In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς.

Ἀπαριθμεῖται χρησίμως τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, καὶ ἐπ’ αὐτὸν ἄνεισι τὸν Ἠσαῦ, δυσγενεῖς ὄντας καὶ ἐξ ἀνοσίου φύντας πατρὸς ἀποφαίνων, ἵν ἐκεῖνό που τάχα νοῶ μὲν τὸ διὰ φωνῆς Ἠσαίου πλαγίως ὑποδηλούμενον “Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων.’’ [*](Es. xiv. 29.) ἀφηγεῖται δὴ οὖν ὅτι καὶ ὁ προπάτωρ αὐτοῖς γεγονὼς Ἡσαῦ τοῖς ἐκ μήτρας καὶ γενέσεως ἀγαθοῖς προσγεγονόσιν αὐτῷ μονονουχὶ καὶ διελυμήνατο, καὶ κατέρριψεν εἰς γῆν τὸ ἐκ τῶν [*](c) πρωτοτοκίων ἀξίωμα, μικροῦ παντελῶς ἀξιώσας τὸ χρῆμα λόγου τροφῆς ἕνεκα σωματικῆς· ἕψημα γὰρ ἐζήτει φακοῦ, καὶ λαβὼν ἐδίδου τὸ τῆς φύσεως δῶρον. “Ἕνεκα τούτου [*](Gen. xxv. 30.) “φησὶν ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ·’’ ὅ ἐστι γήινος, οὐ [*](3. οὐ νόμου φύσεως πεφροντικότες] ὁμοῦ δὲ φύσεως πεφροντικότες Α. ὁμοῦ δὲ φύσεώσου (sic) πεφρονηκότες e. πεφρονηκότες] πεφροντικότες Aub. 5. δυσμενείαις] δυσσεβείαις Α. 6. ἀκουάντων] ἀκούσονται Α. 10. παγκάκῳ Β. παγκάλῃ Edd. 11–13. καὶ τὸ καλὸν—πικρόν] καὶ ἑξῆς Edd. Β. cf. De Ad. 160 e. τιθέντες Α. 14. ἐπὶ] + τῆς Edd. (42, 51, 311.) ἐπὶ om. Α. 15. Ἰδουμαίων Α. Ἰουδαίων Edd. 16. ἄνεισι Β. ἄπεισι Α. ἀνίησι iid. 17. πατρὸς φύντας inv. ord. Β. 19. ὄφεως Α. ἔγγονοι Edd. 22. εἰς] + τὴν Α. ἐκ om. Β. 23. πρωτοτοκίων Β. b. πρωτοτόκων Edd. 24. τροφῆς A.B.b. τρυφῆς Edd. 26. Haec ὅ ἐστι γήϊνος accesserunt ex Α.Β.b.)

392
ὅθεν οἶμαι καὶ Ἰδουμαῖοι κέκληνται λοιπὸν οἱ ἐξ αὐτοῦ γεγονότες. οὐκοῦν τὸ ἐκ τόκου καὶ μήτρας ἀξίωμα κατελυμήνατό [*](d) φησιν εἰς γῆν, ἀντὶ τοῦ γηΐνου πράγματος ἠλλάξατο. Ενσχεθεῖεν δ’ ἂν τοῖς ἴσοις ἐγκλήμασιν οἱ τῶν σαρκικῶν τὴν ἀπόλαυσιν προτάττοντες τῶν πνευματικῶν, καὶ ἀνθαιρούμενοι τῶν αἰωνίων τὰ πρόσκαιρα, καὶ τῶν μὴ σαλευομένων τὰ σαλευόμενα, καὶ καταφρονοῦντες μὲν δόξης τῆς παρὰ Θεῷ, ἀβουλότατα δὲ προτετιμηκότες τὰ ἐν ἀνθρώποις λαμπρὰ, ἃ καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνει τοὺς ἔχοντας. [*](Heb. xii. 16.) χρησίμως δὲ λίαν καὶ ὁ θεσπέσιος Παῦλος βοᾷ “Μή τις πόρνος, φησὶν, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως [*](e) “μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.’ Καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ. Ἑτέρου πάλιν διαμέμνηται πράγματος, διαβάλλειν οἵου τε τὸν Ἰδουμαῖον, ὡς ἀεὶ γεγονότα σκαιόν τε καὶ πονηρὸν, καὶ τοῖς ἐξ αἵματος ὅτι μάλιστα δυσμενῆ καὶ πολεμιώτατον. [*](Num. xx. 14—21.) γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς “Καὶ ἀπέστειλε Μωυσῆς “ἀγγέλους ἐκ Κάδης πρὸς τὸν βασιλέα Ἐδὼμ λέγων τάδε [*](261 Α. a) “λέγει ὁ ἀδελφός σου Ἰσραήλ Σὺ ἐπίστασαι πάντα τὸν “μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες “ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας “πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέ- “ρας ἡμῶν καὶ ἀνεβοήσαμεν πρὸς κύριον, καὶ εἰσήκουσε “Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξή- “γαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει “ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς “σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν οὐδὲ δι’ ἀμπελώνων, [*](2. ἐκ] + τοῦ Edd. invitis Α.b. 3. ἀντὶ τοῦ] τουτέστι Β. 8. Θεῷ Β. Θεοῦ Edd. δὲ] τε iid. 10. βοᾷ assumptum ex Α. 12. πρωτοτόκια] πρωτότοκα iid. 14. Ἑτέρου. . . . πράγματος] Ἐτέρας . . . . πράξεως iid. διαβάλλειν οἵου τε [οἰοῦται Α.] Α.Β. διαβάλλων οἷον Edd. 15. εἰκαῖον pro 18. ἀγγέλους post κάδης transp. Β. 19. ἐπίστασαι Α. ἐπιστῇ ἐπὶ Edd. 23–26. Haec καὶ εἰσήκουσε κύριος [Κύριος om. Β.] τῆς φωνῆς ἡμῶν [ὑμῶν ἀποστείλας ἄγγελον et ἐξ Αἰγύπτου et ἐσμὲν—σου accesserunt ex Α.Β. 27. ἀμπελων A.)
393
“οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευ- “σόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν “παρέλθωμεν τὰ ὅριά σου· καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ Οὐ “διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς “συνάντησίν σου. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ [*](b) “Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου “πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω σοι τιμὴν, ἀλλὰ “τὸ πρᾶγμα οὐδέν ἐστι· παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ “δὲ εἶπεν Οὐ διελεύσῃ δι’ ἐμοῦ· καὶ ἐξῆλθεν Ἐδὼμ εἰς “συνάντησιν αὐτῶν ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ. καὶ “οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ “τῶν ὁρίων αὐτοῦ, καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ’ αὐτοῦ. ἄθρει δὴ πάλιν ἐν τούτοις, ὡς δεινὰ καὶ πέρα λόγου παντὸς τὰ τῆς ἀφιλοστοργίας ἐγκλήματα. ὁ μὲν γὰρ Ἰσραὴλ οὐκ ἀνάργυρον ὕδωρ ἐζήτει τὸν Ἐδὼμ, ὁ δὲ ἦν ἐν ὅπλοις, καὶ παρετάττετο, καὶ μόνης παρόδου διεφθονηκὼς, καὶ εἰς τοῦτο σκαιότητος διελάσας ἠλέγχετο, ὡς εἰ μὴ ἐκκέκλικεν ὁ Ἰσραὴλ, οὐδ’ ἂν αὐτῶν αἱμάτων ἐφείσατο. ἥρπασε τοίνυν εἰς μαρτύριον φρίκην αὐτοῦ. οἱ μὲν γὰρ παρῃτοῦντο καὶ ὑπεστέλλοντο, [*](c) τὸ πολεμεῖν δεδιότες, ἵνα μὴ τῆς εἰς ἀδελφοὺς δοκοῖεν ἀλογεῖν ἀγάπης· ὁ δὲ τὴν ὑποστολὴν, ἤτοι τὴν εἰς τοῦτο δειλίαν, ἢν καὶ τῷ τῆς φρίκης ὀνόματι καταδηλοῖ, πρόφασιν ἐποιεῖτο σκληρᾶς ὥσπερ διαμαρτυρίας αὐτοῖς. ἠπείλησε γὰρ ἐναργῶς, ὡς εἰ μὴ βούλοιτο τῶν αὐτῷ προσηκόντων ὁρίων ἀποφοιτᾶν, ἐξελεύσεται κατ’ αὐτοῦ καὶ πολεμήσει λοιπόν. οὐκοῦν ἀφιλάλληλος ὁ Ἐδὼμ, καὶ τοῖς τῆς μισαδελφίας ἐγκλήμασιν οὐ μετρίως ἔνοχος· ταύτῃτοι δικαίως καὶ Θεῷ κατεστυγημένος· “Ὁ γὰρ Θεὸς ἀγάπη ἐστὶ,” κατὰ τὴν [*](d 1S. Joan. iv. 16.) [*](1–3. Haec ὁδῷ—ὅριά σου accesserunt ex Α.Β. 3. αὐτῷ pro Edd. 5–12. Haec καὶ λέγουσιν—Ἰσραὴλ ὄπ αὐτοῦ Α.Β. καὶ ὄχλῳ βαρεῖ. ὁ δὲ Ἰσραὴλ ἐξέκλινεν ἀπ’ αὐτοῦ Edd. 7. τιμήν σου Α. 10. αὐτῶν Α. (28. al.) αὐτῷ Β. 13. ἐν τούτοις om. Β. 15. ἐζήτει] ἐξῄτει Α. 16. διεφθονηκὼς Α. διεφθόνει κακῶς Εdd. 17. διελάσας ἠλέγχετο Α. ἐλάσας ἠλέγχετο Β. ἐλ. διηλέγχετο Edd. 19. μαρτυρίαν Edd. 23. σκληρίας Α. 24. βούλοιτο Β. βούλοιντο Edd. 25. Haec καὶ πολ. λοιπόν accesserunt ex Α. 26. οὐ φιλάλληλος pro ὄφ’. Α.)
394
Ἰωάννου φωνὴν, “καὶ καὶ ὁ μένων ἐν τῇ ἀγάπη, ἐν τῷ Θεῷ “μένει.’’ οὐκοῦν ὁ ἀγάπης δίχα διαζῆν ᾑρημένος, οὐκ ἐν τῷ Θεῷ· πόθεν; ἀλλ’ ἔξω κείσεται μᾶλλον τῆς πρὸς Θεὸν οἰκειότητος.

[*](12)

Καί τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος· καί ἐξαττοστελὥ πῦρ εἰς Θαιμάν, καὶ καταφάγεται Θεμέλια τειχέων αὐτῆς.

Tρίτον δὴ τοῦτο τῶν ἐξ Ἡσαῦ πλημμέλημα. τὸ γὰρ ὅρμημα αὐτοῦ, τὸ πρὸς ἔχθραν δηλονότι καὶ ἀνοσιότητα χαλεπὸν, ἐφύλαξεν εἰς νῖκος, τουτέστιν εἰς ἐκνίκησιν, καὶ [*](e) μέχρι παντός. κατέληξε γὰρ οὐδαμῶς τῶν ἀνοσίων ἐγχειρημάτων, καίτοι, καθάπερ ἤδη προεῖπον, ἀποφοιτήσαντος τοῦ Ἡσαῦ τῆς ἀρχαίας ἐκείνης ἀνοσιότητος, καὶ φονῶντος μὲν οὐ̣κ ἔτι κατὰ τοῦ Ἰακὼβ, μετατιθεμένου δὲ μᾶλλον εἰς ἡμερότητα καὶ φιλαλληλίαν. ἐπιστρέφοντα γὰρ ἐκ τῆς λαβὰν ἑστίας, κατησπάζετο μὲν μετὰ κλαυθμοῦ· φιλεῖ δέ πὼς ἀεὶ καὶ ἐπὶ ταῖς ἄγαν εὐθυμίαις ἐκχεῖσθαι τὸ δάκρυον· σκληροὶ δὲ λίαν οἱ ἐξ αὐτοῦ, τῇ τῶν τρόπων σκαιότητι καὶ αὐτὴν ὑπερ- [*](262 Α. a) βαλλόμενοι τὴν τοῦ προγόνου φαυλότητα. ἀλλ’ ἔστιν ἀληθὲς, [*](Prov. xii. 27.) ὅτι πάντη τε καὶ πάντως “Ὁδοὶ μνησικάκων εἰς θάνατον.” ταύτῃτοι καί φησιν ἐξαποστελῶ πῦρ εἰς Θαιμάν· μητρόπολις δὲ τῆς Ἴδου μαίας αὕτη· καὶ καταφάγεται θεμέλιοι τειχεων αὐτης· ἐμπέπρησται γὰρ πολεμίων κεκρατηκότων, καὶ ὁμοῦ ταῖς ἄλλαις διόλωλεν ἡ Θαιμάν.

[*](2. ζῆν Β. 3. Θεῷ· πόθεν Α. Θεῷ πέποιθεν Edd. 5. ὅρμημα] ῥῆμα Α. νεῖκος Edd. (22 al.) Haec καὶ ἐξαποστελῶ—αὐτῆς accesserunt ex Α.Β. 8. ἀνοσιώτατα Α. 9. χαλεπὸν accessit ex Α.Β. ἐφύλαξεν ἐφύλαξαν Edd. νῖκος, τουτέστιν εἰς accesserunt ex Α.Β. 10. κατέληξε] κατέληξαν Edd. 11. καθάπερ ἤδη προεῖπον ἀποφοιτήσαντος] ἀποφοιτήσ. ἤδη iid. 13. μετατιθεμένου] μετατεθειμένου iid. 14. φιλαλλίαν Edd. ante Migne. 15. κατησπάζετο Α.Β. κατησπἁσατο Edd. Statim μὲν assumptum ex Α. πὼς] ποῦ Edd. Statim ἀεὶ assumptum ex Α.Β. 16. ἐπὶ assumptutn ex iid. 17. ὑπερβαλόμενοι Edd. 20. καί φησιν Β. φησίν. καὶ Edd. quae SS. textum hic ponebant, verba μητρόπ.—αὕτη post τειχέων τειχέων pro Scholii novi initio transponentes. 22. ἐμπεπρῆσθαι Α.)
395

Ἐκτελευτήσει δὴ οὖν εἰς πῦρ τε καὶ φλόγας τὸ μισεῖν ἀδελφοὺς, καὶ κατεξανίστασθαι τῶν ἐξ αἵματος, ἢ καὶ τῶν ἐξ οἰκειότητος τῆς πνευματικῆς συνειλεγμένων εἰς ἕνωσιν καὶ [*](b) ὁμοψυχίαν· ἀπήλλακται δὲ τῶν τοιούτων κακῶν τὰ τῆς ἀγάπης αὐχήματα.

Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρῶ ἀσερείαις υἱῶν Ἀμμὼν καὶ [*](13) ἐπί ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἀνθ᾿ ὧν ἀνέσχιζον τάς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως τὰ ὅρια αὐτῶ. καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη [*](14) Ῥαββὰ, καὶ καταφάγεται φεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθύσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς, [*](c) καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῶ ἐν αἰχμαλωσίᾳ, οἱ [*](15) ἱερεῖς αὐτῶ καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος.

Καταγράφεται καὶ Ἀμμανιτῶν ἡ Δαμασκηνῶν ἀγριότης. ἀπεκτόνασι γὰρ καὶ αὐτοὶ τοῖς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδδιτῶν, οὐχ ἑτέροις τισὶν ἐπαμύνοντες, οὔτε μὴν ὀθνείοις δανείζοντες τὰς ὀργὰς, ἀλλ’ ὕπερ γε σφῶν αὐτῶν, ἵν᾿ εὐρυτέραν ἔχοιεν τὴν ἀρχὴν, καὶ μέχρι πολλοῦ διήκοντας τῆς [*](d) βασιλείας τοὺς ὅρους, καταδῃωθείσης ἁπάσης τῆς Ἰουδαίων γῆς, καὶ ἀνατετραμμένων εἰσάπαν τῶν ἐξ Ἰσραὴλ, ὡς πεπονθότος Θεοῦ τὸ ἄναλκι, καὶ ἠσθενηκότος ἀληθῶς τοῦ διασώζειν ἐπηγγελμένου, καὶ τοῖς πολεμεῖν ἐθέλουσιν ἀνάλωτον ἀποφαίνοντος. ἑλόντες δὴ οὖν καὶ οὗτοι τὰς πόλεις, [*](1. φλόγα Β. 3. τῆς assumptum ex Β. 4. κακῶν assumptum ex Α. 7. αὐτοὺς B.F. Edd. (Alex.) αὐτὸν Α. (Vat.) 10. Ῥαββὰ Α.Β. (Alex. XII.) Ῥαββὰθ Edd. (Vat.) 11. συντελείας Α.Β. συντελέσεως F. Edd. (Co.) 12. πορεύσονται οἱ βασιλεῖς αὐτῶν Α.Β. πορεύσεται ὁ βασιλεὺς αὐτῆς F. Edd. 15. ἡ Α.Β. ὡς Edd. 16. γὰρ assumptum ex Α.Β. 19. ἔχοιεν] ἔχωσι Edd. 20. Ἰουδαίας iid. 24. οὗτοι] αὐτοὶ Α.)

396
καταμειδιᾶν ἀπετόλμων τοῦ προασπίζοντος Θεοῦ, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια καὶ ᾠδὰς ἐπινικίους. ταύτῃτοί φησιν ἐμπρησθήσεσθαι τὴν Ῥαββά· μη- [*](e) τρόπολις δὲ καὶ αὕτη τῆς τῶν Ἀμμανιτῶν ἐστι χώρας· ἀπολέσθαι δὲ αὐτὴν μετὰ κραυγῆς φησὶ, τουτέστι, καταλαλαζόντων αὐτῆς τὸν τοῦ πολέμου νόμον τῶν Βαβυλωνίων. ᾑρήκασι γὰρ αὐτὴν πανστρατιᾷ, καταθέοντος τῆς Ἀμμαντῶν τοῦ Ναβουχοδονόσορ. βαδιοῦνται δὲ καὶ αἰχμάλωτοι, φησὶν, ὁμοῦ τοῖς κρατοῦσιν οἱ ὑπὸ χεῖρα, καὶ τοῖς ἰδίοις θεοῖς οἱ ἱερᾶσθαι λαχόντες, οὐδὲν παρ’ ἐκείνων ἔχοντες εἰς ἐπικουρίαν. τί γὰρ ἂν καὶ δράσειεν, ἢ πῶς ἂν ὀνήσαι τινὰς ἄγαλμα κωφόν;

[*](263 Α. a)

Ἐοίκασι δὲ καὶ οἱ τῶν αἱρέσεων παρεστηκότες τοῖς ἀνατεμνουσι τας εχουσας ἐν γαστρι, οπως εμπλατυνωσι τα ορια αὐτῶν. ἵνα γὰρ φαίνωνται πολλῶν ἡγούμενοι, καταβιάζονται ψυχὰς ἀθλίας, καὶ ταῖς ἐκ λόγων ἀπάταις ὠμὴν ὥσπερ τινὰ καὶ ἀτελεσφόρητον αὐτοὺς τὴν πίστιν ἀπαμβλίσκειν πα- [*](Acta SS. Ap. xx. 30.) ρασκευαζουσι, λαλοῦντες αὐτοῖς τὰ διεστραμμένα, ερευγο- [*](Hier. xxiii. 16. 1 Cor. xii. 3.) μένοι τε τὰ “ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος “Kυρίου.” λέγει γὰρ οὐδεὶς ὅτι “Κύριος Ἰησοῦς, εἰ μὴ [*](b) “ἐν Πνεύματι Ἁγίῳ, ἀλλ’ οὐδὲ ἀνάθεμα Ἰησοῦς” εἰ μὴ ἐν Βεελζεβούλ.

[*](Κεφ. β΄.)

Τάδε λέγει Κύριος Ἐπὶ ταὶς τρισίν ἀσεβείαις Μωὰβ καὶ ἐπί ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ’ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ἰδουμαίας εἰς κονίαν. καὶ ἐξαποστελῶ [*](3. Ῥαββά Α. Ῥαμά Ῥαββάθ Edd. 4. καὶ assumptum ex Α. τῆς om. Α. 5. φησὶ assumptum ex Β. 6. τοῦ om. Α. 7. αὐτὴν Α. αὐτοὶ Edd. τῆς Α. τῶν Edd. 9. ὁμοῦ ἅμα Α. 10. οἱ om. Α. 11. ὀνήσαι Α.Β. ὀνήσοιτό Edd. 12. κοῦφον pro κωφόν iid. 13. παρεστηκότες Α. προεστηκότες Edd. 15. κατεβίαζον Α. 17. αὐτοὺς] αὐτοῖς Edd. ἀπαμβλίσκειν Β. ἀπασβλίσκειν (sic) Α. ἀπαμβλώσκειν iid. 18. αὐταῖς Α. 19. καὶ assumptum ex Α.Β. 21. Ἰησοῦς Α. Ἰησοῦν Β. Ἰησοῦ Edd. 24. αὐτὸν Α.Β. (A.V.) αὐτοὺς F. Edd. (87. al.) 25. τῆς assumptum ex Β. om. F. Edd. (22. al.) κόνιν F. ἀποστελῶ Α.)

397
πῦρ ἐπὶ Μωὰβ. καὶ καταφάγεται θεμέλια τῶν πόλεων αὐτῶ, [*](2) κοὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ, μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγοψ. καὶ ἐξολοθρέύσω κριτὴν ἕε αὐτῆς, κω [*](c) πάντας τοὺς ἀρχοντας αὐτῆς ἀποκτενῶ μετ’ αὐτῆς, λέγει [*](3) Κύριος.

Μωαρῖται πάλιν δεδυσσεβήκασιν οὐ μετρίως, ὡς ἐπέκεινα λοιπὸν καὶ αὐτοὺς ἐλάσαι τῆς ἐνούσης ἡμερότητός τε καὶ ἀνεξικακίας τῷ τῶν ὅλων Θεῷ. ἐπίκλημα δὲ αὐτοῖς ἡ εἰς νεκρὸν ἁμαρτία· τὸ ἐμπρῆσαί φημι τὰ ὀστᾶ τοῦ βασιλέως τῆς Ἰδουμαιας· ἐμπρῆσαι δὲ οὕτως, ὡς κατισχνῶσαι λοιπὸν εἰς χοῦν καὶ κονίαν. τί τοίνυν τὸ ἔγκλημα ; μῖσος καὶ ἀπανθρωπία [*](d) καὶ ἀχάλινος ἀγριότης κατὰ τῶν ἐξ Ἰσραήλ. ἐμ- πεπρῆσθαι γὰρ οὐχ ἑτέρου του χάριν τὰ τοῦ μνημονευθέντος βασιλέως ὀστᾶ φαίη τις ἃν, ἢ ὅτι μόνων ἕνεκα τῶν ἐξ Ἰσβαήλ. σαφῆ δὲ οὖσαν τὴν ἱστορίαν διὰ βραχέων άφηγήσομαι. Ἐν τῆ τετάρτῃ γέγραπται τῶν βασιλειῶν “ καὶ ἐγένετο [*](4 Reg. iii. 5—10.) “ μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ [*](e) “ ἐν βασιλεῖ Ἰσραήλ. καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῆ “ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραὴλ, “ καὶ ἐπορέυθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα “ Ἰούδα λέγων βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ “ πορεύση μετ’ ἐμοῦ ἐπὶ Μωὰβ εἰς πόλεμον ; καὶ εἶπεν “ Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός σου ὁ [*](1. ἐπὶ Α. Β. (Alex.) εἰς Edd. (Vat. XII manu prima.) αὐτῶν A.B. (Alex.) αὐτῆς Edd. (Vat.) 2. μετὰ κραυγῆς καὶ μετὰ φωνῆς] μετὰ φωνῆς καὶ μετὰ κραυγῆς F. Edd. (22. al.) 4. αὐτῆς prius Β. (A.V. XII manu prima) αὐτῶν Α. Neutrum habet F. Edd. (147, 153.) μετ’ αὐτῆς om. Α. (68. al.) 9. φημι] φησι Edd. inv. Α. Β. 10. Ἰδουμαίων Edd. 12. τῶν Α. Β. τοὺς Edd. ante Migne. 14. ὅτι assuraptum ex Α. Β. Statim μόνον Edd. 17. καὶ ἐγένετο μετὰ Α. Β. ὅτι μετὰ Edd. 18. καὶ et βασιλεὺς assumpta ex Α. 19–21. καὶ ἐξῆλθεν— ἐπορεύθη καὶ ἐξαπέστειλε Α. Β. ὁ δὲ Ἰωρᾶν ἐκ Σαμαρείας ἀπέστειλε Edd. 20. ἐπεσκήψατο Β. 22. λέγων assumtum ex A.B. 24. ὄμοιός μοι ὄμοιός σοι· ὡς ὁ λαός μου· ὠς οἱ ἵπποι σου οἱ ὅπποι μου] Sic edidi. ὄμοιός σοι. ὄμοιός σοι· σου Χαός μου Χαός σου· ὠς οἰ ίπποι σου οι ἔρημον μου A. δμοιός σοι. ώς 6 λαός σου ό λαός μου (sic) Β. omnia usque ad €ρημον (398. μοι ογοιός in Edd.)

398
“λαός μου, ὡς οἱ ἵπποι σου οἱ ἵπποι μου. καὶ εἶπε Ποίᾳ “ὁδῷ ἀναβῶ; καὶ εἶπεν Ὁδὸν ἔρημον Ἐδώμ. καὶ ἐπορεύθη “ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ ὁ βασιλεὺς “Εδὼμ, καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν· καὶ οὐκ ἦν “ὕδωρ τῆ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν “αὐτῶν.’’ ἄθρει δὴ οὖν ὅπως συνωπλίζετο τοῖς βασιλεῦσι καὶ ὁ βασιλεὺς Ἐδὼμ, τουτέστι τῆς Ἰδουμαίας· ἐπειδὴ δὲ ἦσαν ὑδάτων ἐν σπάνει, μετεπέμποντο τὸν μακάριον προφήτην Ἐλισσαῖον, καὶ παρεκάλουν δοθῆναι παρὰ Θεοῦ τὸ ζητούμενον. οὗ δὴ γεγονότος, ἥλωσαν Μωαβῖται· γέγραπται [*](264 A. a) γὰρ μεθ᾿ ἕτερα πάλιν “Καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάτα- [*](4 Reg. iii. 24, 25.) “ξαν τὴν Μωὰβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ “εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωὰβ, καὶ “τὰς πόλεις καθεῖλον, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν “ἀνὴρ τὸν λίθον αὐτοῦ καὶ ἐνέπλησαν αὐτὴν, καὶ πᾶσαν “πηγὴν ὕδατος ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν “κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου “καθῃρημένους.’’ ἐπιμηνιῶντες τοίνυν οἱ ἀπὸ Μωὰβ ὅτι νενικήκασι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, ἐπαμύνοντος αὐτοῖς καὶ συνεξάγοντος τοῦ βασιλέως Ἐδὼμ, ἐπειδὴ τεθνεῶτα λυπεῖν οὐκ εἶχον ἑτέρως, πεπλημμελήκασιν εἰς τὸ λείψανον, πυρὶ δαπανῶντες αὐτὸ, καὶ μηδὲ ὀστέων ἔτι φειδόμενοι, προστιθέντες δὲ ὥσπερ ὠλοθρευμένοις τοῖς ἐξ Ἰσραὴλ τὸν ἐπίκουρον αὐτοῖς γεγονότα κατὰ καιρούς. οὐκοῦν ἐμπρησθήσεσθαι τὰς πόλεις αὐτῶν, καὶ αὐτοὺς δέ φησιν ἀπολεῖσθαι [*](b) ἐν ἀδυναμία, οὐ νόσῳ μαραινομένους, οὐδὲ ταῖς κοιναῖς ἀσθενείαις ἐντετηγμένους, ἀλλὰ μετά, κραυγης καὶ μετα φωνῆς [*](3. Ἰούδα et Ἰσραὴλ inter se transp. Edd. invitis Α.Β.b. 46. ἐκύκλωσαν—παρεμβολῃ καὶ κοὶ om, Α.) τοῖς ἣν. τ. ἐν τ. ποσὶν αὐγῶν accessenmt ex Α.Β. 7. καὶ om. A. 8 8. ὑδάτων post σπάνει tr. Α. Statim Α. Haec μακάριον προφήτην assumpta ex Α.Β. 9. Ἐλισσεαὶ Α. 10–18. γέγραπται γὰρ] καθὰ γέγρ. Edd. Quae sequuntur usque desunt in Edd. 12. τὴν Μωὰβ] τὸν Μ. bis Β. 16. τὴν γῆν pro πηγὴν (sic) Α. 17. τείχους Α. 20. τεθνεώτων Edd. invitis A.B.b. 22. αὐτὸ Β. b. et, eraso ν, Α. αὐτὸν Edd. ὀστέων Α. b. ὀστῶν Edd. 24. γεγονότα om. Α. 25. φησὶ ante τὰς πόλεις transp. Edd. 27. ἐκτετηγμένους iid. invitis Α.Β.)
399
σάλπιγγος, τουτέστιν, ὡς ἐν πολέμῳ καὶ μάχη· ἀπειλεῖ δὲ ὅτι καὶ κριταὶ καὶ ἄρχοντες καὶ πάντες αὐτῆς οἱ ἡγούμενοι συναπολοῦνται τοῖς ὑπεστρωμένοις. αὐτοὶ γὰρ ἦρχον βουλῆς καὶ ἐγχειρημάτων, καὶ τῆς ὅλης δυσσεβείας πάντως που γεγόνασι τοῖς ἄλλοις εἰσηγηταί.

Τάδε λέγει Κύριος Ἐπὶ ταὶς τρῶ ἀσεβείαις υἱῶ Ἰούδα καὶ ἐμ [*](4) ταῖς τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ [*](c) οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶ ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· κα ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια [*](5) ‘Ιερουσαλήμ.

Προσεπενήνεκται τοῖς ἀνόμοις ἔθνεσι καὶ ὁ νόμῳ παιδαγωγούμενος, τουτέστιν ὁ Ἰούδας· ἀπροσωπόληπτος γὰρ ὁ Κριτής. ὅτι δὲ ἀεὶ πλημμελοῦντος ἠνέσχετο, καὶ διεκαρτέρησε μακρὰν, τὸ ἐπὶ τρίτῃ μόλις ἁμαρτίᾳ καὶ μὴν καὶ [*](d) τετάρτη κεκινῆσθαι δηλοῖ. καίτοι ἐχρῆν δήπου, κατά γε τὸ εἰκὸς, τοῖς μὲν ἄλλοις ἔθνεσιν, ἅτε δὴ τὸν θεῖον οὐκ ἔχουσι νόμον, ἀμφιλαφεστέραν ἀπονέμειν τὴν ἡμερότητα, καὶ τὸ τῆς συγγνώμης ἐπιδαψιλεύεσθαι μῆκος, ἐξαιτεῖν δὲ τῆς ῥᾳθυμίας τὰς δίκας παραχρῆμα τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ ἐντεθραμμένον τοῖς θείοις ἐντάλμασι, καὶ τὴν τοῦ συμφέροντος οὐκ ἠγνοηκότα τρίβον, ἀλλ’ ἠνέσχετο καὶ τῶν εἰδότων τὸν νόμον, ὡς [*](e) μὴ ἐγνωκότων. ἐπειδὴ δὲ εἰς λῆξιν ἤδη φαυλότητος καὶ λογισμῶν σκαιότητος ἀπενηνεγμένους κατεθεάσατο λοιπὸν, τότε καὶ αὐτοῖς φησὶν τοῖς Ἱεροσολύμοις ἐπαφήσειν τὸ πῦρ, [*](2. καὶ primum omisit Aubertus. καὶ πάντες αὐτῆς οἱ ἡγούμενοι assumpta ex Α. αὐτοῖς καὶ ἡγούμενοι Β. 3. τῶν ὑπεστρωμένων Edd. invitis Α.Β. 5. τοῖς ἄλλοις om, Α. 7. αὐτοὺς habet Α. 9. ἐπλάνησεν Α.Β. ἐπλάνησαν Edd. (42. al.) II. Ἰούδαν Α. ’lούδα F. Edd. 14. τουτέστιν ex Α.Β. ὁ ex Α. assumpta. 15. ἀεὶ accessit ex A.b. Statim πλημμελοῦντος Α. πλημμελοῦντα ν Edd, 16. μακρὰν] Sic edidi. μακρὰ Α. μακρὰ Edd. τὸ] τῷ Edd. 25. κατεθεάσατο A. κατεθεᾶτο Edd. 26. φησὶν post Ἱερ. transp. iid.)

400
καὶ μέχρις αὐτῶν δαπανῆσαι βάθρων τὴν οὕτω λαμπράν τε καὶ περιώνυμον πόλιν. καὶ πλεῖστα μὲν ὅσα τῶν ἐξ Ἰσ- ραὴλ τὰ ἐγκλήματα· μάλιστα δὲ πάντων ἐπαιτιᾶται Θεὸς τὸ ταῖς τῶν πατέρων ἀκολουθῆσαι πλάναις. οἱ μὲν γὰρ [*](265 A. a) ἔτι ταῖς Αἰγυπτίων πλεονεξίαις ὑπεζευγμένοι, καὶ τοῖς ἐκεί- νῶν ἔθεσί τε καὶ νόμοις ἐντεθ ραμμένοι, μόσχῳ τὸ σέβας ἀνῆπτον· οἱ δὲ τὴν παμμόχθηρον ἐκείνην διαφυγόντες δουλείαν, καὶ τοῖς θείοις ἐντάλμασι πολυτρόπως παι. δαγωγούμενοι πρὸς τὸ εἰδέναι σαφῶς τὸ τῷ Θεῷ δοκοῦν, ἀνόπιν ἰόντες ἡλίσκοντο, καὶ εἰς τὴν τῶν πατέ- ρων κατασυρόμενοι πλάνησιν, καὶ τὸ μὴ ἐν ἴσοις ὁρᾶσθαι κακοῖς τάχα που καὶ δεδιότες ὡς ἀκαλλές. προσκεκυνή- [*](b) κάσι γὰρ καὶ αὐτοὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. αἴτιον δὲ τῆς τοιαύτης αὐτοῖς γέγονε δυσσεβείας, τὸ ‘ἰπώaaιισθιιι τὸν νόμον κυροῦ, κόιὶ τὼ προττόίγμν̣aaιιι aa̓ιιτοῦ μὴ ἐθελῆσαι τηρεῖν.

Oὐκοῦν ἕως μέν ἐσμεν νομοφύλακες καὶ φιλόθεοι, καὶ τηρεῖν σπουδάζοντες τὰ προστεταγμένα, σοφοὶ καὶ ἀγχίνοι, καὶ ἁπάσης ἀρετῆς ἐπιστήμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοίου. τῶν πεπλουτηκότες εὑρεθησόμεθα ; νενευκότες δὲ πρὸς τὸ ῥᾴθυμον, καὶ τῶν θείων ἀλογήσαντες νόμων, περιενεχθη- [*](Eph. iv. c) σόμεθα λοιπὸν ἀνέμῳ παντὶ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης τη- [*](Ps. ixii.) τώμενοι. ἐσόμεθα δὲ καὶ " μερίδες ἀλωπέκων,’’ τῇδε κἀκεῖσε περιελκόντων ἡμᾶς τῶν ἀκαθάρτων πνευμάτων. ὀρθῶς οὖν ἄρα καὶ σοφῶς περὶ δικαίου παντὸς ὁ θεσπέσιος ψάλλει Δαυείδ α Ο νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδία αὐτοῦ, καὶ " οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.’’ [*](6. Τάδε λέrο κδρωc Έπι τα-ιc τρωι aa̓εβεωω Ἰ0ραH̀λ κΜ ἐΜ 4. ἀκολουθῆσαι] ἐπακολ. Edd. 6. ἤθεσί . (). τὸ prius . τῷ Edd. ante Migne. τῷ assumptum ex . ἀνόπιν] ἄνω που (sic) . 1 1, τὸ] τοι Edd. 15. θελῆσαι . ι6. μέν assumptum ex Β. post τηρcιν transp. . Statim νόμου φύλακε ς . ΐ8. ἁπάσης . πάσης Έ,άά. 21. ἡττώμενοι . 22. τε post τμε add. Edd. repugnantibus . Β. 25. Ό νόμος] ὄνομα Edd. ante Migne.)

401
ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ’ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένηγα ἕνεκεν ὑποδημάτων τῶν πατούντων [*](7) ἐπὶ τὸν χοῦν τῆς γῆς.

[*](d)

Οὐκ ἀνεύθυνον ἐᾷ, μᾶλλον δὲ ὑποφέρει ταῖς δίκαις, τὸν Ἰσραὴλ, τουτέστι, τὰς ἐν τῇ Σαμαρείᾳ φυλάς. ὅτι δὲ καὶ αὐτοὶ πλημμελοῦντες ἀφυλάκτως, μονονουχὶ καὶ δεδαπανήκασι τὴν τοῖς ἀσθενοῦσιν ὀφειλομένην παρὰ Θεοῦ γαληνότητα, παραδείξειεν ἂν ἡ ἐπὶ τρισὶ καὶ τέτταρσιν ἁμαρτίαις ἀποστροφὴ, ἢν ἀνάγκη πεπονθότας ὑποφέρεσθαι τοῖς δεινοῖς, καὶ ἐν [*](e) παντὶ γενέσθαι κακῷ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ δεδιὼς τὸ χρῆμα, καὶ ὀλέθρου πρόξενον εἰδὼς, ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ [*](Ps. xxvi. 9.) “μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.’’ ἕπεται γὰρ πάντως, καὶ ἱονείπως συνομαρτεῖ ταῖς ἀποστροφαῖς ἡ ὀργή. Τίνα δὲ δὴ τῶν ἐξ Ἰσραὴλ τὰ ἐγκλήματα, διαγορεύει σαφῶς. καταπεπράκασι γάρ φησιν ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, τουτέστιν, ὀρθὰ καὶ δίκαια λαλεῖν οὐκ ἠνέσχοντο, καὶ συμβαίνουσαν τῷ νόμῳ τὴν ἐφ’ ἑκάστῳ [*](a 266 A.) τῶν κρινομένων ποιεῖσθαι δίκην. ἀλλ’ εἰ συνέβη τυχὸν ἄνδρα δίκαιον, σώφρονα καὶ ἐπιεικῆ, μετριόφρονά τε καὶ ἀφιλόκομπον· νοηθείη γὰρ ἂν τοιόσδε δίκαιός τε ὁμοῦ καὶ πένης ἤτοι πτωχὸς τῷ πνεύματι· παρενεχθῆναι πρὸς κρίσιν ὑπό του τῶν δυνατωτέρων, οὗτος καταπέπραται τοῖς ἐχθροῖς, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος τό “Οὐ λήψῃ [*](Lev.xix. 15; Deut. i. 17.) “πρόσωπον ἐν κρίσει.’ καὶ πάλιν “Ἀθῷον καὶ δίκαιον οὐκ [*](Exod. xxiii. 7.) “ἀποκτενεῖς.” ὁ γάρ τοι τὸ κρίνειν πεπιστευμένος, μένος, καθιεῖταί [*](b) που πάντως ἐν τάξει Θεοῦ, ᾧ δὴ τὸ κρίνειν καὶ μόνῳ [*](1. οὐτὸν habent Α.Β. αὐτοὺς F. (42. al.) 2. τῶν πατούντων Β. (22 al.) τὰ πατοῦντα Α. (A.V.) καταπατοῦντα F. Edd. 5. τῆ assumptum ex Α.Β. 9. πεπονθότας Β. πεπονθόσιν Edd. 10. Haec ὁ θεσπέσιος accesserunt ex Α.Β. 13. ἕψεται Α. 14. οἷον ἰσομοιρεῖ ἤδη pro οἱονείπως συνομαρτεῖ Α. 16. πεπράκασι Edd. invitis Α.Β. φησιν assumptum ex Α. Statim ἀργυρίῳ Edd. 18. ἠνέσχοντο Α. ἀνέσχ. Edd, 19. κρίσιν pro δίκην Α. 20. τε om. Α. 21. τοιοῖσδε Β. 23. ὑπό του τῶν Α.Β. ὑπὸ τούτων Edd. 26. τό assumptum ex Α.Β. καθεῖταί Edd. 27. τὸ κρίνειν post μόνῳ transp. Α.)

402
[*](S. Jac. iv. 12.) οἰκεῖον. “Εἷς γάρ ἐστιν ὁ νομοθέτης καὶ κριτὴς,” κατὰ τὴν του ἁγίου φωνὴν. οὔκουν ο του δικαιου παρασημαίνων ’τον λόγον καὶ εἰς πρόσωπον βλέπων, ὑβριεῖ που πάντως τὸ [*](Zach. vii. 9.) θεῖον ἀξίωμα, καὶ Θεῷ προσκρούει λέγοντι “ κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν “ πλησίον αὐτοῦ. ” αἰτιᾶται τοίνυν ὡς καταπωλοῦντας ἐχθροῖς τὸν δίκαιόν τε καὶ πένητα, καὶ τοῦτο δρᾶν εἰωθότας [*](C) ὀλίγων ἕνεκα καὶ εὐτελεστάτων λημμάτων, ἃ καὶ μόλις τοῖς λαβοῦσιν ἀρκέσειεν ἂν πρὸς ὑποδημάτων κτῆσιν. ἀλλ’ ἦν ἄμεινον παρὰ πολὺ τὴν ὀρθότητά τε καὶ τὸ Θεῷ δοκοῦν τιμᾶν ᾑρημένους ταῖς παρ’ αὐτοῦ μᾶλλον καταμεθύειν τιμαῖς, καὶ μέντοι καὶ πλοῦτον ἔχειν τὸν ἐξ ἀγαθῆς εὐφημίας. [*](Prov. xxii. 1.) “ Αἱρετὸν γὰρ, φησὶν, ὄνομα καλὸν ἢ πλοῦτος πολύς. ἰστέον δὲ ὅτι καὶ διὰ φωνῆς Ἡσαΐου τοιοῦτόν τι φησὶ πρὸς [*](Es. i. 22, 23.) τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι τὴν Ἱερουσαλήμ “ Τὸ “ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν “ οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, “ ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ “ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες· διὰ δὲ [*](Mic. iii. 11. d) φωνῆς Ἱερεμίου πάλιν “ Οί ἡγούμενοι αὐτῆς μετὰ δώρων “ ἔκρινον.’’ ἐπάρατον οὖν πανταχῆ τὸ μὴ ὀρθήν τε καὶ ἀδιάβλητον ποιεῖσθαι τὴν κρίσιν, ἀλλ’ ἐπαχθῆ τρόπον τινὰ καὶ ἐπ’ ἀνισότητι διαβεβλημένην.

[*](1. ὁ assumptum ex Α. 2. ἁγίου] + Παύλου Β. 3. ὑβριεῖ Α. ὑβρίσει Edd. που om. Α. πάντως assumptum ex Α. 4. κοὶ] + τῶ Edd. invitis Α. Β. προσκρούει Α. προσκρούσει Edd. 8. ἀτελεστάτων Edd. repugn. libris. μόνοις pro μόλις iid. 9. ἀρκέσειεν Α. (Migne.) ἀρκεσειαν Β. ἀρέσκειεν (sic) Edd. 13. πλοῦτον πολύν Α. 14. τι om. Α. 15. τῶν ἀνταπόδομα ex Α.Β. τὸ ἀργύριον — ὕδατι Α.Β. ὅτι Edd. 17, 18. Haec ἀπειθοῦσι — ἀνταπόδομα desunt in Edd. 18. ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες Β. ὀρφανοῖς οὐ κρίνοντες κρίσιν· χήρας οὐ προσέχοντες Α. ὀρφανοὺς οὐ κρίνουσι καὶ κρίσει χήρας οὐ προσέχουσι Edd. 19. δὲ om. Α. 20. φωνῆς assumptum ex Α.Β. 21. ἀδιαλωβητὸν Α. ἀδιάβητον Pont. 22. ἐταράχθη pro ἐπαχθῆ Α. 23. διαβεβλημένη Α.)
403

Καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν.

Καταδυναστείαν αὐτοῖς καὶ πλεονεξίαν ἐγκαλεῖ καὶ καταιτιᾶται σαφῶς, ὡς ἀνοσίους τε καὶ ἀφιλοικτίρμονας, καὶ οὓς ἦν ἄμεινον καὶ φροντίδος ἀξιοῦν καὶ τιμᾶν ἑλέσθαι, [*](e) καὶ τοῖς ἐξ ἀγάπης ἐπικοῦ ῥήμασιν ἀνακτᾶσθαι φιλεῖν, ἐκ τῶν ἐναντίων καὶ ἀδικεῖν εἰωθότας, ἀφορήτοις τε καὶ πικραῖς κατατήκοντας λύπαις, τοὺς τῆ πτωχείᾳ πεφορτισμένους. ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς οἰκεῖον ἀναγράφει πρόσωπον τὰ εἰς αὐτοὺς πραττόμενα. φησὶ γὰρ “Ἐφ᾿ [*](S.Matth xxv. 40.) “ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.” οὐκοῦν οὐ μετρίως Θεῷ προσκρούσομεν, πλεονεκτοῦντες τὸν ἀσθενῆ καὶ “Τύπτοντες μὲν πυγμαῖς ταπεινὸν, [*](Εs. iviii. 4.) καθὰ γέγραπται, καταπικραίνοντες δὲ ταῖς δυσθυμίαις τοὺς [*](a 267 Α.) τῆ πτωχείᾳ κατηχθισμένους, καίτοι χεῖρα μᾶλλον ὀφείλοντες ὀρέγειν αὐτοῖς τὴν φιλάλληλον. “Πενία γὰρ, φησὶν, ἄνδρα [*](Prov. x 4.) “ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι·” γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, ὅτι “Θρησκεία καθαρὰ καὶ ἀμί- [*](S.Jac. i. 27.) “αντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι “ὀρφανοὺς καὶ χήρας ἐν τῇ ταπεινώσει αὐτῶν, ἄσπιλον “ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.”

Kαὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.

[*](b)

Τοῦτο νοήσεις διχῆ· ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι πεφρονήκασιν ὑπέρογκα, καὶ θεοστυγοῦς ἀλαζονείας εἰς τοῦτο ἥκασι μέτρον, ὡς παραιτεῖσθαι καὶ ἀδελφοὺς, εἰ μὴ πλούτῳ περι- [*](2. καταδυναστείαν Α. κατὰ δὺν. Β. Edd. ἀπειλεῖ pro ἐγκαλεῖ Α. 6. πιραῖας] δειναῖς. Α. 8. Haec Ἰησοῦς Χριστὸς accesserunt ex Α.Β. 9. Haec φησὶ —ἐμοὶ ἐποιήσατε accesserunt ex Α.Β. 11. προσκρούομεν Edd. repugn. Α.Β. 12. πυγμαῖς ταπεινὸν hoc ordine Α.Β. Statim καθὼς Edd. 14. κατηχθημένους iid. 16. ἀνδρεῖον (sic) Β. 17. ὅτι assumptum ex Α.Β. Statim καὶ add. Α. 18. τῷ assumptum ex Β. καὶ πατρὶ om. Β. 19. ταπεινώσει Β. Edd. θλίψει Α. αὐγῶν] + καὶ Edd. ἀσπίλους ἑαυτοὺς Α. 22. δίχη] δίχα Edd. 23. ἥκασι Β. ἥκουσι Α. (Migne.) ἥκουσαν Edd. Statim τὸ add. iid.)

404
χέοιντο καὶ λαμπρὰς ἔχοιεν τὰς περιουσίας, μίσει δὲ ὥσπερ ἰέναι καὶ κατὰ ταὐτὸν τοῖς οὐκ ἄγαν ἐξησκηκόσι τὸ φιλοχρήματον πάθος, οἳ καί εἰσι ταπέινοὶ, τὸν εἰκαῖον τοῦ βίου διωθούμενοι σάλον· ἤγουν ὅτι καθηγηταὶ γεγονότες καὶ [*](c) λαῶν ἡγούμενοι, παρευθύνουσι τὴν ὁδὸν τῶν ἀσθενεστέρων ἤτοι τῶν ταπεινῶν, δῆλον δὲ ὅτι τῶν οἴκοθεν μὲν οὐκ ἐχόντων τὴν τοῦ συμφέροντος εἴδησιν ἀκριβῆ, προσκειμένων δὲ μᾶλλον ταῖς τῶν παιδαγωγούντων φωναῖς. πλείστη δὲ ὅση πληθὺς ἡ τοιάδε. ζῶσι μὲν γὰρ ἀπεριεργότερον καὶ ἐν ἁπλότητί τινες, ἀπήρτηνται δὲ τῆς τῶν διδασκόντων φωνῆς ἤτοι παιδαγωγίας, καὶ ἥνπερ ἃν μάθοιεν εὖ ἔχειν ὁδὸν, ἀγαπῶσι λίαν. οὐκοῦν οἱ μὲν σοφοὶ καὶ θεοφιλεῖς τῶν καθηγεῖσθαι λαχόντων, τὴν ἐπ’ εὐθὺ δεικνύουσι τρίβον, δι’ ἧς μάλιστα [*](d) διάττοντες τὴν ἁνδάνουσαν τῷ Θεῷ κατορθοῦσι ζωήν. οἱ δὲ δὴ μικρὰ τοῦ θείου πεφροντικότες νόμου, παρευθύνουσι τῶν ταπεινῶν τὴν ὁδὸν, ἔξω τοῦ εἰκότος καὶ τοῦ πρέποντος ἀληθῶς γενέσθαι παρασκευάζοντες· ὁποῖόν τι δέδρακεν Ἱεροβοὰμ, ἀναπεπεικὼς προσκυνεῖν ταῖς χειροκμήτοις δαμάλεσι· καὶ ἀποστήσας ὁδοῦ τῆς εἰς εὐθύ τε καὶ ἀγαθῆς, τοῦ προσκεῖσθαί φημι τῷ φύσει τε καὶ ἀληθῶς Θεῷ καὶ Δεσπότῃ. Ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν οἱ λέγειν οὐ παραιτούμενοι τῷ νηπίῳ τὰς φρένας “Ἐλθὲ μεθ᾿ ἡμῶν, κοινώνησον [*](e) “αἵματος ἀδίκου. ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν καὶ οἱ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παρατρέποντες ἔπι γε τό σφισι δοκοῦν, καὶ σκολιὰν καὶ διεστραμμένην ἰέναι τρίβον τὸν τῶν ἁπλουστέρων ἀναπείθοντες νοῦν· καὶ. [*](1. μίσει] Sic edidi. μίση Α. μισεῖν Edd. 2. καὶ κατὰ ταὐτὸν Β. κατ αὐτῶν Α. ταὐτὸ pro ταὐτὸν Edd. 4. σάλον] κόμπον Α. 8. παιδαγωγουμένων Α. δὲ οm. Α. 10. δὲ] + καὶ Α. 11. διδασκαλίας pro παιδαγ. Α. 13. τὴν] τὸ Edd. ante Migne. μάλιστα Β. εὖ μάλα Α. μάλα Edd. 14. διατάττοντες Α. ἀδδάνουσαν Α. Statim τῷ assumptum ex Α.Β. 15. μικρὰ] μακρὰν Edd. repugn. A.B. πεφρονηκότες iid. Statim νόμον iid. ante Migne. 16. καὶ τοῦ πρέποντος om. Β. 18. χειροκμήτοις Β. χειροτμήτοις Α. χειροτεύκτοις Edd. 19. ἀποστήσας Β. ἀποστῆσαι Α. ἀποστήσαντες Edd. ἀγαθῆς Β. ἀγαθὸν Edd. 20. Haec τε καὶ ἀληθῶς et καὶ Δεσπότῃ accesserunt ex Α.Β. 21. τὰς ὁδοὺς Edd. invitis Α.Β. Statim καὶ add. Edd. 22. νηπίω ἠπίῳ iid. 24. τὴν ὀρθ. παρατρ. hoc ordine Α.Β.)
405
γάρ ἐστι παρ’ αὐτοῖς ὀρθὸν μὲν οὐδὲν, ἐκτετραμμένα δὲ μᾶλλον καὶ ἀκαλλῆ ῥημάτια, καὶ συνθῆκαι λόγων, ἀσεβείας τε ὁμοῦ καὶ ἀμαθίας ἔμπλεα.

Καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, [*](a 268 Α) ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν. Ἐπὶ θερμαῖς καὶ ἀνεπιπλήκτοις ἡδοναῖς καταιτιᾶται πάλιν, καὶ ἁπάσης εὐκοσμίας ἠφειδηκότας ἐφ’ ἑνὶ δὴ τούτῳ δέδειχε πλημμελήματι. ἦν μὲν γὰρ ἄμεινον τὸ κατανδρίζεσθαι παθῶν καὶ κατευμεγεθεῖν ἡδονῆς ἐκτόπου καὶ μυσαρᾶς καὶ ἀποκόπτειν ἐπιθυμίας, καὶ τοῖς τῆς σαρκὸς θελήμασιν ἐπιτιμᾶν ἐγνωκότας καὶ κατηρεμεῖν ἀναπείθοντας τὸν ἐν [*](b) τοῖς μέλεσιν ἡμῶν ἀγριαίνοντα νόμον. ἀλλ’ ἦσαν ἐκεῖνοι τῆς οὕτω λαμπρᾶς κατόπιν ἀρετῆς, ἥττηντο δὲ τάχα που καὶ τῶν εἰς σάρκα παθῶν.

Εἶτα πῶς οὐ σοφὸν κἂν γοῦν ἐν αἰσχροῖς αἱρεῖσθαι τὸ ἄμεινον, ἐννοεῖν τε ὅτι τῶν ἄγαν ἐκτοπωτάτων, πατρος μὲν εὐναῖς ἐπιθρώσκειν υἱὸν, πατέρα δὲ αὐταῖς τοῦ υἱοῦ κοίταις ἀνοσίως ἐπιμαίνεσθαι φιλεῖν, καὶ πρᾶγμα δεινὸν ἑλέσθαι πληροῦν, ὃ καὶ δίχα νόμου τοῦ διὰ Μωυσέως ἡ φύσις οἶδεν αἰσχρὸν, καὶ τοῖς ἐξ ὀργῆς κινήμασι καταδικάζειν ἀξιοῖ; καὶ [*](c Gen. xlix. 4.) γοῦν ὁ Ῥουβεὶμ τὴν τοῦ πατρὸς ἀδικήσας εὐνὴν προσκέκρουκεν οὐ μετρίως· ἠγανάκτει δὲ σφόδρα καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ τοιῷδέ τινι πεπραγμένῳ παρά τισι· Κορίνθιοι δὲ οὗτοι· οἷς καὶ ἐπιστέλλει λέγων “ Ὅλως ἀκούεται ἐν ὑμῖν [*](1 Cor. v. 1.) [*](2. ῥημάτια Α. ῥήματα Edd. καὶ συνθῆκαι] καὶ εὐθῆ καὶ in mg. οὐκ ante εὐθῆ Α. 3. ἀμαθείας Edd. ἔμπλεα Α. ἔμπλεοι Edd. 4. καὶ alt.] + ὁ Α. (36, 51, 238.) αὐτοῦ deest in Edd. (153.) 5. τὸ ὄνομα] τὰ νόμιμα Α. 6. ἀνεπιπλήκτοις] ἐπιπλήκτοις (sic) Edd. 7. εὐκοσμίας] εὐδοκιμίας Α. ἠφειδηκότας] Sic correxi. ἠφειδοκότας Edd. 10. καὶ alt. assumptum ex Α. τῶν σαρκῶν Edd. 11. ἠρεμεῖν Β. 13. ἥττηνται Edd. est vacuum in Α. inter ἀρετῆς et η ἥττηντο in mg. ζ/( = ζήτει.) 14. καὶ assumptum ex Α. 15. ἐν] + τοῖς Edd. 16. ὅτι assumptum ex B. καὶ pro ὅτι Α. ἐκτοπ. Α. ἀτοπωτάτων Edd. 17. εὐνοῖς ἐπιθρώσκειν υἱὸν Α. υἱὸν ἐπιθρ. εὐναῖς Edd. τοῦ om. Β. 18. πρᾶγμα] πράξει Edd. inv. Α.Β. 21. Ῥουβὶμ Β. Ῥουβὴν Α. πατέρος Edd. 22. Haec ὁ θεσπέσιος assumpta ex Α.Β. 23. παρά τισι. Κορίνθιοι δὲ οὗτοι· οἷς] παρὰ Κορινθίοις Edd. 24. λέγων deest in Edd.)

406
“πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, “ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.’’ ἀλλ’ οὐ μέχρι [*](1 Cor. v. 5.) τούτων ἵστη τὴν ἀγανάκτησιν· παρεδίδου δὲ τὸν ἐργασάμένον “τῷ σατανᾶ, εἰς ὄλεθρον τῆς σαρκός.’’ βεβηλοῦσι δὴ οὖν τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν οἱ τοῖς τοιοῖσδε πταίσμασιν ἔνοχοι. καὶ οὔ τι που φαμὲν, ὅτι βεβήλωσιν καὶ ἀκαθαρσίαν [*](d) τῇ θείᾳ προσέτριβον φύσει. πῶς γὰρ ἃν, ἢ πόθεν; δυσφημεῖσθαι δὲ μᾶλλον παρασκευάζουσι τὸν τῶν ὅλων Θεὸν, ὡς βελήλων ἄρχοντα λαῶν. καὶ γοῦν ἔφη που πρὸς Ἰου- [*](Es. lii. 5.) δαίους “ Δἰ ὑμᾶς τὸ ὄνομά μου διὰ παντὸς βλασφημεῖται “ἐν τοῖς ἔθνεσιν.” ὥσπερ γὰρ ἁγιάζειν λέγονται τὸν Θεὸν οἱ ζῶντες ὀρθῶς, οὕτως ἂν νοοῖντο καὶ βεβηλοῦν οἱ τὴν ἀκάθαρτον καὶ ἀκλεᾶ ἐπιτηδεύοντες πολιτείαν.

[*](8)