Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τῆς γὰρ εὐεργεσίας τὸ μέγεθος μεῖξον τὸ περὶ τὸν εὐεργέτην εἰργάζετο φίλτρον. αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων καὶ ἅπαντα τὰ μέλη λελωβημένων παντοδαπὴν ἐποιεῖτο φροντίδα, οὐκ οἰκέταις οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ’ αὐτουργὸς γιγνομένη καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνουμένη καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα.

οὕτω καὶ τῶν ἐκκλησιῶν τοὺς ξενῶνας περινοστοῦσα τοὺς κλινοπετεῖς δι’ ἑαυτῆς ἐνοσήλευεν, αὐτὴ καὶ χύτρας ἁπτομένη καὶ ζωμοῦ γευομένη καὶ τρύβλιον προσφέρουσα καὶ ἄρτον κλῶσα καὶ ψωμοὺς ὀρέγουσα καὶ κύλικα ἀποκλύζουσα καὶ τὰ ἄλλα πάντα ἐργαζομένη ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται.

καὶ τοῖς τὴν αὐτουργίαν ἐπέχειν πειρωμένοις ἐπέλεγεν ὡς· »τὸ μὲν χρυσίον διανέμειν τῇ βασιλείᾳ προσήκει, ἐγὼ δὲ ὑπὲρ αὐτῆς γε τῆς βασιλείας τὴν αὐτουργίαν τῷ δεδωκότι προσφέρω«. καὶ τῷ δὲ ὁμόζυγι συνεχῶς εἰώθει λέγειν· ἀεί σε, ὦ ἄνερ, προσήκει λογίζεσθαι τί μὲν ἦσθα πάλαι, τί δὲ γέγονας νῦν·

ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος οὐκ ἔσῃ περὶ τὸν εὐεργέτην ἀχάριστος, ἀλλ’ ἣν ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα«. τοιούτοις ἀεὶ κεχρημένη λόγοις οἷόν τινα καλλίστην ἀρδείαν καὶ πρόσφορον τοῖς τῆς ἀρετῆς τοῦ ἀνδρὸς προσέφερε σπέρμασι.

Προτέρα μέντοι τοῦ ὁμόζυγος ἐτελεύτησε καὶ συνέβη μετὰ χρόνον [*](6) [*]([κ΄]) [*](7/8 vgl. Gregor. Nyss. Or. funeb. de Placilla PG 46, 889 D) [*](* 22—S. 315, 17 Niceph. H. Ε. Xll 43 — 22—S. 317, 5 Cass. IX 32) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](1 ἐκπαιδεύουσα B enidievs Cass., ἐκπονήσασα Symeon ἐκπαιδευθεῖσα Nie. 3 ἐνεπύρσευσε F ι 4 εὐεργέτην = Nie. Symeon Cedren. Cass. Σ] δεσπότην A εἰργάζετο = Symeon Cedren. Cass. Σ] εἰργάσατο B ι 5 πεπηρωμένων — λελωβημένων = Symeon Σ claudorum atque debilium Cass.] λελεπρωμένων B, unseren Text lasen auch Cedren. Nie. ι 7/8 καὶ εἰς — ἀφικνουμένη > L ι 8 καὶ1 Bry Symeon Cass. > VF ι οὕτω — 9 περινοστοῦσα = Symeon Cass. Σ Β ι 9 δι’ ἑαυτῆς > V, suis manibus Cass. ι 10 αὕτη By > Cass. ι 10 καὶ ζωμοῦ γευἑαυτῆς = Symeon Cass. Σ > B ι 13 ἐπέχειν Bn Nie. prohibere Cass. Σ ἔχειν VFsy 14 τῇ βασιλείᾳ = Nic. Csiss. Σ] τῆ βασιλεῖ B ι 15 αὐτουργίαν = Σ hoc opus Cass.] λειτουργείαν B ι τῷ δεδωκότι τὴν αὐτουργίαν ~ L ι 16 καὶ = Σ > BS, nam Cass. ι δὲ] δὴ VF, δὲ nacti ὁμόζυγι ~ Hy Cedren. Σ ι ὁμοζύγῳ n | 20 ἀρδείαν = Symeon Σ] ἀνδρείαν B ι 22 κݲ am Rand BVFr ι VFL ὁμοζύγου r συζύγου Symeon ἀνδρὸς BA Cedren.)

315
τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι ὃ τὴν τοῦ βασιλέως περὶ αὐτὴν φιλοστοργίαν ἐγύμνωσεν.

Ὑπὸ τῶν συχνῶν πολέμων ἀναγκαζόμενος ὁ βασιλεὺς εἰσφοράν τινα ξένην ταῖς πόλεσιν ἐπιτέθεικεν. ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν, ἀλλ’ ὁρῶ, ὁ δῆμος τοὺς εἰσπραττομένους κρεμαννυμένους, νυμένους, ἄλλα τε ἔδρασεν ἃ ποιεῖν φιλεῖ ὄχλος πρόφασιν εἰς ἀταξίαν λαμβάνων, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης (τοῦτο γὰρ ἦν ὄνομα τῇ βασιλίδι) κατήνεγκέ τε καὶ ἐπὶ πολὺ τῆς πόλεως κατέσυρε μέρος ταῦτα πυθόμενος ὁ βασιλεὺς καὶ χαλεπήνας,

ὥσπερ εἰκὸς ἦν, τά τε τῆς πόλεως ἀφείλετο προνόμια καὶ τῇ γειτονευούσῃ πόλει τὴν ἡγεμονίαν δέδωκε, ταύτῃ μάλιστα νομίζων ἀνιάσειν· ἐζηλοτύτει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν. μετὰ δὲ ταῦτα καὶ ἐμπρήσειν ἠπείλει καὶ καταλύσειν καὶ εἰς κώμην τὸ ἄστυ μετασκευάσειν. άσειν. οἱ δέ γε ἄρχοντες καὶ ἀνεῖλόν τινας παρ’ αὐτὸ συλλαβόντες τὸ τόλμημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν.