Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
ἐγὼ δὲ ἐν τῷδε τῷ μέρει τῆς ἱστορίας γενόμενος οὐκ οἶδ’ ὅ τι πάθω. διηγήσασθαι γὰρ τὴν κατὰ τούτου τολμηθεῖσαν ἀδικίαν βουλόμενος τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι. οὗ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι.
οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυοτήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν. ὁ δὲ βασιλεὺς ὡς ἱερεῦσι πιστεύσας πόρρω αὐτὸν τοῦ ἄστεως γενέσθαι προσέταξεν.
ὁ δὲ μήτε τῆς κατηγορίας ἀκούσας μήτε τὴν ἀπολογίαν προσενεγκών, ὡς ἐληλεγμένος ἐφ’ οἷς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη καὶ τὸ ἐν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν· οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι.
[*](7—11 vgl. Theodoret bei Photius 273 S. 507b, 27 — 11—S. 335, 8 vgl. VI 15—16. Sozomen. VIII 16—18 — 11—S. 335, 18 vgl. de vita S. Joh. Chrys. 2—3 u. 6—10. Symeon. Vita Joh. dor. Trimith. De vita Joh. Chrys. 16—23 PG 47 S. LXVII f. Georg. Vita Chrys. 36 f)[*](* 4—14 Georg. Alexandrin. Vita Chrys. 36 S. 206 — 13/14 u. 18/19 Alexandrin. ebd. 46 S. 222, 37 u. 224, 33 — 18—S. 335, 8 Cass. X 14)[*](B V HN (n) + GS (s) = r AL (y))[*](1 περιτέθηκε B ι καὶ μέντοι = Georg. > B, insuper etiam Cass. ι 2 προσεκόμησεν BG ι 4 λε am Rand HSS ι τὰς > L ι 6 γλώσσης ry Georg. ι 7 ἐγὼ — 8 γενόμενος > N, mit leerem Raum H ι 8 οῖδ’ ὅτι Bs οἶδα τί Vny; hier οὐκ ἐν δίκηι τῶ, ἀδίκων ἀντέχῃ κύριε θεοδώρητε am Rand V ι κατ’ αὐτοῦ B ι 10 αὐτῶν vor κατακρύψαι ~ BH ι προσηγορίας] κατηγορίασ B ι 13 δέ = Georg.] γάρ B ι 14 ἄστεως BG Georg, ἄστεοσ VnSyBc ι ἐκάθησαν BG ι 15 τοῦτο ἐκείνων αἰσχύνη οὐ τοῦ πιστεύσαντος am Rand V ι ὡς > B ι 16 ἄστεως BG ἄστεοσ die übr. HSS ι 19 ἐπίνειον HS Georg. Nic. XIII 16 ἐπίνοιν B ἐπίνηον VNy ἐπήνηον G)