In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα [*](e) ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῶ οἴκω του Θεοῦ αὐτῶν.

Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐχ ἑτέρου του χάριν τοὺς θείους χρῆναι ναοὺς ἐπιτελεῖσθαι διδάσκων, ἢ ὥστε δοξολογεῖν ἐν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, καὶ τὴν αὐτῷ πρέπουσαν ποιεῖσθαι προσκύνησιν, ἐπετίμα ποτὲ τοῖς Ἰουδαίων ἐμπόροις· παρεκόμιζον γὰρ ἐν τῷ ἱερῷ πρόβατά τε [*](S. Joan. ii. 15.) καὶ βοῦς καὶ περιστεράς· καὶ δὴ καὶ “ποιήσας φραγέλλιον [*](S.Matth. xxi. 13.) “ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ λέγων Γέ- [*](1. Haec ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν accesserunt ex Α.Β. addidit primus Migne. 3. ἵστη Β. ἵστησι Edd. ἐργασάμενον Α. εἰργασμένον Edd. 4. εἰς Α. πρὸς iid. 5. πταίσμασιν] Edebatur πάθεσιν invitis nostris. 6. τοι pro τι Edd, 9. πρὸς Ἰουδαίους Α. τοῖς Ἰουδαίοις B. πρὸς Ἰούδαν Edd. 10. διὸ παντὸς accessit ex Α.Β. 12. ἂν νοοῖντο] νοοῖντ’ ἂν Β. Statim καὶ assumptum ex Α.Β. ἀκλεᾶ καὶ ἀκάθαρτον inverso ordine Α. 14. σχοινίῳ Α. 16. οἴκῳ] + κυρίου Β. 17. Quae sequuntur partim citantur in Catena in D. Pauli Epistolas in Bibliotheca παντοκράτορος Montis Sancti Monasterii conservata, sec. forte x ineuntis. ὁ alt. assumptum ex Cat. 21. γὰρ] παρακομίζουσιν Edd. πρόβατά τε τε om. Α.] καὶ βοῦς βόας Α.] καὶ π.— ἐκ τοῦ ἱεροῦ λέγων] Haec accesserunt ex Α.Β. et (omittens καὶ περιστεράς et ἐκ σχοινίων) Cat. quorum loco ζῶα edebatur.)

407
“γραπται Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν ὡς “Ἐμνήσθησαν οἱ [*](a 269 Α.) μαθηταὶ, ὅτι γεγραμμένον ἢν Ὁ ζηλος του οἴκου σου κατα- [*](S. Joan. i. 17.) “Φάγεταί με.” ἐπέπληττε δέ τισι καὶ ὁ θεσπέσιος Παῦλος τοιάδε τινὰ τολμᾶν εἰωθόσι· γράφει γὰρ οὕτω “Μὴ γὰρ [*](1 Cor. xi. 22.) “οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας “τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας. ἀλυσιτελὲς δὴ οὖν ὁρᾶται πανταχῆ τὸ τοῖς θείοις οἴκοις κατακεχρῆσθαι τολμᾶν, ὡσανεὶ καὶ κοινοῖς καὶ τοῖς ἑκάστῳ προσήκουσιν ἰδικῶς. ποῦ γὰρ ἃν ἔτι τὸ Θεῷ προσῆκον τηροῖτο σέβας, εἰ σαρκὸς ἡδονὰς θεραπεύομεν ἐν ὀφθαλμοῖς [*](b) αὐτοῦ; καὶ ἐν οἷς ἔδει λαμπροὺς ὁρᾶσθαι διὰ σεμνότητος, ἐκεῖσε καταγελᾶσθαι κατ’ ὀλισθαίνοντας εἰς τὸ ἀκαλλὲς, καὶ δρᾶν ἐθέλοντας ἃ μὴ θέμις; ὃ δὴ ποιοῦντάς τινας οὐκ ἀμωμήτους ἐᾷ, καὶ σφόδρα εἰκότως. οὐ γὰρ ἀπήλλαττον, φησὶ, περιτανυσμάτων τὸ θυσιαστήριον, ἀλλ’ ὑπ’ αὐτῶν πεπτωκότες, καταμεθύειν κατετόλμων καὶ τὰ ἡδονῆς ἔργα πληροῦν, ἵνα καὶ ἀκούσειαν Θεοῦ λέγοντος ἐναργῶς “Καὶ [*](Hier. xxxvi. 23.) “ἐγὼ μάρτυς, λέγει Κύριος.” τίνος δ’ ἃν ἀπόσχοιτο τῶν [*](c) ἀτόπων κάτοινος ἀνὴρ, καὶ τὰς φρένας παρενηνεγμένος καὶ πρὸς πᾶν ὁτιοῦν εὐκόλως τῶν κακῶν; ἐφόρα μὲν γὰρ ο τῶν ὅλων Θεὸς καὶ “τὰ ἐν τῶ σκότει,’’ κατὰ τὸ γεγραμμένον, [*](Dan. ii. 22.) καὶ ἄποπτον αὐτῶ παντελῶς οὐδέν· δοκεῖ δέ πὼς τὰ ἐν ἐκκλησίαις μάλιστα, μονονουχὶ παρόντος τε καὶ θεωμένου, πράττεσθαι πρὸς ἡμῶν. καὶ εἴπερ ἐστὶ πάναισχρον ἀληθῶς, [*](2. ἐπεσημήνατο] ἐπεσήμηνε Edd. 4. Κορινθίοις pro τισι Cat. Haec ὁ θεσπέσιος assumpta ex Α.Β. Cat. 5. γράφει γὰρ οὕτω· μὴ γὰρ] μὴ γὰρ, φησὶν Edd. 7, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας] Haec accesserunt ex B. καὶ καταισχύνετε τοὺς πτωχούς Α. 8. οὐ λυσιτεὲς Cat. πανταχῆ Α.Β. πανταχοῦ Edd. Cat. 9. καὶ prius] + τοῖς Edd. invitis Α. Cat. 10. ἀν’ om. Α. Cat. post προσῆκον tr. Edd. τὸ Β. τῷ Cat. Edd. 11. τηροῖ τὸ pro τηροῖτο Cat. 12. ἐν οἷς ἔδει] εἶναι δὴ (sic) Α. ἵν᾿ ἔδει Cat. σεμνότητος Α. Cat. σεμνότητα Edd. 13. ἐκεῖσε καταγελᾶσθαι Β. ἐκεῖ γελᾶσθαι Cat. Edd. Haec εἰς τὸ ὅκ’. καὶ δρᾶν ἐθέλοντας accesserunt ex Α.Β. Cat. 16. τανυσμάτων Edd. ὑπ’ αὐτῶν Α. ὑπ’ αὐτῶ B. ὑπ’ αὐτὸ Edd. 17. μεθύειν Β. κατετόλμων Α. ἐτολμων Εdd. 18. ἀκούσειαν Θεοῦ hoc ordine Α.Β. 21. εὐκόλως Α. εὔκολος Edd. 22. τῷ assumptum ex Α. Cat. 24. ἐκκλησίᾳ Β. 25. ὑμῶν pro ἡμῶν Edd. repugnantibus Α.Β. Cat.)
408
καὶ τὴν ἐσχάτην ἐκ νόμου κατάρρησιν ἔχον, τὸ μεθύειν ὅλως, πῶς οὐ παντὸς ἐπέκεινα λόγου τοῦ πρὸς φαυλότητα βλέποντος, [*](d) τὸ καὶ ἐν αὐταῖς ἐκκλησίαις ὁρᾶσθαι τοιούτους; καὶ τὸ ἔτι φορτικώτερον, εἰ ἐξ ἀδίκων καὶ πονηρῶν λημμάτων τὰ εἰς τρυφὴν συλλέγοιτο; οἱ τοῦτο δρῶντες ἀκούσονται [*](Hier. vii. 11.) Θεοῦ λέγοντος ἐναργῶς “Μὴ σπήλαιον λῃστῶν ὁ οἶκός “μου;” οὐκοῦν τὰ ἑτέρων ἐγκλήματα πρὸς ὠφελείας ἡμῖν ἔσονται πολλῆς, καὶ δι’ ὧν ἕτεροι προσκεκρούκασιν, ἀμείνους ἡμεῖς ἐσόμεθα, εἰ παραιτοίμεθα τὰ ἐκείνων. ἀσφαλέστεροι γὰρ οἱ σώφρονες εἶεν ἂν εἰκότως, εἰ δὴ βούλοιντο διαζῆν [*](e) ἐννόμως, εἰ μὴ ζηλοῦν ἕλοιντο πονηρούς. Αλλ᾿ εἰ μὲν λέγοιτο πρὸς τὸν Ἰούσαν, ἤτοι ἤτοι ἃς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις Τὰ ἱμάτια Αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ ἔχοιεν ἂν ὀρθῶς τῆς πρὸς ἡμῶν ἀρτίως εἰρημένης θεωρίας ὁ λόγος. εἰ δὲ δὴ φέροιτο καὶ κατὰ τοῦ Ἱσραὴλ τὸ πλημμέλημα, φαίην ἂν, ὅτι οὐκ ἐν τῷ οἴκῳ αὐτοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, οὐδὲ ἐχόμενα τοῦ θυσιαστηρίου αἱ διὰ τῶν περιτανυσ μάτων ἐπλέκοντο σκηναὶ, ἤγουν τὰ ἐκ μέθης [*](270 Α. a) ἐπράττετο, ἀλλ’ ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν, ἵνα λέγοι τὸν Βαὰλ, ἤγουν ἕτερόν τινα τῶν ἐξ ἐπινοίας ἀνθρωπίνης εἰς τύπον εἰδώλου πεποιημένων. πῶς οὖν ἔτι καταλογισθεῖεν ἃν εἰς ἔγκλημα τῷ Ἱσραὴλ, τὸ ἐν οἴκῳ τυχὸν εἰδώλων, καὶ παρ’ αὐτὸ τὸ βέβηλον θυσιαστήριον οἴνῳ τε μεθύειν καὶ ἐξυφαίνειν σκηνάς; ὅτι ταῦτα τετιμήκασι, καὶ μέθης ὥσπερ καὶ αἰσχρᾶς ἁπάσης ἡδονῆς ἐργαστήρια τῶν ἐν ὑπολήψει θεῶν ἐποιοῦντο [*](3. αὐταῖς ἐκκλησίαις] αὐτῇ ἐκκλησίᾳ Edd. 4. αἱμάτων pro λημμάτων iid. 5. συλλέγοιτο A. συλλέγοιντο iid. 7. ἡμῶν iid. 9. ἐσόμεθα assumptum ex Β. ἀσφαλέστεροι—πονηρούς om. Β. 12. μὲν om. A. 13.τοῖς assumptum ex Β. τὰ ἱμάτια αὐτῶν δ. σχ. παραπετάσματα ἐποίουν ἐπο ίουν παραπ. Α.) ἐχ. τοῦ θυσιαστηρίου Α. Β. τὸ ῥητὸν Edd. 15. ἔχοιεν Α. ἔχοι iid. 17. αὐτοῦ Α. τοῦ Edd. 18. Haec κοὶ ἀληθῶς accesserunt ex Α. Β. του] + θείου Edd. invitis Α. Β. διὰ assumptum ex Α. Β. 21. τινα Α. τι Edd. Statim τὸν—πεποιημένον Α. 22. καταληισθείη Edd. 23. τῷ ἐν οἰκῶ τυχὸν εἰδώλῳ Α. 24. βέβηλον] βέβηλα (sic) Edd. 25. αἰσχρᾶς accessit ex Β. post ἁπάσης transp. Α. 26. ἐποίουν Edd.)
409
τοὺς ναοὺς, καίτοι δέον ἐφιέσθαι μᾶλλον καθαρῶς καὶ πανάγνως λατρεύειν Θεῷ, καὶ εἰς οἶκον εἰσιέναι τὸν ἅγιον ἀληθῶς, [*](b) καὶ σεπτὸν ἡγεῖσθαι τὸ θυσιαστήριον. οἱ δὲ καὶ τὰ οὕτω σεπτά τε καὶ ἀξιάγαστα παρ’ οὐδὲν ἡγεῖσθαι σπουδάζοντες, τὰ πολὺ λίαν αἰσχίω τετιμηκότες, καὶ αὐτοῖς ἐμπαροινεῖν ἀπετόλμων τοῖς ἰδίοις θεοῖς, πανταχῆ τὸ θεῖον πατοῦντες ἀξίωμα, καὶ περιυβρίζοντες ἀδεῶς τὴν τῷ μόνῳ καὶ φύσει Θεῷ πρέπουσαν δόξαν, ὅτε καὶ τοῖς ψευδωνύμοις περιθέντες αὐτὴν, οὐδενὸς ἀξιοῦν ἠνέσχοντο λόγου.

[*](C)

Ἐγὼ δὲ ἐξῆρα τό Ἀμοῤῥαῖον ἐκ προσώπου αὐτῶ, οὗ ἦν καθὼς [*](9) ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, κω ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν, καὶ τὰς ῥίζας ὑποκάτωθεν.

Ὁμᾶς ὅπως ἀνοσίως περιυβρίζοντας καὶ καταφρονεῖν ἑλομένους ἀποφαίνει λοιπὸν, καὶ ὂν ἐδεῖ μᾶλλον ταῖς χαριστηρίοις εὐφραίνειν ᾠδαῖς καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις, ἀνούστατά τε καὶ ἀβουλότατα λυπεῖν ᾑρημένους, διάτοι τὸ ἐκ πολλῆς ἄγαν σκαιότητος τρόπων, καὶ ὧν εὖ [*](d) πεπόνθασιν, ἐλάσαι πρὸς λήθην; ἐγὼ μὲν γάρ φησιν ἐξῆρα τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν· τουτέστι, τὰ βάρβαρα καθεῖλον γένη, δι’ ἑνός που τάχα τοῦ Ἀμοῤῥαίου καταδηλούμενα, ὡς σκληροῦ τε καὶ ἁδροτέρου· ἐγὼ νικῆσαι παρεσκεύασα τὸν οὕτως ὑπερφυῆ καὶ ἄθραυστον, ὡς δοκεῖν ἤδη πὼς ἦρθαι μὲν κέδρου πρὸς ὕψος, δροὸς δὲ τῆς ἄγαν εὐσθενοῦς ἀπομιμεῖσθαι τὴν δύναμιν. ἦν γὰρ οὐχ ἕτερος πλὴν ὅτι μόνος ἐγὼ, φησὶν, ὁ καταμαραίνων αὐτὸν, καὶ καταπλήττων εἰς ῥίζας, μόνον δὲ οὐχὶ καὶ ἀφαυαίνων αὐτοῦ e [*](2. λατρεύειν] + τῷ Α. εἰσιέναι Α. ἰέναι Edd. 6. πανταχῆ A. πανταχοῦ Edd. 1 2. ἐξῆρα Α. (22. al.) ἐπάνωθεν Α. (Alex.) ἐπάνωθεν Edd. (Vat.) 1 8. ὃν Α. 20. ἀπὸ 20 ἐκ Edd. τὰ om. Α. 21. καταδηλούμενα Α. δῆλ’. Edd. 26 ὅτι assumptum ex Α.Β. 27. καταπλήττων Α. πλήττων Edd. δὲ assumptum ex Α.Β. αὐαίνων Β.)

410
τὸν καρπόν. ἐπειδὴ γὰρ ὡς περὶ δένδρου λελάληκεν, ἐπιμένει πιθανῶς ὁ λόγος τῇ τροπῇ, καὶ εἰς ῥίζαν αὐτῷ τὸ βλάβος γενέσθαι φησὶν, ἠφανίσθαι δὲ οὕτω καὶ τὸν καρπόν. ἀποθάνοι γὰρ ἂν οὐχ ἑτέρως τὸ ἐν δρυμοῖς ξύλον, πλὴν ὅτι κατὰ τοῦτον τὸν τρόπον. ὅτι γὰρ δεδαπάνηνται, πολεμούντων αὐτοῖς τῶν ἐξ Ἰσραὴλ, Ἀμοῤῥαῖοί τε καὶ Εὐαῖοι, Γεργεσαῖοι [*](271 Α. a) καὶ Φερεζαῖοι καὶ Ἰεβουσαῖοι, συνασπίζοντος δῆλον δὲ ὅτι Θεοῦ, ἐνδοιάσειεν ἂν οὐδείς.

Πικρὸν οὖν ἄρα τὸ καταφρονῆσαι Χριστοῦ τοῦ δόντος [*](S. Luc. x. 19.) ἡμῖν “Πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν “δύναμιν τοῦ ἐχθροῦ,” τοῦ καταστρέφοντος τοὺς [*](Ephes. vi. 12.) καὶ ὑποφέροντος τοὺς εὐσθενεστέρους· “Οὐ γάρ ἐστιν “ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, “πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους “τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν “τοῖς ἐπουρανίοις.” καὶ τούτων ἁπάντων ἐν Χριστῷ κεκερατήκαμεν. καὶ εἰ μέλλομεν λυπεῖν, ἀποκλίνοντες εἰς τὸ ῥᾴθυμον, [*](b) τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτὴν, ἀπορήσομεν, οἶδ’ ὅτι, καὶ λόγου καὶ ἀφορμῆς ἐξελέσθαι δυναμένης κολάσεως καὶ πυρός.

[*](10)

Καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ περιήγαγον ὑμᾶς ἑ τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη του κατακληρονομῆσαι τὴν γῆν τῶ Ἀμοῤῥαίων.

Ερμηνεύει σαφῶς ὅπερ ἔφη, καὶ ἀνόπιν ὥσπερ ὁ λόγος ἰὼν, τὰ ἀπ’ ἀρχῆς μέχρι τέλους ὡς ἐν βραχέσι καταδηλοῖ. [*](1. δένδρου Β. δένδρων Edd. 2. αὐτῶν Α. τὸ βλάβος γενέσθαι hoc ordine Α.Β. 4. δρυμοῖς Β. (Migne.) δρυμῇ Α. δριμοῖς Edd. 7. καὶ alt. om. Α. δὲ assumptum ex Α. 8. ἂν assumptum ex Β. 10 πατεῖν—τοΰ ἐχθροῦ Α.Β. ἐπάνω ὄφεων πατεῖν Edd. 11 τοῦ alt. assumptum ex Α. καταστρέφοντος] + τε Β. 13. ἡμῶν Α. 13—16. πρὸς τὰς ὀρχὰς—κοσμοκράτορας τοῦ σκότους τοῦ σκότους om. Β.] τοῦ αἰῶνος τούτου et ἐν τοῖς ἐπουρανίοις accesserunt ex Α.Β. 17. εἰς Α.Β. πρὸς Edd. 22. ἐν τῇ ἐρήμῳ om. Β. κατακληροδοτῆσαι F. 24. ὁ λόγος om. Β. 25. ἐν om. Edd.)

411
δουλείας μὲν γὰρ ἐξεῖλον, φησὶ, καὶ τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἀπήλλαξα· ἔθρεψά τε κατὰ τὴν ἔρημον, καθιεὶς [*](c) μὲν ἄνωθεν τὸ μάννα αὐτοῖς, πηγὰς δὲ ὑδάτων θεοπρεπῶς ἀνιεὶς, καὶ ἐξ ἀκροτόμου πέτρας ἀδοκήτων ναμάτων ἐκδρομὰς δωρούμενος. καὶ ἦν ὁ πόνος τῆς ὁδοιπορίας αὐτοῖς οὐκ ἐπὶ μικροῖς, ἀλλ’ ἵνα κληρονομήσειαν τῶν Ἀμοῤῥαίων τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. οἱ δὲ καὶ πρὸς τοῦτο σκαιότητος ὠλισθήκασιν, ὡς μηδὲ εἰδέναι τάχα που τὴν ἐμὴν περὶ αὐτοὺς ἀγάπησιν καὶ φιλανθρωπίαν.

Μεμνῆσθαι δὴ οὖ ἀναγκαῖον ἡμᾶς τοὺς ἐν Χριστῷ διὰ [*](d) πίστεως, ὅτι καὶ δουλείας ἀπηλλάγμεθα, καὶ καθάπερ ἐξ Αἰγύπτου μετακεχωρήκαμεν εἰς τὴν ἔρημον, τουτέστιν εἰς πλατεῖαν καὶ καθαρωτάτην ἀληθῶς, καὶ ἀσυμμιγῆ τοῦ χείρονος πολιτείαν, φημὶ δὴ τὴν Εὐαγγελικήν· ἄρτον πεπλουτήκαμεν τὸν ἐξ οὐρανοῦ τὸν ζωὴν διδόντα τῷ κόσμῳ. [*](S. Joan vi. 33.) νευρούμεθα γὰρ ἐν χριστῳ, καὶ πηγὰς ἀκηράτων ὑδάτων ἐσχήκαμεν τῶν ἁγίων Ἀποστόλων τὰς συγγραφάς· οὕτω γὰρ αὐτὰς καὶ ὁ προφήτης Ἡσαΐας ὠνόμαζε λέγων “καὶ [*](e Εs. xii. 3.) “ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτη- “ρίου.” σωτηρίου δὲ πηγαὶ τίνες ἂν εἶεν μᾶλλον ἢ ἐκεῖνοί που πάντως οἱ τὸν σωτήριον ἥμιν καὶ ζωοποιον ἀνιέντες λόγον, καὶ τὸ Χριστοῦ μυστήριον εὐαγγελιζόμενοι, μυσταγωγοῦντες τὴν ὑπ’ οὐρανόν.

Καὶ ἔλαβον ἐκ τῶι υἱῶι ὑμῶν εἰς προφήτας, κω ἐκ τῶν νεανίσκων [*](11) ὑμῶν εἰς ἁγιασμόν· μὴ οὐκ εστί ταύτα, υὑοὶ Ἰσραήλ; λέΓει Κύριος. καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον, καὶ τοῖς [*](12) προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ μὴ προφητεύσητε.

[*](a 272 Α.)[*](2. ἀπήλλαττον Α. τε Β. δὲ Edd. Neutrum habet Α. καθίει Α. 6. κληρονομέησει Β. 7. καὶ assumptum ex Α.Β. 8. μὴ pro μηδὲ Α. 9. αὐτῶν Α. ἢ pro καὶ Εdd. 12. εἰς prius] πρὸς Β. 13. πλατεῖαν καὶ καθ’. hoc ordine Α. 18 αὐτὸς Α. Statim καὶ om. Α. Haec ὁ προθήτης et καὶ alt. accesserunt ex Α. Β. 19. ἀντλήσετε Β. ἀντλήσατε Α. Edd. 20. σωτηρίου δὲ—πάντως οἱ Α.Β. ἐκεῖνοι γὰρ πάντως πηγαὶ σωτηρίου, οἱ Edd. 21, ἡμῖν post ζωοπ. transp. Β. ἐνιέντες Α. 27. ἐντέλλεσθε Α. (311.))
412

Μέγα πρὸς ὀνειδισμὸν καὶ κατάῤῥησιν τὴν ἐπὶ παντὶ κακῷ, τὸ οἱονείπως ἀχαριστεῖσθαι παρὰ Θεοῦ, τοῦ πάντα ἡμῖν διανέμοντος τά τε εἰς δόξαν καὶ τὰ ζωαρκῆ. πολλῶν μὲν γὰρ ὄντων κατὰ τὴν οἰκουμένην ἐθνῶν, ἀπόλεκτον ἐποιεῖτο μόνον τὸν Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν εὐκλείας ἐκάλει καὶ ἀνεκόμιζε Θεὸς, ὡς καὶ τῷ τῆς προφητείας ἀξιώματι [*](b) κατακαλλύνεσθαί τινας τοὺς τὸν εὐαγῆ τε καὶ ἐννομώτατον ἀγαπῶντας βίον, παραλαμβάνεσθαι δὲ καὶ εἰς αγιασμον τοὺς ἐν αὐτοῖς νεανισκους, τουτέστι, τοὺς ἁδροτέρους τὸ φρόνημα, καὶ νοητὴν ἔχοντας εὐρωστίαν. ἡγιάζοντο γάρ [*](Num. vi. 5.) τινες κατὰ νόμον, οἱ ἐπίκλην Ναζιραῖοι, τρέφοντες τρίχα [*](Ib. 3.) κόμης αὐτῶν τῷ κυρίῳ, οἶνον καὶ τὰ ἐξ αὐτοῦ, ὄξος δὴ λέγω καὶ σταφυλὴν καὶ σταφίδα καὶ γίγαρτον παραιτούμενοι, [*](Ib. 6.) ἀποφοιτῶντες δὲ λίαν καὶ νεκρῶν σωμάτων. καὶ βαθὺς μὲν ὁ λόγος ὁ περὶ τούτων ἐστί. πλὴν ἐτίμα Θεὸς καὶ εἰς προφήτας, [*](C) ὡς ἔφην, καὶ εἰς τὸ ἁγιάζεσθαι τυπικῶς ἀναφέρων τοὺς ἐξ αὐτῶν. οἱ δὲ καὶ τὴν οὕτω λαμπράν τε καὶ ἀξιόληπτον δόξαν ἐκτόπως ἀποσπουδάζοντες, ἐπότιζον οἶνον τοὺς ἡγιασμένους, τουτέστι τοὺς εὐχὴν ἔχοντας ἐφ’ ἑαυτοῖς ἁγιασμοῦ. ἀνέπειθον γὰρ καὶ αὐτοῦ τοῦ ἁγιάζεσθαι καταφρονεῖν, πάντως που λέγοντες, οὐδὲν εἶναι παντελῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀνόνητον ἀνθρώποις τὸ ἁγιάζεσθαι θέλειν, καὶ πληροῦν ἐπὶ τούτῳ τὰ νενομισμένα. εἰ γὰρ καὶ ἦν ἐν σκιαῖς ὁ νόμος, ἀλλ’ οὐκ ἐστέρητο παντελῶς τῶν τῆς ἀληθείας [*](d) δογμάτων· ἐναστράπτει γὰρ τοῖς τύποις τῆς εὐσεβείας ἡ μόρφωσις. τὸ δὲ καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις ἐπιτιμᾶν, ἀποσειομένων ἐστὶ παντελῶς τὸν τοῦ Θεοῦ λόγον, καὶ [*](1. τὴν deest in Edd. 2. του] τὰ iid. 3. τὰ alt. assumptum ex A. 7. τε om. Α. 11 Ναζιραῖοι Β. Ναζωραῖοι Α. Ναζαραῖοι Edd. 12. κόμην iid. invitis Α.Β. τὰ assumptum ex Β. ἀμπέλου pro αὐτοῦ Β. Haec δὴ λέγω accesserunt ex Α.Β. Statim καὶ om. Β. 13. σταφίδας Edd. invitis Α.Β. 15. ὁ alt. om. Α. 17. τε om. Α. ἀξιόληπτον Α. ἀξιόπιστον Edd. 18. ἐκτόπως accessit ex Α.Β. 19. αὑτοῖς Aub. αὐτοῖς Pont. invitis A.B. 20. ἀνέπιθον Α. κοὶ om. Α. Statim αὐτοῦ Β. αὐτοὺς Α. Edd. 25. εὐσεβείας] ἀληθείας Β. 20. τοῖς deest in Edd. 27. παντελῶς accessit ex Α. νόμον pro λόγον Edd. repugnantibus Α.Β.)

413
παιδεύεσθαι μὴ ἀνεχομένων, καὶ ἠγνοηκότων ὅτι τετίμηνται, εἴπερ ὄντες ἐξ αὐτῶν παρελήφθησαν εἰς κοινολογίαν τὴν ὡς πρὸς Θεόν. προσεπερωτᾷ δὲ διὰ μεσοῦ καί φησι Μῆ οὐκ ἔστι ταῦτα υἱοὶ Ἰσραὴλ, λέγει Κύριος 5 ἆρα, φησὶ, καὶ οὕτως ἐναργῶν πραγμάτων καθοριεῖτε τὸ ψεῦδος; ἆρα μαρτύρων δεήσει Θεῷ πρὸς τὸ ἐλέγχειν ὑμᾶς, καὶ τὰ οὕτως [*](e) ἐμφανῆ συκοφαντεῖν ᾑρημένους; χρὴ τοιγαροῦν ἁγιάζεσθαι, καὶ λογισμῷ πεπηγότι προσεδρεύειν Θεῷ τὰς τῶν πονηρῶν οὐ προσιεμένους γνώμας. “Φθείρουσι γὰρ ἤθη χρηστὰ [*](1 Cor. xv. 33.) “ὁμιλίαι κακαὶ,” καὶ ἀποφέρουσιν ἁγιασμοῦ τε καὶ ἁπάσης ἐπιεικείας τῶν φιληδόνων οἱ λόγοι. οὐκοῦν προσκεισόμεθα μᾶλλον ἡμεῖς ταῖς τῶν θεηγόρων φωναῖς, οἷς καὶ αὐτὸς ὁ Σωτῆρ’ ἐπιμαρτυρεῖ, λέγων “Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, [*](S.Matth. x. 20.) “ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.

[*](a 273 Α.)

Δῶ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὅν τρόπον κυλίεται ἡ [*](13) ἅμαξα ἡ γέμουσα καλάμης.

Αμάξαις τὰ ἐξ ἀγρῶν καὶ ὅσα πληροῖ τὴν ἅλω, μετακομίζειν ἔθος τοῖς ἀρχαιοτέροις, σώζεται δὲ καὶ εἰς δεῦρο τὸ χρῆμα παρά τε τοῖς τὴν ἑῴαν καὶ τὴν ἑσπέριον κατοικοῦσι γῆν. κυλίονται δὲ ὁμοῦ τοῖς ἄξοσιν οἱ τροχοὶ, βαρύ τι καὶ δυσηχὲς ἀποτριζόντων τῶν ξύλων, καὶ μονονουχὶ κατακεκραγότων [*](b) τῶν ἐπικειμένων αὐτοῖς φορτίων. ἔσομαι τοίνυν καὶ αὐτὸς ἐγὼ, φησὶν, ὁ πάντων Δεσπότης, ὡς τὸ κολίον ὑπὸ τὴν ἅμαξαν, τουτέστιν ὁ ἄξων· αὐτὸς γὰρ, ὡς ἔφην, ἑαυτῷ συγκυλίει τοὺς τροχοὺς, ἐμπεπηγότας τε καὶ ἐνηρμοσμένους ἔχων. κατακεκράξομαι δὲ ὥσπερ τῶν ἠσεβηκότων, [*](3. προσεπερωτᾷ ’δε] καὶ προσεπ. Α. 5. πράξεων Edd. invitis libris. 6. καὶ om. Β. Statim οὕτως ἐμφανῆ συκοφαντίαν pro τὰ οὕτως ἐμφανῆ συκοφαντεῖν Α. 9. προσιέμενοι Α. 10. τε assumptum ex Β. πόσης Β. 13. ἐπιμαρτυρεῖ Α. ἐπεμαρτύρησε Edd. 15. ἡ οm. F. Edd. 19.κατοικοῦσι Α.Β. b. οἰκοῦσι Edd. 22. τῶν assumptum ex Α.Β. b. 24. ὑπὸ b. ἐπὶ A. Edd. sed cf. infra d. ὁ om. Α. 25. συγκλείει pro συγκυλ. Α.)

413
οὐκ ἔτι φέρειν δυνάμενος τῶν πλημμελημάτων τὸ δυσαχθές. [*](Supra ver. 4.) “Ἀπεώσαντο γὰρ τὸν νόμον Κυρίου, τὰ δὲ προστάγματα “αὐτοῦ οὐκ ἐφυλάξαντο, ἀλλ’ ἐπλάνησε μὲν αὐτοὺς τὰ “μάταια αὐτῶν, ἃ ἐποίησαν οἱ πατέρες αὐτῶν,” ἐπελάθοντο [*](Ib. 9—11. c) δέ μου τοῦ ἐξαγαγόντος ἐκ γῆς Αἰγύπτου, τοῦ ἐξάραντος τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν, τοῦ λαβόντος ἐκ τῶν υἱῶν αὐτῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων αὐτῶν εἰς ἁγιασμόν. ἀλλὰ τετίμηκα μὲν ἐγὼ, καθίκοντο δὲ δυσβουλίας [*](Ib. 8, 12.) εἰς τοῦτο αὐτοὶ, ὡς “Τὰ ἱμάτια αὐτῶν δεσμεύοντες “σχοινίοις παραπετάσματα ποιεῖν ἐχόμενα τοῦ θυσιαστη- “ῥίου, καὶ οἶνον ἐκ συκοφαντιῶν πίνειν ἐν τῷ οἴκῳ τοῦ “Θεοῦ αὐτῶν,” καὶ ποτίζειν μὲν “οἶνον τοὺς ἡγιασμένους, [*](d) “ἐντέλλεσθαι δὲ τοῖς προφήταις καὶ λέγειν Οὐ μὴ προ- “φητεύσητε.” ταῖς οὖν τοιαύταις ὑμῶν ἀσεβείαις μονονουχὶ καὶ πεφορτισμένος, ὡς ἄξων ὑπὸ τὴν ἅμαξαν, ἢ καλάμης ἐστὶ καὶ δραγμάτων ἔμπλεως, πλείστην ὅσην ποιήσομαι τὴν καταβοήν. καὶ τί τὸ ἐντεῦθεν ἐσόμενον βλάβος, ἢ ποῖα πάλιν αὐτοῖς συμβήσεται πάθη, διατρανοῖ μὲν εὐθὺς ἐν τοῖς ἐφεξῆς.

[*](e)

Πλὴν ἐκεῖνο εἰπεῖν ἀναγκαῖον, ὅτι πάνδεινον ἀληθῶς τὸ παροξύνειν Θεὸν, καὶ εἰς τοῦτο φαυλότητος κατολισθῆσαι λοιπὸν, ὡς ἀφόρητον αὐτῷ γενέσθαι τὴν παρ’ ἡμῶν ἁμαρτίαν, καίτοι χρηστῷ τε καὶ ἀγαθῷ καὶ ἡμερωτάτῳ λίαν ὑπάρχοντι κατὰ φύσιν. δεῖ δὴ οὖν ἄρα παραιτεῖσθαι μὲν ὅτι μάλιστα φιλεῖν τὸ προσκρούειν αὐτῷ· εἰ δὲ δή τι γένοιτο καὶ παθεῖν ἀνθρώπινον, μὴ ὁρᾶσθαι μελλητὰς εἰς μετάγνωσιν, μήτε μὴν εἰς αὔξην ἰέναι παραχωρεῖν τοῖς διεπταισμένοις, νήψει δὲ μᾶλλον ἁγιοπρεπεῖ χρωμένους ἀνασειράζειν [*](2. ἀπεώσαντο Α. ἀπώσ. Edd. τοῦ post νόμον add. iid. invito Β. τά δὲ Α. Β. κοὶ τὰ Edd. 5. ἐκ γῆς Α. ἐξ Edd. 6. ἀπό Α. ἐκ Edd. cf. supra 270 d. 9. εἰς τοῦτο om. Α. 15. κοὶ πεφορτισμένος] καταπεφ. Edd. invitis Α.Β. ἐπὶ pro ὑπὸ iid. repugn. libris. 17. ἐσόμενον ἐντεῦθεν inv. ordine Α. 20.τὸ om. Α. 24. ἄρα assumptum ex Α.Β. Statim ὅτι μάλιστα παρ αιτεῖσθαι pro παραιτ. μὲν ὅτι μάλ’. Α. 25. δὴ om. Α. 20. μέλλοντας pro μελλητὰς Α. 27. αὔξησιν Edd. invitis Α.Β.)

415
αὐτὰ, καὶ μετακομίζειν ἐπείγεσθαι πρὸς τὸ ἄμεινον ἠῤῥωστηκότα [*](a 274 A.) τὸν νοῦν. ἀνεξικακήσει γὰρ οὕτως Θεὸς, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἐπιδώσει τὸν ἔλεον.

Καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, κὼ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ [*](14) τῆς ισχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοὶς ποσὶν αὐτοῦ οὐ [*](15) μὴ διασωθῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ εὑρήσει τὴν καρδίαι αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώξεται [*](16) ἐν ἐκείνῃ τῇ ἡμέραᾳ, λέγει Κύριος.

[*](b)

Οὐδὲν ἀνασώσει, φησιν, ἐν ἡμέραις ὀργῆς τοὺς προσκεκρουκότας· οὐ ποδών ὀξύτης τὸν δρομικώτατον ἀπαλλάξει τῶν κακῶν· οὐ σώματος ῥώμη τὸν εὐσθενῆ· οὐκ ἐμπειρία πολεμικὴ τὸν εἰδότα τὰ τακτικὰ καὶ τὸ τοξεύειν ἄριστα μεμελετηκότα καὶ ἐπὶ τούτω τεθαυμασμένον· ἀνόνητος δὲ τοῖς χρωμένοις καὶ ἡ τῶν ἵππων ταχύτης, καὶ αὐτὸ δὴ πρὸς τούτῳ τὸ τὴν ἱππόκροτον εἰδέναι μάχην. ἀλλ’ ἕκαστος τούτων εὑρήσει φησὶ τὴν ἑαυτοῦ καρδίαν ἐν δυναστείαις, τουτέστι, καταδεδυναστευμένην τοῖς δείμασι καὶ παραχωροῦσαν ἀμαχεὶ [*](c) τοῖς καταδῃοῦν ἐθέλουσι τὸ νικᾶν. ἔσται γὰρ τότε δειλία μὲν τῶν ἐξ Ἰσραὴλ, τοσαύτη δὲ δυναστεία τῶν Βαβυλωνίων, ὥστε καὶ διώκειν δύνασθαι τὸν γυμνὸν, τουτέστι, κατισχύσαι τῶν ἐν ὅπλοις, κἂν εἴ τις ἀθώρηκτος εἴη τῶν Βαβυλωνίων· καὶ διώκειν δύνασθαι τοὺς ἐν παντευχίαις τὸν ἄοπλόν τε καὶ ἄσκευον.

Οὐκοῦν Θεοῦ κατασείοντος εἰς ἀσθένειαν οὓς ἃν ἕλοιτο [*](2. οὕτως] ὡς Α. 7. οὐδὲ A.B. (Alex. XII.) καὶ Edd. (Vat.) Statim ὁ om. Α. (239.) 8. καὶ] + ὁ κραταιὸς Β. [+ ὁ κράταιος οὐ μὴ Vat.] εὑρήσῃ F. (4.) καρδίαν] ψυχὴν Edd. (Compl.) g. ἐκείνη τῇ ἡμέρα] τοῖς ἡ μέραις ἐκείνοις F. Edd. (Co.) 10. ἡμέραις Α. ἡμέρᾳ Edd. 13. καὶ τό τοξεύειν — τοῖς χρωμένοις om. Β. τὸ om. Α. 15. δὴ Α. δὲ Edd. 16. ἱπποκρότην Α. 17. φησι A.b. σαφῶς Edd. 18. καταδεδυναστευμένην A.b. καταδυναστευομένην Edd. 19. τὸ] τοῦ B. ἔσται — Βαβυλωνίων om. Α. b. 21. ὡς Α. b. κατισχύσαι τῶν] ἐπισχύσαι τὸν Α. 22. εἴη assumptura ex Α. Β. b, 23. παντευχίᾳ Edd. invitis Α. Β. b.)

416
[*](d) κακοῦν, ἐπικουρήσειεν ἂν οὐδέν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ἑτεροτρόπως ἡμῖν εἰρημένον [*](Ps.cxlvi. 18.) “Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει· οὐδὲ ἐν ταῖς [*](Ps.xxxii. 17.) “κνήμαις του ἀνδρὸς εὐδοκεῖ,” καὶ πάλιν “Ψευδὴς ἵππος “εἰς εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.” ἀνόνητα γὰρ τὰ τοιάδε παντελῶς, μὴ συναθλοῦντος Θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων κύριος, ὁ νεῦρα διδοὺς τοῖς ἠσθενηκόσι, καὶ ἀπονευρῶν τοὺς λελυπηκότας, καὶ σὺν [*](Deut. xxxii. 30.) αὐτῷ “διώξεται διώξεται μὲν εἷς χιλίους, δύο δὲ αὖ μετακινήσουσι “μυριάδας,” μυριάδας, δαπανηθήσεται δὲ πληθὺς πολλὴ καὶ ἀμέτρητος [*](e) δύο που τάχα καὶ τριῶν ἀνθεστηκότων, εἰ μὴ ἐπαμύνοι Θεός.

[*](2. ἡμῖν om. Α. 3. Haec οὐδὲ — εὐδοκεῖ accesserunt ex Α. Β. 5. Haec ἐν δὲ πλήθει δ. αὐτοῦ οὐ σωθήσεται assumpta ex Α. 9. διώξεται μὲν εἷς Α. εἷς μὲν διώξεται Β. μὲν δ. εἷς Edd. οὖ om. B. 10. δαπυνηθήσεται δὲ] καὶ δαπ. Β. 11. ἐπαμύνῃ Edd. invitis Α. Β. 12. Θεός] + αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Β.)