Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Τῶν ἀρίστων ἀνδρῶν, καὶ τῆς ἀρετῆς ἀθλητῶν, καλὸν μὲν ἰδεῖν τοὺς ἀγῶνας, καὶ τοῖς ὀφθαλμοῖς τὴν ὠφέλειαν ἀρύσασθαι. Ὁρώμενα γὰρ τὰ ἐπαινούμενα ἀξιόκτητά τε φαίνεται, καὶ ἀξιέραστα γίνεται, καὶ πρὸς τὴν κτῆσιν ἐπείγει τοὺς θεατάς. Φέρει δ̓ ὅμως ὄνησιν οὐ μετρίαν τῶν τοιούτων κατορθωμάτων καὶ τὰ διηγήματα, παρὰ τῶν εἰδότων ταῖς τῶν οὐκ εἰδότων ἀκοαῖς προσφερόμενα. Πιστοτέραν μὲν γὰρ τῆς ἀκοῆς εἶναι τὴν ὄψιν φ̔??ʼσί τινες : πείθεται δ̓ ὅμως καὶ ἀκοὴ, τῇ τῶν λεγόντων ἀληθείᾳ κρίνουσα τὰ λεγόμενα. Καθάπερ γὰρ γλυκύτητι, καὶ πικρότητι, καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ποιότησι γλῶσσά τε καὶ ὑπερῴα δικάζειν πεπίστευται, καὶ κατὰ ταυτὸν τὴν ψῆφον ἐκφέρουσιν: οὕτως ἀκοὴ τὴν τῶν λόγων ἐνεχειρίσθη διάγνωσιν, καὶ τοὺς ὄνησίν τινα φέροντας τῶν βλαβερῶν ἀποκρίνειν ἐπίσταται. Εἰ μὲν οὖν ἄσυλος ἔμενε τῶν ὀνησιφόρων διηγημάτων ἡ μνήμη, καὶ μὴ τῆς λήθης ἡ λώβη οἶά τις ἀχλὺς ἐπιπαττομένη ἐξίτηλον αὐτὴν ἀπειργάζετο, περιττὸν ἦν δήπουθεν καὶ παρέλκον λογογραφεῖν τὰ τοιαῦτα, τῆς ἐντεῦθεν ὠφελείας καὶ εἰς τοὺς ὕστερον ἐσομένους εὐπετῶς μάλα διαβαινούσης. Ἐπειδὴ δὲ ὁ χρόνος λωβᾶται μὲν σώματι γῆρας ἐπιφέρων καὶ θάνατον, λωβᾶται δὲ κατορθώμασι λήθην ἐμποιῶν, καὶ

1285
τὴν μνήμην ἀμβλύνων, οὐκ ἄν τις ἡμῖν εἰκότως νεμεσήσειε τῶν φιλοθέων ἀνδρῶν τὴν πολιτείαν συγγράφειν ἐπιχειροῦσιν. Ὥσπερ γὰρ οἱ τὰ σώματα θεραπεύειν πεπιστευμένοι φάρμακα κατασκευάζουσι, τῇ νόσῳ πολεμοῦντες, καὶ τοῖς κάμνουσιν ἐπαμύνοντες: οὕτως καὶ ἡ τῆς τοιᾶσδε συγγραφῆς φιλοπονία, οἶόν τι φάρμακον ἀλεξίκακον γίνεται, λήθης ἐπίβουλον, καὶ μνήμης ἐπίκουρον. Πῶς γὰρ ἂν οὐκ ἄτοπον, ποιητὰς μὲν καὶ συγγραφέας τὰς ὲν πολέμοις ἀνδραγαθίας συγγράψαι, τραγῳδοποιοὺς δὲ τὰς καλῶς κεκρυμμένας συμφορὰς προφανῶς τραγῳδῆσαι, καὶ τούτων τὴν μνήμην ἀνάγραπτον καταλιπεῖν: ἄλλους δὲ τινας εἰς κωμῳδίαν καὶ γέλωτα καταναλῶσαι τοὺς λόγους: ἡμᾶς δὲ περιιδεῖν λήθῃ παραδιδομένους ἄνδρας ἐν σώματι θνητῷ τε καὶ παθητῷ ἀπάθειαν ἐπιδεδειγμένους, καὶ τὴν ἀσώματον φύσιν ἐζηλωκότας ; Ποίαν δὲ οὐκ ἄν δικαίως τίσαιμεν δίκην τῶν ἀξιαγάστων τούτων ἀγώνων περιορῶντες ἀμαυρουμένην τὴν μνήμην ; εἰ γὰρ αὐτοὶ τῶν πάλαι γεγενημένων ἀγίων τὴν ἄκραν φιλοσοφίαν ζηλώσαντες, οὐ χαλκῷ καὶ γράμμασι τὴν ἐκείνων ἐνεκόλαψαν μνήμην, ἀλλὰ πᾶσαν αὐτῶν τὴν ἀρετὴν ἐκμαξάμενοι, οἶόν τινας εἰκόνας αὐτῶν ἐμψύχους καὶ στήλας σφᾶς αὐτοὺς πεποιήκασι, ποίας ἂν ἡμεῖς τύχοιμεν εἰκότως συγγνώμης, μηδὲ γράμμασι τὸν ἀοίδιμον τούτω γεραίροντες βίον ; Καὶ ταῦτα τῶν ἐν Ὀλυμπίασιν ἀγωνιζομένων, καὶ μέντοι κὰν ταῖς ἱπποδρομίαις τῶν νικηφόρων ἀναφαινομένων ἡνιόχων τοῦτο αὐτὸ δεχομένων τὸ γέρας, Οὐ μόνον δὲ τούτους: ἀλλὰ καὶ συγγενεῖς ἄνδρας, καὶ θηλυδρίας, καὶ ἀμφιβόλους εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, οἱ τῆς τούτων θεωρίας φιλοθεάμονες ταῖς σανίσιν ἐγγράφουσιν, ἐπὶ πλεῖστον αὐτῶν τὴν μνήμην διαρκέσαι φιλονεικοῦντες.

Καίτοι τῆς μνήμης λώβην ταῖς ψυχαῖς οὐκ ὄνησιν ἐμποιούσης: ἄλλ̓ ὅμως οἱ μὲν τούτων ἐρῶντες τούτους, οἱ δὲ ἐκείνων ἐκείνους, καὶ ταῦτα λυμαίνοντας, τῇ ζωγραφίᾳ γεραίρουσι. Καὶ ἐπειδὴ θνητὴν οὖσαν ὁ θάνατος τὴν φύσιν ληΐζεται, χρώματα κεραννύντες, καὶ τὰ ἐκείνων ταῖς σανίσιν ἐντιθέντες ἰνδάλματα, πολλῷ τῆς ζωῆς μακροτέραν γενέσθαι τὴν μνήμην σοφίζονται. Ἡμεῖς δὲ βίον μὲν συγγράφομεν φιλοσοφίας διδάσκαλον, καὶ τὴν ὲν οὐρανοῖς πολιτείαν ἐζηλωκότα: ζωγραφοῦμεν δὲ οὐ τῶν σωμάτων τοὺς χαρακτῆρας, οὐδὲ τὰ τούτων ἐκτυπώματα τοῖς ἀγνοοῦσιν ἐπιδείκνυμεν: ἀλλὰ τῶν ἀοράτων ψυχῶν τὰς ἰδέας σκιαγραφοῦμεν, καὶ πολέμους ἀθεάτους καὶ συμπλοκὰς ἀφανεῖς ἐπιδείκνυμεν. Τοιαύτην γὰρ αὐτοῖς καὶ τὴν παντευχίαν ὁ τῆς φάλαγγος αὐτῶν στρατηγὸς καὶ πρόμαχος περιτέθεικε Παῦλος: Ἀναλάβετε γὰρ , φησὶ, τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Καὶ πάλιν: Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐ αγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως,ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν

1288
τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μαχαιραν τοῦ πνεύματος, ὅ ἔστι ῥῆμα Θεοῦ. Ταύτην αὐτοὺς τὴν πανοπλίαν ἐνδύσας εἰς τοὺς ἀγῶνας εἰσήγαγε.

Τοιαύτη γὰρ καὶ τῶν πολεμίων ἡ φύσις, ἀσώματος, ἀόρατος, ἀφανῶς ἐπιοῦσα, κρύβδην ἐπιβουλεύουσα, λοχῶσα καὶ ἐξαπιναίως προσβάλλουσα. Καὶ τοῦτο διδάσκων αὐτὸς οὗτος ὁ στρατηγὸς ἔλεγεν: Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἀλλ̓ ὅμως καὶ τοιούτους ἔχουσα τοὺς ἀντιπάλους ἡ τῶν ἀγίων τούτων συμμορία, μᾶλλον δὲ τούτων ἕκαστος ὑπὸ τοσούτων καὶ τοιούτων πολεμίων κυκλούμενος: οὔτε γὰρ κοινῇ πᾶσιν ἐπῄεσαν, ἀλλὰ νῦν μὲν τούτῳ, νῦν δ̓ ἐκείνῳ προσέβαλλον : οὕτω λαμπρὰν ἀνεδήσαντο νίκην, ὡς τοὺς μὲν ἀντιπάλους δραπετεῦσαι, τούτου δὲ κατὰ κράτος διῶξαι, καὶ τρόπαιον ἐγεῖραι μηδενὸς ἐμποδὼν γενομένου. Παρεῖχε δὲ αὐτοῖς τὴν νίκην οὐχ ἡ φύσις, θνητὴ γὰρ αὕτη, καὶ μυρίων παθῶν ἀνάπλεως: ἀλλ̓ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη. Ἐρασταὶ γὰρ θερμοὶ τοῦ θείου κάλλους γενόμενοι, καὶ ἀσπασίως ἅπαντα δράσαι καὶ παθεῖν ὑπὲρ τοῦ ἐρωμένου ἑλόμενοι, ἤνεγκαν μὲν γενναίως τὴν τῶν παθῶν ἐπανάστασιν, ἀπεκρούσαντο δὲ καρτερῶς τῶν τοῦ διαβόλου βελῶν τὰς νιφάδας, καὶ ἀποστολικῶς εἰπεῖν, τὸ σῶμα ὑπωπιάσαντες καὶ δουλαγωγήσαντες, τὰς μὲν τοῦ θ̔??ʼμοῦ φλεγμονὰς κατεπράϋναν, τῶν ἐπιθυμῶν δὲ τὸ λυσσῶδες ἡσυχίαν ἄγειν ἠνάγκασαν: ἀσιτίᾳ δὲ καὶ χαμευνίᾳ οὕτω τὰ πάθη κοιμίσαντες καὶ τὰ τούτων σκιρτήματα καταπαύσαντες, σπείσασθαι τὸ σῶμα πρὸς τὴν ψυχὴν κατηνάγκασαν: καὶ τὸν μὲν ἔμφυτον τοῦτον κατέλυσαν πόλεμον: οὕτω δὲ τούτοις τὴν εἰρήνην βραβεύσαντες, ἅπαν τῶν ἐναντίων τὸ στίφος ἐξήλασαν. Τοὺς γὰρ τὰ ἔνδον πρὁ??ʼεμένους λογισμοὺς οὐκ ἔχοντες, καὶ τῆς τῶν ἀνθρωπίνων μελῶν συνεργίας ἐστερημένοι, πολεμεῖν οὐκ ἠδύναντο. Βέλεσι γὰρ καθ̓ ἡμῶν ὁ διάβολος τοῖς ἡμετέροις μέλεσι κέχρηται. Ὀφθαλμῶν γὰρ μὴ δελεαζομένων, μηδὲ ἀκοῶν καταθελγομένων, μηδὲ γαργαλιζομένης ἁφῆς. μηδὲ τοῦ νοῦ τὰ πονηρὰ δεχομένου βουλεύματα, μάταιος τοῖς ἐπιβουλεύουσιν ἦν ἡ σπουδή. Ὥσπερ γὰρ πόλιν ἐφ̓ ὕψους ᾠκοδομημένην, καὶ περιβόλοις ἰσχυροῖς περιτετειχισμένην, καὶ φάραγξι βαθείαις πάντοθεν κυκλουμένην, οὐκ ἄν τις ἕλῃ πολέμιος,μή τινος τῶν ἔνδον πρὁ??ʼεμένου, καὶ πυλίδας τινὰς ὑπανοίγοντος: οὕτως ἀδύνατον τοῖς ἔξωθεν πολεμοῦσι δαίμοσι τὴν ὑπὸ τῆς θείας χάριτος κυκλουμένης περιγενέσθαι ψυχῆς, εἰ μή τινος λογισμοῦ ῥᾳστώνη πυλίδα τινὰ τῶν ὲν ἡμῖν αἰσθητηρίων ἀνοίξειε, καὶ ταύτης εἴσω τὸν πολέμιον δέξαιτο. Ταῦτα σαφῶς ὑπὸ τῆς θείας πεπαιδευμένοι Γραφῆς οἱ παῤ ἡμῶν εὐφημούμενοι, καὶ ἀκούσαντες τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος, ὡς Ἀνέβη θάνατος διὰ τῶν θυρίδων, οἶόν τισι μοχλοῖς καὶ κλείθροις, τοῖς θείοις

1289
νόμοις τὰ αἰσθητήρια κλείσαντες, τῷ νῷ τὰς τούτων ἐνεχείρισαν κλεῖς: καὶ οὔτε γλῶσσα οὔτε χείλη ἀνεῴγνυτο τοῦ νοῦ μὴ κελεύοντος, οὔτε κόρη μὴ ἐπιτρεπομένη προκύπτειν τῶν βλεφάρων ἠνείχετο: ἀκοὴ δὲ βλεφάροις ἤ χείλεσιν ἀποτειχίσαι μὴ δυναμένη τὴν εἴσοδον, τοὺς ἀνοήτους ἀπεωθεῖτο τῶν λόγων, κἀκείνους ἐδέχετο μόνους, οἷς ὁ νοῦς ἐπετέρπετο.

Οὕτω τὴν ὄσφρησιν ἐπαίδευσαν μὴ τὰ εὐώδη ποθεῖν, ἄτε δὴ χαυνοῦν καὶ χαλᾷν πεφυκότα. Οὕτω τῆς γαστρὸς τὸν κόρον ἐξήλασαν, καὶ τοιαῦτα λαμβάνειν ἐδίδαξαν, οἶα οὐχ ἡδονὴν, ἀλλὰ χρείαν ἐπλήῥ??ʼ, καὶ ταῦτα τοσαῦτα, ὅσα τὸν ἐκ λιμοῦ κωλύειν ἠδύνατο θάνατον. Οὕτω τὴν γλυκεῖαν τοῦ ὕπνου τυραννίδα κατέλυσαν, καὶ τὰ βλέφαρα τῆς τούτου δουλείας ἐλευθερώσαντες, κρατεῖν ἀντὶ τοῦ δουλεύειν ἐπαίδευσαν, καὶ δέχεσθαι τὴν παῤ αὐτοῦ χρείαν, οὐχ ὅταν αὐτὸς ἐπίοι, ἀλλ̓ὅταν αὐτοὶ καλῶσιν εἰς βραχεῖαν ἐπικουρίαν τῆς φύσεως. Οὕτω τοιγαροῦν τῆς τῶν τειχῶν καὶ τῶν πυλῶν φροντίσαντες φυλακῆς. καὶ τοῖς ἔνδον λογισμοῖς τὴν ὁμόνοιαν πρυτανεύσαντες, τοὺς ἔξωθεν ἐπιόντας ἀντιπάλους ἐγέλων, ἐπεισιέναι μὲν βίᾳ διὰ τὴν τῆς θείας χάριτος οὐ δυναμένους ἀσφάλειαν, οὐδένα δὲ προδότην εὑρίσκοντες εἰσδέχεσθαι τοὺς δυσμενεῖς προαιρούμενον: καὶ τὴν φύσιν ἀόρατον ἔχοντες οἱ πολέμιοι, σώματος ὁρωμένου, καὶ ταῖς τῆς φύσεως ἀνάγκαις ὑποκειμένου, κρατεῖν οὐκ ἡδύναντο. Ὁ γὰρ ἡνίοχος τούτου, καὶ μουσικὸς, καὶ κυβερνήτης, ἄριστα μὲν κατέχων τὰς ἠνίας, ἐν τάξει φέρεσθαι τοὺς ἵππους ἀνέπεισε: ῥυθμῷ δὲ τὰς τῶν αἰσθήσεων χορδὰς τὴν παναρμόνιον ἠχὴν ἀποτελεῖν παρεσκεύασεν: ἐπιστημόνως δὲ κινῶν τὰ πηδάλια, καὶ τῶν κυμάτων τὴν προσβολὴν, καὶ τὴν τῶν πνευμάτων διέλυσεν ἐμβολήν.

Τούτους τοίνυν τοὺς διὰ πόνων μυρίων τὸν βίον ὁδεύσαντας, ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις τὸ σῶμα δαμάσαντας, καὶ γέλωτος μὲν τὸ πάθος ἀγνοήσαντας, ἐν κλαυθμῷ δὲ καὶ δάκρυσιν ἅπαντα τὸν βίον δαπανήσαντας: καὶ τρυφὴν μὲν Συβαριτικὴν τὴν ἀσιτίαν νομίσαντας, ὕπνον δὲ ἥδιστον τὴν ἐπίπονον ἀγρυπνίαν, στρωμνὴν δὲ μαλακὴν τὴν τοῦ ἐδάφους ἀντιτυπίαν, ἡδονὴν ἄμετρόν τε καὶ ἄπλειστον, τὴν ἐν ταῖς προσευχαῖς καὶ ψαλμῳδίαις διατριβήν: τούτους τοὺς πᾶν εἶδος ἀρετῆς συνειληχότας τίς οὑκ ἃν εἰκότως θαυμάσειε ; μᾶλλον δὲ τίς ἃν πρὸς ἀξίαν εὐφημήσειεν ; Οἶδα μὲν οὖν κἀγὼ σαφῶς. ὡς τῆς τούτων ἀρετῆς οὐδεὶς ἄν ἐφίκοιτο λόγος: ἐγχειρητέον δ̓ ὅμως. Οὐ γὰρ ἄν καλῶς ἔχοι, εἰ ὅτι τελέως ἄνδρες ἐγένοντο φιλοσοφίας τῆς ἀληθοῦς ἐρασταὶ, διὰ τοῦτο μηδὲ μειόνων τύχοιεν ἐπαίνων. Γράψομεν δὲ τὴν εὐφημίαν οὐ κοινῇ πᾶσι μίαν: διάφορα γὰρ αὐτοῖς θεόθεν ἐδόθη χαρίσματα, καὶ τοῦτο διδάσκων ὁ μακάριος ἔλεγε Παῦλος: ᾮ μὲν διὰ τοῦ Πνεύματος δέδοται λόγος σοφίας: ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα: ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι: ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων: ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν, Καὶ δεικνὺς τὴν

1292
τούτων ἀπάντων πηγὴν ἐπήγαγε: Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἔν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ἐπειδὴ τοίνυν διαφόρων τετυχήκασι δωρεῶν, εἰκότως ἰδίᾳ ἑκάστου ποιησόμεθα τὸ διήγημα: οὐχ ἅπαντα διεξιόντες τὰ πεπολιτευμένα: εἰς γὰρ τὴν τοιαύτην συγγραφὴν οὑδὲ ἅπας ἄν ὁ βίος ἀρκέσειεν: ἀλλ̓ ὀλίγα τῶν ἑκάστῳ βεβιωμένων ἢ πεπραγμένων διηγησάμενοι, καὶ διὰ τῶν ὀλίγων τοῦ παντὸς βίου τὸν χαρακτῆρα παραδείξαντες, ἐφ̓ ἕτερον βαδιούμεθα. Οὐ πάντων δὲ τῶν ἁπανταχοῦ διαπρεψάντων ἁγίων τὴν πολιτείαν ἱστορίᾳ παραδοῦναι πειρασόμεθα: οὔτε γὰρ ἴσμεν τοὺς πανταχου διαλάμψαντας, οὔτε δυνατὸν ἅπαντας ὑφ̓ ἑνὸς συγγραφῆναι.

Μόνων τοίνυν τῶν κατὰ τὴν ἔω φωστήρων δίκην ἀναφανέντων, καὶ ταῖς ἀκτῖσι τὰ τῆς οἰκουμένης τέρματα κατειληφότων, ἀναγράψω τὸν βίον.

Ἀφηγηματικῶς δὲ ὁ λόγος προβήσεται, οὐ νόμοις ἐγκωμίων χρώμενος, ἀλλ̓ ὀλίγων τινῶν ἀτεχνῶς ποιούμενος τὴν διήγησιν. Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τῇδε τῇ φιλοθέῳ ἱστορίᾳ, ἢ ἀσκητικῇ πολιτείᾳ: ὡς γὰρ βούλεταί τις καλείτω τὸ σύγγραμμα: μὴ ἀπιστεῖν τοῖς λεγομένοις, εἴ τε ὑπὲρ τὴν ἑαυτῶν ἀκούοιεν δύναμιν. μηδὲ σφίσιν αὐτοῖς τὴν ἐκείνων μετρεῖν ἀρετήν: ἀλλ̓εἰδέναι σαφῶς. ὡς ταῖς τῶν εὐσεβῶν γνώμαις μετρεῖν εἴωθεν ὁ Θεὸς τοῦ ἁγίου Πνεύματος τὰ χαρίσματα, καὶ ταῖς τελειοτέραις τὰ μείζονα δίδωσι. Ταῦτα δέ μοι πρὸς τοὺς οὐ λίαν ἀκριβῶς τὰ θεῖα μεμυημένους εἰρήσθω. Οἱ γὰρ μύσται τῶν ἀδύτων τοῦ Πνεύματος ἴσασι τὰς φιλοτιμίας τοῦ Πνεύματος, καὶ οἶα δἰ ἀνθρώπων ἐν ἀνθρώποις θαυματουργεῖ, τῇ τῶν τεράτων μεγαλουργίᾳ τοὺς ἀπίστους εἰς θεογνωσίαν ἐφελκόμενον. Ὁ δὲ τοῖς παῤ ἡμῶν ῥηθησομένων ἀπιστήσων, εὔδηλον ὡς οὐδὲ τοῖς διὰ Μωσέως, καὶ Ἰησοῦ, καὶ Ἠλία, καὶ Ἑλισσαίου γεγενημένοις ὡς ἀληθέσι πιστεύσειε, μῦθον δὲ ἡγεῖται καὶ τὰς διὰ τῶν ἱερῶν ἀποστόλων γεγενημένας θαυματουργίας. Εἰ δὲ ἐκείνοις ἀλήθειαν μαρτυρεῖ, ψεύδους ἐλεύθερα εἶναι πιστευέτω καὶ ταῦτα. Ἡ γὰρ ὲν ἐκείνοις ἐνεργήσασα χάρις, αὕτη καὶ διὰ τούτων ἐνεργηκέναι πεποίηκεν. Ἀένναος δὲ ἡ χάρις, καὶ τοὺς ἀξίους ἐκλεγομένη, οἷον διά τινων κρουνῶν ἀναβλύζει διὰ τούτων τῆς εὐεργεσίας τά νάματα. Τῶν δὲ λεχθησομένων ἐνίων μὲν αὐτόπτης ἐγενόμην ἐγώ: ὅσα δὲ μὴ τεθέαμαι, παρὰ τῶν ἐκείνους τεθεαμένων ἀκήκοα, ἀνδρῶν ἀρετῆς ἐραστῶν, καὶ τῆς ἐκείνων θέας καὶ διδασκαλίας ἠξιωμένων: ἀξιόχρεως δὲ καὶ τὴν εὐαγγελικὴν συγγράφων διδασκαλίαν οὐ μόνον Ματθαῖος καὶ Ἰωάννης, οἱ πρῶτοι καὶ μεγάλοι τῶν εὐαγγελιστῶν, οἱ τῶν Δεσποτικῶν θαυμάτων αὐτόπται: ἀλλὰ καὶ Λουκᾶς, καὶ Μάρκος, οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται, καὶ ὑπηρέται τοῦ λόγου, οὐ μόνον ἃ πέπονθέ τε καὶ δέδρακεν ὁ Δεσπότης, ἀλλὰ καὶ ἃ διδάσκων διετέλεσεν, ἀκριβῶς ἐξεπαίδευσαν.

Καὶ μὴ γεγενημένος γὰρ αὐτόπτης ὁ μακάριος Λουκᾶς, τῆς συγγραφῆς ἀρξάμενος περὶ πεπληροφορημένων πραγμάτων ποιεῖσθαί φησι τὴν διήγησιν: καὶ ἡμεῖς δὲ, ἀκούοντες ὅτι οὐκ αὐτόπτης ἐγένετο τούτων αὐτῶν διηγημάτων, ἀλλὸ παῤ ἄλλων ταύτην

1293
τὴν διδασκαλίαν παρέλαβεν, οὐδὲν ἦττον αὐτῷ καὶ Μάρκῳ προσέχομεν, ἢ Ματθαίῳ καὶ Ἰωάννῃ. Ἀξιόχρεως γὰρ ἑκάτερος διηγούμενος, ἅτε δὴ παρὰ τῶν τεθεαμένων δεδιδαγμένος. Τοιγάρτοι καὶ ἡμεῖς τὰ μὲν ἐροῦμεν ὡς αὐτόπται, τὰ δὲ τοῖς αὐτόπταις διηγησαμένοις πεπιστευκότες, ἀνδράσι τὸν ἐκείνων βίον ἐζηλωκόσι. Πλείονας δὲ περὶ τούτου δεδαπάνηκα λόγους, πεῖσαι βουλόμενος ὡς ἀληθῆ διηγήσομαι. Ἄρξομαι δὲ τῆς διηγήσεως ἔνθεν ἑλών.