ἀζωτίων, [*](283 A. a) Ἰδουμαίων καὶ Μωαβιτῶν λῃστρικὰ συγκροτήματα κατὰ τόπους ἐκθέοντα τὴν τῶν Ἰουδαίων κατεληίζοντο γῆν. γέγραπται [*](2 Par. xxxvi. 4, 5. ) γὰρ οὕτως ἐν τοῖς Παραλειπομένοις “Τότε ἤρξατο “η γη φορολογεισθαι του δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα “Φαραὼ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῃτεῖτο τὸ ἀργύριον “καὶ τὸ χρυσίον παρὰ τοῦ τῆς γῆς βασιλέως, δοῦναι αὐτὸ “Φαραὼ Νεχαώ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰωακεὶμ ἐν τῷ “βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσα- “λὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχώρα θυγάτηρ Νηρίου [*](b) “ἐκ ‘Ραμὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ “πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις “αὐτοῦ ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν “γῆν, καὶ ἦν αὐτῷ δουλεύων αὐτὸς ἔτη τριά καὶ ἀπέστη ἀπ’ “αὐτοῦ. καὶ ἀπέστειλε κύριος ἐπ’ αὐτοὺς τοὺς Χαλδαίους, “καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν “Ἀμμὼν καὶ τῆς Σαμαρείας.”

Tαυτὶ δὴ πάντα συνέβη παθεῖν ἐξυβρικότα τὸν Ἰσραὴλ εἰς τὴν τοῦ Θεοῦ δόξαν, καὶ ἀνοσίως κατεφθαρμένον ἐπὶ τὸ [*](Hier. i. 16.) βούλεσθαι προσκυνεῖν “τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ,” καθὰ γέγραπται.

[*](1. Ἰωακεὶμ Β. Ἐλιακεὶμ Edd. Statim δασμολογήσας— καταδῃώσας Α. 3. ἀ- νόσιον Edd. 4. προσετίθη iid. τε deest in iisd. g. γὰρ] δὲ A. 10. Haec ἡ γῆ desiint in Edd. ἐπίσταμα pro ἐπὶ στόμα Α. 11. ἀπῃτεῖ (sic) Α. 12. βασιλέως om. Α. 13. ἦν Ἰωακεὶμ hoc ordine Β. ἦν om. A. 15. Haec καὶ ὄνομα —ῥαμὰ desnnt in Edd. ῥαβὰ pro ῥαμὰ Α. 16. ἐνώπιον A. (19, 108.) 18. βασιλεὺς Βαβυλῶνος desunt in Edd. 19. αὐτῷ δουλεύων A. δουλεύων αὐτῷ Edd. Statim αὐτὸς assumptum ex Α. Haec κοὶ ἀπέστη ὄπ ἀπ’ om. Β.] αὐτοῦ assumpta ex Α. Β. 20. ἐπ’ Α. εἰς Β. Edd. 21. λῃστήρια Σύρων Β. λῃστηρίας εὑρὼν (sic) Α. λῃστήρια Τύρων Edd. λῃστηρίας (sic) iterum Α. 22. Ἀμὼν Edd. καὶ Α. κατὰ Β. Edd. 23. ἐξνβρικότα] ὡς ὑβρ. Edd. invitis Α. Β. 24. ἐπὶ τῷ Α. 25. αὐτοῦ A. αὐτῶν Β. Edd. Statim καθὰ γέγραπται assiimpta ex Α. Β.)
431

Εἰρημένης δὴ οὖν ἀποχρώντως ἡμῖν τῆς ἱστορίας, φέρε τὸ ῥητὸν ἐπιτροχάδην ἐπιόντες τὰ εἰκότα λέγωμεν. Ἀπαγγειλατε [*](c) χωραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τας χώροις τῆς Αιγυπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος τῆς Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλοὶ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ. μονονουχὶ γάρ φησιν Ἀπαγγελλέτω τις ᾗ τάχος Αἰγυπτίοις καὶ Ἀσσυρίοις, καὶ καταθεόντων εὐσθενῶς τὰ ὄρη Σαμαρείας ἤτοι τὴν χώραν αὐτήν· ὀρεινὴν γὰρ εἶναί φασιν. οἱ δὲ ἐπειδὰν ἥκωσιν ὄψονται ἐν αὐτῇ θαυμαστὰ πολλὰ καὶ ἀδόκητον καταδυναστείαν. οἱ γὰρ πάλαι νικῶντες, ἐλεεινοὶ καὶ ἐν δούλοις ἔσονταί φησιν, οἱ ὀφρῦν [*](d) ἀνασπῶντες τὴν ὑπερτενῆ κατὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν, οἰκτροὶ κείσονται καὶ κατερριμμένοι καὶ ὑπὸ πόδας ἐχθρῶν, καὶ τοσαύτην ὑπομενοῦσι καταδυναστείαν, ὡς ἀγαπητὸν ἡγεῖσθαι τὸ σώζεσθαι, καὶ ζῆν ἐν δουλείᾳ, καὶ δασμοὺς εἰσφέρειν τοῖς νενικηκόσι. ἀλλ’ οὐκ ἔγνω φησὶν ἡ Σαμαρεία ἃ ἔσται ἐναντίον αὐτῆς, τουτέστιν ἃ συμβήσεται [*](e) κατ’ αὐτῆς. εἶτα ποῦ λοιπὸν οἱ θησαυρίζοντες ἀδικίαν ταλαιπωριαν ἐν ταῖς χώραις αὐτῶν; τί γὰρ ὤνησεν ἡ πλεονεξία φησὶ, καὶ τὸ σωρεύειν αὐτοὺς ἁμαρτίας, διὰ τὸ μὴ θέλειν εἰδέναι τὰ Θεοῦ; ἆρ’ οὖν μέχρι τῆς Ἀσσυρίων τε καὶ Αἰγυπτίων ἐφόδου τὰ τῆς συμφορᾶς τοῖς ἠσεβηκόσι κείσεται; οὐδαμῶς φησί. δια τοῦτο τάδε λεγει Κύριος ὁ Θεός Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σου ισχύν σου, καὶ διαρπαγησονται αἰ χωραι σου. τὸ ’δε Τύρος καὶ κυκλόθεν, ὧδέ που νοήσεις. ἀπὸ Τύρου, φησὶ, [*](a 284 Α.) καὶ ἀπὸ τῆς κυκλόθεν καὶ περιοίκου γῆς ἐρημωθησεταί σου [*](1. ἡμῖν om. Β. 2. ἰόντες Α. Statim τὰ εἰκότα desunt in Edd. 3. ἐν Ἀσσυρίοις Α. Ἀσσυρίας Β. ἐν Ἀσσυρίᾳ Edd. 4. τῆς om. Β. 6. ᾗ om. Α. 7. καὶ alt. om. Α. 11. δούλοις] δουλείᾳ Edd. invitis Α. Β. 16. δασμὸν Edd. invitis Α.Β. 20. ἁμαρτίας Β. ἁμαρτίαις Α. ἁμαρτίαν Edd. τοῦ pro τὸ alt. Α. 21. τὰ] + τοῦ Edd. invito Α. τε om. Α. 22. ἐφόδου om. Α. ἠσεβηκόσι] ἡμαρτηκόσι Edd. 24.κύκλωθεν iid. hic et infra. κατάξει Β. κατάξω Α. κατάξω Edd. 25. ἰσχύς Α. 20. πη pro που Α. Statim νοήσῃς Edd. invitis Α.Β. τῆς post ἀπὸ add. Edd. mv. A.B.b.)

432
ἡ χώρα, καταθεόντων αὐτὴν, ὡς ἔφην, τῶν λῃστρικῶν συγκροτημάτων. τότε γάρ σου κατάξουσι τὴν ἰσχὺν, ἀντὶ τοῦ, πᾶσα δύναμίς σου συνθραυθήσεται, μόνον δὲ οὐχὶ καὶ ἀτονήσει συγκεκλασμένη. οὐκοῦν, εἰ λέγοι τυχὸν ἡ τῶν Ἑβραίων ἔκδοσις Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις, καὶ εἰ ἔχοι πάλιν ἡ τῶν ἑβδομήκοντα τὸ ἐν Ἀσσυρίοις, ἀληθεύσει κατ’ ἄμφω τὸ εἰρημένον. διήρπασαν γὰρ οὐκ [*](b) Ἀσσύριοι μόνον, ἀλλὰ γὰρ καὶ Σύροι καὶ Ἀζώτιοι κατὰ πληθὺν ἐκτρέχοντες, καὶ τρόπῳ λῃστείας ἀδικοῦντες Ισραήλ.

[*](12)

Τάδε λέγει Κύριος Ὅν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱὼ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ έν Δαμασκῷ.