Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Ὁμήρου κώμη τίς ἐστι παῤ ἡμῖν καλουμένη: παρὰ ταύτην οἰκίδιον οἰκοδομήσας βραχὺ Μάρις ὁ θεσπέσιος, ἑπτὰ καὶ τριάκοντα ὲν αὐτῷ καθειργμένος διετέλεσεν ἔτη. Πολλὴν δὲ ἐκ τοῦ παρακειμένου ὅρους ὑπεδέξατο τὴν νοτίδα, καὶ λιβάδας τινὰς ὑδάτων ἀνέβλυζεν. Ὅση δὲ τοῖς σώμασιν ἐντεῦθεν ἐπιγίνεται βλάβη, ἴσασι καὶ ἀστοὶ καὶ χωρητικοί: καὶ γὰρ τοῖς ἀγροίκοις δῆλα τὰ παθήματα ἐντεῦθεν φυόμενα. Ἀλλ̓ ὅμως οὐδὲ ταῦτα ἔπεισε τὴν ἱερὰν ἐκείνην κεφαλὴν τὸν οἰκίσκον ἀμεῖψαι: ἀλλὰ διέμεινε καρτερῶν ἕως τὸν δρόμον ἐξήνυσε. Καὶ τὸν πρότερον δὲ βίον μετὰ τῶν τῆς ἀρετῆς διώδευσε πόνων. Ὅθεν καὶ τῷ σώματι τὴν ἀγνείαν καὶ τῇ ψυχῇ διετήρησε.
Καὶ τοῦτό μοι σαφῶς αὐτὸς κατεμήνυσεν, ἄφθορον αὐτῷ διαμεῖναι τὸ σῶμα διδάξας, καὶ οἷον ἀπὸ τῆς μητρῴας ἐξελήλυθε μήτρας. Καὶ ταῦτα πολλὰς μὲν μαρτύρων πανηγύρεις ἐπιτελέσας, ἡνίκα νέος ἐτύγχανεν, εὐφωνίᾳ δὲ καταθέλξας τοὺς δήμους. Ψάλλων γὰρ ἐπὶ πλεῖστον διετέλεσε χρόνον, ὥρᾳ τε σώματος λάμπων. Ἀλλ̓ ὅμως οὕτε τοῦ σώματος τὸ κάλλος, οὕτε τῆς φωνῆς ἡ λαμπρότης, οὐχ ἡ τῶν πολλῶν ἐπιμιξία, τὸ τῆς ψυχῆς ἐλυμήνατο κάλλος: ἀλλὰ τοῖς καθειργμένοις παραπλησίως βιοτεύων, τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς: ηὔξησε δὲ τὴν ἀρετὴν τοῖς τῆς καθείρξεως πόνοις. Τούτου πολλάκις τῆς συνουσίας ἀπήλαυσα. Ἀποφράττειν γάρ μοι τὴν θύραν ἐκέλευε: καὶ εἰσιόντα δὲ περιεπτύσσετο, καὶ μακροὺς περὶ φιλοσοφίας ἐξέτεινε λόγους.
Ἁπλότητι δὲ καὶ οὗτος διέλαμπε, καὶ τὰ ποικίλα ἤθη παντάπασιν ἐβδελύττετο: τὴν πενίαν δὲ ὑπὲρ τὴν ἄκραν εὐπορίαν ἠγάπησεν. Ἐννενήκοντα ἔτη βεβιωκὼς, τοῖς ἐξ αἰγείων τριχῶν κατεσκευασμένοις ἱματίοις ἐχρῆτο. Ἄρτος δὲ καὶ ἅλες ὀλίγοι τῆς τροφῆς αὐτῷ τὴν χρείαν ἐπλήρουν. Ποθήσας δὲ διὰ χρόνου μακροῦ τὴν πνευματικὴν καὶ μυστικὴν θυσίαν προσφερομένην ἰδεῖν, ᾔτησεν ἐκεῖ γενέσθαι τὴν τοῦ θείου δώρου προσκομιδήν. Ἐγὼ δὲ ἀσμένως ὑπήκουσα, καὶ τὰ ἱερὰ σκεύη κομισθῆναι παρασκευάσας, οὐ πόῤῥωθεν γὰρ ἦν τὸ χωρίον, καὶ ταῖς τῶν διακόνων χερσὶν ἀντὶ θυσιαστηρίου χρησάμενος,
Ὁ δὲ πάσης ἡδονῆς ἐνεφορεῖτο πνευματικῆς. καὶ αὐτὸν ὁρᾷν τὸν οὐρανὸν ὑπελάμβανε, καὶ ἔφασκεν οὐδέποτε εὐφροσύνης ἀπολελαυκέναι τοιαύτης.
Ἐγὼ δὲ θερμῶς λίαν ὑπ̓ αὐτοῦ φιληθεὶς, ἀδικήσειν ᾠήθην, εἰ μὴ καὶ τελευτήσαντι εὐφημήσαιμι: ἀδικήσειν δὲ τοὺς ἄλλους, εἰ μὴ τὴν ἀρίστην ταύτην τῆς παῤ αὐτοῦ τυχεῖν ἐπικουρίας ἀντιβολήσας,