Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Τιλλίμα κώμη τίς ἐστι παῤ ἡμῖν, πάλαι μὲν τῆς Μαρκίωνος ἀσεβείας δεξαμένη τὰ σπέρματα, νῦν δὲ τῆς εὐαγγελικῆς ἀπολαύουσα γεωργίας.
Ταύτης πρὸς μεσημβρίαν λόφος τις ἐστὶν, οὕτε λίαν τραχὺς, οὔτε μάλα προσάντης. Ἐν αὐτῷ τὸ ἀσκητικὸν ἐδείματο καταγώγιον Θαλάσσιος ὁ θαυμάσιος,
Καὶ τοῦτο λέγω οὐκ ἀκοῇ μόνῃ πειθόμενος, ἀλλὰ καὶ πείρᾳ χρησάμενος. Κατέλαβον γὰρ τὸν ἄνδρα, καὶ πολλάκις τῆς γλυκείας αὐτοῦ ἀπήλαυσα συνουσίας. Εἰς τὸν τοῦδε χορὸν ἐτέλεσεν ὁ νῦν παρὰ πάντων ᾀδόμενος Λιμναῖος, καὶ κομιδῇ νέος ὤν τὴν παλαίστραν ἐκείνην καταλαβὼν, τὴν ἄκραν ταύτην φιλοσοφίαν καλῶς ἐπαιδεύετο. Καὶ πρῶτον τὸ τῆς γλώττης εἰδὼς εὐόλισθον, μειράκιον ὤν ἔτι, σιγᾷν ἐνομοθέτησε ταύτην, καὶ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον μηδὲν πρὸς μηδένα φθεγγόμενος.
Ἐπειδὴ δὲ ἀποχρώντως τῆς τοῦ θείου πρεσβύτου διδασκαλίας μετέλαχε, καὶ ἐκμαγεῖον ἑαυτὸν τῆς ἐκείνου ἀπέφηνεν ἀρετῆς, παρὰ τὸν μέγαν ἀφίκετο Μάρωνα, οὖ καὶ πρόσθεν ἐμνήσθημεν. Ἀφίκετο δὲ κατὰ τὸν αὐτὸν χρόνον, καθ̓ ὄν ὁ θεῖος Ἰάκωβος.
Πολλὴν δὲ καὶ ἐντεῦθεν πάλιν ὠφέλειαν τρυγήσας, καὶ τὸν ὑπαίθριον βίον ζηλώσας, κορυφὴν ἑτέραν κατέλαβε, κώμης τινὸς ὑπερκειμένην, ἤν ὀνομάζουσι Ταργαλᾶν. Ἐν ταύτῃ μέχρι καὶ τήμερον διετέλεσεν, οὐκ οἰκίσκον ἔχων, οὐ σκηνὴν, οὐ καλύβην, ἀλλὰ γυμνῷ θριγκίῳ περιειργόμενος, ἐκ λίθων ᾠκοδομημένων, οὐδὲ πηλῷ συνηρμοσμένων. Θύραν δὲ σμικράν τινα ἔχει πηλῷ διηνεκῶς κεχρισμένην: ἤν οὔποτε μὲν ἀνοίγνυσι τῶν ἄλλων ἀφικνουμένων. ἐμοὶ δὲ μόνῳ παραγενομένῳ τοῦτο ποιεῖν ἐπιτρέπει. Τούτου χάριν συναγείρονται πάμπολλοι πάντοθεν, τῆς ἐμῆς ἀφίξεως αἰσθόμενοι, κοινωνῆσαί μοι τῆς εἰσόδου ποθοῦντες.
Τοῖς δὲ ἄλλοτέ ποτε πρὸς αὐτὸν φοιτῶσι, διὰ σμικρᾶς τινος θυρίδος διαλεγόμενος, μεταδίδωσι τῆς εὐλογίας, πλείστοις διὰ ταύτης τὴν ὑγίειαν δωρούμενος.
Τῷ γὰρ τοῦ Σωτῆρος ὀνόματι κεχρημένος, καὶ νόσους παύει, καὶ δαίμονας ἐξελαύνει, καὶ τὴν ἀποστολικὴν μιμεῖται θαυματουργίαν. Οὐ μόνον δὲ τοῖς εἰς αὐτὸν ἀφικνουμένοις ἀναβλύζει τὴν ἴασιν, ἀλλὰ καὶ τῷ οἰκείῳ ταύτην πολλάκις προσενήνοχε σώματι. Ἐπανέστη γὰρ αὐτῷ πάλαι ποτὲ τοῦ κώλου τὸ πάθος: τὰς δὲ ἐντεῦθεν γινομένας ὀδύνας καὶ ἀλγηδόνας ἴσασι μὲν ἀκριβῶς οἱ τὴν πεῖραν δεξάμενοι, ἴσασι δὲ καὶ οἱ τούτου γενόμενοι θεαταί. Καλινδοῦνται γὰρ τοῖς λυττῶσι παραπλησίως, τῇδε κἀκεῖσε περιστρεφόμενοι, καὶ ἄμα τοὺς πόδας ἐκτείνοντες καὶ συστέλλοντες. Ἔστι δὲ ὅτε καὶ κάθηνται, καὶ ἀνίστανται, καὶ βαδίζουσιν, ἀναπαύλης τινὸς πόρον εὑρεῖν μηχανώμενοι. Διὰ τοῦτο καὶ βαλανείοις προσεδρεύουσι, καὶ πολλάκις εἰσίασι, ψυχαγωγίας τινὸς ἀπολαύοντες.
Καὶ τί δεῖ μηκύνειν, τὰ πᾶσι δῆλα καὶ σαφῆ καταλέγοντας; Τοιούτῳ πάθει προσπαλαίων, καὶ τοσαύταις καὶ τηλικαύταις ὀδύναις βαλλόμενος, οὐκ ἰατρικῆς ἐπικουρίας ἀπήλαυσεν, οὐ κλίνης ἠνέσχετο, οὐ τὴν ἀπὸ φαρμάκων ἤ σιτίων ψυχαγωγίαν ἐδέξατο. Ἀλλ̓ ἐπὶ σανίδος χαμαὶ κειμένης καθήμενος, προσευχῇ καὶ σφραγῖδι τὴν θεραπείαν ἐδέξατο,