Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Μὡ??ʼσῆς ὁ θεῖος ὁ νομοθέτης, ὁ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας, καὶ τὴν ἄνυδρον ἔρημον ὕδασι κατακλύσας, καὶ τὰ ἄλλα πάντα θαυματουργήσας, τῶν πάλαι γεγενημένων ἁγίων τὴν πολιτείαν συνέγραψεν, οὐ τῇ σοφίᾳ χρησάμενος, ἤν παρὰ τῶν Αἰγυπτίων μεμάθηκεν, ἀλλὰ τῆς ἄνωθεν χάριτος τὴν αἴγλην δεξάμενος. Πόθεν γὰρ ἃν ἔμαθεν ἄλλοθεν τοῦ Ἄβελ τὴν ἀρετὴν, καὶ τοῦ Ἐνὼχ τὸ φιλόθεον, καὶ τοῦ Νῶε τὸ δίκαιον, καὶ τὴν εὐσεβῆ τοῦ Μελχισεδὲκ ἱερωσύνην, καὶ τοῦ Ἀβραὰμ τὴν κλῆσιν, τὴν πίστιν, τὴν καρτερίαν, τὴν ἐπιμελῆ φιλοξενίαν, τὴν πολυθρύλλητον τοῦ παιδὸς ἱερουργίαν, καὶ τὸν τῶν ἄλλων κατορθωμάτων κατάλογον, καὶ συντόμως εἰπεῖν, τῶν θεσπεσίων ἐκείνων ἀνδρῶν τοὺς ἀγῶνας, καὶ νίκας. τὰς ἀναῤῥήσεις, εἰ μὴ τοῦ νοεροῦ καὶ Θείου Πνεύματος τὰς ἀκτῖνας ἐδέξατο; Ταύτης ἐπὶ τοῦ παρόντος κἀμοὶ δεῖ τῆς συνεργίας, τῶν ὀλίγον πρὸ ἡμῶν καὶ ἐφ̓ ἡμῶν δὲ λαμψάντων ἀγίων τὸν βίον πειρωμένῳ συγγράψαι, καὶ οἷόν τινα νομοθεσίαν τοῖς ζηλοῦν ἐθέλουσι βουλομένῳ προτεῖναι. Τὰς τούτων τοίνυν προσευχὰς ἐπικλητἕ??ʼν, καὶ τῆς διηγήσεως ἀρκτέον.

Νίσιβίς ἐστι πόλις ἐν μεθορίῳ τῆς Ῥωμαίων καὶ Περσῶν βασιλείας, ἣ πάλαι μὲν Ῥωμαίοις ἐδασμοφόρει, καὶ ὑπὸ τὴν τούτων ἡγεμονίαν ἐτέλει. Ἐκ ταύτης ὁρμώμενος ὁ μέγας Ἰάκωβος, τὸν ἐρημικὸν καὶ ἡσύχιον ἠσπάσατο βίον, καὶ τὰς τῶν ὑψηλοτάτων ὀρῶν καταλαβὼν κορυφᾶς, ἐν ἐκείναις διῆγεν: ἐν ἔαρι μὲν, καὶ θέρει, καὶ μετοπώρῳ ταῖς λόχμαις χρώμενος, καὶ ὄροφον ἔχων τὸν οὐρανόν: τὸν δὲ τοῦ χειμῶνος καιρὸν ἄντρον αὐτὸν ὑπεδέχετο, βραχεῖαν σκέπην παρέχον. Τροφὴν δὲ εἶχεν, οὐ τὴν μετὰ πόνου σπειρομένην καὶ φυομένην, ἀλλὰ τὴν αὐτομάτως βλαστάνουσαν.

Τῶν γὰρ ἀγρίων δένδρων τοὺς αὐτοφυεῖς συλλέγων καρποὺς, καὶ τῶν βοτανῶν τὰς ἐδωδίμους καὶ λαχανώδεις, ἐκ τούτων ἐδίδου τῷ σώματι τὰ εἰς τὸ ζῇν ἀποχρῶντα, τὴν τοῦ πυρὸς παραιτούμενος χρείαν. Περιττὴ δὲ ἦν αὐτῷ καὶ τῶν ἐρίων ἡ χρῆσις: αἱ γὰρ τραχύτατοι τῶν αἰγῶν τρίχες τὰ ἐκείνων ἐπλήρουν. Ἐκ τούτων αὐτῷ καὶ χιτὼν ἐγένετο, καὶ τὸ ἁπλοῦν περιβόλαιον. Οὕτω τὸ σῶμα κατατρύχων, καὶ τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ ψυχῇ. καὶ τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων, καὶ κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων Πνεύματος, ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον Ἀπόστολον, Τὴν δόξαν Κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν,

1296
καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἐντεῦθεν ἡ πρὸς τὸν Θεὸν αὐτῷ παῤῥησία καθ̓ ἑκάστην ηὔξετο τὴν ἡμέραν, καὶ αἰτῶν ἃ τὸν Θεὸν αἰτεῖν ἕσει, παραυτίκα ἐλάμβανεν. Ἐντεῦθεν καὶ τὰ ἐσόμενα προφητικῶς προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ἐδέξατο χάριτος. Τούτων ὀλίγα διηγήσομαι, καὶ τῆς ἀποστολικῆς αὐτοῦ λαμπηδόνος τοῖς ἀγνοοῦσι τὴν ἀκτῖνα δηλώσω.

Ἤκμαζε κατ̓ ἐκεῖνον τὸν καιρὸν ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία, καὶ τὰ μὲν ἄψυχα ξόανα τὸ θεῖον σέβας ἐσφετερίζετο, ἡ δὲ τοῦ θεοῦ θεραπεία ὑπὸ τῶν πλείστων κατημελεῖτο: εὐκαταφρόνητοι δὲ ἦσαν οἱ κοινωνεῖν μὲν οὐκ ἐθέλοντες ἐκείνοις τῆς μέθης, ἀκριβῆ δὲ, ἅτε δὴ καθεστηκότες, τὴν τῶν ὄντων διάκρισιν ἔχοντες, καὶ τὴν μὲν τῶν εἰδώλων γελῶντες ἀσθένειαν, τὸν τῶν ὅλων δὲ προσκυνοῦντες Δημιουργόν.

Κατ̓ ἐκεῖνον τὸν καιρὸν τὴν Περσίδα κατέλαβε, τὰ φυτὰ τῆς εὐσεβείας ὀψόμενος, καὶ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσοίσων: πηγὴν δὲ αὐτοῦ τινα διιόντος, κόραι τινὲς πλυνοῖς ἐφεστῶσαι, καὶ ἱμάτια τοῖς ποσὶν ἀποῤῥύπτουσαι, οὑδὲ τοῦ σχήματος τὸ καινοπρεπὲς κατῃδέσθησαν, ἀλλὰ τὴν αἰδὼ ἀποῤῥίψασαι, ἀπηρυθριασμένῳ προσώπῳ, καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὸν θεῖον ἄνθρωπον ἐθεώρουν, οὔτε τὰς κεφαλὰς συγκαλύπτουσαι, οὐδὲ τὰ ἀνεζωσμένα χαλῶσαι ἱμάτια. Τοῦτο δυσχεράνας ὁ τοῦ θεοῦ ἄνθρωπος, καὶ δεῖξαι τοῦ Θεοῦ τὴν δύναμιν εἰς καιρὸν ἐθελήσας, ἴνα τῇ θαυματουργίᾳ τῆς ἀσεβείας ἐλευθερώσῃ, ἐπηράσατο μὲν τῇ πηγῇ, καὶ φροῦδον παραυτίκα τὸ ῥεῖθρον ἐγένετο: ἐπηράσατο δὲ ταῖς μείραξι, καὶ τὴν ἀναίσχυντον αὐτῶν νεότητα προώρῳ ἐκόλασε πολιᾷ, καὶ εἵπετο τῷ λόγῳ τὸ ἔργον: καὶ τὸ μέλαν τῶν τριχῶν ἐνηλλάττετο, καὶ εἰώκεσαν νεοφύτοις δένδροις ἐν ἔαρι μετοπωρινὰ φύλλα περικειμένοις.

Οὕτως αἰσθόμεναι τῆς τιμωρίας: τῆς τε γὰρ πηγῆς ἀπέδρα τὰ νάματα, καὶ τἀς ἀλλήλων θεώμεναι κεφαλὰς, ἑώρων τὴν ἀθρόαν ἐκείνην μεταβολήν: ἔδραμον εἰς τὴν πόλιν τὸ συμβὰν ἀπαγγέλλουσαι. Οἱ δὲ δραμόντες, καὶ τὸν μέγαν καταλαβόντες Ἰάκωβον, ἱκέτευον χαλᾶσαι τὴν ὀργὴν, καὶ λῦσαι τὴν τιμωρίαν. Ὁ δὲ μηδὲ βραχὺ μελλήσας, προσέφερε μὲν τῷ Δεσπότῃ τὴν ἱκεσίαν, ἐκέλευε δὲ πάλιν ἀναβλῦσαι τὰ νάματα: τὰ δὲ παραυτίκα πάλιν ἐκ τῶν οἰκείων ἀνεφαίνετο ταμιείων, τοῖς τοῦ δικαίου μετοχετευόμενα νεύμασιν. Οἱ δὲ τούτων τετυχηκότες, καὶ τοῖς πλοκάμοις τῶν θυγατέρων τὴν προτέραν ἠντιβόλουν χρόαν ἀποδοθῆναι. Τὸν δὲ εἶξαι μὲν καὶ τοῦτό φασιν, ἐπιζητῆσαι δὲ τἀς κόρας, τἀς τὴν παιδείαν ἐκείνην δεξαμένας: καὶ ἐπειδὴ οὐκ ἀφίκοντο, ἐᾶσαι τὴν τιμωρίαν, δίδαγμα σωφροσύνης, καὶ εὐκοσμίας ὑπόθεσιν, καὶ τῆς θείας δυνάμεως ὑπόμνημα διηνεκές τε καὶ ἐναργές. Τοιοῦτον τοῦ νέου τούτου Μωῦσέως τὸ θαῦμα, οὐ πληγῇ ῥάβδου γενόμενον, ἀλλὰ τῷ τοῦ σταυροῦ σημείῳ δεξάμενον τὴν ἐνέργειαν. Ἐγὼ δὲ πρὸς τῇ θαυματουργίᾳ κομιδῇ θαυμάζω καὶ τὴν πραότητα. Οὐδὲ γὰρ ὡς ὁ μέγας Ἐλισσαῖος ἄρκοις αἱμοβόροις τἀς ἀναιδεῖς ἐκείνας παρέδωκε κόρας: ἀλλ̓ ἀβλαβεῖ τινι παιδείᾳ, καὶ σμικρὰν ἐχούσῃ τὴν ἀκοσμίαν χρησάμενος,

1297
εὐσέβειαν ὁμοῦ καὶ εὐκοσμίαν ἐδίδαξε. Καὶ ταῦτα ἔφην, οὐκ ἀπήνειαν τοῦ προφήτου κατηγορῶν, μὴ οὕτω μανείην: ἀλλὰ δεικνὺς ὡς ἐκείνην ἔχων τὴν δύναμιν, τῇ τοῦ Χριστοῦ πραότητι, καὶ τῇ Καινῇ Διαθήκῃ ἐπετέλει τὰ πρόσφορα. Οὗτος ἄλλοτέ ποτε δικαστὴν Πέρσην ἀδίκῳ ψήφῳ χρησάμενον θεασάμενος, λίθῳ τινὶ μεγίστῳ παρακειμένῳ ἐπαρασάμενος, συντριβῆναι καὶ σκεδασθῆναι, καὶ τούτῳ διελέγξαι τὴν ἄδικον ἐκείνου παρηγγύησε ψῆφον. Παραυτίκα δὲ τοῦ λίθου εἰς μυρία μόρια μερισθέντος, ἐξεδειματώθησαν οἱ παρόντες: φρίκης δὲ ἀνάπλεως ὁ δικαστὴς γενόμενος, ἀνεκαλέσατο μὲν τὴν προτέραν, ἑτέραν δὲ δικαίαν ἐπήνεγκε ψῆφον: κἀνταῦθα τὸν οἰκεῖον Δεσπότην ἐζήλωσεν: ὃς δεῖξαι βουληθεὶς ὡς ἑκὼν ὑπομένει τὸ πάθος, καὶ ῥᾳδίως ἂν ἐθελήσας τοὺς ἀλιτηρίους ἐκόλασεν, οὐκ αὐτοῖς ἐπήνεγκε τιμωρίαν, ἀλλὰ τὴν ἄψυχον συκῆν λόγῳ ξηράνας, τὴν οἰκείαν ἔδειξε δύναμιν. Ταύτην καὶ αὐτὸς τὴν φιλανθρωπίαν μιμούμενος, οὐ τὸν ἄδικον ἐκόλασε δικαστὴν, ἀλλὰ τῇ τοῦ λίθου πληγῇ δικαιοσύνην αὐτὸν ἐδίδαξεν.

Ἐν τούτοις διαπρέπων καὶ πᾶσιν ἐπέραστος ὢν, καὶ ὲν ταῖς ἀπάντων περιφερόμενος γλώσσαις, εἰς τὴν τῆς ἀρχιερωσύνης ἔρχεται λειτουργίαν, καὶ τῆς πατρίδος λαγχάνει τὴν προστασίαν. Ἐναλλάξας δὲ τὴν ὄρειον ἐκείνην διατριβὴν, καὶ τὴν ὲν ἄστει διαγωγὴν οὐ κατὰ γνώμην ἑλόμενος, οὔτε τὴν τροφὴν, οὔτε τὴν ἀμπεχόνην ἐνήλλαξεν: ἀλλὰ τὰ μὲν χωρία ἠμείβετο, ἡ δὲ πολιτεία μεταβολὴν οὐκ ἐδέχετο. Οἱ δὲ πόνοι προσθήκην ἐλάμβανον, καὶ πολλαπλάσιοι τῶν προτέρων ἐγένοντο. Τῇ γὰρ νηστείᾳ καὶ χαμευνίᾳ, καὶ τῇ τοῦ σάκκου περιβολῇ, ἐπεισῄεσαν αἱ δἰ ὄλου τῶν δεομένων φροντίδες: χηρῶν, φημὶ, ἐπιμέλειαι, καὶ ὀρφανῶν κηδεμονίαι, καὶ τῶν ἀδικούντων οἱ ἔλεγχοι, τῶν δὲ ἀδικουμένων ἡ δικαία ἐπικουρία.

Καὶ τί δεῖ πρὸς εἰδότας ἅπαντα καταλέγεσθαι, ἃ τοὺς ταύτην ἀναδεδεγμένους περιστοιχίζει τὴν πρόνοιαν; Διαφερόντως δὲ ἐκεῖνος τοὺς τοιούτους πόνους ἠσπάζετο, ἅτε δὴ διαφερόντως καὶ ποθῶν καὶ δεδιὼς τὸν τῶν προβάτων Κύριον. Ὅσῳ δὲ πλείονα τῆς ἀρετῆς τὸν πλοῦτον συνέλεγε, τοσούτῳ μειζόνως καὶ τῆς τοῦ παναγίου Πνεύματος ἀπήλαυε χάριτος. Καὶ δή ποτε εἴς τινα κώμην αὐτῷ ἢ πόλιν ἀπαίροντι: οὐ γὰρ ἔχω λέγειν ἀκριβῶς τὸ χωρίον: προσίασί τινες πένητες, ἔνα τινὰ τῶν συνόντων ὡς τεθνεῶτα προτεθεικότες, καί τινα πρὸς τὴν ἐκείνου ταφὴν ἐπιτήδεια λαβεῖν ἱκετεύοντες. Ὁ δὲ εἶξεν ἀντιβολοῦσι: τῷ Θεῷ δὲ ὡς ὑπὲρ τεθνεῶτος τὴν ἱκεσίαν προσέφερεν, ἀφεῖναι παρακαλῶν τὰ κατὰ τὸν βίον πλημμεληθέντα, καὶ τοῦ τῶν δικαίων ἀξιῶσαι χοροῦ. Τούτων λεγομένων. ἀφίπτατο τοῦ τέως σκηπτομένου τὸν θάνατον ἡ ψυχὴ, ἐχορηγεῖτο δὲ τῷ σώματι τὰ καλύμματα: ὡς δὲ μικρὸν προῆλθεν ὁ θεσπέσιος ἄνθρωπος, ἀναστῆναι τὸν κείμενον ἐκέλευον οἱ τὸ δρᾶμα τὁ??ʼτο συντεθεικότες: ὡς δὲ ἑώρων οὐκ ἐπαΐοντα, ἀλλ̓ ἀλήθειαν τὸ σχῆμα γεγενημένον, καὶ εἰς πρόσωπον τὸ προσωπεῖον μεταβληθὲν, καταλαμβάνουσι μὲν τὸν μέγαν Ἰάκωβον, ποτνιώμενοι δὲ καὶ τῶν ποδῶν προκαλινδόμενοι, καὶ τοῦ τολμηθέντος δράματος αἰτίαν εἶναι λέγοντες τὴν

1300
πενίαν ἱκέτευον λῦσαι σφίσιν αὐτοῖς τὴν πλημμέλειαν, καὶ ἀποδοῦναι τῷ κειμένῳ τὴν ἀφαιρεθεῖσαν ψυχήν. Τὴν Δεσποτικὴν τοίνυν φιλανθρωπίαν μιμούμενος, καὶ τὴν ἱκετείαν ἐδέξατο, καὶ τὴν θαυματουργίαν ἐπεδείξατο, τὴν ὑπὸ τῆς εὐχῆς ἀφαιρεθεῖσαν ζωὴν διὰ τῆς εὐχῆς ἀποδοὺς τῷ κειμένῳ. Τοῦτο δὲ ἔμοιγε δοκεῖ τῇ τοῦ μεγάλου Πέτρου ἐοικέναι θαυματουργίᾳ: ὃς τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν κεκλοφότας καὶ ψευσαμένους θανάτῳ παρέπεμψε.

Καὶ γὰρ ὡσαύτως τὴν ἀλήθειαν κεκλοφότα, καὶ τῷ ψεύδει χρησάμενον ἀφείλετο τὴν ζωήν. Ἀλλ̓ ὁ μὲν γνοὺς τὴν κλοπὴν, ἀπεκάλυψε γὰρ ἡ τοῦ Πνεύματος χάρις, τὴν δίκην ἐπήγαγεν: ὁ δὲ τοῦ δράματος ἀγνοῶν τὴν ὑπόθεσιν, προσήνεγκε μὲν τὴν εὐχὴν, ἔστησε δὲ τῷ πεπλασμένῳ τοῦ βίου τὸν δρόμον: καὶ ὁ μὲν θεῖος Ἀπόστολος οὐκ ἔλυσε τοῖς τεθνηκόσι τὴν συμφοράν ʽδέους γὰρ ἔχρῃζε τοῦ σωτηρίου κηρύγματος τὰ προοίμιἀ: ὁ δὲ τῆς ἀποστολικῆς ὑπάρχων ἀνάπλεως χάριτος, καὶ ἐκόλασεν εἰς καιρὸν, καὶ ἔλυσε ταχέως τὴν κόλασιν: τούτῳ γὰρ ᾔδει κερδανεῖν τοὺς πταίσαντας. Ἀλλὰ γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἰτέον, καὶ συντόμως κἀκεῖνα ἐξηγητέον.

Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος βλασφημίας πατὴρ καὶ δημιουργὸς. κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκὼς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεὺς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ: κατ̓ ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐῤῥιμμένους εἰς ὕψος ἀνήγειρεν. Ἐπειδὴ τοίνυν οὗτος πάντας τοὺς τῶν Ἐκκλησιῶν προέδρους κατ̓ ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων, οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος.

Τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις. Ἐν τοίνυν τῇ μεγάλῃ συνόδῳ, πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων: ἦσαν γὰρ ὀλίγοι τινὲς, οἴ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάῤῥουν ἀσέβειαν, ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωοίμοις, τοῖς δὲ ἀκριβέσι τῆς ἀληθείας μύσταις καὶ μάλα δήλοις: ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπὶ τοῦ παρόντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως ὁμολογία: ὑπεσημήναντο δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν καὶ φρονεῖν ὡμολόγησαν: ἀλλ̓ οἱ πλείους μὲν ἄσμενοι τοῦτο ἐποίουν: ἑπτὰ δέ τινες τῆς Ἀρείου βλασφημίας συνήγοροι, τῇ μὲν γλώττῃ καὶ τῇ χειρὶ συνωμολόγησαν, ἀντιφθεγγομένην δὲ τῇ γλώττῃ τὴν γνώμην ἐκέκτηντο, κατὰ τὴν προφητείαν τὴν λέγουσαν: Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ̓ ἐμοῦ: καὶ κατὰ τὴν

1301
Ἱερεμίου φωνὴν τὴν διαῤῥήδην βοῶσαν: Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Σύμφωνα δὲ τούτοις περὶ τούτων καὶ ὁ μακάριος ἔφη Δαβίδ: Τῷ στόματι αὐτῶν ηὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Καὶ πάλιν: Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Οὗτοι τὸν τῆς Ἀλεξανδρέων ἐπίσκοπον τὸν μέγαν Ἀλέξανδρον παρεκάλουν, οἰκτεῖραι τὸν Ἄρειον ὑπὸ πάσης ἐκείνης ἀποκηρυχθέντα τῆς φάλαγγος: τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος, καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου, καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν: ἄλλοι τινὲς τῶν ἁπλότητι συνεζηκότων, πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων Θεόν. Ἐπειδὴ δὲ ὁ μέγας Ἀλέξανδρος τὴν ἄδικον περὶ ἕνα φιλανθρωπίαν ἀπανθρωπίαν ὠνόμαζε, πολλῶν οὖσαν λυμαντικὴν, καὶ λώβης πρόφασιν ἔσεσθαι τοῖς ποιμνίοις ἅπασιν ἔλεγε: παρῄνει πᾶσιν ὁ θεῖος Ἰάκωβος, τῇ μὲν τῆς νηστείας χρήσασθαι κακουχίᾳ, ἑπτὰ δὲ κατὰ ταὐτὸν ἡμέρας τὸν Θεὸν ἱκετεῦσαι τὸ ταῖς Ἐκκλησίαις συνοῖσον πρυτανεῦσαι.

Δεξαμένων δὲ ἁπάντων τοῦ θείου ἀνδρὸς τὴν εἰσήγησιν: ᾔδεισαν γὰρ αὐτὸν ἀποστολικοῖς χαρίσμασι λάμποντα: ἐκεράννυτο μὲν ἡ νηστεία τῇ προσευχῇ: ἐψηφίζετο δὲ ταῖς Ἐκκλησίαις ὁ τούτων κυβερνήτης τὸ συμφέρον. Καὶ ἐπειδὴ ἀπήντησεν ἡ Κυριακὴ, καθ̓ ἤν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρὸς, καὶ προσέμενον ἄπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα. Ἐν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ ἀλάστωρ ἐκεῖνος τῆς ἀπλήστου τροφῆς ἐκκρίνων τὰ περιττώματα, καὶ τὰ τούτων μετὰ τούτων ἐξέκρινε δοχεῖα. Οὕτω δὲ τῶν σπλάγχων αὐτοῦ διαλυθέντων, καὶ σὺν τῇ κόπρῳ κεχωρηκότων, ἐξέπεσεν ὁ δείλαιος παραχρῆμα, καὶ τὸν αἴσχιστον ἐκεῖνον ὑπέμεινε θάνατον, τῆς δυσώδους αὐτοῦ βλασφημίας ἐν δυσώδεσι χωρίοις εἰσπραχθεὶς τὰς εὐθύνας, καὶ διὰ τῆς Ἰακώβου τοῦ μεγάλου γλώττης δεξάμενος τὴν σφαγήν.

Θαυμάζει μὲν οὖν ἡ θεία Γραφὴ Φινεὲς τὸν ἱερέα, καὶ εἰκότως θαυμάζει, ὅτι τὸν ὀλέθρου λαῷ γινόμενον πρόξενον κατέσφαξε, τὸν Ζαμβρή: διὸ καὶ ψάλλων ὁ μακάριος ἔλεγε Δαβίδ: Ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις: καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. Ἀλλ̓ ὅμως ἐκεῖνος ὅπλῳ πολεμικῷ χρησάμενος, τὴν δικαίαν καὶ πολυθρύλλητον ἐκείνην εἰργάσατο σφαγήν: τούτῳ δὲ ἤρκεσεν ἀντὶ δόρατος καὶ ξίφους ἡ γλῶττα, καὶ ἀνεῖλε τὸν ἀσεβῆ, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Ἀπόχρη δὲ τοῦτο μόνον τῶν τῆς Ἀρείου δυσσεβείας κληρονόμων διελέγξαι τὴν ἄνοιαν. Ὁ γὰρ τοσοῦτος ἀνὴρ, τῶν μὲν ὐφ̓ ἡμῶν πρεσβευομένων δογμάτων κήρυξ ἦν καὶ συνήγορος: οὕτω δὲ κομιδῇ τὴν τούτων ἀσέβειαν ἐβδελύττετο, ὅτι καὶ τὸν αὐτῆς πατέρα κατηκόντισεν, ὅπλῳ τῇ γλώττῃ χρησάμενος. Ἐπειδὴ δὲ ὁ σύλλογος ὁ ἱερὸς

1304
διελύθη, καὶ τὴν οἰκείαν οἰκίαν κατέλαβεν ἕκαστος, ἐπανῆκε καὶ οὗτος οἷά τις ἀριστεὺς καὶ νικηφόρος τοῖς τῆς εὐσεβείας τροπαίοις ἐπαγαλλόμενος. Χρόνου δὲ διελθόντος ὁ μὲν μέγας ἐκεῖνος καὶ θαυμάσιος βασιλεὺς μετὰ τῶν τῆς εὐσεβείας στεφάνων ὑπεξῄει τὸν βίον: οἱ δὲ ἐκείνου παῖδες τῆς οἰκουμένης τὴν ἡγεμονίαν ἐκληρονόμουν. Τότε ὁ Περσῶν βασιλεὺς, Σαπώρης ὄνομα τούτῳ ἦν, καταφρονήσας τῶν παίδων, ὡς οὐ τὰ αὐτὰ τῷ πατρὶ δυναμένων, ἐπεστράτευσε τῇ Νισίβει, παμπόλλην μὲν ἄγων ἵππον, παμπόλλην δὲ πεζὴν στρατιάν: εἶχε δὲ καὶ ἐλέφαντας ὅτι πλείστους. Καὶ διελὼν ὡς εἰς πολιορκίαν τὴν στρατιὰν, περιεκάθισε κύκλῳ, καὶ μηχανήματα ἵστη, καὶ τύρσεις ἀνῳκοδόμει, καὶ σταυρώματα καταπηγνὺς, καὶ τὰ μέσα τούτων φορμηδὸν περιφράττων τοῖς κλάδοις, ἐκέλευε προσχοῦν τοῖς στρατιώταις, καὶ πύργους ἀντεγείρειν τοῖς πύργοις. Εἶτα ἐκεῖ τοὺς τοξότας ἀναβιβάζων, καὶ ἀφιέναι κατὰ τῶν ἐπὶ τοῦ τείχους ἑστηκότων τὰ βέλη κελεύων, ἄλλοις κάτωθεν ὑπορύττειν τὸ τεῖχος ἐκέλευεν. Ὡς δὲ ἄπρακτα πάντα ἐγίνετο, τῇ τοῦ θεσπεσίου ἀνδρὸς διαλυόμενα προσευχῇ, τέλος τοῦ παραῤῥέοντος ποταμοῦ τὸ ῥεῦμα τῇ πολυχειρίᾳ κωλύσας, καὶ τῇ ἀποτειχίσει κεκωλυμένον τοῦ ποταμοῦ ὅτι πλεῖστον συναθροίσας, ἐπαφῆκεν ἀθρόον κατὰ τοῦ τείχους, οἷόν τινι μηχανήματι τούτῳ σφοδροτάτῳ χρησάμενος. Τὸ δὲ οὐκ ἤνεγκε τὴν τοῦ ὕδατος ἐμβολήν: ἀλλὰ τῇ ῥύμῃ κατασεισθεὶς, ἄρδην ἅπαν τὸ κατ̓ ἐκεῖνο μέρος κατέπεσεν.

Οἱ δὲ μέγα ἐβόων, ὡς εὐαλώτου γενομένου τοῦ ἄστεος. Τὸ γὰρ μέγα τεῖχος τῶν ἐνοικούντων ἠγνόουν: ἀνεβάλλοντο δὲ ὅμως τὴν προσβολὴν, ἄβατον ὁρῶντες ὑπὸ τῶν ὑδάτων γενομένην τὴν πόλιν.

Πόῤῥω τοίνυν ὑποχωρήσαντες, ὡς τοῦ πόνου σφίσι λωφήσαντος, αὐτοί τε διανεπαύοντο, καὶ τοὺς ἵππους ἐθεράπευον. Οἱ δὲ τὴν πόλιν οἰκοῦντες εἰς ἱκετείας σφοδροτέρας ἐτρέποντο, πρεσβευτὴν ἔχοντες τὸν μέγαν Ἰάκωβον: οἱ δὲ ἐν ἡλικίᾳ πάντες ἀνῳκοδόμουν σπουδῇ, οὔτε κάλλους οὔτε ἁρμονίας ἐπιμελούμενοι: ἀλλὰ πρὸς τὸ τυχὸν ἅπαντα συντιθέντες, καὶ λίθους, καὶ πλίνθους, καὶ ὅ τι ἅν τις ἐκόμιζε: καὶ ἐν μιᾷ νυκτὶ προὔβη τὸ ἔργον, καὶ τοσοῦτον ἔλαβεν ὕψος, ὅσον ἀπόχρη διακωλῦσαι καὶ τῶν ἵππων τὸν δρόμον, καὶ τῶν ἀνδρῶν τὴν ἄνευ κλιμάκων ἐπίβασιν. Τότε πάντες ἱκετεύουσι τὸν τοῦ Θεοῦ ἄνθρωπον φανῆναι ἐπὶ τοῦ τείχους, καὶ ἀραῖς κατατοξεῦσαι τοὺς πολεμίους.

Ὁ δὲ πεισθεὶς ἀνῄει, καὶ τὰς πολλὰς αὐτῶν θεασάμενος μυριάδας, σκνιφῶν αὐτοῖς καὶ κωνώπων ἐπιπέμψαι νέφος ἱκέτευσε τὸν Θεόν. Καὶ ὁ μὲν ἔλεγεν, ὁ δὲ ἔπεμπε, Μωῦσῇ παραπλησίως πειθόμενος: καὶ οἵ τε ἄνδρες τοῖς θείοις κατετιτρώσκοντο βέλεσιν: οἵ τε ἵπποι καὶ οἱ ἐλέφαντες τὰ δεσμὰ διαῤῥήξαντες ἐδραπέτευον τῇδε κἀκεῖσε σκεδαννύμενοι, καὶ φέρειν ἐκείνας οὐ δυνάμενοι τὰς ἀκίδας. Θεασάμενος τοίνυν ὁ δυσσεβὴς βασιλεὺς τὰ μηχανήματα πάντα ὄνησιν οὐδεμίαν παρεσχηκότα, καὶ τοῦ ποταμοῦ τὴν προσβολὴν ἀνόνητον γεγενημένην: τὸ γὰρ καταπεσὸν ἀνῳκοδόμητο τεῖχος: καὶ τὴν στρατιὰν πᾶσαν, καὶ τοῖς πόνοις ταλαιπωρουμένην, καὶ ὑπαίθριον κακοπαθοῦσαν, καὶ ὑπὸ τῆς θεηλάτου ἐλαυνομένην πληγῆς:

1305
ἰδὼν δὲ καὶ τὸν θεῖον ἄνθρωπον ἐπὶ τοῦ τείχους βαδίζοντα, καὶ τοπάσας αὐτὸν ἐφεστάναι τῷ ἔργῳ τὸν βασιλέα, ἁλουργίδα γὰρ καὶ διάδημα περικείμενος ἑωρᾶτο, ἠγανάκτει μὲν κατὰ τῶν ἐξαπατησάντων καὶ στρατεῦσαι πεισάντων, καὶ τὸν βασιλέα μὴ παρεῖναι φησάντων. Θανάτου δὲ ψῆφον κατὰ τούτων ἐξενεγκὼν, ἔλυσε τὸ στράτευμα, καὶ τὰ οἰκεῖα βασίλεια κατέλαβεν ὅτι τάχιστα. Τοιαῦτα καὶ ἐπὶ τοῦδε τοῦ Ἐζεκίου τεθαυματούργηκεν ὁ Θεὸς, οὐ μείονα ἐκείνων, ἀλλὰ καὶ μείζονα, ὡς ἔμοιγε δοκεῖ. Τὸ γὰρ καὶ τοῦ τείχους καταπεσόντος μὴ ἁλῶναι τὴν πόλιν, ποίαν θαύματος ὑπερβολὴν καταλείπει; Ἐγὼ δὲ πρὸς τούτῳ κἀκεῖνο ἄγαν θαυμάζω, ὅτι καὶ ἀραῖς χρησάμενος, οὐ σκηπτοὺς ᾔτησεν ἐνεχθῆναι, καὶ κεραυνοὺς, ὅπερ Ἠλίας ὁ μέγας ἐκεῖνος ἐποίησεν, ἡνίκα πρὸς αὐτὸν πεντηκόνταρχος ἑκάτερος μετὰ τῆς πεντηκοστύος ἀφίκετο. Ἤκουσε γὰρ τοῦ Κυρίου πρὸς Ἰάκωβον καὶ Ἰωάννην τοὺς τοῦτ̓ αὐτὸ πειραθέντας ποιῆσαι διαῤῥήδην εἰπόντος: Οὐκ οἴδατε ποίου πνεύματός ἐστε; Διὰ τοῦτο οὐ χᾶναι αὐτοῖς τὴν γῆν ᾔτησεν, οὐδὲ πυρὶ παραδοθῆναι τὴν φάλαγγα παρεκάλεσεν, ἀλλὰ τοῖς ζωῦφίοις ἐκείνοις κατατρωθῆναι, καὶ τοῦ Θεοῦ διαγνόντας τὴν δύναμιν ὀψέ ποτε μεταμαθεῖν τὴν εὐσέβειαν. Τοσαύτην εἶχεν ὁ θεῖος οὗτος ἄνθρωπος πρὸς τὸν Θεὸν παῤῥησίαν: τοσαύτης ἄνωθεν ἀπήλαυε χάριτος. Ἐν τούτοις διατελῶν, καὶ καθ̓ ἑκάστην ἐν τοῖς θείοις αὐξανόμενος ἡμέραν, μετὰ τῆς μεγίστης εὐκλείας τόνδε τὸν βίον ἀπέθετο, καὶ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστείλατο. Χρόνου δὲ διελθόντος, καὶ τοῦδε τοῦ ἄστεος ὑπὸ τοῦ τηνικαῦτα κρατοῦντος τῇ Περσικῇ βασιλείᾳ παραδοθέντος, ἐξῄεσαν μὲν ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες, ἔφερον δὲ τοῦ προμάχου τὸ σῶμα, ἀσχάλλοντες μὲν καὶ ὀλοφυρόμενοι τὴν μετοικίαν, ᾅδοντες δὲ τοῦ νικηφόρου ἀριστέως τὴν δύναμιν. Οὐ γὰρ ἂν ἐκείνου περιόντος ὑπὸ βαρβάροις ἐγένοντο. Ταῦτα περὶ τοῦδε τοῦ θείου διεξελθὼν, εἰς ἑτέραν διήγησιν μεταβήσομαι, τῆς τούτου μεταλαχεῖν εὐλογίας ἀντιβολῶν.