Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
ὁπόσης γὰρ ἄξιον τιμωρίας τὸ κατακρύψαι τὸ τάλαντον, ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει«. ἀλλὰ τούτων μὲν οὐδὲν τηνικαῦτα γνοὺς ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν τῶν δεσμῶν ἀφεθῆναι ἐκεῖνος δὲ τὰ συνήθη δρῶν διετέλει, καὶ ζωγρῶν τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους καὶ τῷ νοερῷ προσάγων φωτί.
ἐνιαυτοῦ δὲ διελθόντος, ἐμηνύθη τῷ βασιλεῖ τὰ παρ’ ἐκείνου γιγνόμενα, καὶ ἀγαγὼν αὐτὸν ἀρνηθῆναι προσέταξε τὸν ὑπ’ αὐτοῦ προσκυνούμενον· ὁ δὲ ἤρετο τὸν βασιλέα τίνος τιμᾶται τὸν τὴν μὲν ἑαυτοῦ καταλιπόντα βασιλείαν, ἑτέραν δὲ προαιρούμενον.
ἐκείνου δὲ εἰπόντος ὅτι θανάτου καὶ τιμωρίας ἐσχάτης, εἶπεν ὁ σοφώτατος ἀνήρ· τί οὑν οὐκ ἂν πάθοι δικαίως ἄνθρωπος, τὸν μὲν ποιητὴν καὶ δημιουργὸν καὶ τροφέα καὶ σωτῆρα καταλιμπάνων, ἕνα δὲ τῶν ὁμοδούλων θεοποιῶν καὶ τὸ ὀφειλόμενον ἐκείνῳ σέβας τούτω προσφέρων;« χαλεπήνας δὴ οὖν πρὸς τοὺς τοιούτους λόγους ὁ βασιλεύς, εἴκοσι καλάμους ὀξύνας τοῖς τῶν χειρῶν καὶ τῶν ποδῶν ἐνέπειρεν ὄνυξιν.
ἐπειδὴ δὲ ἑώρα παίγνιον τὴν τιμωρίαν ὑπολαμβάνοντα, ἕτερον αὖ πάλιν κάλαμον ὀξύνας ἐνέβαλε τῷ παιδογόνῳ μορίῳ καὶ τοῦτον συνεχῶς ἐξαίρων τε καὶ ἐνείρων ἀρρήτους τινὰς ἀλγηδόνας εἰργάζετο. μετὰ τήνδε τὴν τιμωρίαν ὁ δυσσεβὴς καὶ θηριώδης ῥάβδον παχεῖαν ὄξους πάντοθεν [*](8/9 Mattt. 25, 14—30 — 21—24 vgl. Synax. 18, 7) [*](* 20—S. 347, 2 Synax. 145, 58. 575, 10) [*](B N + GS(s) = r AL(y)) [*](1 u. 5 πρεσβὐτησ B, legatarius Cass. ι τινών B > ry Cass. ι 5 φυλάξαι B I τὸν (τῶ s) Βενιαμὶν nach προσταχθέντα ~ ry, Cass. wie im Text ι 6 σβύτου B ι 8 τὸ1 > ry ι 11 δρῶν > A ι 13 γενόμενα N, gesta illius 15 τιμᾶται ry ἄξιοσ B, quo dignus honore est Cass. ι μὲν ἑαυτοῦ BN ἑαυτοῦ μὲν y ἑαυτοῦ s ι 16 ἑτέρα B ι ὅτι B > ry Nie. Cass. ι 18/19 τροφέα καὶ σρα B nutritorem ac salvatorem Cass. καὶ σωτῆρα καὶ κηδεμόνα Nie. > ry ι 19 ἕνα] ἓν B ι 25 τε > B ι μετὰ τήνδε] μετὰ δὲ B, post vero Cass. ι 26 ὄζουσ’ ry Nie. Synax. ῥόξουσ B sinnis Cass. ι πάντοθεν ὄζους ~ N)
καὶ ἄλλα δὲ μυρία τοιαῦτα παρ’ ἐκείνων ἐτολμήθη τῶν δυσσεβῶν.
Οὐ χρὴ δὲ θαυμάζειν ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείσς ἀνέχεται τῶν ὅλων ὁ πρύτανις. καὶ γὰρ πρὸ τῆς κωνσταντίνου τοῦ μεγάλου βασιλείας ὅσοι ῾Ρωμαίων ἐγένοντο βασιλεῖς κατὰ τῶν δισσωτῶν τῆς ἀληθείας ἐλύττησαν.