Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Διοκλητιανος δὲ ἐν τῇ τοῦ σωτηρίου πάθους ἡμέρᾳ τὰς ἐν ἁπάσῃ τῇ ῾Ρωμαίων ἡγεμονίᾳ κατέλυσεν ἐκλκησίας· ἀλλ’ ἐννέα διεληλυθότων ἐτῶν αὐταὶ μὲν ἤνθησαν καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος, έκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπέσηβη. καὶ τοὺς πολέμους δὲ τούτους· προείρηκεν ὁ δεεπότης καὶ τὸ τῆς ἐκκλησίας ἀήττητον.

καὶ αὐτὰ δὲ ἡμᾶς διδάσκει τὰ πράγματα ὡς πλείονα ἡμῖν τῆς εἰρήνης ὁ πόλεμος πορίζει τὴν ὠφέλειαν· ἡ μὲν γὰρ ἁβροὺς ἡμᾶς καὶ ἀνειμένους καὶ δειλοὺς ἀπεργάζεται, ὁ δὲ πόλεμος τά τε φρονήματα παραθήγει καὶ τῶν παρόντων ὡς ῥεόντων πσρασκευάζει καταφρονεῖν. ἀλλὰ ταῦτα μὲν καὶ ἐν ἑτέραις πραγματείαις πολλάκις εἰρήκαμεν.

[*]([μβ΄])

Κατ’ ἐκεῖνον δὲ τὸν χρόνον καθ’ ὃν ὁ θεῖος Θεόδοτος τὴν

᾿Αντιοχέων ἴθυνεν ἐκκλησίαν, Θείδωρος ὁ Μοψουεστίος μὲν ἐπίσκοπος, πάσης δὲ ἐκκλησίας διδάσκαλος κατὰ πάσης φάλαγγος αἱρετικῆς ἀριστεύσας, τοῦ βίου τὸ τέλος ἐδέξατο. οὕτος τῆς μὲν Διοδώρου τοῦ πάνυ διδασκαλίας ἀπήλαυσεν, Ἰωάννου δὲ τοῦ θειοτάτου γεγένηται [*](5—11 vgl. Tbeodoret. Gr. aff. cur. IX 20—25 S. 225, 21 f H. E. VIII 2, 4. De mart. Palaest. pr. 1 — 11/12 vgl. Matth. 10, 16 ff. 16, 18. Gr. aff. cur. XI 72 f S. 295, 4 [Raeder]) [*](* 18—S. 348, 7 Nicepb. H. E. XIV 30. Cass. X 34. vgl. Gregor. Magn. Vir 31 MGH Epist. I 479, 22?) [*](B Y [von 7 κλητιανὸς δὲ] N + GS (s) = r AL (y)) [*](1 ἰσωθῆναι B εἰσωσθῆναι Synas. ι 1/2 παραδέδωκεν B ι 2 καὶ > B, sed ei alia Cass. ι μυρία τοιαῦτα Am ι 5 ὁ τῶν ὅλων ~ y 9 ι 9 ἐτῶν Vry Nic. ἐνιαυτῶν B ι 11 ἀπέσβη Vry ἀπεσβέσθη B ἐσβέσθη Nic.; ἀπέσβη z.B. aucb Thoedoret. doret. Gr. aff. cur. S. 224, 21 [Raeder] ι 12 δὲ BVNic. μὲν ry ι 13 εἰήνησ Vry Nic. Cass. ἱερωσύνησ B ι 14 ἀνειμένους Vry remissos Cass. ἀνημέρουσ B > Nic. ι δειλοὺς καὶ ἀνειμένοις ~ L ι 18 μβ am Rand HSS ι 19 VNSy Nic. μουψουεστίσα B μαψουετίασ G inompsuestiae Cass. Cod. L I μὲν B qimlem Cass. > Vry ι 20 δὲ B sed Cass. μὲν Vry ι πάσησ2 B πάσης δὲ Vry ι 22 ἀπέλαυσεν V ι δὲ] τε B, vero Cass,)

348
κοινωνός τε καὶ συνεργός· κοινῇ γὰρ τῶν πνευματικῶν Διοδώρου ναμάτων ἀπήλαυον.

ἒξ δὲ καὶ τριάκοντα ἐν τῇ προεδρίᾳ διετέλεσεν ἔτη, κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενος φάλαγγος καὶ τὸν λῃστρικὸν ᾿Απολιναρίου καταγωνιζόμενος λόχον καὶ τὴν ἀρίστην πόαν τοῖς θείοις προβάτοις προσφέρων. καὶ ὁ τούτου δὲ ἀδελφὸς Πολυχρόνιος τὴν Ἀπαμέων ἐκκλησίαν ἐποίμαινεν ἄριστα, καὶ τῇ τοῦ λόγου χάριτι καὶ τῇ τοῦ βίου λαμπρότητι χρώμενος.

᾿Εγὼ δὲ τῆς συγγραφῆς ἐνταῦθα παυσάμενος, τοὺς ἐντευξομένους ἀντιβολῶ προσευχαῖς τὸν πόνον ἀμείψασθαι. πέντε μέντοι καὶ ἑκατὸν ἐτῶν ἥδε ἡ ἱστορία περιέχει χρόνον, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀρείου λύττης, δεξαμένη δὲ πέρας τῶν ἀξιεπαίνων ἀνδρῶν Θεοδώρου καὶ Θεοδότου τὴν τελευτήν.

Καταλέξω δὲ κατὰ τάξιν καὶ τοὺς μετὰ τὸν διωγμὸν τῶν μεγάλων ὴγεμονεὑσαντας πόλεων.