Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἐπανῆκε μὲν γὰρ ἀπὸ τῆς Ἀρμενίας Τερέντιος τρόπαια στήσας· [*]([λγ,]) ἢν δὲ στρατηγὸς ἄριστος καὶ εὐσεβείᾳ κοσμούμενος. τούτω δωρεὰν ὁ βάλῃς αἰτῆσαι προσέταξεν· ὁ δὲ ἀπήγγειλεν ἥνπερ ἔδει τὸν εὐσεβείᾳ συντεθραμμένον. ᾔτησε γὰρ οὐ χρυσὸν οὐδὲ ἄργυρον, οὐ χωρίον, οὐ δυναστείαν, οὐκ οἰκίαν ἀλλ’ ἐκκλησίαν παρασχεθῆναι μίαν τοῖς τῆς ἀποστολικῆς διδασκαλίας προκινδυνεύουσιν.

ὁ δὲ τὴν ἱκετείαν δεξάμενος καὶ γνοὺς τὰ ἐγκείμενα, χαλεπήνας διέρρηξε καί οἱ ἄλλα τινὰ αἰτῆσαι προσέταξεν. ὁ δὲ τῆς ἱκεσίας συλλέξας τὰ ῥήγματα· »ἐδεξάμην«, ἔφη, »ὠ βασιλεῦ, καὶ ἔχω τὸ δῶρον καὶ ἕτερον οὐκ αἰτήσω· σκοποῦ γὰρ κριτὴς ὁ τῶν ὅλων κριτής«.

[*]([λδ΄])

Ἐπειδὴ δὲ τὸν Βόσπορον διαβὰς εἰς τὴν Θρᾴκην ἀφίκετο, πρὥ- τοὶ μὲν ἐν Κωνσταντιναυπόλει πλεῖστον διέτριφς χρόνον δειμαίνων τὸν πόλεμον· Τραϊανὸν δὲ σὺν τῇ στρατιᾷ τὸν στρατηγὸν κατὰ τῶν βαρβάρων ἀπέοτειλεν.

ἐπειδὴ δὲ ἡττηθεὶς ἐπανῆλθεν ἐκεῖνος, ἐλοιδορεῖτο λίαν ὁ βάλῃς, μαλακίαν αὐτῷ καὶ δειλίαν ἐγκαλῶν. ὁ δὲ παρρησίᾳ χρησάμενος ἀνδρὶ γενναίω πρεπούσῃ· »ούκ ἐγώ«, ἔφη, »ὠ βασιλεῦ, ἥττημαι· ἀλλὰ σὺ προίῃ τὴν νίκην κατὰ τοῦ θεοῦ παραταττόμενος καὶ τὴν ἐκείνου ῥοπὴν προξενῶν τοῖς βαρβάροις· παρὰ σοῦ γὰρ πολεμούμενος ἐκείνοις συντ·άττεται.

τῷ δὲ θεῷ ἡ νίκη ἕπεται [*](15 vgl. Socrat, ιV 38, 3. Sozomen. VI 39, 3) [*](* 17—21 Polydeukes 420, 14. Theophan. 62, 10. Exe. Bar.) [*](B V2 F HN (n) + GS (s) = r AL(y)) [*](1 μειζόνως B, maiori necessitate Cass. ι ἐνέπλησεν] ἐπλήρωσεν V2 ι ἐξέληξε B ἔληξε V2ry ἔπληξε F ι ἐπέμενε FHy ι 2/3 παραταττόμενος] ταραττόμενος V2, rebellis Cass. ι 4 λγ am Rand HSS ι 5 τοῦτον F ι 6 οὐάλησ r ι αἰτῆσαι > sy, poscere Cass. ι ἀπήγγειλεν B respondit Cass. ἐπήγγειλεν V-Fry ι 7 χρυσίον οὔτε ἀργύριον V2 ι οὐδὲ χωρίον B > V2 non praedium Cass. ι 8 οὐκ] οὐχ V2 I μίαν παρασχεθῆναι ~ V2 ι 10 ἄλλ’ οἵ ~ V2 ι 11 ἱκετείας V2 ι ῥήγματα Hsy ῥήματα BV-FN verba Cass. ι ἐδεξάμην — 12 δῶρον] suscipe, inquit, ο imperator, et habeto donuni Cass. ι 12 ἔφη > n I ὦ > B ι 14 λδ am Rand HSS ι 15 διατρίψαι sie B ι δειμαίνων BV2 Nic. διαμένων F διανέμων ny praeparans Cass. προσμένων s ι 16 τῇ > F I τὸν > B ι 17 ἐπειδὴ] ἐπεὶ n ι 18 > B Cass. ι οὐάλησ r ι 20 προίη Fs Exe. Bar. προείη ΒV2 προῄει y Cod. Polyd. πρόῃ n προίῃς Nie. perdidisH Cass. ι V2 ι 20/21 πραττόμενος V2 ι 22 συντάττεται = Nic.] συντέτακται V2 pughat Cass.)

272
καὶ τοῖς ὑπὸ τοῦ θεοῦ στρατηγουμένοις προσγίνεται. ἢ οὐκ οἶσθά, ἔφη, »τίνας τῶν ἐκκλησιῶν ἐξελάσας, τίσι παρέδωκας ταύτας;« καὶ Ἀρίνθεος καὶ Βίκτωρ (στρατηγὼ γὰρ ἤστην καὶ τούτω) συνωμολογησάτην οὕτως ἔχειν, καὶ τῷ βασιλεῖ μὴ χαλεπαίνειν παρῃνεσάτην ἐπ’ ἐλέγχοις ἀληθείᾳ συνεζευγμένοις.

[*]([λε΄])

Φᾶσί δὲ καὶ Ἰσαάκην σκηνὴν αὐτόθι μοναχικὴν ἔχοντα, ἐπειδὴ εἶδεν αὐτὸν συνεξιόντα τῇ στρατιᾷ, βοῇ χρησάμενον φάναι· »ποῖ βαδίζεις, ὢ βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ τοῦτον οὐκ ἔχων ἐπίκουρον; αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ’ αὐτοῦ πολλὰς γλώττας εἰς βλασφημίαν παρέθηξας καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας.

παῦσαι δὴ οὑν πολεμῶν καὶ παύσει τὸν πόλεμον. ἀπόδος ταῖς ποίμναις τοὺς ἀρίστους νομέας καὶ λήψῃ τὴν νίκην ἀπονητί. εἰ δὲ τούτων μηδὲν δεδρακὼς παρατάξαιο, μαθήσῃ τῇ πείρᾳ ὅπως σκληρὸν τὸ πρὸς κέντρα λακτίξεῖν·

οὔτε γὰρ ἐπανήξεις καὶ προσαπολέσεις τὴν στρατιάν«. όργισθεὶς δὲ ὁ βασιλεύς· »καὶ ἐπανήξω«, ἔφη, καὶ κατακτενῶ σε καὶ τῆς ψευδοῦς προαγορεύσεως εἰσπράξομαι δίκας«. ὁ δὲ ἥκιστα δείσας ἀπειλὴν ἔφη βοῶν· »κτεῖνον, εἰ φωραθείη τῶν λόγων τὸ ψεῦδος«.

[*](6—18 vgl. Sozomen. VI 40, 1. Synax. 715, 56. 865, 29. Acta SS Mai. VII Synops. 60, 27. Zonar. XIII 16, 17 S. 77, 18 — 14 Act. 26, 14)[*](* 6—18 Niceph. H. Ε. XI 50 — 7/8 Georg. Mon. 557, 15. Theophan. 65, 12. Gramer II 97, 15. Exe. Bar. f. 221r)[*](B V2 F HN (nj + GS (s) = r AL (y))[*](1 ὑπὸ τοῦ] ὑπὸ L παρὰ V2 ι προσεγγίνεται B, προσγίνεσθαι εἴωθε Nic. I 2 τίσι] καὶ τίσι V2 (ekrulisti) uel quibus Cass. ι παραδέδωκας Fry ταῦτα BV2F = Cass. ταῦτα δὲ ry ι 3 ’Αρίνθεος] ἀράνθεοσ B Arantheus Cass. ῥαδάνθων F Ῥοδαντος Nic. ’Αρινθαῖος Zosim. Basil. (Epist. 269) ι στρατηγὼ γὰρ ἡστὴν καὶ τούτω Parm.] στρατηγῶ γὰρ ἐστιν (sic) καὶ τούτω V2 στρατηγοὶ γὰρ καὶ οὔτοι καὶ τούτω B στρατηγοὶ γὰρ ἦσαν καὶ αὐτοὶ Fry στρατηγοὶ δὲ καὶ οὔτοι Nic., vgl. S. 191, 5; 283, 5 ι 3/4 συνωμολογησάτην V2 συνωμολόγησαν die HSS I 4 οὕτως — 5 συνεζευγμένοις > mit leerem Raum F ι 45 (sic) ἐπελέγχοισ ἀληθεία συνεζευγμένοισ V2 παρήνεσαν· τὴν ἐπελέγχοισ ἀλήθειαν συνεζευγμένοις B παρῄνουν . . . ἐπ’ ἐλέγχοις ἀληθεία συνεζευγμένοις Nic. παρῄνεσαν· τὴν ἐπελέγχοισ ἀλήθειαν συνεζευγμένην ry, nicht übersetzt von Cass. 6 λε am Rand HSS ι ἔχοντα μοναχικὴν ~ V2 ι 8 στρατευόμενος B Georg. Theophan. Gramer. Exe. Bar. Synops. qui pugnas Cass. στρατευσάμενος V2Fry Nic. 10 παρέθηξας = Nic.] ἐκίνησας n ι 13 λήψει ΒV2 ι ἀπονητί] ἀκμῆτί B. sine Cass. Cass. ι 14 μαθήσει ΒV2 ι 15 τὴν > B ι 16 κατακτανῶ V2 ι προσαγορεύσεωσ B)
273
[*]([λζ΄])

Καὶ Βετρανίων δέ, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα καὶ τὴν τῶν δογμάτων διαφθορὰν καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου Δαβὶδ ἐβόα· »ἐλάλουν ἐν τοῖς μαρτυρίοις ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην«.

[*]([λζ΄])

Ὁ δὲ τῶν συμβούλων ἐκείνων τῶν ἀρίστων καταφρονήσας, τὴν μὲν στρατιὰν εἰς τὴν παράταξιν προὔπεμψεν, αὐτὸς δὲ ἔν τινι κώμῃ καθήμενος τὴν νίκην προσέμενεν. οἱ δὲ στρατιῶται τῶν βαρβάρων οὐκ ἐνεγκόντες τὴν ῥύμην ἐτρέποντο καὶ κατεκτείνοντο διωκόμενοι·

καὶ οἱ μὲν ἔφευγον κατὰ τάχος οἱ δὲ κατὰ κρότος ἐδίωκον καταλαβόντες δὲ τὴν κώμην ἐκείνην οἱ βάρβαροι ἔνθα ὁ βάλῃς τὴν ἥτταν μεμαθηκὼς ἐπειράθη λαθεῖν, πῦρ ἐμβαλόντες ἐνέπρησαν σὺν τῇ κώμῃ καὶ τὸν τῆς εὐσεβείας ἀντίπαλον. οὕτω μὲν οὑν ἐκεῖνος κἀν τῷ παρόντι βίῳ ποινὴν ἔτισεν ὑπὲρ ὣν ἐπλημμέλησεν.

[*]([λζ΄])

Ἐγὼ δὲ προὔργου νομίζω διδάξαι τοὺς ἀγνοοῦντας ὅπως οἵδε οἱ βάρβαροι τὴν ’Αρειανικὴν εἰσεδέξαντο νόσον. ὅτε τὸν Ἴστρον διαβάντες πρὸς τὸν Βάλεντα τὴν εἰρήνην ἐσπείσαντο, τηνικαῦτα παρὼν Εὐδόξιος ὁ δυσώνυμος ὑπέθετο τῷ βασιλεῖ πεῖσαί οἱ κοινωνῆσαι τοὺς Γότθους· πάλαι γὰρ τὰς τῆς θεογνωσίας ἀκτίνας δεξάμενοι τοῖς ἐνετρέφοντο δόγμασι.

»βεβαιοτέραν γάρ«, ἔφη, »τὸ κοινὸν [*](1— 4 vgl. Sozomen. VI 21, 3—6 — 5/6 Psal. 118, 46 —11 14 IV 38, 8. Zosim. IV 24. Joh. Chrys. Ad viduam iun. 5 PG 48, 606. Rufin. H. Ε. XI 13 S. 1020, 2/3. Sozomen. VI 40, 3—5. Philostorg. IX 17. Synops. 61, 8. Zonar. 16, 25 S. 79, 1. Cedren. I 549, 20. Amm. Marcell. 31, 13, 14 —16 —S. 274, 8 vgl. Sozomen. VI 37, 2 u. 8—10. Socrat. IV 33 — 20/21 vgl. Philostorg. II 5. Sozomen. II 6) [*](* 7—14 Cass. VIII 15 —16 —S. 274, 11 Cass. VIII 13) [*](B V2 F HN (n) + GS (s) = r AL (y)) [*](1 λς am Rand HSS ι δέ nur in B = autem Cass. ι πόσας V2 , Cass. wie im Text ι 3 τε > BF ι τὴν] τήν τε B ι διαφορὰν B, corruptione Cass. ι 4 τοῦ Βάλεντος παρανομίας ~ F ι οὐάλεντοσ r ι 6 ἐναντίον — ᾐσχυνόμην = Cass.] καὶ τὰ ἐξῆσ n ι 6 ᾐσχυνάμην B ι7 λζ am Rand HSS ι 9 βαρβάρων nach 10 ῥύμην ~ V2, Cass. wie im Text ι 10 ἐτρέποντο ΒV2 fufiiebant Cass. ἐτράποντο Fry ι κατεκτείνοντο = Cass.] κατεκλείνοντο B ι11καὶ>n n ι ἔφευγον ΒV2 ἔφυγον φεύγοντεσ n ι ἐδίωκον] διώκοντες n ι 12 οὐάλησ r Valens Cass. Cass. βασιλεὺς V2 ι 14 οὖν > y ι 16 λη am Rand HSS ι προῦργον H I οἱ δὲ οἱ, οἱ am Rand, B οἱ δὲ οἱ V2 οἱ Fry ι 18 οὐάλεντα u. S. 274, 2 οὐόλησ r ι 19 οἱ V2 αὐτῶ Fry ι 21 γάρ > B, enim Cass.)

274
τοῦ φρονήματος τὴν εἰρήνην ἐργάσεται«. ταύτην ἐπαινέσας τὴν γνώμην ὁ βάλῃς προὔτεινε τοῖς ἐκείνων ἡγεμόσι τῶν δογμάτων τὴν συμφωνίαν· οἱ δὲ οὐκ ἀνέξεσθαι ἔλεγον τὴν πατρῴαν καταλείψειν διδασκαλίαν.