Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

σεισμοῦ δὲ μεγίστου νύκτωρ γεγενημένου καὶ δείματος τὴν βασιλίδα κατεσχηκότος, πρέσβεις ὑπὸ τὴν ἕω πρὸς τὸν ἐληλαμένον ἀπεστάλησαν, κατεσχηκότος ὡς τάχιστα τὸ ἄστυ καταλαβεῖν καὶ στῆσαι τῇ πόλει τὸν κίνδυνον. καὶ ἕτεροι δὲ μετ’ ἐκείνους ἐπέμφθησαν καὶ ἄλλοι μετὰ τούτους, καὶ πλήρης ὁ Βόσπορος τῶν πεμπομένων ἐγένετο.

ἐπειδὴ δὲ τοῦτο ὁ πιστότατος ἔγνω λεώς, ἐκάλυψεν τοῖς πορθμείοις τῆς Προποντίδος τὸ στόμα· πάντες γὰρ ὑπήντησαν τὰς ἐκ κηροῦ λαμπάδας προσάπτοντες. Τότε μὲν οὑν τὸ τῶν δυσμενῶν διελύθη στῖφος. ὀλίγων δὲ διελθόντων μηνῶν συνηθροίσθησαν αὖθις καὶ δίκας εἰσέπραττον οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λειτουργίας.

ὁ δὲ ἔλεγε μήτε δικάσασθαι μήτε τῶν γραφῶν ἐπακοῦσαι μήτε ἀπολογίαν ποιήσασθαι μήτε μὴν κατακριθῆναι παρών, ἀλλ’ ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι. καὶ συνόδου συγκροτηθείσης ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἵ δυσμενεῖς, ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν· Κουκουσὸς δὲ ὄνομα ταύτῃ.